Πέμπτη, 16 Νοεμβρίου 2017

ΑΠΟΚΡΙΣΕΙΣ ΤΙΜΟΘΕΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ


Ἀπόκρισις α´, τοῦ Τιμοθέου Ἀλεξανδρείας. Περὶ μεταλαβόντος ἐν ἀγνοίᾳ κατηχουμένου.

Ἐὰν παιδίον κατηχούμενον, ὡς ἐτῶν ἑπτά, ἢ ἄνθρωπος τέλειος, εὐκαιρήσῃ που προσφορᾶς γινομένης καὶ ἀγνοῶν μεταλάβῃ, τί ὀφείλει γίγνεσθαι περὶ αὐτοῦ; Ἀπόκρισις. Φωτισθῆναι ὀφείλει, παρὰ Θεοῦ γὰρ κέκληται.

Ἀπόκρισις β´, τοῦ Τιμοθέου Ἀλεξανδρείας. Περὶ τοῦ μὴ βαπτισθῆναι τὸν δαιμονῶντα.

Ἐὰν δαιμονιζόμενος κατηχούμενος ᾖ καὶ θελήσῃ οὗτος ἢ οἱ ἴδιοι αὐτοῦ, ἵνα λάβῃ τὸ ἅγιον βάπτισμα, εἰ ὀφείλει λαβεῖν ἢ οὔ, καὶ μάλιστα ἐὰν περὶ τὸν θάνατον ἐστίν; Ἀπόκρισις. Ἐὰν ὁ δαιμονιζόμενος μὴ καθαρισθῇ ἀπὸ τοῦ ἀκαθάρτου πνεύματος, οὐ δύναται λαβεῖν τὸ ἅγιον βάπτισμα· περὶ δὲ τὴν ἔξοδον βαπτίζεται.

Ἀπόκρισις γ´, τοῦ Τιμοθέου Ἀλεξανδρείας. Περὶ τοῦ αὐτοῦ, εἰ μεταλαμβάνειν ἐκχωρεῖται.

Ἐὰν πιστός τις ὢν δαιμονίζηται, εἰ ὀφείλει μεταλαμβάνειν τῶν ἁγίων μυστηρίων ἤ οὔ; Ἀπόκρισις. Ἐὰν μὴ ἐξαγορεύῃ τὸ μυστήριον, μήτε ἄλλως πως βλασφημῇ, μεταλαμβανέτω, μὴ μέν τοι καθ᾿ ἑκάστην· ἀρκεῖ γὰρ αὐτῷ κατὰ Κυριακὴν μόνον.

Ἀπόκρισις δ´, τοῦ Τιμοθέου Ἀλεξανδρείας. Περὶ κατηχουμένου φρενητιάσαντος, εἰ ἐπιτρέπεται βαπτισθῆναι.

Ἐάν τις κατηχούμενος ὤν, ἀσθενῶν γένηται ἐκφρενὴς καὶ μὴ δύνηται ἑαυτῷ ὁμολογῆσαι τὴν πίστιν, καὶ παρακαλῶσιν οἱ ἴδιοι αὐτοῦ, ἵνα λάβῃ τὸ ἅγιον βάπτισμα ἕως ζῇ, εἰ ὀφείλει λαβεῖν ἢ οὔ; Ἀπόκρισις. Ὀφείλει λαβεῖν, ἐὰν μὴ ὑπὸ πνεύματος ἀκαθάρτου πειράζηται.

Ἀπόκρισις ε´, τοῦ Τιμοθέου Ἀλεξανδρείας. Περὶ τοῦ μὴ μεταλαμβάνειν τοὺς συγκαθευδήσαντας ὁμοζύγους.

Ἐὰν γυνὴ συγγένηται μετὰ τοῦ ἀνδρὸς αὐτῆς τὴν νύκτα, ἢ ἀνὴρ μετὰ τῆς γυναικός, καὶ γένηται σύναξις, εἰ ὀφείλουσι μεταλαβεῖν ἢ οὔ; Ἄπόκρισις. Οὐκ ὀφείλουσι, τοῦ ἀποστόλου βοῶντος· Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρόν, ἵνα σχολάζηται τῇ προσευχῇ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχεσθε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν.

Ἀπόκρισις στ´, τοῦ Τιμοθέου Ἀλεξανδρείας. Περὶ τοῦ μὴ βαπτισθῆναι τὴν ἐν ἀφέδρῳ.

Ἐὰν γυνὴ κατηχουμένη δέδωκε τὸ ὄνομα αὑτῆς, ἵνα φωτισθῇ, καὶ περὶ τὴν ἡμέραν τοῦ βαπτίσματος γέγονεν αὐτῇ τὰ κατ᾿ ἔθος τῶν γυναικῶν, εἰ ὀφείλει φωτισθῆναι αὐτῇ τῇ ἡμέρᾳ ἢ ὑπερθέσθαι, καὶ πόσον ὑπερθέσθαι; Ἀπόκρισις. Ὑπερθέσθαι ὀφείλει ἕως οὗ καθαρισθῇ.

Ἀπόκρισις ζ´, τοῦ Τιμοθέου Ἀλεξανδρείας. Ὅτι καὶ βεβαπτισμένη οὐ μεταλαμβάνει ἐν ἀφέδρῳ οὖσα.

Ἐὰν γυνὴ ἴδῃ τὰ κατ᾿ ἔθος τῶν γυναικείων αὐτῆς, εἰ ὀφείλει προσέρχεσθαι τοῖς μυστηρίοις αὐτῇ τῇ ἡμέρᾳ ἢ οὔ; Ἀπόκρισις. Οὐκ ὀφείλει ἕως οὗ καθαρισθῇ.

Ἀπόκρισις η´, τοῦ Τιμοθέου Ἀλεξανδρείας. Περὶ τοῦ μὴ νηστεύειν τὴν γεννήσασαν.

Γυνή, ἐὰν γεννήσῃ τὸ Πάσχα, εἰ ὀφείλει νηστεῦσαι καὶ μὴ πιεῖν οἶνον ἢ ἀπολύεται τῆς νηστείας καὶ τοῦ μὴ πιεῖν οἶνον διὰ τὸ γεννῆσαι; Ἀπόκρισις. Ἡ νηστεία ἐπενοήθη διὰ τὸ τὸ σῶμα ταπεινῶσαι. Εἰ οὖν τὸ σῶμα ἐν ταπεινώσει ἐστὶ καὶ ἀσθενείᾳ, ὀφείλει μεταλαβεῖν, καθὼς βούλεται καὶ δύναται βαστάσαι τροφῆς καὶ ποτοῦ.

Ἀπόκρισις θ´, τοῦ Τιμοθέου Ἀλεξανδρείας. Περὶ τοῦ μὴ λειτουργεῖν ἐπὶ παρουσίᾳ αἱρετικῶν.

Εἰ ὀφείλει κληρικὸς εὔχεσθαι παρόντων Ἀρειανῶν ἢ ἄλλων αἱρετικῶν, ἢ εἰ οὐδὲν αὐτὸν βλάπτει ὁπόταν αὐτὸς ποιῇ τὴν εὐχήν, ἤγουν τὴν προσφοράν; Ἀπόκρισις. Ἐν τῇ θείᾳ ἀναφορᾷ ὁ διάκονος προσφωνεῖ πρὸ τοῦ ἀσπασμοῦ· Οἱ ἀκοινώνητοι περιπατήσατε. Οὐκ ὀφείλουσιν οὖν παρεῖναι, εἰ μὴ ἂν ἐπαγγέλωνται μετανοεῖν καὶ ἐκφεύγειν τὴν αἵρεσιν.

Ἀπόκρισις ι´, τοῦ Τιμοθέου Ἀλεξανδρείας. Ὅτι τῷ ἀσθενοῦντι ἐφεῖται λύειν τὴν νηστείαν.

Ἐάν τις ᾖ ἀσθενῶν καὶ ἐκτακεὶς πάνυ ἀπὸ τῆς πολλῆς ἀσθενείας καὶ ἔλθῃ τὸ ἅγιον Πάσχα, εἰ πάντως ὀφείλει νηστεῦσαι ἢ ἀπολύει αὐτὸν ὁ κληρικὸς λαμβάνειν ὃ δύναται, ἢ καὶ ἔλαιον καὶ οἶνον, διὰ τὴν πολλὴν αὐτοῦ ἀσθένειαν; Ἀπόκρισις. Ἀπολύεσθαι ὀφείλει μεταλαμβάνειν καὶ τῆς τροφῆς καὶ τοῦ ποτοῦ ὁ ἀσθενῶν, πρὸς ὃ δύναται βαστάσαι, τὸ γὰρ μεταλαμβάνειν ἐλαίου τὸν ἅπαξ ἐκτακέντα, δίκαιον ἐστίν.

Ἀπόκρισις ια´, τοῦ Τιμοθέου Ἀλεξανδρείας. Περὶ κληρικοῦ καλουμένου εἰ τὸ ζεύξαι γάμον παράνομον.

Ἐάν τις καλέσῃ κληρικὸν εἰς τὸ ζεῦξαι γάμον, ἀκούσῃ δὲ τὸν γάμον παράνομον ἢ θειογαμίαν ἢ γοῦν ἀδελφὴν τελευτησάσης γυναικὸς τὴν μέλλουσαν ζεύγνυσθαι, εἰ ὀφείλει ἀκολουθῆσαι ὁ κληρικὸς ἤ προσφορὰν ποιῆσαι; Ἀπόκρισις. Ἅπαξ εἴπατε, ἐὰν ἀκούσῃ ὁ κληρικὸς τὸν γάμον παράνομον, εἰ οὖν ὁ γάμος παράνομός ἐστιν, οὐκ ὀφείλει ὁ κληρικὸς κοινωνεῖν ἁμαρτίαις ἀλλοτρίαις.

Ἀπόκρισις ιβ´, τοῦ Τιμοθέου Ἀλεξανδρείας. Περὶ ὀνειρασθέντος λαϊκοῦ, εἰ συγχωρεῖται μεταλαβεῖν.

Ἐὰν ὀνειρασθεὶς ὁ λαϊκὸς ἐρωτήσῃ κληρικόν, εἰ ὀφείλει ἐπιτρέψαι αὐτῷ κοινωνῆσαι ἦ οὔ; Ἀπόκρισις. Εἰ μὲν ὑπόκειται ἐπιθυμίᾳ γυναικός, οὐκ ὀφείλει, εἰ δὲ ὁ σατανᾶς πειράζει αὐτόν, ἵνα διὰ τῆς προφάσεως ταύτης ἀλλοτριῶται τῆς κοινωνίας τῶν θείων μυστηρίων, ὀφείλει κοινωνῆσαι, ἐπεὶ οὐ παύσεται ὁ πειράζων κατ᾿ ἐκεῖνον τὸν καιρόν, ὅτε ὀφείλει κοινωνεῖν, ἐκτιθέμενος αὐτῷ.

Ἀπόκρισις ιγ´, τοῦ Τιμοθέου Ἀλεξανδρείας. Τῷ σαββάτῳ καὶ Κυριακὴ ὀφείλουσιν ἀπέχεσθαι ἀλλήλων.

Τοῖς ζευγνυμένοις εἰς γάμου κοινωνίαν, περὶ ποίων ἡμερῶν τῆς ἑβδομάδος παρατίθεσθαι χρὴ ἀπέχεσθαι τῆς πρὸς ἀλλήλους κοινωνίας, καὶ ποίας ἔχειν ἐπ᾿ ἐξουσίας; Ἀπόκρισις. Ὅ προείρηκα καὶ νῦν λέγω. Ὁ ἀπόστολος λέγει· Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρόν, ἵνα σχολάζητε τῇ προσευχῇ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἦτε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν. Ἐξ ἀνάγκης δὲ τὸ Σάββατον καὶ τὴν Κυριακὴν ἀπέχεσθαι δεῖ, διὰ τὸ ἐν αὐταῖς τὴν πνευματικὴν θυσίαν ἀναφέρεσθαι τῷ Κυρίῳ.

Ἀπόκρισις ιδ´, τοῦ Τιμοθέου Ἀλεξανδρείας. Περὶ αὐτοφονέως.

Ἐάν τις μὴ ἔχων ἑαυτὸν χειρίσηται ἢ κρημνίσῃ ἑαυτόν, εἰ γίνεται προσφορὰ ὑπὲρ αὐτοῦ ἢ οὔ; Ἀπόκρισις. Ὑπὲρ αὐτοῦ διακρίναι ὀφείλει ὁ κληρικός, εἰ τὸ ἀληθὲς ἐκφρενὴς ὢν πεποίηκε τοῦτο. Πολλάκις γὰρ οἱ διαφέροντες τῶ πεπονθότι, θέλοντες ἐπιτυχεῖν τῆς προσφορᾶς καὶ τῆς ὑπὲρ αὐτοῦ εὐχῆς, καταψεύδονται καὶ λέγουσιν, ὅτι οὐκ εἶχεν έαυτόν. Ἐνίοτε δὲ ἀπὸ ἐπηρείας ἀνθρώπων ἢ ἄλλως πως ἀπὸ ὀλιγωρίας πεποίηκε τοῦτο, καὶ οὐ χρὴ προσφορὰν ἐπάνω αὐτοῦ γενέσθαι, αὐτοφονευτὴς γὰρ ἑαυτοῦ ἐστι. Δεῖ οὖν πάντως τὸν κληρικὸν μετ᾿ ἀκριβείας ἐρευνῆσαι, ἵνα μὴ ὑπὸ κρῖμα πέσῃ.

Ἀπόκρισις ιε´, τοῦ Τιμοθέου Ἀλεξανδρείας. Περὶ τοῦ ἔχοντος γυναῖκα δαιμονῶσαν.

Ἐάν τινος γυνὴ πνευματιᾷ, ὥστε καὶ σίδηρα φορεῖν, ὁ δὲ ἀνὴρ λέγει ὅτι οὐ δύναμαι ἐγκατεύεσθαι καὶ θέλει λαβεῖν ἄλλην, εἰ ὀφείλει λαβεῖν ἐτέραν ἢ οὔ; Ἀπόκρισις. Μοιχεία μεσολαβεῖ τῷ πράγματι, καὶ περὶ τούτου τὶ ἀποκρίνασθαι οὐκ ἔχω, οὐδὲ ἐφευρίσκω, κατὰ δὲ πνευματικὴν ἀπόφασιν, οὐκ ὀφείλει.

Ἀπόκρισις ις´, τοῦ Τιμοθέου Ἀλεξανδρείας. Ὅτι συγχωρεῖται μεταλαβεῖν ὁ ἀκουσίως ὕδωρ καταπιών.

Ἐὰν νηστεύων τις ἐπὶ τῷ κοινωνῆσαι, νιπτόμενος τὸ στόμα ἢ ἐν τῷ βαλανείῳ κατέπιεν ὕδωρ, μὴ θέλων, εἰ ὀφείλει κοινωνῆσαι; Ἀπόκρισις. Ναί, ἐπεὶ εὑρὼν ὁ σατανᾶς ἀφορμὴν τοῦ κωλύειν αὐτὸν τῆς κοινωνίας, συχνότερον τοῦτο ποιήσει.

Ἀπόκρισις ιζ´, τοῦ Τιμοθέου Ἀλεξανδρείας. Περὶ ὠφελείας τῆς ἐκ τοῦ ἀκροᾶσθαι τῶν λόγων Κυρίου.

Συχνῶς ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ μὴ ποιοῦντες, ἆρα ὑπὸ κατάκρισιν ἐσμέν; Ἀπόκρισις. Εἰ καὶ μὴ ποιοῦμεν, ἀλλ᾿ οὐκ ἐνδέχεται μὴ μέμφεσθαι ἑαυτούς ὅτι ἀκούοντες παρακούομεν, μέρος δὲ σωτηρίας ἐστὶ καὶ τὸ μέμφεσθαι ἑαυτοὺς.

Ἀπόκρισις ιη´, τοῦ Τιμοθέου Ἀλεξανδρείας. Περὶ τοῦ ποσαέτη ὀφείλουσι τὰ παιδία ἐξομολογεῖσθαι.

Ἐκ ποίας κείρας κρίνονται παρὰ Θεοῦ τὰ ἁμαρτήματα; Ἀπόκρισις. Πρὸς τὴν γνῶσιν καὶ τὴν φρόνησιν ἑκάστου, οἱ μὲν ἀπὸ δεκαετοῦς κείρας, οἱ δὲ καὶ μείζονος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου