Πέμπτη 16 Νοεμβρίου 2017

ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ


Τοῦ Γρηγορίου τοῦ Θεολόγου. Ἐκ τῶν ἐμμέτρων αὐτοῦ ποιημάτων. Περὶ τοῦ τίνα χρὴ ἀναγινώσκεσθαι βιβλία ἐκ τῆς Παλαιᾶς καὶ Νέας Διαθήκης.

Ὄφρα δὲ μὴ ξείνῃσι νόον κλέπτοιο βίβλοισι, πολλαὶ γὰρ τελέθουσι παρέγγραπτοι κακότητες, δέχνυσο τοῦτον ἐμοῖο τὸν ἔγκριτον, ὦ φίλ᾿ ἀριθμόν. Ἱστορικαὶ μὲν ἔασι βίβλοι δυοκαίδεκα πᾶσαι) τῆς ἀρχαιοτέρας ἑβραϊκῆς σοφίης. Πρωτίστη Γένεσις· εἶτα Ἔξοδος, Λευϊτικόν τε· ἔπειτ᾿ Ἀριθμοί· εἶτα Δεύτερος νόμος· ἔπειτ᾿ Ἰησοῦς, καὶ Κριταί· Ῥούθ, ὀγδόη· Ἡ δ᾿ ἐνάτη δεκάτη τε βίβλοι, πράξεις Βασιλήων, καὶ Παραλειπόμεναι· ἔσχατον Ἔσδραν ἔχεις. Αἱ δὲ στιχηραὶ πέντε, ὧν πρῶτός γ᾿ Ἰώβ· ἔπειτα Δαυίδ, εἶτα τρεῖς Σολομώντειαι, Ἐκκλησιαστής, ᾎσμα, καὶ Παροιμίαι· καὶ πένθ᾿ ὁμοίως Πνεύματος προφητικοῦ. Μίαν μέν εἰσίν ἐς γραφήν οἱ δώδεκα, Ὠσηέ, κ᾿ Ἀμώς, καὶ Μιχαίας ὁ τρίτος· ἔπειτ᾿ Ἰωήλ, εἶτ᾿ Ἰωνᾶς, Ἀβδίας, Ναούμ τε, Ἀββακούμ τε καὶ Σοφονίας, Ἀγγαῖος, εἶτᾳ Ζαχαρίας, καὶ Μαλαχίας. Μία μὲν οἵδε· δευτέρα δ᾿ Ἡσαΐας Ἔπειθ᾿ ὁ κληθεὶς Ἱερεμίας ἐκ βρέφους· εἶτ᾿ Ἰεζεκιήλ, καὶ Δανιήλου χάρις. Ἀρχαίας μὲν ἔθηκα δύω καὶ εἴκοσι βίβλους, τοῖς τῶν Ἑβραίων γράμμασιν ἀντιθέτους. Ἤδη δ᾿ ἀρίθμει καὶ νέου μυστηρίου· Ματθαῖος μὲν ἔγραψεν Ἑβραίοις θαύματα Χριστοῦ Μᾶρκος· δ᾿ Ἰταλίῃ, Λουκᾶς Ἀχαϊάδι· πᾶσι δ᾿ Ἰωάννης κήρυξ μέγας, οὐρανοφοίτης· ἔπειτα Πράξεις τῶν σοφῶν Ἀποστόλων. Δέκα δὲ Παύλου τέσσαρές τ᾿ ἐπιστολαί· ἑπτὰ δὲ καθολικαί, ὧν, Ἰακώβου μία, δύω δὲ Πέτρου, τρεῖς δ᾿ Ἰωάννου πάλιν· Ἰούδα δ᾿ ἐστὶν ἑβδόμη· πάσας ἔχεις. Ἐν δὲ τούτων ἐκτός, οὐκ ἐν γνησίαις.

ΑΓΙΟΥ ΑΜΦΙΛΟΧΙΟΥ ΙΚΟΝΙΟΥ

Τοῦ Ἁγίου Ἀμφιλοχίου Ἰκονίου. Ἐκ τῶν πρὸς Σέλευκον ἰάμβων. Περὶ τοῦ τίνα χρὴ ἀναγινώσκεσθαι βιβλία ἐκ τῆς Παλαιᾶς καὶ Νέας Διαθήκης.

Πλὴν ἀλλ᾿ ἐκεῖνο προσμαθεῖν μάλιστά σοι προσῆκον. Οὐχ ἅπασα βίβλος ἀσφαλής, Ἡ σεμνὸν ὄνομα τῆς Γραφῆς κεκτημένη. Εἰσί γάρ εἰσιν ἔσθ᾿ ὅτε ψευδώνυμοι Βίβλοι, τινὲς μὲν ἔμμεσοι καὶ γείτονες, Ὡς ἄν τις εἴποι, τῶν ἀληθείας λόγων· Αἱ δ᾿ ἄρα νόθοι τε καὶ λίαν ἐπισφαλεῖς, Ὥσπερ παράσημα καὶ νόθα νομίσματα, Ἅ βασιλέως μὲν τὴν ἐπιγραφὴν ἔχει, Κίβδηλα δ᾿ ἐστί, ταῖς ὕλαις δολούμενα. Τούτου χάριν σοι τῶν θεοπνεύστων ἐρῶ Βίβλον ἑκάστην. Ὡς δ᾽ ἂν εὐκρινῶς μάθῃς, Τὰς τῆς Παλαιᾶς πρῶτα Διαθήκης ἐρῶ. Ἡ Πεντάτευχος τὴν κτίσιν, εἶτ᾿ Ἔξοδον, Λευϊτικόν τε τὴν μέσην ἔχει βίβλον· μεθ᾿ ἣν Ἀριθμούς, εἶτα Δευτερονόμιον. Τούτοις Ἰησοῦν προστίθει καὶ τοὺς Κριτάς· Ἔπειτα τὴν Ρούθ, Βασιλειῶν τε τέσσαρας Βίβλους· Παραλειπομένων δέ γε δύω Βίβλοι· Ἔσδρας ἐπ᾽ αὐταῖς πρῶτος, εἶθ᾿ ὁ δεύτερος. Ἑξῆς στιχηρὰς πέντε σοι Βίβλους ἐρῶ· Στεφθέντα τ᾿ ἄθλοις ποικίλων παθῶν Ἰώβ, Ψαλμῶν τε βίβλον, ἐμμελες ψυχῶν ἄκος· Τρεῖς δ᾿ αὖ Σολομῶντος τοῦ Σοφοῦ· Παροιμίαι, Ἐκκλησιαστής, ᾎσμα τ᾿ αὖ τῶν ᾀσμάτων. Ταύταις Προφήτες προστίθει τοὺς δώδεκα· Ὠσηὲ πρῶτον, εἶτ᾿ Ἀμὼς τὸν δεύτερον, Μιχαίαν, Ἰωήλ, Ἀβδίαν, καὶ τὸν τύπον Ἰωνᾶν αὐτοῦ τοῦ τριημέρου πάθους, Ναοὺμ μετ᾿ αὐτούς, Ἀββακοὺμ εἶτ᾿ ἔνατον, Σοφονίαν, Ἀγγαῖόν τε, καὶ Ζαχαρίαν, Διώνυμόν τε ἄγγελον Μαλαχίαν. Μεθ᾿ οὓς Προφήτας μάνθανε τοὺς τέσσαρας, Παρρησιαστὴν τὸν μέγαν Ἡσαΐαν, Ἱερεμίαν τε συμπαθῆ, καὶ μυστικὸν Ἰεζεκιήλ, ἔσχατον δὲ Δανιήλ, Τὸν αὐτὸν ἔργοις καὶ λόγοις σοφώτατον· Τούτοις προσεγκρίνουσι τὴν Ἐσθὴρ τινές. Καινῆς Διαθήκης ὅρα μοι βίβλους λέγειν· Εὐαγγελιστὰς τέσσαρας δέχου μόνους, Ματθαῖον, εἶτα Μάρκον, οἷς Λουκᾶν τρίτον Προσθείς, ἀρίθμει τὸν Ἰωάννην χρόνῳ Τέταρτον, ἀλλὰ πρῶτον ὕψη δογμάτων, Βροντῆς γὰρ υἱὸν εἰκότως τοῦτον καλῶ, Μέγιστον ἠχήσαντα τῷ Θεοῦ λόγῳ. Δέχου δὲ βίβλον Λουκᾶ καὶ τὴν δευτέραν, Τὴν τῶν καθολικῶν Πράξεων Ἀποστόλων· Τὸ σκεῦος ἑξῆς προστίθει τῆς ἐκλογῆς, Τὸν τῶν ἐθνῶν κήρυκα, τὸν Ἀπόστολον Παῦλον, σοφῶς γράψαντα ταῖς ἐκκλησίαις Ἐπιστολὰς δὶς ἑπτά· Ῥωμαίοις μίαν, ᾗ χρὴ συνάπτειν πρὸς Κορινθίους δύο, Τὴν πρὸς Γαλάτας, τήν τε πρὸς Ἐφεσίους, Μεθ᾿ ἣν τὴν ἐν Φιλίπποις, εἶτα τὴν γεγραμμένην Κολοσσαεῦσι, Θεσσαλονικεῦσι δύο, Δύο Τιμοθέῳ, Τίτῳ δὲ καὶ Φιλήμονι, Μίαν ἑκάστῳ, καὶ πρὸς Ἑβραίους μίαν. Τινὲς δέ φασι τὴν πρὸς Ἑβραίους νόθον Οὐκ εὖ λέγοντες· γνησία γὰρ ἡ χάρις Εἶεν. Τί λοιπόν; Καθολικὰς ἐπιστολὰς Τινὲς μὲν ἑπτά φασιν, οἱ δὲ τρεῖς μόνας Χρῆναι δέχεσθαι, τὴν Ἰακώβου μίαν, Μίαν τε Πέτρου, τοῦ τ᾿ Ἰωάννου μίαν. Τινὲς δὲ τὰς τρεῖς, καὶ πρὸς αὐταῖς τὰς δύο Πέτρου δέχονται, τὴν Ἱούδα δ᾿ ἑβδόμην· Τὴν δ᾿ Ἀποκάλυψιν τοῦ Ἰωάννου πάλιν, Τινὲς μὲν ἐγκρίνουσιν, οἱ πλείους δέ γε Νόθον λέγουσιν. Οὗτος ἀψευδέστατος Κανὼν ἂν εἴη τῶν θεοπνεύστων Γραφῶν.


ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΝΥΣΣΗΣ

Κανὼν α´ τοῦ Γρηγορίου Νύσσης. Περὶ τοῦ ὀφείλειν τὸν πνευματικὸν ἰατρὸν διαγινώσκειν τὴν ἕδραν τοῦ πάθους.

Ἕν καὶ τοῦτο τῶν εἰς τὴν ἁγίαν ἑορτὴν συντελούντων ἐστί, τὸ κατανοῆσαι ἡμᾶς τὴν ἔννομόν τε καὶ κανονικὴν ἐπὶ τῶν πεπλημμεληκότων οἰκονομίαν, ὅπως ἂν θεραπευθείη πᾶν ἀρρώστημα ψυχικόν, τὸ διά τινος ἁμαρτίας ἐπιγινόμενον. Ἐπειδὴ γὰρ ἡ καθολικὴ αὕτη τῆς κτίσεως ἑορτή, κατὰ τὴν τεταγμένην περίοδον τοῦ ἐνιαυσίου κύκλου, καθ᾿ ἕκαστον ἔτος ἐν παντὶ πληρουμένου τῷ κόσμῳ ἐπὶ τῇ ἀναστάσει τοῦ πεπτωκότος ἐπιτελεῖται, πτῶσις δέ ἐστιν ἡ ἁμαρτία, ἀνάστασις δὲ ἡ ἐκ τοῦ πτώματος τῆς ἁμαρτίας ἀνόρθωσις, καλῶς ἂν ἔχοι κατὰ τὴν ἡμέραν ταύτην οὐ μόνον τοὺς ἐκ παλιγγενεσίας μεταστοιχειουμένους διὰ τῆς τοῦ λουτροῦ χάριτος τῷ Θεῷ προσάγειν, ἀλλὰ καὶ τοὺς διὰ τῆς μετανοίας τε καὶ ἐπιστροφῆς ἀπὸ τῶν νεκρῶν ἔργων εἰς τὴν ζῶσαν ὁδὸν πάλιν ἐπανιόντας, καὶ τούτους χειραγωγεῖν εἰς τὴν σῴζουσαν ἐλπίδα, ἧς διὰ τῆς ἁμαρτίας ἀπεξενώθησαν. Ἔστι δὲ οὐ μικρὸν ἔργον τὸ τοὺς περὶ τούτων λόγους οἰκονομῆσαι ἐν τῇ ὀρθῇ τε καὶ δεδοκιμασμένῃ κρίσει, κατὰ τὸ παράγγελμα τοῦ Προφήτου τὸ κελεῦον, δεῖν οἰκονομεῖν τούς λόγους ἐν κρίσει, ἵνα, καθὼς ἔχει τὸ λόγιον, μήτε σαλευθῇ εἰς τὸν αἰῶνα, καὶ εἰς μνημόσυνον αἰώνιον γένηται δίκαιος. Ὥσπερ γὰρ καὶ ἐπὶ τῆς σωματικῆς θεραπείας, ὁ μὲν σκοπὸς τῆς ἰατρικῆς τέχνης εἷς ἐστι, τὸ ὑγιᾶναι τὸν κάμνοντα, τὸ δὲ εἶδος τῆς ἐπιμελείας διάφορον, κατὰ γὰρ τὴν ποικιλίαν τῶν ἀρρωστημάτων καταλλήλως καὶ ἡ θεραπευτικὴ μέθοδος ἑκάστῳ τῶν νοσημάτων προσάγεται, οὕτω, πολλῆς οὔσης καὶ ἐν τῇ ψυχικῇ νόσῳ τῆς τῶν παθῶν ποικιλίας, ἀναγκαίως πολυειδὴς γενήσεται ἡ θεραπευτικὴ ἐπιμέλεια, πρὸς λόγον τοῦ πάθους ἐνεργοῦσα τὴν ἴασιν. Ὥς δ᾿ ἂν γένοιτό τις τεχνικὴ μέθοδος περὶ τοῦ προκειμένου προβλήματος, οὕτω τὸν λόγον διαληψόμεθα. Τρία ἐστὶ τὰ περὶ τὴν ψυχὴν ἡμῶν θεωρούμενα κατὰ τὴν πρώτην διαίρεσιν, τό τε λογικὸν καὶ τὸ ἐπιθυμητικὸν καὶ τὸ θυμοειδές. Ἐν τούτοις εἰσὶ καὶ τὰ κατορθώματα τῶν κατ᾿ ἀρετὴν βιούντων, καὶ τὰ πτώματα τῶν εἰς κακίαν ἀπορρεόντων. Διὸ προσήκει τὸν μέλλοντα τὴν κατάλληλον θεραπείαν προσάγειν τῶ νενοσηκότι τῆς ψυχῆς μέρει, πρότερον μὲν ἐπισκέπτεσθαι ἐν τίνι συνέστη τὸ πάθος, εἶθ᾽ οὕτω τῷ πεπονθότι προσάγειν ἁρμοδίως τὴν θεραπείαν, ὡς ἂν μὴ δι᾿ ἀπειρίαν τῆς θεραπευτικῆς μεθόδου, ἄλλο μὲν ᾖ τὸ νοσῆσαν μέρος, ἕτερον δὲ τὸ τὴν θεραπείαν δεχόμενον, ὥσπερ ἀμέλει βλέπομεν πολλοὺς τῶν ἰατρῶν, ἐν ἀπειρίᾳ τοῦ πρωτοπαθοῦντος μέρους, προσεπιτρίβοντας τὴν νόσον, δι᾿ ὧν θεραπεύουσι. Τῆς γὰρ ἀρρωστίας οὔσης πολλάκις κατὰ θερμοῦ ἐπικράτησιν, ἐπειδὴ τοῖς κατὰ πλεονασμὸν τοῦ ψυχροῦ κεκακωμένοις, χρήσιμον τὸ θερμαῖνόν τε καὶ ἀναθάλπον ἐστὶ τὸ τούτοις κατὰ λόγον συνενεγκόν, ἀπερισκέπτως τὸ αὐτὸ ἐν ἀμετρίᾳ θερμότητος ἐκκαιομένοις ἐπαγαγόντες, δυσίατον τὸ πάθος ἐποίησαν. Ὥσπερ τοίνυν ἀναγκαιοτάτη τοῖς ἰατροῖς ἐνομίσθη ἡ κατανόησις τῆς τῶν στοιχείων ἰδιότητος, ὅπως ἂν ἑκάστου τῶν εὖ ἢ κακῶς διακειμένων γένοιτο τοῦ παρὰ φύσιν διατεθέντος ἡ ἐπανόρθωσις, οὕτω καὶ ἡμεῖς ἐπὶ ταύτην ἀναδραμόντες τὴν διαίρεσιν τῶν ἐν τῇ ψυχῇ θεωρουμένων, ἀρχὴν καὶ ὑπόθεσιν τῆς καταλλήλου τῶν παθῶν θεραπείας ποιησώμεθα τὴν γενικὴν θεωρίαν. Οὐκοῦν, τριχῇ, καθὼς ἔφημεν, διῃρημένης τῆς ἰδιότητος τῶν τῆς ψυχῆς κινημάτων εἰς τὸ λογικόν τε καὶ ἐπιθυμητικὸν καὶ θυμοειδές, κατόρθωμα μὲν τοῦ λογιστικοῦ μέρους τῆς ψυχῆς ἐστιν ἡ εὐσεβὴς περὶ τὸ θεῖον ὑπόληψις καὶ ἡ τοῦ καλοῦ τε καὶ κακοῦ διακριτικὴ ἐπιστήμη καὶ ἡ τρανήν γε καὶ ἀσύγχυτον ἔχουσα περὶ τῆς φύσεως τῶν ὑποκειμένων τὴν δόξαν, τί μέν ἐστι αἱρετὸν ἐν τοῖς οὖσι, τί δέ βδελυκτὸν καὶ ἀπόβλητον. Καὶ πάλιν ἐκ τοῦ ἐναντίου πάντως ἡ ἐν τῷ μέρει τούτῳ κακία θεωρηθήσεται, ὅταν ἀσέβεια μὲν ᾖ περὶ τὸ θεῖον, ἀκρισία δὲ περὶ τὸ ὄντως καλόν, ἐνηλλαγμένη δὲ καὶ ἐσφαλμένη ἡ περὶ τὴν τῶν πραγμάτων φύσιν ὑπόληψις, ὥστε τιθέναι τὸ φῶς σκότος καὶ τὸ σκότος φῶς, καθώς φησιν ἡ Γραφή. Τοῦ δὲ ἐπιθυμητικοῦ μέρους ἡ μὲν ἐνάρετός ἐστι κίνησις, τὸ πρὸς τὸ ὄντως ἐπιθυμητὸν καὶ ἀληθῶς καλὸν ἀνάγεσθαι τὸν πόθον, καὶ εἴ τις ἐν ἡμῖν ἐρατικὴ δύναμίς τε καὶ διάθεσις, ἐκεῖ κατασχολεῖσθαι πᾶσαν, ἐν τῷ πεπεῖσθαι μηδὲν ὀρεκτὸν εἶναι τῇ ἑαυτοῦ φύσει ἄλλο, πλὴν τῆς ἀρετῆς καὶ τῆς τὴν ἀρετὴν πηγαζούσης φύσεως. Παρατροπὴ δὲ καὶ ἁμαρτία τοῦ τοιούτου μέρους ἐστίν, ὅταν τις μεταγάγῃ τὴν ἐπιθυμίαν πρὸς τὴν ἀνυπόστατον κενοδοξίαν ἢ πρὸς τὸ ἐπικεχρωσμένον τοῖς σώμασιν ἄνθος, ὅθεν γίνεται ἡ φιλοχρηματία καὶ ἡ φιλοδοξία καὶ ἡ φιληδονία καὶ πάντα τὰ τοιαῦτα, ὅσα τοῦ τοιούτου ἤρτηται τῆς κακίας γένους. Πάλιν δὲ τῆς θυμώδους διαθέσεως κατόρθωμα μέν ἐστιν ἡ πρὸς τὸ κακὸν ἀπέχθεια καὶ ὁ πρὸς τὰ πάθη πόλεμος καὶ τὸ πρὸς ἀνδρείαν ἐστομῶσθαι τὴν ψυχήν, ἐν τῷ μὴ καταπτήσσειν τὰ τοῖς πολλοῖς φοβερὰ νομιζόμενα, ἀλλὰ μέχρις αἵματος τὴν ἁμαρτίαν ἀντικαθίστασθαι, καταφρονεῖν δὲ θανατικῆς ἀπειλῆς καὶ ἀλγεινῶν κολαστηρίων καὶ τῆς τῶν ἡδίστων διαζεύξεως καὶ πάντων ἅπαξ τῶν διά τινος συνηθείας καὶ προλήψεως ἐν ἡδονῇ τοὺς πολλοὺς κατεχόντων κρείττονα γενέσθαι, τῆς πίστεως καὶ τῆς ἀρετῆς προμαχόμενον. Τὰ δὲ ἀποπτώματα τοῦ τοιούτου μέρους ἐστὶν ἅπασι πρόδηλα, ὁ φθόνος, τὸ μῖσος, ἡ μῆνις, αἱ λοιδορίαι, αἱ συμπλοκαί, αἱ φιλόνεικοί τε καὶ ἀμυντικαὶ διαθέσεις, αἱ μέχρι πολλοῦ παρατείνουσαι τὴν μνησικακίαν καὶ πολλοὺς εἰς φόνους καὶ αἵματα κατάγουσαι. Μὴ γὰρ εὑρὼν ὁ ἀπαίδευτος λογισμός, ὅπου χρήσηται λυσιτελῶς τῷ ὅπλῳ, ἐφ᾿ ἑαυτὸν τρέπει τὴν τοῦ σιδήρου ἀκμήν, καὶ γίνεται τὸ ἐκ τοῦ Θεοῦ δοθὲν ἡμῖν ἀμυντήριον ὅπλον τῷ κακῶς κεχρημένῳ ὀλέθριον.

Κανὼν β´ τοῦ Γρηγορίου Νύσσης. Περὶ τῶν ἀρνησαμένων.

Τούτων τοίνυν κατὰ τὸ εἰρημένον διευκρινηθέντων τρόπον, ὅσα μὲν ἅμαρτήματα τοῦ λογιστικοῦ τῆς ψυχῆς ἅπτεται μέρους, χαλεπώτερα παρὰ τῶν Πατέρων ἐκρίθη καὶ μείζονος καὶ διαρκεστέρας καὶ ἐπιπονωτέρας τῆς ἐπιστροφῆς ἄξια, οἷον, εἶ τις ἠρνήσατο τὴν εἰς Χριστὸν πίστιν, ἢ πρὸς Ἰουδαϊσμὸν ἢ πρὸς εἰδωλολατρίαν ἢ πρὸς Μανιχαϊσμὸν ἢ πρὸς ἄλλο τι τοιοῦτον ἀθεΐας εἶδος αὐτομολήσας ἐφάνη. Ὁ μὲν ἑκουσίως ἐπὶ τὸ τοιοῦτον ὁρμήσας κακόν, εἶτα καταγνοὺς ἑαυτοῦ, χρόνον τῆς μετανοίας ἔχει ὅλον τὸν τῆς ζωῆς αὐτοῦ. Οὐδέποτε γὰρ μυστικῆς ἐπιτελουμένης εὐχῆς μετὰ τοῦ λαοῦ προσκυνῆσαι τὸν Θεὸν καταξιοῦται, ἀλλὰ κατὰ μόνας μὲν εὔξεται, τῆς δὲ κοινωνίας τῶν ἁγιασμάτων καθόλου ἀλλότριος ἔσται, ἐν δὲ τῇ ὥρᾳ τῆς ἐξόδου αὐτοῦ, τότε τῆς τοῦ ἁγιάσματος μερίδος ἀξιωθήσεται. Εἰ δὲ συμβαίη παρ᾿ ἐλπίδα ζῆσαι αὐτόν, πάλιν ἐν τῷ κρίματι διαβιώσεται, ἀμέτοχος τῶν μυστικῶν ἁγιασμάτων μέχρι τῆς ἐξόδου γινόμενος. Οἱ δὲ βασάνοις καὶ τιμωρίαις χαλεπαῖς αἰκισθέντες ἐν ῥητῷ χρόνῳ ἐπετιμήθησαν, οὕτω φιλανθρωπίᾳ ἐπ᾿ αὐτῶν χρησαμένων τῶν Ἁγίων Πατέρων ὡς οὐ ψυχῆς γενομένης ἐν πτώματι, ἀλλὰ τῆς σωματικῆς ἀσθενείας πρὸς τὰς αἰκίας οὐκ ἀντισχούσης, διὸ τῷ μέτρῳ τῶν ἐν πορνείᾳ πλημμελησάντων καὶ ἡ βεβιασμένη τε καὶ ἐπώδυνος παράβασις ἐν τῇ ἐπιστροφῇ συνεμετρήθη.

Κανὼν γ´ τοῦ Γρηγορίου Νύσσης. Περὶ τῶν ἀπιόντων εἰς γόητας.

Οἱ δὲ πρὸς γόητας ἀπιόντες ἢ μάντεις ἢ τοὺς διὰ δαιμόνων καθάρσιά τινα καὶ ἀποτροπιασμοὺς ἐνεργεῖν ὑπισχνουμένους, οὗτοι ἐρωτῶνται δι᾿ ἀκριβείας καὶ ἀνακρίνονται, πότερον ἐπιμένοντες τῇ εἰς Χριστὸν πίστει ὑπ᾿ ἀνάγκης τινὸς συνηνέχθησαν ἐκείνῃ τῇ ἁμαρτίᾳ, κακώσεώς τινος ἢ ἀφορήτου ζημίας ταύτην αὐτοῖς τὴν ὁρμὴν ἐμποιησάσης, ἤ, καθόλου καταφρονήσαντες τοῦ πεπιστευμένου παρ᾿ ἡμῶν μαρτυρίου, τῇ τῶν δαιμόνων συμμαχίᾳ προσέδραμον. Εἰ μὲν γὰρ ἐπὶ ἀθετήσει τῆς πίστεως καὶ πρὸς τὸ μὴ πιστεύειν εἶναι Θεὸν τὸν παρὰ τῶν χριστιανῶν προσκυνούμενον ἐκεῖνο ἐποίησαν, δηλαδὴ τῷ κρίματι τῶν παραβάντων ὑπαχθήσονται. Εἰ δέ τις ἀβάστακτος ἀνάγκη κατακρατήσασα τῆς μικροψυχίας αὐτῶν εἰς τοῦτο προήγαγε, διά τινος ἠπατημένης ἐλπίδος παρακρουσθέντας, ὡσαύτως ἔσται καὶ ἐπ᾿ αὐτῶν ἡ φιλανθρωπία, καθ᾿ ὁμοιότητα τῶν πρὸς τὰς βασάνους ἐν τῷ καιρῷ τῆς ὁμολογίας ἀντισχεῖν μὴ δυνηθέντων.

Κανὼν δ´ τοῦ Γρηγορίου Νύσσης. Περὶ πόρνων.

Τῶν δὲ δι᾿ ἐπιθυμίαν καὶ ἡδονὴν γινομένων ἁμαρτημάτων τοιαύτη ἐστὶν ἡ διαίρεσις· τὸ μὲν γὰρ καλεῖται μοιχεία, τὸ δὲ πορνεία. Τισὶ μὲν οὖν τῶν ἀκριβεστέρων ἤρεσε καὶ τὸ κατὰ πορνείαν πλημμέλημα μοιχείαν εἶναι νομίζειν, διότι μία ἐστὶν ἡ νόμιμος συζυγία, καὶ γυναικὸς πρὸς ἄνδρα, καὶ ἀνδρὸς πρὸς γυναῖκα. Πᾶν οὖν τὸ μὴ νόμιμον, παράνομον πάντως· καὶ ὁ μὴ τὸ ἴδιον ἔχων, δηλαδὴ τὸ ἀλλότριον ἔχει, τῷ γὰρ ἀνθρώπῳ μία δέδοται παρὰ τοῦ Θεοῦ βοηθός, καὶ τῇ γυναικὶ μία ἐφήρμοσται κεφαλή. Οὐκοῦν, εἰ μέν τις τὸ ἴδιον αὐτοῦ σκεῦος, καθὼς ὀνομάζει ὁ θεῖος ἀπόστολος, ἑαυτῷ κτήσαιτο, συγχωρεῖ ὁ νόμος τῆς φύσεως τὴν δικαίαν χρῆσιν, εἰ δέ τις ἔξω τοῦ ἰδίου τραπείῃ, ἐν ἀλλοτρίῳ πάντως γενήσεται· ἀλλότριον δὲ ἑκάστῳ πᾶν τὸ μὴ ἵδιον, κἂν μὴ ὁμολογούμενον ἔχῃ τὸν κυριεύοντα. Οὐκοῦν, οὐ πόρρω τοῦ κατὰ τὴν μοιχείαν πλημμελήματος καὶ ἡ πορνεία τοῖς τὸν ἀκριβέστερον ἐξετάζουσι λογισμὸν ἐδείχθη, λεγούσης καὶ τῆς θείας Γραφῆς ὅτι· Μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν. Πλὴν ἀλλ᾿ ἐπεὶ τοῖς ἀσθενεστέροις ἐγένετό τις παρὰ τῶν Πατέρων συμπεριφορά, διεκρίθη τὸ πλημμέλημα τῇ γενικῇ διαιρέσει ταύτῃ, ὡς πορνείαν μὲν λέγεσθαι τὴν χωρὶς ἀδικίας ἑτέρου γινομένην τινὶ τῆς επιθυμίας ἐκπλήρωσιν, μοιχείαν δέ, τὴν ἐπιβουλήν τε καὶ ἀδικίαν τοῦ ἀλλοτρίου. Ἐν ταύτῃ δὲ καὶ τὴν ζῳοφθορίαν καὶ τὴν παιδεραστίαν εἶναι λογίζονται, διότι καὶ ταῦτα φύσεώς ἐστι μοιχεία, εἰ γὰρ τὸ ἀλλότριόν τε καὶ παρὰ φύσιν γίνεται ἡ ἀδικία. Ταύτης οὖν τῆς διαιρέσεως καὶ ἐν τούτῳ τῷ εἴδει τῆς ἁμαρτίας γεγενημένης, καθολικὴ μέν ἐστι θεραπεία, τὸ τῆς ἐμπαθοῦς λύσσης τῆς περὶ τὰς τοιαύτας ἡδονὰς καθαρὸν ἐκ μεταμελείας γενέσθαι τὸν ἄνθρωπον. Ἐπεὶ δὲ τῶν ἐν πορνείᾳ μολυνθέντων ἀδικία τις τῇ ἁμαρτίᾳ ταύτῃ οὐ καταμέμικται, διὰ τοῦτο διπλασίων ὡρίσθη τῆς ἐπιστροφῆς ὁ χρόνος τοῖς ἐν μοιχείᾳ μιανθεῖσι καὶ ἐν τοῖς ἄλλοις τοῖς ἀπηγορευμένοις κακοῖς, ζωοφθορίᾳ τε καὶ τῇ κατὰ τοῦ ἄρρενος λύσσῃ. Διπλασιάζεται γάρ, ὡς εἶπον, ἐπὶ τῶν τοιούτων ἡ ἁμαρτία, μία μέν, ἡ κατὰ τὴν ἄθεσμον ἡδονήν, ἑτέρα δέ, ἡ κατὰ τὴν τοῦ ἀλλοτρίου ἀδικίαν συνισταμένη. Διαφορὰ δέ τίς ἐστιν ἐν τῷ λόγῳ τῆς μετανοίας καὶ ἐπὶ τῶν καθ᾿ ἡδονὴν πλημμελημάτων τοιαύτη· ὁ μὲν γὰρ ἀφ᾿ ἑαυτοῦ πρὸς τὴν ἐξαγόρευσιν τῶν ἁμαρτιῶν ὁρμήσας, αὐτῷ, τῷ καταδέξασθαι δι᾿ οἰκείας ὁρμῆς γενέσθαι τῶν κρυφίων κατήγορος, ὡς ἤδη τῆς θεραπείας τοῦ πάθους ἀρξάμενος καὶ σημεῖον τῆς πρὸς τὸ κρεῖττον μεταβολῆς ἐπιδειξάμενος, ἐν φιλανθρωποτέροις γίνεται τοῖς ἐπιτιμίοις· ὁ δὲ φωραθεὶς ἐπὶ τῷ κακῷ, ἤ διά τινος ὑποψίας ἢ κατηγορίας ἀκουσίως ἀπελεγχθείς, ἐν ἐπιτεταμένῃ γίνεται τῇ ἐπιστροφῇ, ὥστε, καθαρισθέντα δι᾿ ἀκριβείας αὐτόν, οὕτως ἐπὶ τὴν τῶν ἁγιασμάτων κοινωνίαν παραδεχθῆναι. Ἔστι τοίνυν ὁ κανὼν τοιοῦτος, ὥστε τοὺς ἐν πορνείᾳ μολυνθέντας, ἐν τρισὶ μὲν ἔτεσι καθόλου τῆς εὐχῆς ἀποβλήτους εἶναι, ἐν τρισὶ δὲ τῆς ἀκροάσεως μετέχειν μόνης, ἐν ἄλλοις δὲ τρισὶν ἔτεσιν μετὰ τῶν ἐν ἐπιστροφῇ ὑποπιπτόντων προσεύχεσθαι, καὶ τότε μετέχειν τῶν ἁγιασμάτων. Ἐπὶ δὲ τῶν σπουδαιοτέρᾳ κεχρημένων τῇ ἐπιστροφῇ καὶ τῷ βίῳ δεικνύντων τὴν πρὸς τὸ ἀγαθὸν ἐπάνοδον, ἔξεστι τῷ οἰκονομοῦντι πρὸς τὸ συμφέρον τῇ ἐκκλησιαστικῇ οἰκονομίᾳ συντεμεῖν τὸν χρόνον τῆς ἀκροάσεως καὶ τάχιον εἰς ἐπιστροφὴν ἀγαγεῖν· καὶ πάλιν καὶ τοῦτον συντεμεῖν τὸν χρόνον καὶ τάχιον ἀποδοῦναι τὴν κοινωνίαν, ὅπως ἂν τῇ ἑαυτοῦ δοκιμασίᾳ ἐγκρίνοι τὴν τοῦ θεραπευομένου κατάστασιν. Ὥσπερ γὰρ τὸ τοῖς χοίροις ῥίπτειν τὸν μαργαρίτην ἀπείρηται, οὕτω τὸ ἀποστερεῖν τοῦ τιμίου μαργαρίτου τὸν ἤδη ἄνθρωπον, διὰ τῆς καθαρότητός τε καὶ τῆς ἀπαθείας γενόμενον, τῶν ἀτόπων ἐστίν. Ἡ δὲ κατὰ τὴν μοιχείαν, ἤτοι κατὰ τὰ λοιπὰ εἴδη τῆς ἀκαθαρσίας γενομένη παρανομία, καθὼς προείρηται, κατὰ πάντα ἐν τῷ αὐτῷ κρίματι θεραπευθήσεται, ἐν ᾧ καὶ τὸ τῆς πορνείας ἄγος, τῷ δὲ χρόνῳ μόνῳ διπλασιάζεται. Παρατηρηθήσεται δὲ καὶ ἐπ᾿ αὐτῷ ἡ τοῦ θεραπευομένου διάθεσις, ὃν τρόπον καὶ ἐπὶ τῶν τῷ μολυσμῷ τῆς πορνείας συνεχθέντων, ὥστε ἢ θᾶττον ἢ βραδύτερον γενέσθαι αὐτοῖς τὴν τοῦ ἀγαθοῦ μετουσίαν.

Κανὼν ε´ τοῦ Γρηγορίου Νύσσης. Περὶ ἑκουσίων καὶ ἀκουσίων φονέων, ὧν εἴ τινι ἐπαπειλεῖται θάνατος, ἐφεῖται μεταλαβεῖν, καίτοι προκεκωλυμένῳ.

Λείπεται πρὸς τούτοις τὸ θυμοειδὲς τῆς ψυχῆς προθεῖναι εἰς ἐξέτασιν, ὅταν παρασφαλεῖσα τῆς ἀγαθῆς τοῦ θυμοῦ χρήσεως, εἰς ἁμαρτίαν ἐκπέσῃ. Πολλῶν δὲ ὄντων τῶν κατὰ θυμὸν εἰς ἁμαρτίαν ἐνεργουμένων καὶ πάντων κακῶν, ἤρεσέ πως τοῖς Πατράσιν ἡμῶν, ἐν τοῖς ἄλλοις μὴ λίαν ἀκριβολογεῖσθαι, μηδὲ πολλῆς ἄξιον ἡγεῖσθαι σπουδῆς τὸ θεραπεύειν πάντα τὰ ἐκ τοῦ θυμοῦ παραπτώματα, καίτοι γε τῆς Γραφῆς οὐ μόνον τὴν ψιλὴν ἀπαγορευούσης πληγήν, ἀλλὰ καὶ πᾶσαν λοιδορίαν ἢ βλασφημίαν καὶ εἴ τι ἄλλο τοιοῦτον ὁ θυμὸς ἀπεργάζεται, μόνου δὲ τοῦ κατὰ φόνον ἄγους τὴν παραφυλακὴν ἐποιήσαντο διὰ τῶν ἐπιτιμίων. Διῄρηται δὲ τὸ τοιοῦτον κακὸν τῇ διαφορᾷ τοῦ ἑκουσίου τε καὶ ἀκουσίου. Ἐν οἷς ἑκούσιος μέν ἐστι φόνος, πρῶτον μὲν ὁ ἐκ παρασκευῆς τετολμημένος τοῦ εἰς αὐτὸ τοῦτο εὐτρεπισαμένου, ὅπως ἂν τὸ ἄγος ἐργάσηται, Ἔπειτα δὲ κἀκεῖνος ἐν τοῖς ἑκουσίοις ἐνομίσθη, ὅταν τις ἐν συμπλοκῇ καὶ μάχῃ, τύπτων τε καὶ τυπτόμενος, ἐνέγκῃ κατά τινος καιρίαν τὴν διὰ τῆς χειρὸς πληγήν. Ὁ γὰρ ἅπαξ τῷ θυμῷ κρατηθεὶς καὶ τῇ ὁρμῇ τῆς ὀργῆς χαριζόμενος, οὐδὲν ἂν παρὰ τὸν καιρὸν τοῦ πάθους τῶν ἀνακόψαι τὸ κακὸν δυναμένων ἐπὶ νοῦν λάβοι, ὥστε καὶ τὸ ἐκ τῆς συμπλοκῆς ἀποτέλεσμα τοῦ φόνου εἰς ἔργον προαιρέσεως, οὐκ εἰς ἀποτυχίαν ἀνάγεται. Οἱ δὲ ἀκούσιοι φανερὰ ἔχουσι τὰ γνωρίσματα, ὅταν τις πρὸς ἐτερόν τι τὴν σπουδὴν ἔχων ἐξ ἀποτυχίας τι τῶν ἀνηκέστων δράσῃ. Ἐπὶ τούτων τοίνυν, ὁ μὲν ἑκούσιος φόνος εἰς τριπλασίονα χρόνον παρατείνεται τοῖς δι᾿ ἐπιστροφῆς θεραπευομένοις τὸ ἑκούσιον ἄγος. Τρὶς ἐννέα γάρ εἰσιν ἐνιαυτοί, καθ᾿ ἕκαστον βαθμὸν τῆς ἐννεάδος τῶν ἐτῶν ὁρισθείσης, ὥστε ἐν μὲν τῷ παντελεῖ ἀφορισμῷ ἐννεατῆ χρόνον διαγενέσθαι ἀπειργόμενον τῆς Ἐκκλησίας, ἄλλα δὲ τοσοῦτα ἔτη ἐν τῇ ἀκροάσει παραμεῖναι, μόνης τῆς τῶν διδασκάλων καὶ τῆς τῶν Γραφῶν ἀκροάσεως ἀξιούμενον, ἐν ἐπιστροφῇ προσευχόμενον, οὕτως ἐλθεῖν ἐπὶ τὴν μετουσίαν τοῦ ἁγιάσματος. Δηλονότι, καὶ ἐπὶ τοῦ τοιούτου ἡ αὐτὴ παρατήρησις ἔσται παρὰ τοῦ οἰκονομοῦντος τὴν Ἐκκλησίαν καὶ πρὸς τὸν λόγον τῆς ἐπιστροφῆς συντμηθήσεται αὐτῷ καὶ ἡ τοῦ ἐπιτιμίου παράτασις, ὥστε, ἀντὶ ἐννέα ἐτῶν ἐφ᾿ ἑκάστῳ βαθμῷ, ὀκτὼ ἢ ἑπτὰ ἢ ἕξ ἢ πέντε μόνα γενέσθαι, εἴπερ τὸ μέγεθος τῆς ἐπιστροφῆς νικῴη τὸν χρόνον καὶ ὑπερβάλλοιτο τῇ σπουδῇ τῆς διορθώσεως τοὺς ἐν τῇ μακρᾷ προθεσμία ραθυμότερον ἑαυτοὺς ἀπὸ τῆς κηλῖδος καθαίροντας. Τὸ δὲ ἀκούσιον, συγγνωστὸν μέν, οὐ μὴν ἐπαινετὸν ἐκρίθη. Τοῦτο δὲ εἶπον, ὥστε δῆλον γενέσθαι ὅτι, κἂν ἀκουσίως τις γένηται ἐν τῷ τοῦ φόνου μιάσματι, ὡς ἤδη βέβηλον αὐτὸ ὑπὸ τοῦ ἄγους γενόμενον, ἀπόβλητον ἱερατικῆς χάριτος ὁ κανὼν ἀπεφήνατο. Ὅσος δὲ ἐστὶν ἐπὶ τῇ ψιλῇ πορνείᾳ τοῦ καθαρσίου ὁ χρόνος, τοσοῦτος καὶ ἐπὶ τῶν ἀκουσίως πεφονευκότων ἐδοκιμάσθη καλῶς ἔχειν. Δηλαδὴ καὶ ἐν τούτῳ τῆς προαιρέσεως τοῦ μετανοοῦντος δοκιμαζομένης, ὥστε, εἰ ἀξιόπιστος γένοιτο ἡ ἐπιστροφή, μὴ πάντως παραφυλαχθῆναι τὸν ἀριθμὸν τῶν ἐτῶν, ἀλλὰ διὰ συντομίας ἀγαγεῖν αὐτὸν εἰς τὴν τῆς Ἐκκλησίας ἀποκατάστασιν καὶ εἰς τὴν τοῦ ἀγαθοῦ μετουσίαν. Εἰ δέ τις μέν, μὴ πληρώσας τὸν χρόνον τὸν ἐκ τῶν κανόνων ἀφωρισμένον, ἐξοδεύοι τοῦ βίου, κελεύει ἡ τῶν Πατέρων φιλανθρωπία, μετασχόντα τῶν ἁγιασμάτων, μὴ κενὸν τοῦ ἐφοδίου πρὸς τὴν ἐσχάτην ἐκείνην καὶ μακρὰν ἀποδημίαν ἐκπεμφθῆναι. Εἰ δὲ μετασχὼν τοῦ ἁγιάσματος πάλιν εἰς τὴν ζωὴν ἐπανέλθοι, ἀναμένειν τὸν τεταγμένον χρόνον, ἐν ἐκείνῳ τῷ βαθμῷ γενόμενον, ἐν ᾧ ἦν πρὸ τῆς κατὰ ἀνάγκην αὐτῷ δοθείσης κοινωνίας.

Κανὼν ς´ τοῦ Γρηγορίου Νύσσης. Περὶ ληστῶν καὶ λαθροκλεπτῶν.

Τὸ δὲ ἕτερον εἶδος τῆς εἰδωλολατρίας, οὕτω γὰρ ὀνομάζει τὴν πλεονεξίαν ὁ θεῖος ἀπόστολος, οὐκ οἶδ᾿ ὅπως ἀθεράπευτον ὑπὸ τῶν Πατέρων ἡμῶν παρώφθη, καίτοι γε δοκεῖ τὸ τοιοῦτον κακὸν τῆς τριττῆς ἐν τῇ ψυχῇ καταστάσεως πάθος εἶναι. Καὶ γὰρ ὁ λογισμὸς τῆς τοῦ καλοῦ κρίσεως ἁμαρτάνων, ἐν τῇ ὕλῃ τὸ καλὸν εἶναι φαντάζεται, οὐ πρὸς τὸ ἄϋλον ἀναβλέπων κάλλος. Καὶ ἡ ἐπιθυμία πρὸς τὰ κάτω ῥεῖ, τοῦ ἀληθοῦς ὀρεκτοῦ ἀπορρέουσα. Καὶ ἡ φιλόνεικός τε καὶ θυμώδης διάθεσις, πολλὰς τῆς τοιαύτης ἁμαρτίας τὰς ἀφορμὰς λαμβάνει. Καί, τὸ ὅλον εἰπεῖν, συμφωνεῖ ἡ τοιαύτη νόσος τῷ ἀποστολικῷ τῆς πλεονεξίας ὅρῳ. Ὁ γὰρ θεῖος ἀπόστολος, οὐ μόνον αὐτὴν εἰδωλολατρίαν, ἀλλὰ καὶ ρίζαν πάντων τῶν κακῶν ἀπεφήνατο. Καὶ ὅμως τὸ τοιοῦτον εἶδος παρώφθη τῆς νόσου ἀνεπίσκεπτόν τε καὶ ἀτημέλητον, διὸ καὶ πλεονάζει κατὰ τὰς ἐκκλησίας τὸ τοιοῦτον ἀρρώστημα, καὶ οὐδεὶς τοὺς ἐπὶ τὸν κλῆρον ἀγομένους περιεργάζεται, μήπως τῷ τοιούτῳ εἴδει τῆς εἰδωλολατρίας κατεμιάνθησαν. Ἀλλὰ περὶ μὲν τούτων, διὰ τὸ παρεῖσθαι τοῖς Πατράσιν ἡμῶν, ἀρκεῖν ἡγούμεθα τῷ δημοσίῳ τῆς διδασκαλίας λόγῳ, ὅπως ἂν οἷόν τε ᾖ θεραπεύειν, ὥσπερ τινὰ πάθη πληθωρικὰ τὰς πλεονεκτικὰς ἀρρωστίας διὰ τοῦ λόγου καθαίροντες. Μόνην δὲ τὴν κλοπὴν καὶ τὴν τυμβωρυχίαν καὶ τὴν ἱεροσυλίαν πάθη νομίζομεν, διὰ τὸ οὕτως ἐκ τῆς τῶν Πατέρων ἀκολουθίας τὴν παράδοσιν ἡμῖν περὶ τούτων γενέσθαι, καίτοι γε παρὰ τῆς θείας Γραφῆς καὶ ὁ πλεονασμὸς καὶ ὁ τόκος τῶν ἀπειρημένων ἐστί, καὶ τὸ ἐκ δυναστείας τινὸς τῇ ἰδίᾳ κτήσει προσαγαγεῖν τὰ ἀλλότρια, κἂν ἐν προσχήματι πραγματείας τὸ τοιοῦτον τύχῃ γινόμενον. Ἐπειδὴ τοίνυν τὸ καθ᾿ ἡμᾶς εἰς ἐξουσίαν κανόνων οὐκ ἀξιόπιστον, τὴν ἐπὶ τῶν ὁμολογουμένως ἀπηγορευμένων κακονικὴν κρίσιν ἤδη τοῖς εἰρημένοις προσθήσομεν. Διῄρηται δὲ ἡ κλοπὴ εἴς τε λῃστείαν καὶ εἰς τοιχωρυχίαν· καὶ εἷς μὲν ἐπ᾿ ἀμφοτέρων σκοπός, ἡ τῶν ἀλλοτρίων ἀφαίρεσις, πολλὴ δὲ κατὰ τὴν γνώμην αὐτῶν ἡ πρὸς ἀλλήλους ἐστὶ διαφορά. Ὁ μὲν γὰρ λῃστὴς καὶ τὴν μιαιοφονίαν εἰς συμμαχίαν τοῦ σπουδαζομένου παραλαμβάνει, πρὸς αὐτὸ τοῦτο παρασκευαζόμενος καὶ ὅπλοις καὶ πολυχειρία καὶ τοῖς ἐπικαίροις τῶν τόπων, ὥστε τὸν τοιοῦτον τῷ κρίματι τῶν ἀνδροφόνων ὑπάγεσθαι, διὰ μεταμελείας πρός τήν Ἐκκλησίαν τοῦ Θεοῦ ἐπαναγάγοι! Ὁ δὲ δι᾿ ὑφαιρέσεως λανθανούσης σφετεριζόμενος τὸ ἀλλότριον, εἶτα δι᾿ ἐξαγορεύσεως τὸ πλημμέλημα ἑαυτοῦ τῶ ἱερεῖ φανερώσας, τῇ περὶ τὸ ἐναντίον τοῦ πάθους σπουδῇ θεραπεύσει τὴν ἀρρωστίαν. Λέγω δέ, διὰ τοῦ τὰ προσόντα παρέχειν τοῖς πένησιν, ἵνα, τῷ προέσθαι ἃ ἔχει, φανερὸς γένηται καθαρεύων τῆς κατὰ πλεονεξίαν νόσου. Εἰ δὲ καὶ μηδὲν ἔχοι, μόνον δὲ τὸ σῶμα ἔχοι, κελεύει ὁ ἀπόστολος, διὰ τοῦ σωματικοῦ κόπου τὸ τοιοῦτον ἐξιάσασθαι πάθος, ἔχει δὲ ἡ λέξις οὕτως· Ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθόν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι.

Κανὼν ζ´ τοῦ Γρηγορίου Νύσσης. Περὶ τυμβωρύχων ἀνακινούντων τὰ ὀστᾶ, ἢ μή.

Ἡ δὲ τυμβωρυχία καὶ αὕτη διῄρηται εἰ τό συγγνωστόν τε καὶ ἀσύγγνωστον. Εἰ μὲν γάρ τις τῆς ὁσίας φειδόμενος καὶ ἄσυλον ἀφεὶς τὸ κεκρυμμένον σῶμα, ὡς μὴ ἀναδειχθῆναι ἡλίῳ τὴν ἀσχημοσύνην τῆς φύσεως, λίθοις τισὶ τῶν τῷ τάφῳ προβεβλημένων συγχρήσαιτο εἰς ἔργου τινὸς κατασκευήν, ἐπαινετὸν μὲν οὐδὲ τοῦτό ἐστι, πλὴν ἀλλὰ συγγνωστὸν ἐποίησεν ἡ συνήθεια, ὅταν εἰς προτιμότερόν τι καὶ κοινωφελέστερον ἡ τῆς ὕλης μετάθεσις γένηται. Τὸ δὲ διερευνᾶσθαι τὴν κόνιν ἀπὸ τῆς γεωθείσης σαρκὸς καὶ ἀνακινεῖν τὰ ὁστὰ, ἐλπίδι τοῦ κόσμου τινὰ τῶν συγκατορυχθέντων κερδᾶναι, τοῦτο τῷ αὐτῷ κρίματι κατεδικάσθῃ, ᾧ καὶ ἡ ψιλὴ πορνεία, καθὼς ἐν τῷ προλαβόντι διῄρηται λόγῳ, ἐπισκοποῦντος δηλαδὴ τοῦ οἰκονόμου ἐξ αὐτοῦ τοῦ βίου τὴν ἰατρείαν τοῦ θεραπευομένου, ὥστε συντεμεῖν τὴν ἐκ τῶν κανόνων ὁρισθεῖσαν τοῦ ἐπιτιμίου προθεσμίαν.

Κανὼν η´ τοῦ Γρηγορίου Νύσσης. Περὶ ἱεροσύλων.

Ἡ δὲ ἱεροσυλία παρὰ μὲν τῇ ἀρχαίᾳ Γραφῇ οὐδὲν ἐνομίσθη τῆς φονικῆς κατακρίσεως ἀνεκτοτέρα, ὁμοίως γὰρ ὅτε ἐπὶ φόνῳ ἁλοὺς καὶ ὁ τὰ ἀνατεθέντα τῷ Θεῷ ὑφελόμενος τὴν διὰ τῶν λίθων τιμωρίαν ὑπέσχον. Ἐπὶ δὲ τῆς ἐκκλησιαστικῆς συνηθείας, οὐκ οἶδ᾿ ὅπως συγκατάβασίς τις ἐγένετο καὶ συμπεριφορά, ὥστε ἀνεκτότερον νομισθῆναι τὸ τῆς τοιαύτης νόσου καθάρσιον, ἐν ἐλάττονι γὰρ χρόνῳ παρὰ τὴν μοιχείαν τοῖς τοιούτοις τὸ ἐπιτίμιον διετάξατο ἡ τῶν Πατέρων παράδοσις. Πανταχοῦ δὲ ἐν πλημμελήματος εἴδει καθορᾶν τοῦτο προσήκει πρὸ πάντων, οἷα ἐστὶν ἡ τοῦ θεραπευομένου διάθεσις, καὶ μὴ τὸν χρόνον οἴεσθαι πρὸς θεραπείαν ἀρκεῖν, τίς γὰρ ἂν ἐκ τοῦ χρόνου ἴασις γένοιτο; ἀλλὰ τὴν προαίρεσιν τοῦ ἑαυτὸν δι᾿ ἐπιστροφῆς θεραπεύοντος. Ταῦτά σοι, ὦ ἄνθρωπε τοῦ Θεοῦ, κατὰ πολλὴν σπουδὴν ἐκ τῶν προχείρων συνθέντες, διὰ τὸ δεῖν τοῖς τῶν ἀδελφῶν ἐπιτάγμασι πείθεσθαι, κατὰ σπουδὴν ἀπεστείλαμεν. Σὺ δὲ τὰς συνήθεις ὑπὲρ ἡμῶν εὐχὰς τῷ Θεῷ προσάγων μὴ διαλείπῃς, χρεωστεῖς γάρ, ὡς εὐγνώμων υἱός, τῷ κατὰ Θεόν σε γεννήσαντι τὴν διὰ τῶν προσευχῶν γηροκομίαν, κατὰ τὴν ἐντολὴν τὴν κελεύουσαν· τιμᾷν τοὺς γονέας, ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. Δῆλον δέ, ὅτι ὡς σύμβολον ἱερατικὸν δέξῃ τὸ γράμμα, καὶ οὐκ ἀτιμάσεις τὸ ξένιον, κἄν τι μικρότερον τῆς σῆς μεγαλοφυΐας ᾖ.

ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ

Κεφάλαιον κανονικὸν τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου. Πῶς ἐπακτέον τὰ ἐπιτίμια τοῖς ἁμαρτάνουσι;

Οὐχ ἁπλῶς πρὸς τὸ τῶν ἁμαρτημάτων μέτρον δεῖ τὴν ἐπιτιμίαν ἐπάγειν, ἀλλὰ καὶ τῆς τῶν ἁμαρτανόντων στοχάζεσθαι προαιρέσεως, μή ποτε ῥάψαι τὸ διεῤῥωγὸς βουλόμενος, χεῖρον τὸ σχίσμα ποιήσῃς, καὶ ἀνορθῶσαι τὸ καταπεπτωκὸς σπουδάζων, μείζονα ἐργάσῃ τὴν πτῶσιν. Οἱ γὰρ ἀσθενεῖς καὶ διακεχυμένοι καὶ τὸ πλέον τῇ τοῦ κόσμου δεδεμένοι τρυφῇ, ἔτι καὶ ἐπὶ γένει καὶ δυναστείᾳ μέγα φρονεῖν ἔχοντες, ἡρέμα μὲν καὶ κατὰ μικρὸν ἐν οἷς ἂν ἁμάρτωσιν ἐπιστρεφόμενοι, δύναιντ᾿ ἄν, εἰ καὶ μὴ τέλειον, ἀλλ᾿ οὖν ἐκ μέρους τῶν κατεχόντων αὐτοὺς ἀπαλλαγῆναι κακῶν. Ἐὰν δὲ ἀθρόον τις ἐπαναγάγῃ τὴν παίδευσιν, ἐκ τῆς ἐλάττονος αὐτοὺς ἀπεστέρησε διορθώσεως. Ψυχὴ γάρ, ἐπειδὰν ἀπερυθριάσαι βιασθῇ, εἰς ἀνελπιστίαν ἐκπίπτει καὶ οὔτε προσηνέσι λόγοις εἴκει λοιπόν, οὔτε ἀπειλῇ κάμπτεται, οὔτε εὐεργεσία προτρέπεται, ἀλλὰ γίνεται πολὺ χείρων τῆς πόλεως ἐκείνης, ἣν ὁ Προφήτης κακίζων, ἔλεγεν· Ὄψις πόρνης ἐγένετό σοι καὶ ἀπηναισχύντησας πρὸς πάντας. Διὰ τοῦτο πολλῆς δεῖται συνέσεως τῷ ποιμένι πρὸς τὸ περισκοπεῖν πάντοθεν τὴν τῆς ψυχῆς ἕξιν. Ὥσπερ γάρ εἰς ἀπόνοιαν αἴρονται πολλοὶ καὶ εἰς ἀπόγνωσιν τῆς ἑαυτῶν καταπίπτουσι σωτηρίας ἀπὸ τοῦ μὴ δυνηθῆναι πικρῶν ἀνασχέσθαι φαρμάκων, οὕτως εἰσί τινες, οἳ διὰ τὸ μὴ δοῦναι τιμωρίαν τῶν ἁμαρτημάτων ἀντίρροπον, εἰς ὀλιγωρίαν ἐκτρέπονται καὶ πολλῶν γίνονται χείρους καὶ πρὸς μεῖζον ἁμαρτάνειν παράγονται. Χρὴ τοίνυν μηδὲν τούτων ἀνεξέταστον ἀφεῖναι, ἀλλά, πάντα διερευνησάμενον ἀκριβῶς, καταλλήλως τὰς παρ᾿ ἑαυτοῦ προσάγειν τὸν ἱερώμενον, ἵνα μὴ ματαίως αὐτῷ γίνηται ἡ σπουδή.

Τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου, ἐκ τῆς ἑρμηνείας τῆς πρὸς τοὺς Ἐφεσίους ἐπιστολῆς. Περὶ τῆς θείας κοινωνίας.

Πολλοὺς ὁρῶ τοῦ σώματος τοῦ Χριστοῦ μετέχοντας ἁπλῶς καὶ ὡς ἔτυχε καὶ συνηθείᾳ καθαρᾷ ἑπόμενοι μετέχουσιν. Ἂν ἐπιστῇ, φησίν, ὁ τῆς ἁγίας Τεσσαρακοστῆς καὶ τοῦ Πάσχα καιρός, οἷος ἂν ᾖ τις, μετέχει τῶν μυστηρίων. Ἀλλ᾿ οὐ χρὴ ἑορτὰς ἐπιτηρεῖν, ἀλλὰ συνειδὸς καθαίρειν καὶ τότε μετέχειν, ὁ γὰρ ἀκάθαρτος καὶ ἀνάξιος οὐδὲ ἐν ἑορτῇ δίκαιος ἂν εἴη μετέχειν τῆς ἁγίας καὶ φρικωδεστάτης σαρκός. Ἐννόησον γάρ, ὅτι οἱ τῆς παλαιᾶς θυσίας μετέχοντες πολλὴν ἐκέκτηντο τὴν φειδῶ, προηγνίζοντό τε καὶ πάντοθεν ἐκαθαίροντο. Σὺ δὲ θυσίᾳ προσιών, ἣν καὶ ἄγγελοι φρίττουσι, καιρῶν περιόδοις τὸ πρᾶγμα περιορίζεις καὶ μιαραῖς χερσὶ καὶ χείλεσι κατατολμᾷς τοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ; Καὶ βασιλέα μέν, οὐκ ἂν ἕλοιο καταφιλῆσαι, ὀδωδότος σου τοῦ στόματος, τὸν δὲ βασιλέα τοῦ οὐρανοῦ ψυχῇ καταφιλεῖς ὀδωδυίᾳ; ὕβρις τὸ πρᾶγμα ἐστίν. Οὐκοῦν εἰ τῆς μεταλήψεως οὐκ εἶ ἄξιος, οὐδέ τῆς εὐχῆς καὶ τῆς συστάσεως τῶν ἀξίων. Ἄκουσον γὰρ καὶ τοῦ Κυρίου λέγοντος· Οἱ ἐν μετανοίᾳ προσέλθετε, ὅσοι δὲ μὴ μετέχουσιν, οὐ ἐν μετανοίᾳ εἰσίν.

Τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου, ἐκ τῆς πρὸς Ἑβραίους. Περὶ τῆς θείας κοινωνίας

Πολλοὶ τῆς θυσίας ταύτης ἅπαξ τοῦ ἐνιαυτοῦ μεταλαμβάνουσιν, ἕτεροι δίς, ἄλλοι πολλάκις· πρὸς οὓς ἅπαντας ἡμῖν ὁ λόγος ἐστίν. Οὐ πρὸς τοὺς ἐνταῦθα δὲ μόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἐν τῇ ἐρήμῳ καθεζομένους· ἐκεῖνοι γὰρ ἅπαξ τοῦ ἐνιαυτοῦ τοῦτο ποιοῦσι. Τίνας οὖν χρὴ ἐπαινέσαι, τοὺς ἅπαξ, τοὺς πολλάκις ἢ τοὺς ὀλιγάκις; Οὔτε τοὺς ἅπαξ, οὔτε τοὺς πολλάκις, οὔτε τοὺς ὀλιγάκις, ἀλλὰ τοὺς μετὰ καθαροῦ συνειδότος, τοὺς μετὰ βίου ἀλήπτου. Οἱ τοιοῦτοι ἀεὶ προσίτωσαν, οἱ δὲ μὴ τοιοῦτοι μηδ᾿ ἅπαξ. Τί δήποτε; Ὅτι κρῖμα ἑαυτοῖς λαμβάνουσι καὶ κατάκριμα καὶ κόλασιν καὶ τιμωρίαν. Καὶ μὴ θαυμάσῃς· ὥσπερ γὰρ ἡ τροφή, φύσει οὖσα θρεπτική, ἐὰν εἰς κακόχυμον ἐμέσῃ, πάντα ἀπόλλυσι καὶ διαφθείρει καὶ γίνεται νόσου ἀφορμή οὕτω δὴ καὶ τὰ τῶν ἁγίων μυστήρια. Τραπέζης ἀπολαύεις πνεματικῆς, καὶ πάλιν φύρεις βορβόρῳ τὸ στόμα; Μύρῳ χρίεις, καὶ πάλιν δυσωδίας πληροῖς μετ᾿ ἐνιαυτὸν τῆς μεταλήψεως μετέχων; Τεσσαράκοντα ἡμέρας οἴει ἀρκεῖν σοι πρὸς καθαρισμὸν τῶν ἁμαρτημάτων παντὸς τοῦ χρόνου, καὶ πάλιν, ἑβδομάδος παρελθούσης, ἐκδίδως σαυτὸν τοῖς προτέροις; Εἰπὲ δή μοι, ἐάν ὑγιάνας, μετὰ τεσσαράκοντα ἡμέρας ἀπὸ νόσου μακρᾶς, πάλιν ἐκδίδως τοῖ νοσοποιοῖς σιτίοις, οὐχὶ καὶ τὸν πρότερον κόπον ἀπώλεσας καὶ ἑαυτὸν μειζόνως ἔβλαψας; Εἰ γὰρ τὰ φυσικὰ μεθίστανται, πολλῷ μᾶλλον τὰ τῆς προαιρέσεως. Ἡμέρας τεσσαράκοντα ἀπονέμεις τῇ ὑγείᾳ τῆς ψυχῆς, τάχα δὲ οὐ τεσσαράκοντα, καὶ προσδοκᾷς ἐξιλεώσασθαι τὸν Θεόν; Παίζεις; εἰπέ μοι. Οὐκοῦν διὰ τοῦτο καὶ ὁ διάκονος ἐπιφωνεῖ, λέγων· Τὰ ἅγια τοῖς ἁγίοις. Τουτέστιν, ὅς οὐκ ἔστιν ἅγιος, μὴ προσίτω· οὐχ ἀπλῶς φησιν, ἁμαρτημάτων καθαρός, ἀλλὰ ἅγιος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου