Πέμπτη 16 Νοεμβρίου 2017

ΕΠΙΣΤΟΛΗ ΑΓΙΟΥ ΤΑΡΑΣΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ


Ἐπιστολὴ τοῦ Ταρασίου Κωνσταντινουπόλεως, πρὸς Ἀδριανὸν Πάπαν Ῥώμης, περὶ τοῦ μὴ ἐπὶ χρήμασι γίνεσθαι τὰς χειροτονίας. Περὶ τοῦ μὴ ἐπὶ χρήμασι γίνεσθαι τὰς χειροτονίας.

Τῷ ἁγιωτάτῳ καὶ μακαριωτάτῳ ἀδελφῷ καὶ συλλειτουργῷ κυρίῳ Ἀδριανῷ, πάπᾳ τῆς πρεσβυτέρας Ῥώμης, Ταράσιος ἐλέῳ Θεοῦ ἐπίσκοπος Κωνσταντινουπόλεως, νέας Ῥώμης, ἐν Κυρίῳ χαίρειν. Πολυμερῶς καὶ πολυτρόπως, εὐαγγελικῶς, ἀποστολικῶς τε καὶ πατρικῶς διδασκόμεθα, ἀφιλάργυρον τὸν τρόπον ἔχειν ἐν τῇ τῆς ἱερωσύνης ἁγιστείᾳ καὶ μὴ χρυσίζεσθαι ἢ ἀργυρίζεσθαι ἤ τι σφετερίζεσθαι ἐπὶ χειροτονίᾳ παντὸς ἱερατικοῦ ἀνδρός, ὡς ὑποδείξομεν ἐν ταῖς καθυποτεταγμέναις χρήσεσιν ἀπό τε γραφικῶν θεηγοριῶν καὶ πατρικῶν διδασκαλιῶν. Οἱ γὰρ ἐπιτιθέντες χεῖρας ὑπηρέται τοῦ Πνεύματος εἰσιν, οὐχὶ πρᾶται τοῦ Πνεύματος, δωρεὰν γὰρ λαμβάνοντες τὴν χάριν τοῦ Πνεύματος, δωρεὰν δίδοσθαι τοῖς παρ᾿ αὐτῶν μεταλαμβάνουσιν ἀπεφήναντο, ἐκ τῆς Κυριακῆς φωνῆς ταύτην τὴν ἐλευθεριότητα εἰληφότες. Εἰ δέ τις ἐλεγχθείη χρυσίῳ ταύτην ὠνησάμενος, ἀποκήρυκτον διαγορεύουσι τὸν τοιοῦτον τῆς ἱερατικῆς τάξεως. Εἰ γὰρ καὶ ὀνόματι τὴν ἱερωσύνην κεκλήρωται, ἀλλ᾿ οὖν διαψεύδεται ὁ λόγος ἐπὶ τῷ πράγματι· Οὐδεὶς γὰρ Θεῷ δουλεύειν δύναται καὶ μαμωνᾷ, ὡς εὐαγγελικῶς ἐμάθομεν. Καὶ ἐπειδὴ ἠκούσαμεν προφητικῶς τοῦ Θεοῦ βοῶντος· Ἱερεῖς λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλήμ, αὖθίς τε ἐπαπειλοῦντος καὶ λέγοντος· Ὁ σκοπὸς ἐὰν ἴδῃ τὴν ῥομφαίαν ἐρχομένην καὶ μὴ σημάνῃ τῇ σάλπιγγι, καὶ ὁ λαὸς μὴ φυλάξηται, καὶ ἐλθοῦσα ἡ ρομφαία λάβῃ ἐξ αὐτῶν ψυχήν, τὸ αἷμα ἐκ τῆς χειρὸς τοῦ σκοποῦ ἐκζητήσω, φόβῳ τοῦ τῆς σιωπῆς παραγγέλματος ἤ κατακρίματος, ἀναγγέλλομεν τοῖς προέδροις πᾶσι τῶν καθ᾿ ἡμᾶς ἐκκλησιῶν, ἵνα μετὰ παρρησίας κατὰ τὸν θεῖον ἀπόστολον εἴπωμεν· Καθαροί ἐσμεν ἀπὸ τοῦ αἵματος τῶν παραβαινόντων τὰς κανονικὰς διατάξεις, καὶ πάνυ γε μᾶλλον τῶν ἐπὶ χρήμασι χειροτονησάντων ἢ χειροτονοηθέντων, Πέτρου τοῦ θείου ἀποστόλου, οὗ καὶ τὴν καθέδραν ἐκληρώσατο ἡ ἀδελφικὴ ὑμῶν ἁγιότης, ὡς Σίμωνα τὸν μάγον, τούτους καθελόντος. Τούτου ἕνεκεν οὐχ ὑποστελλόμεθα τοῦ ἀναγγέλλειν τὴν ἀλήθειαν, φυλάττοντες καὶ κρατοῦντες τὰ παρὰ τῶν ἁγίων Ἀποστόλων καὶ τῶν ἀοιδίμων Πατέρων ἡμῶν κανονικῶς ἐκδοθέντα καί, εἴ τι τούτων παρεβάθη ὑπό τινων, βδελυττόμεθα. Ἡ γοῦν ἀδελφικὴ ἡμῶς ἱεροπρεπὴς ἀρχιερωσύνη, ἡ ἐνθέσμως καὶ κατὰ Θεοῦ βούλησιν πρυτανεύουσα τὴν ἱεραρχικὴν ἀγιστείαν, διαβόητος ἔχει την δόξαν. Εἴρηκε γὰρ διὰ τοῦ Προφήτου ὁ μέγας καὶ πρῶτος ἀρχιερεὺς Χριστὸς ὁ Θεὸς ἡμῶν· Ζῶ ἐγώ, ἀλλ᾿ ἢ τοὺς δοξάζοντάς με δοξάδω. Οἶδας γάρ, ἄνευ ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος, ὅτι φορητοτέρα μᾶλλόν ἐστι Μακεδονίου καὶ τῶν ἀμφ᾿ αὐτὸν Πνευματομάχων ἡ δυσσεβὴς αἵρεσις. Ἐκείνων γάρ κτίσμα καὶ δοῦλον τοῦ Θεοῦ καὶ Πατρὸς τὸ ἅγιον Πνεῦμα ληρῳδούντων, οὗτοι ἑαυτῶν, ὡς δοκοῦσι, δοῦλον αὐτὸ ποιοῦσι. Πᾶς γὰρ δεσπότης, ὅτι ἂν ἔχοι, εἰ βούλοιτο, πιπράσκει, εἴτε οἰκέτην, εἴτε ἕτερον, ὃ κέκτηται. Ὡσαύτως καὶ ὁ ἀγοράζων, δεσπότης βουλόμενος εἶναι τοῦ ἠγορασμένου, διὰ τιμῆς ἀργυρίου τοῦτο κτᾶται. Οὕτως, οἱ ταύτην τὴν ἄθεσμον πρᾶξιν ἐργαζόμενοι, καταβιβάζουσι τὸ Πνεῦμα τὸ ἅγιον, ἴσα ἁμαρτάνοντες τοῖς βλασφημοῦσιν ἐν Βεελζεβοὺλ ἐκβάλλειν τὰ δαιμόνια τὸν Χριστὸν ἤ, τό γε ἀληθέστερον εἰπεῖν, παρεοίκασιν Ἰούδᾳ τῷ προδότῃ, ὃς τοῖς θεοκτόνοις Ἰουδαίοις τιμῆς ἀργυρίου τὸν Χριστὸν ἀπεμπολήσατο. Ὡς οὖν τὸ ἅγιον Πνεῦμα ὁμοούσιόν ἐστι Χριστῷ τῷ Θεῷ ἡμῶν, τῆς αὐτῆς, παντί που δῆλον, ἔσονται μερίδος, ὡς ἀποδέδεικται. Εἰ δὲ οὐ πιπράσκεται, πρόδηλον γὰρ ὅτι οὐδαμῶς, ἀναμφιλέκτως οὐκ ἔστιν ἐν αὐτοῖς ἡ χάρις τοῦ ἁγίου Πνεύματος, ἤτοι ἡ τῆς ἱερωσύνης ἁγιστεία· καὶ εἰ οὐκ ἔλαβον, οὐδὲ ἔχουσι. Μνησθήτωσαν γὰρ τοῦ ἁγίου Πέτρου πρὸς τὸν τοῦτο ἐπιτηδεύσαντα, οὕτω λέγοντος· Οὐκ ἔστι σοι μερίς, οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ. Εἰ γὰρ ἀπεμπολεῖται ἡ τῆς ἱερωσύνης ἀξία, ἄρα περιττὴ αὐτοῖς ἡ κατὰ τὸν βίον σεμνὴ πολιτεία καὶ ἡ ἐν ἁγνείᾳ καὶ ἀρετῇ ἀναστροφή.
Περιττὸς κατ᾿ αὐτοὺς καὶ Παῦλος ὁ θεῖος ἀπόστολος διδάσκων, δεῖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, σώφρονα, κόσμιον, διδακτικόν, ἐγκρατῆ, νηφάλιον, ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν. Οἴχεται τοίνυν ταῦτα πάντα ἐκ τοῦ πράτου καὶ ἀγοραστοῦ τῆς ἱερωσύνης. Αἱ οὖν ὑποκείμεναι ἁγιόλεκτοι χρήσεις, ἀλλότριον πάντῃ τῆς ἱερωσύνης ἀποφαίνονται τὸν ποτὲ διδόντα ἢ λαμβάνοντα, ἐν οἱῳδήποτε χρόνῳ, εἴτε καὶ πρὸ τῆς χειροτονίας, εἴτε καὶ μετὰ τὴν χειροτονίαν, λαβεῖν γὰρ ἐστι, τὸ λαβεῖν ὁτεδήποτε. Ἀλλὰ καὶ πάσας τὰς προβολὰς τὰς ἐκκλησιαστικὰς ἀφαιροῦσιν ἐπὶ τῇ τῶν χρημάτων δόσει. Κανὼν κθ´ τῶν ἁγίων Ἀποστόλων. Εἴ τις ἐπίσκοπος διὰ χρημάτων τῆς ἀξίας ταύτης ἐγκρατὴς γένηται, ἢ πρεσβύτερος ἢ διάκονος, καθαιρείσθω καὶ αὐτὸς καὶ ὁ χειροτονήσας, καὶ ἐκκοπτέσθω παντάπασι καὶ τῆς κοινωνίας, ὡς Σίμων ὁ μάγος ὑπ᾿ ἐμοῦ Πέτρου. Ἐκ τῶν Πράξεων τῶν Ἀποστόλων. Ἰδὼν δὲ ὁ Σίμων, ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα τὸ ἅγιον, προσήνεγκεν αὐτοῖς χρήματα, λέγων· Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα, ᾧ ἂν ἐπιθῶ τὰς χεῖρας, λαμβάνῃ Πνεῦμα ἅγιον. Πέτρος δὲ εἶπε πρὸς αὐτόν· Τὸ ἀργύριόν σου σὺν σοὶ εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι. Οὐκ ἔστι σοι μερίς, οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ, ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐνώπιον τοῦ Θεοῦ. Μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης καὶ δεήθητι τοῦ Θεοῦ, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου, εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα. Ἐκ τῆς τρίτης τῶν Βασιλειῶν. Καὶ οὐκ ἐπέστρεψεν Ἱεροβοὰμ ἀπὸ τῆς κακίας αυτοῦ, καὶ ἐπέστρεψε καὶ ἐποίησεν ἐκ μέρους τοῦ λαοῦ ἱερεῖς ὑψηλῶν· ὁ βουλόμενος ἐπλήρου τὴν χεῖρα αὐτοῦ καὶ ἐγένετο ἱερεὺς εἰς τὰ ὑψηλά. Καὶ ἐγένετο τὸ ῥῆμα τοῦτο εἰς ἁμαρτίαν τῷ οἴκῳ Ἱεροβοάμ καὶ ὄλεθρον καὶ εἰς ἀφανισμὸν ἀπὸ προσώπου τῆς γῆς. Ἐκ τῆς τετάρτης τῶν Βασιλειῶν. Καὶ ἐπέστρεψε Νεεμὰν πρὸς Ἐλισσαιὲ αὐτὸς καὶ πᾶσα ἡ παρεμβολὴ αὐτοῦ καὶ ἦλθε καὶ ἔστη ἐνώπιον αὐτοῦ, καὶ εἶπεν· Ἰδοὺ δὴ ἔγνωκα, ὅτι οὐκ ἔστι Θεὸς ἐν πάσῃ τῇ γῇ, ἀλλ᾿ ἢ ἐν τῷ Ἰσραήλ· καὶ νῦν λάβε τὴν εὐλογίαν παρὰ τοῦ δούλου σου. Καὶ εἶπεν Ἐλισσαιέ· Ζῇ Κύριος, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, εἰ λήψωμαι· καὶ παρεβιάσατο αὐτὸν λαβεῖν καὶ ἠπείθησε. Καὶ μετ᾿ ὀλίγα· Καὶ εἶπε Γιεζῆ τὸ παιδάριον Ἐλισσαιέ· Ἰδοὺ ἐφείσατο ὁ Κύριός μου Νεεμὰν τοῦ Σύρου τοῦ λαβεῖν ἐκ χειρὸς αὐτοῦ, ἃ ἐνήνοχε· ζῇ Κύριος, εἰ μὴ δραμοῦμαι ὀπίσω αὐτοῦ καὶ λήψομαι παρ᾿ αὐτοῦ τι, Καὶ ἐδίωξε Γιεζῆ ὀπίσω Νεεμάν. Καὶ μετὰ βραχέα. Καὶ εἶπε Νεεμάν· Λάβε διτάλαντον ἀργυρίου· καὶ ἔλαβεν δύο τάλαντα ἀργυρίου ἐν δυσὶ θυλάκοις καὶ δύο ἀλλασσομένας στολάς. Καὶ μεθ᾿ ἕτερα· Καὶ εἶπε πρὸς αὐτὸν Ἐλισσαιέ· Πόθεν Γιεζῆ; Καὶ εἶπε Γιεζῆ· Οὐ πεπόρευται ὁ δοῦλός σου ἔνθα καὶ ἔνθα. Καὶ εἶπε πρὸς αὐτὸν Ἐλισσαιέ· Οὐχὶ ἡ καρδία μου ἐπορεύθη μετὰ σοῦ; Καὶ οἶδα ὅτι ἐπέστρεψεν ὁ ἀνὴρ ἀπὸ τοῦ ἅρματος εἰς συνάντησίν σου· καὶ νῦν ἔλαβες τὸ ἀργύριον, καὶ νῦν ἔλαβες τὰ ἰμάτια, καὶ λήψῃ ἐν αὐτῷ κήπους καὶ ἀμπελῶνας καὶ ἐλαιῶνας καὶ πρόβατα καὶ βόας καὶ παῖδας καὶ παιδίσκας, καὶ ἡ λέπρα Νεεμὰν κολληθήσεται ἐν σοὶ καὶ ἐν τῷ σπέρματί σου εἰ τὸν αἰῶνα. Καὶ ἐξῆλθεν ἐκ τοῦ προσώπου αὐτοῦ λελεπρωμένος ὡσεὶ χιών. Τοῦ ἁγίου Βασιλείου ἐκ τῆς εἰς τὸν Ἡσαΐαν ἑρμηνείας. Νόμον ἔδωκεν εἰς βοήθειαν, ἵνα εἴπωσιν, οὐχ ὡς τὸ ρῆμα τοῦτο, περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ· οὗτος δὲ ὁ νόμος οὐκ ἔστιν ὡς τὸ ῥῆμα τοῦτο τοῦ ἐγγαστριμύθου, οὐ γὰρ πρὸς ἀπάτην ἐπινενόηται, ὥσπερ ἐκεῖνα, ἀλλ᾿ ἀληθείας ἐστὶ διδάσκαλος. Κἀκεῖνοι μὲν ἐπ᾽ ἀργυρίῳ μαντεύονται. Τοῦτο γάρ ἐστι τὸ καταγέλαστον, ὅτι καὶ ἀργύριον αὐτοῖς τελοῦσι μισθὸν τοῦ κέρδους οἱ ἀπατώμενοι. Τὸ δὲ ῥῆμα τοῦ νόμου οὐκ ἔστι τοιοῦτον, ὥστε δῶρα δοῦναι περὶ αὐτοῦ· δωρεὰν δότε. Ὁρᾷς πῶς ἠγανάκτησε Πέτρος ἐπὶ Σίμωνι, ἀργύριον ἐπὶ τῆς τοῦ Πνεύματος χάριτος προσκομίσαντι· Τὸ ἀργύριόν σου σὺν σοί, φησίν, εἰς ἀπώλειαν, ὅτι ἐνόμισας τὴν δωρεὰν τοῦ Θεοῦ διὰ χρημάτων κτᾶσθαι. Οὐκ ἔστιν οὖν ὁ τοῦ Εὐαγγελίου λόγος, ὡς τὰ πωλούμενα ρήματα τῶν ἐγγαστριμύθων. Τί γὰρ ἄν τις δῴη ἄξιον αὐτοῦ ἀντάλλαγμα; Ἄκουε τοῦ Δαυῒδ διαποροῦντος καὶ λέγοντος· Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Οὐκ ἔστιν οὖν δῶρα δοῦναι περὶ τούτου ἀντάξια τῆς ἀπ᾿ αὐτοῦ χάριτος· ἓν δῶρον ἄξιον, ἡ φυλακὴ τοῦ δωρηθέντος. Ὁ δούς σοι τὸν θησαυρόν, οὐχὶ τιμὴν ἀπαιτεῖ τοῦ δοθέντος, ἀλλὰ φυλακὴν ἀξίαν τοῦ δεδομένου. Τοῦ ἁγίου Βασιλείου ἐκ τῆς ἐπιστολῆς τῆς πρὸς τοὺς ὑφ᾿ ἑαυτὸν ἐπισκόπους, ὥστε μὴ χειροτονεῖν ἐπὶ χρήμασι. Νομίζουσι μὴ ἁμαρτάνειν τῷ μὴ ἅμα λαμβάνειν, ἀλλὰ μετὰ τὴν χειροτονίαν λαμβάνειν. Λαβεῖν δέ ἐστιν ὁτεδήποτε τὸ λαβεῖν. Παρακαλῶ οὖν ταύτην τὴν πρόσοδον, μᾶλλον δὲ τὴν προσαγωγὴν τὴν ἐπὶ γέενναν ἀπόθεσθε, καὶ μὴ τὰς χεῖρας μολύναντες τοῖς τοιούτοις λήμμασιν, ἑαυτοὺς ἀναξίους ποιήσητε τοῦ ἐπιτελεῖν τὰ ἅγια μυστήρια. Ἐκ τοῦ βίου τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου. Προσῆλθεν ὁ τῆς μακρυγορίας ἡμῖν αἴτιος τοῖς ἐπισκόποις πᾶσιν Εὐσέβιος, ὁ κατήγορος τῶν ἓξ λοιπῶν ἐπισκόπων, ἀξιῶν δεχθῆναι εἰς κοινωνίαν. Προσαντιλέγουσί τινες τῶν ἐπισκόπων, μὴ δεῖν αὐτὸν δεχθῆναι ὡς συκοφάντην. Ἐπὶ τούτοις ἱκέτευε, λέγων· Ἐπειδὴ ἡ δίκη τὸ πλεῖστον μέρος ἐπὶ ἔτη δύο ἐβασανίσθη, εἰς μάρτυρας δὲ γεγένηται ἡ ὑπέρθεσις, δέομαι τῆς ὑμετέρας θεοφιλίας, σήμερον παρ᾿ αὐτὰ δοῦναί με τοὺς μάρτυρας. Εἰ γὰρ καὶ Ἀντωνῖνος τετελεύτηκεν ὁ ἐπίσκοπος, ὁ λαβὼν τὸ χρυσίον καὶ χειροτονήσας, ἀλλ᾿ οὖν γε μένουσιν οἱ δεδωκότες καὶ χειροτονηθέντες. Ἐδικαίωσεν ἡ παροῦσα σύνοδος ζητηθῆναι τὸ πρᾶγμα καὶ ἄρχεται ἡ ὑπόθεσις ἐξ ἀναγνώσματος τῶν πρῴην πραχθέντων ὑπομνημάτων. Εἰσῆλθον οἱ μάρτυρες, εἰσῆλθον καὶ οἱ ἓξ τῶν δεδωκότων καὶ χειροτονηθέντων. Ἐν ἀρχῇ ἠρνοῦντο, ἐπιμενόντων δὲ τῶν μαρτύρων, τῶν μὲν λαϊκῶν, τῶν δὲ πρεσβυτέρων, οἷς ἔδοξαν τεθαρρηκέναι, πρῶτον μὲν ἠρνοῦντο, ὡς δὲ οἱ μάρτυρες ἤλεγχον, τόπον αὐτοὺς ὑπομιμνήσκοντες καὶ καιρῶν καὶ τὰ εἴδη τῶν ἐνεχύρων λέγοντες καὶ τὴν ποσότητα, οὐ πάνυ καλῶς αὐτῶν διακειμένης τῆς συνειδήσεως, αὐθαίρετοι ὁμολογοῦσι, δίχα πολλῆς ἀνάγκης, ὅτι δεδώκαμεν καὶ γεγόναμεν, τοιαύτην νομίσαντες ἀκολουθίαν εἶναι καὶ ἵνα τῆς λειτουργίας τῆς δημοσίας ἐλευθερωθῶμεν. Καὶ νῦν δεόμεθα, εἰμή ἐστιν ὅσιον ἡμᾶς εἶναι ἐν τῇ λειτουργίᾳ τῆς Ἐκκλησίας, ἐπεὶ κἄν τὸ χρυσίον, ὃ δεδώκαμεν, ἵνα λάβωμεν, τῶν γὰρ γυναικῶν ἡμῶν δεδώκαμέν τινα σκεύη. Ὁ Ἰωάννης πρὸς ταῦτα ὑπέσχετο τῇ συνόδῳ, ὅτι τοῦ μὲν βουλευτηρίου ἐγὼ αὐτοὺς ἀπαλλάξω, ἀξιώσας τὸν βασιλέα, ὑμεῖς δὲ προστάξατε λαβεῖν αὐτούς, ὅ δεδώκασι, παρὰ τῶν Ἀντωνίνου κληρονόμων. Προσέταξεν ἡ σύνοδος τὸ μὲν χρυσίον αὐτοὺς λαβεῖν παρὰ τῶν κληρονόμων τοῦ Ἀντωνίνου, κοινωνεῖν δὲ ἔνδον τοῦ θυσιαστηρίου, εἶναι δὲ ἀπὸ ἱερέων, ἵνα μὴ τούτων συγχωρηθέντων ἔθος γένηται ἰουδαϊκὸν ἢ αἰγυπτιον, τοῦ πωλεῖν καὶ ἀγοράζειν τὴν ἱερωσύνην. Φασὶ γὰρ τὸν λυμεῶνα καὶ ψευδώνυμον πατριάρχην τῶν Ἰουδαίων κατ᾿ ἔτος ἀμείβειν ἤ παρ᾿ ἔτος τοὺς ἀρχισυναγώγους ἐπὶ συλλογῇ τοῦ ἀργυρίου, ὁμοίως καὶ τὸν ζηλωτὴν τούτου, τὸν Αἰγυπτίων Πατριάρχην, ἵνα πληρωθῇ τὸ προφητικόν· Οἱ ἱερεῖς αὐτῆς μετὰ δώρων ἀπεκρίνοντο καὶ οἱ Προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο. Ἐκ τῶν κανόνων τῶν χλ´ ἁγίων Πατέρων τῶν ἐν Χαλκηδόνι συνελθόντων. Εἴ τις ἐπίσκοπος ἐπὶ χρήμασι χειροτονίαν ποιήσαιτο καὶ εἰς πράσιν καταγάγοι τὴν ἄπρατον χάριν καὶ χειροτονήσοι ἐπὶ χρήμασιν οἰκονόμον ἢ ἔκδιδον ἢ παραμονάριον ἢ ὅλως τινά τοῦ κανόνος, δι᾿ αἰσχροκέρδειαν οἰκείαν ὁ τοῦτο ἐπιχειρήσας ἐλεγχθείς, κινδυνευέτω περὶ τὸν οἰκεῖον βαθμόν, καὶ ὁ χειροτονούμενος μηδὲν ἐκ τῆς κατ᾿ ἐμπορίαν ὠφελείσθω χειροτονίας ἢ προβολῆς, ἀλλ᾿ ἔστω ἀλλότριος τῆς ἀξίας ἤ τοῦ φροντίσματος, οὗπερ ἐπὶ χρήμασιν ἔτυχεν. Εἰ δέ τις μεσιτεύων φανῇ τοῖς οὕτως αἰσχροῖς καὶ ἀθεμίτοις λήμμασι, καὶ οὗτος, εἰ μὲν κληρικός, τοῦ οἰκείου ἐκπιπτέτω βαθμοῦ, εἰ δὲ λαϊκὸς ἢ μονάζων, ἀναθεματιζέσθω. Ἐκ τῆς Ἐγκυκλίου ἐπιστολῆς Γενναδίου τοῦ ἁγιωτάτου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως καὶ τῆς σὺν αὐτῷ συνόδου. Ἔστω τοίνυν καὶ ἔστιν ἀποκήρυκτος καὶ πάσης ἱερατικῆς ἀξίας καὶ λειτουργίας ἀλλότριος καὶ τῇ κατάρᾳ τοῦ ἀναθέματος ὑποκείμενος ὅ τε κτᾶσθαι ταύτην τὴν ἱερωσύνην διὰ χρημάτων οἰόμενος καὶ ὁ ταύτην παρέχειν ἐπὶ χρήμασιν ὑπισχνούμενος, εἴτε κληρικὸς εἴτε λαϊκὸς εἴη, κἂν ἐλέγχοιτο, κἂν μὴ ἐλέγχοιτο τοῦτο ποιεῖν. Οὐ γὰρ οἷόν τε συμβιβασθῆναί ποτε τὰ ἀσύμβατα, οὐδὲ Θεῷ συμφωνῆσαι τὸν μαμωνᾶν ἤ τοὺς τούτῳ δουλεύοντας δουλεῦσαι Θεῷ. Δεσποτικὴ καὶ αὕτη ἐστὶν ἀπόφασις ἀναμφίλεκτος· Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Ἐκ τῶν κανόνων τῆς ΣΤ´ συνόδου. Τοὺς ἐπὶ χρήμασι χειροτονουμένους, εἴτε ἐπισκόπους ἢ οἱουσδήποτε κληρικούς, καὶ οὐ κατὰ δοκιμασίαν καὶ τοῦ βίου αἵρεσιν, καθαιρεῖσθαι προστάσσομεν, ἀλλὰ καὶ τοὺς χειροτονήσαντας. Ἀκούσωμεν ταῦτα πάντες καὶ ἐνωτισώμεθα οὐ μόνον ἀρχιερεῖς, ἀλλὰ καὶ οἱ ἐν τῷ κλήρῳ καταριθμούμενοι καὶ πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Δεῖ γὰρ περισσοτέρως ἡμᾶς προσέχειν τοῖς ἀκουσθεῖσι, μήποτε παραρρυῶμεν, ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἠγοράσθημεν ἐκ τῆς ματαίας πατροπαραδότου ἀναστροφῆς, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ. Οὕτω καὶ ἡμᾶς δίδαξον, ἄνερ ἱερώτατε, ἔπεσθαι τοῖς γραφικοῖς καὶ εὐαγγελικοῖς καὶ ἀποστολικοῖς, κανονικοῖς τε καὶ πατρικοῖς, παραγγέλμασι, πειθόμεθα γὰρ τοῖς ρήμασι τοῦ στόματος ὑμῶν. Ἐπὶ τῶν ὑψηλῶν ἀνάβηθι, ὕψωσον ἐν ἰσχύϊ τὴν φωνήν σου, πορεύθητι ἐνπλατυσμῷ, κήρυξον μετὰ παρρησίας, ὅπως ἐξαρθῇ καὶ εἰς ἀφανισμὸν οἰχήσεται ἡ διὰ χρημάτων χειροθεσία· καὶ πᾶν εἴ τι διὰ φιλαργυρίαν ταύτῃ ἀδικίαν τε καὶ ἐμπορίαν αἰσχροκερδῶς παρέπεται. Ταύτης γὰρ μετὰ τῶν συστοιχούντων αὐτῇ ἐξαιρουμένης ἐκ τοῦ περιουσίου λαοῦ, τοῦ τῷ ὀνόματι τοῦ Χριστοῦ κεκλημένου καὶ δωρεὰν τυχόντος τῆς ἀπολυτρώσεως, πάντα τὰ τῇ κακίᾳ συναπτόμενα μιάσματα πρόρριζα συνεκτμηθήσονται καὶ οἱ ἱερεῖς ὡς φοῖνιξ ἀνθήσουσι, Χριστοῦ εὐωδίαν τοῖς σῳζομένοις ἐμπνέοντες καὶ τῇ ἐκκλησίᾳ ἐπινικίως προσᾴδοντες· Περιεῖλε Κύριος ἐκ σοῦ τὰ ἀδικήματά σου, ἔτι δὲ καὶ τοὺς δρεπομένους καρποὺς γλυκάζοντες, πληθύνοντές τε αὐτοὺς ἐν γήρει πίονι, τῆς μακαρίας ἐκείνης, λέγω, καὶ ἀκηράτου ζωῆς κληρονόμους ἀναδεικνύοντες.

ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΝΙΚΗΦΟΡΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΟΜΟΛΟΓΗΤΟΥ

Κανὼν α´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ ἀντιμινσίου ὅτι πλυνόμενον οὐ κοινοῦται.

Ἐὰν κατὰ ἄγνοιαν πλυθῇ ἀντιμίνσιον, οὐκ ἀποτίθεται τὸν ἁγιασμόν, οὐδὲ βέβηλον γίνεται.

Κανὼν β´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ὅτι οἱ δίγαμοι οὐ στεφανοῦνται, καὶ τῆς μεταλήψεως ἀπείργονται.

Ὁ δίγαμος οὐ στεφανοῦται, ἀλλὰ καὶ ἐπιτιμᾶται μὴ μεταλαβεῖν τῶν ἀχράντων μυστηρίων ἔτη δύο· ὁ δὲ τρίγαμος, ἔτη πέντε.

Κανὼν γ´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ τοῦ καταμένοντος ἐν νάρθηκι τῆς ἐκκλησίας.

Ὁ ἐξ ἀνάγκης ἐπ᾿ ὀλίγον χρόνον ἐν τῷ νάρθηκι τῆς ἐκκλησίας καταμονὴν ποιησάμενος, οὐ κατακρίνεται. Ἐὰν δὲ χρονίσῃ, αὐτὸς μὲν μετ᾿ ἐπιτιμίων ἐκβληθήσεται, ὁ δὲ ναὸς ἀπολήψεται τὰ οἰκεῖα.

Κανὼν δ´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ τῆς γινομένης εὐποιΐας ὑπὲρ τῶν ἀδιαθέτως τελευτώντων.

Τῶν ἀδιαθέτως τελευτώντων, χρὴ δέχεσθαι τὰς ὑπὲρ αὐτῶν γινομένας εὐποιΐας, εἴγε καὶ ζῶντες πρόθεσιν εἶχον τοῦ οὕτω ταύτας τελεσθῆναι.

Κανὼν ε´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ὅτι ἰχθυοφαγοῦμεν, εἰ τύχοι ὁ Εὐαγγελισμὸς τῇ μεγάλῃ Παρασκευή.

Ἐὰν φθάσῃ ὁ Εὐαγγελισμὸς τῇ μεγάλῃ Πέμπτῃ ἢ τῇ μεγάλῃ Παρασκευῇ, οὐχ ἁμαρτάνομεν οἴνου τηνικαῦτα μεταλαμβάνοτες καὶ ἰχθύων.

Κανὼν ς´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ποῖος ἡγούμενος χειροτονεῖ ὑποδιάκονον;

Ὁ ἔχων εὐχὴν ἡγουμένου, πρεσβύτερος ὤν, χειροτονεῖ ἀναγνώστην καὶ ὑποδιάκονον ἐν τῇ ἰδίᾳ μονῇ.

Κανὼν ζ´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ τοῦ ἐν ἀσωτίᾳ ζήσαντος, ἔτι οὐ χειροτονεῖται.

Ἐάν τις ἐν ἀσωτείᾳ ἔζησε μέχρις ἐτῶν εἴκοσιν ἤ καὶ ἐπέκεινα, εἶτα φανῇ ποιῶν ἔργα ἀρετῆς, οὐ χρὴ αὐτὸν χειροτονεῖσθαι, τὸ γὰρ ἱερὸν ἀμόλυντον εἶναι δεῖ.

Κανὼν η´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ὅτι οἱ ἀπὸ δυσφήμου γέννας παῖδες δύνανται χειροτονεῖσθαι.

Οἱ ἀπὸ παλλακίδος ἤ διγάμων ἢ τριγάμων τικτόμενοι παῖδες, ἐὰν ἄξιον ἱερωσύνης ἐπιδείξωνται βίον, χειροτονοῦνται.

Κανὼν θ´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ὅτι τῷ τελευτῶντι καὶ μετὰ τὸ φαγεῖν κοινωνητέον.

Δεῖ μεταδιδόναι τῆς θείας κοινωνίας τῷ ἀσθενοῦντι, ἀποθανεῖν κινδυνεύοντι, καὶ μετὰ τὸ γεύσασθαι βρώσεως.

Κανὼν ι´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ τῆς χάριν ἀσπασμοῦ γονυκλισίας.

Χρὴ χάριν ἀσπασμοῦ κλίνειν γόνυ ἐν Κυριακῇ καὶ ἐν ὅλῃ τῇ Πεντηκοστῇ, οὐ μὴν τὰς ἐξ ἔθους γονυκλισίας ποιεῖν.

Κανὼν ια´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ τῆς ὑπὲρ τριῶν ἀνθρώπων προσκομιδῆς.

Οὐχ ἁμαρτάνει τις ὑπὲρ τριῶν ἀνθρώπων μίαν προσκομίζων προσφορὰν ἢ μίαν ἅπτων κανδήλαν.

Κανὼν ιβ´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ τοῦ μὴ σφραγίζειν τὸ ἐν τῇ προθέσει ποτήριον.

Ὅτι οὐ χρὴ σφραγῖδα ποιεῖν ἐν τῇ εὐχῇ τοῦ σκευοφυλακίου ἐπὶ τὸ ἅγιον ποτήριον.

Κανὼν ιγ´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Πότε ἐφεῖται λειτουργεῖν χωρὶς θερμοῦ;

Ὅτι οὐ χρὴ ἄνευ θερμοῦ λειτουργῆσαι πρεσβύτερον, εἰ μὴ κατὰ πολλὴν περίστασιν, καὶ εἰ οὐδαμῶς εὑρίσκεται θερμόν.

Κανὼν ιδ´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ τοῦ ἀθετήσαντος μοναχοῦ τὸ σχῆμα, καὶ πάλιν ἐπιστρέψαντος.

Τὸν ἀθετήσαντα μοναχὸν τὸ σχῆμα καὶ πάλιν ἐπιστρέψαντα, δεῖ πάλιν ἐνδύειν αὐτόν, ἣν ἀπεδύσατο μοναχικὴν στολήν, χωρὶς τῶν τεταγμένων εὐχῶν.

Κανὼν ιε´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Πότε ἐκχωρεῖται ταῖς μοναζούσαις ἡ εἰς τὸ ἅγιον βῆμα εἴσοδος.

Δεῖ τὰς μοναζούσας εἰσιέναι εἰς τὸ ἅγιον θυσιαστήριον καὶ ἅπτειν κηρὸν καὶ κανδήλαν καὶ κοσμεῖν αὐτὸ καὶ σαροῦν.

Κανὼν ις´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ μοναχῶν γεωργικῶν ἐργαζομένων τῇ μεγὰλη μ´.

Οὐ χρὴ τοὺς μοναχοὺς τῇ μεγάλῃ Τεσσαρακοστῇ ἔργα γεωργικὰ μετιέναι καὶ προφάσει τούτων εἰς οἶνον καταλύειν καὶ ἔλαιον, ταῦτα γὰρ γαστριμαργίας εἰσὶν ἐπιτηδεύματα.

Κανὼν ιζ´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Διὰ πόσας αἰτίας ὑποχωρεῖ ὁ μοναχὸς τῆς ἰδίας μονῆς;

Διὰ τρεῖς αἰτίας ἐφεῖται τῷ μοναχῷ τῆς ἰδίας ἀναχωρεῖν μονῆς· ἐὰν ᾖ ὁ ἡγούμενος αἱρετικός, ἐὰν εἴσοδος γυναικῶν εἰς τὴν μονὴν γίνεται, καὶ ἐὰν παιδία κοσμικὰ ἐν τῷ κοινοβίῳ μανθάνωσιν.

Κανὼν ιη´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ὅτι ἄτοπον τὰ ἐν τῇ μονῇ δημοσιεύεσθαι.

Ἄτοπον γὰρ τὰ ἐν τῇ μονῇ πραττόμενα δι᾿ αὐτῶν δημοσιεύεσθαι .

Κανὼν ιθ´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ τῶν ἐν ἐπιτιμίοις μοναχῶν, ὅπως χρὴ ἀναστρέφεσθαι ἐν τῇ μονῇ.

Τοὺς ὄντας ἐν ἐπιτιμίοις μοναχοὺς χρὴ συνεσθίειν τοῖς λοιποῖς καὶ συνεύχεσθαι, μετέχειν δὲ καὶ εὐλογίας, ἤτοι κατακλαστοῦ, ἅμα τῇ αὐτῶν ἐξομολογήσει.

Κανὼν κ´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ὅπως χρῇ τοὺς μοναχοὺς διαιτᾶσθαι ἐν ταῖς τῶν ἁγίων Ἀποστόλων καὶ τῶν τοῦ Χριστοῦ γεννῶν νηστείαις κατὰ τὴν τετάρτην καὶ παρασκευήν.

Τῇ τῶν ἁγίων Ἀποστόλων νηστείᾳ καὶ τῇ τοῦ ἁγίου Φιλίππου χρὴ τοὺς ἐν τῇ μονῇ καθημένους μοναχούς, τετράδος καὶ παρασκευῆς, ἅπαξ πρὸς ἑσπέραν σιτεῖσθαι, τοὺς δὲ ἐργαζομένους, μετὰ τὴν ἕκτην γεύεσθαι ὥραν καὶ ἑσπέρας δειπνεῖν.

Κανὼν κα´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ φθαρείσης ὑπὸ βαρβάρων μοναστρίας.

Ἐὰν φθαρῇ μονάστρια ὑπὸ βαρβάρων ἢ ἀτάκτων ἀνδρῶν, καὶ ἦν ὁ προτοῦ βίος αὐτῆς ἄμεπτος, εἰς τεσσαράκοντα ἡμέρας ἐπιτιμᾶται. Εἰ δὲ ὁ πρῴην αὐτῆς βίος μεμολυσμένος ἦν, τὸ τῆς μοιχείας ἐπιτίμιον ἐκπληροῖ.

Κανὼν κβ´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ τοῦ πανουργίᾳ ἀποκαρέντος, καὶ ἀποστάντος, εἶτα μετανοήσαντος.

Ὁ τὸ μοναχικὸν ἐνδὺς σχῆμα φόβῳ στρατείας ἢ ἄλλῃ τινι πανουργίᾳ, ὡς δῆθεν τούτου καταγελῶν, καὶ τοῦτο μετὰ τὴν ἀνάγκην ἢ τὴν ὑπόκρισιν ἀποθέμενος, εἰς τεσσαρακοστὰς τρεῖς ἡμερῶν ἐπιτιμᾶται, καὶ οὕτω τῇ ἁγίᾳ πρόσεισι κοινωνίᾳ.

Κανὼν κγ´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ μοναχοῦ νέου πρεσβυτέρου μεταδιδόντος μοναστριαις.

Μοναχοῦ πρεσβυτέρου νέου μοναστρίαις ὑπηρετοῦντος καὶ μεταδιδόντος εὐχαῖς, οὐ χρὴ κοινωνεῖν ἐξ αὐτοῦ.

Κανὼν κδ´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ τοῦ μὴ δεῖν τὸν ἡγούμενον ἀφαιρεῖν τὸ κουκούλιον τοῦ μαθητοῦ, καὶ ἀποπέμπειν αὐτόν.

Ὅτι οὐ χρὴ τὸν ἡγούμενον τὸ κουκούλιον τοῦ μαθητοῦ ἐκβάλλειν καὶ διώκειν αὐτόν.

Κανὼν κε´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ τοῦ ἀθετήσαντος τὸ ἅγιον σχῆμα, καὶ μὴ μετανοούντος.

Τὸν ἀθετήσαντα τὸ ἅγιον σχῆμα καὶ μὴ διορθούμενον, οὐ χρὴ ὑπὸ στέγην ἄγειν ἢ χαίρειν λέγειν αὐτῷ.

Κανὼν κς´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ τοῦ ἐπιζητοῦντος ἐν ἀσθενείᾳ τὸ βάπτισμα, ἡ τὸ ἅγιον σχῆμα, ὅτι δοτέον.

Ἐάν τις ἀσθενὴς ᾖ καὶ ἐπιζητῇ τὸ ἅγιον βάπτισμα ἢ τὸ ἅγιον σχῆμα, χρὴ διδόναι ἀνυπερθέτως καὶ μὴ κωλύειν τὴν χάριν.

Κανὼν κζ´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ὅτι οὐ λειτουργητέον τὸν ἱερομόναχον ἄνευ μανδύου.

Ὅτι οὐ χρὴ λειτουργῆσαι πρεσβύτερον μοναχὸν ἄνευ μανδύου.

Κανὼν κη´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ τῶν ἄδηλα πταίσματα ἐξομολογουμένων, ὅπως δέον οἰκονομήσαι τούτους.

Τοὺς ἄδηλα πταίσματα ἐξομολογουμένους, τῆς μὲν κοινωνίας ἀπείργειν δεῖ τὸν δεχόμενον τὴν ἐκείνων ἐξομολόγησιν· εἰς δὲ τὴν ἐκκλησίαν αὐτοὺς εἰσέρχεσθαι μὴ κωλύειν, μηδὲ θριαμβεύειν τὰ κατ᾿ αὐτούς, ἀλλ᾿ ἐπιεικῶς τούτους νουθετεῖν, τῇ μετανοίᾳ προσανέχειν καὶ προσευχῇ καὶ οἰκονομεῖν τὰ προσήκοντα τούτοις ἐπιτίμια, κατὰ τὴν ἑκάστου προαίρεσιν.

Κανὼν κθ´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ τῆς μοιχῶν, κτηνοβατῶν καὶ ἀνδροφόνων οἰκονομίας παρὰ τῶν πνευματικῶν.

Μοιχοὶ καὶ κτηνοβάται καὶ ἀνδροφόνοι καὶ οἱ τοιοῦτοι, ἐὰν οἴκοθεν τὴν ἰδίαν ἐξομολογήσωνται ἀνομίαν, ἄδηλον τοῖς πολλοῖς ἔτι τυγχάνουσαν, τῆς κοινωνίας μὲν κωλύονται καὶ τὰ ἐπιτίμια δέχονται, εἰς τὴν ἐκκλησίαν δὲ εἰσερχόμενοι ἵστανται μέχρι τῆς τῶν κατηχουμένων εὐχῆς. Ἐὰν δὲ δῆλα τὰ τούτων ὦσι πταίσματα, τότε λοιπὸν κατὰ τὸν ἐκκλησιαστικὸν θεσμὸν ἐκπληροῦσι τὰ ἐπιτίμια.

Κανὼν λ´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ ἐξομολογήσεως κοσμικοῦ.

Ἐὰν ἐξομολογήσηται λαϊκὸς τὰ ἑαυτοῦ σφάλματα ἐκ προαιρέσεως, δύναται ποιῆσαι οἰκονομίαν ὁ δεχόμενος.

Κανὼν λα´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ὅτι κατ᾿ ἐπιτροπὴν ἐπισκόπου καὶ πρεσβύτερος ποιεῖ σταυροπήγιον.

Κατ᾿ ἐπιτροπὴν τοῦ ἐπισκόπου ποιεῖ σταυροπήγιον καὶ πρεσβύτερος.

Κανὼν λβ´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ τοκογλυφούντων ποινῆς.

Ὅτι οὐ χρὴ μεταδιδόναι τοῖς λαμβάνουσιν τόκον, ἢ συνεσθείειν αὐτοῖς, ἐπιμένουσι τῇ παρανομίᾳ.

Κανὼν λγ´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ὅπως διαιτᾶσθαι δεῖ τοὺς μοναχοὺς τῇ δ´ καὶ τῇ Ϛ´ τῆς Τυροφάγου.

Δεῖ νηστεύειν τοὺς μοναχοὺς τῇ τετράδι τῆς Τυροφάγου καὶ τῇ παρασκευῇ, καὶ μετὰ τὴν τῶν Προηγιασμένων ἀπόλυσιν ἐσθίειν τυρόν, ὅπῃ ἂν ἐπιχωριάζωσιν, εἰς ἀνατροπὴν τοῦ δόγματος τοῦ Ἰακώβου καὶ τῆς τῶν Τετραδιτῶν αἱρέσεως.

Κανὼν λδ´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ τοῦ παλλακὴν ἔχοντος, ὅτι ἀποβλητέος τῆς Ἐκκλησίας.

Εἴ τις παλλακὴν κεκτημένος, οὐ βούλεται ἤ καταλιπεῖν αὐτὴν ἢ εὐλογηθῆναι καὶ μετὰ ἱερολογίας ἔχειν, οὐ χρὴ δέχεσθαι τὰ παρ᾿ αὐτοῦ προσφερόμενα τῇ ἐκκλησίᾳ, ἧς τοὺς θείους θεσμοὺς διὰ τῶν ἔργων καταφρονῶν ἐνυβρίζει.

Κανὼν λε´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ μοναχοῦ ἀποθεμένου τὸ σχῆμα, κρεωφαγήσαντός τε, καὶ γήμαντος, ὅτι ἀναθεματίζεται.

Ἐὰν μοναχὸς τὸ ἅγιον ἀποθέμενος σχῆμα κρεωφαγήσῃ καὶ γυναῖκα λάβῃ, δεῖ, μὴ ἐπιστρέφοντα τοῦτον, ἀναθέματι καθυποβληθῆναι καὶ ἄκοντα τὰ μοναχικὰ ἐνδυθῆναι καὶ μοναστηρίῳ ἐγκατακλεισθῆναι.

Κανὼν λς´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ὅτι οὐ δεῖ καὶ τὸν ἅπαξ πορνεύσαντα χειροτονηθῆναι.

Οὐ δεῖ τὸν ἅπαξ πορνεύσαντα χειροτονεῖσθαι, εἰ καὶ τοῦ πάθους ἀπέστη, φησὶ γὰρ ὁ μέγας Βασίλειος· Εἰ καὶ νεκροὺς ἀνιστᾷ ὁ τοιοῦτος, ἱερεὺς οὐ γενήσεται.

Κανὼν λζ´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ ἀδελφοῦ τοῦ ὀνομαζομένου κατὰ τὸν Ἀπόστολον πόρνου.

Ὁ ἀπόστολος λέγων· Εἴ τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος, τῷ τοιούτῳ μηδὲ συνεσθίειν, οὐχ ὃν ὁ δεῖνα καὶ ὁ δείνα πορνεύοντα λέγειν δοκεῖ, ἀλλὰ τὸν ὀνομαζόμενον, ἤτοι πᾶσι γινωσκόμενον. Τὰ γὰρ ἀναισχύντως πλημμελούμενα, πλείονα τὴν τιμωρίαν ἐφέλκεται.

Κανὼν λη´ τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ τοῦ μὴ εἰσιέναι τὴν λεχὼ εἰς τὸν κοιτῶνα, ἐν ᾧ κεῖται τὸ βρέφος αὐτῆς βαπτισθέν.

Ἐὰν γυναικὸς γεννησάσης τὸ βρέφος κινδυνεύῃ ἀπὸ ἡμερῶν τριῶν ἢ πέντε, τὸ μὲν βρέφος βαπτιζέσθω, ἄλλην δὲ γυναῖκα βεβαπτισμένην καὶ καθαρὰν δέον θηλάζειν αὐτό, τὴν δὲ τούτου μητέρα, ἐν ᾧ τὸ βρέφος κεῖται κοιτῶνι, μὴ εἰσιέναι, μήτε ἅπτεσθαι ὅλως αὐτοῦ, ἕως ἡμέρας τεσσαράκοντα, ἐφ᾿ ᾧ εἰς τέλος καθαρθῆναι καὶ λαβεῖν παρὰ τοῦ ἱερέως εὐχήν.

Ὁ ἐκ τῶν ἑπτὰ α´ Κανὼν τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Περὶ τοῦ μὴ ὁδοιπορεῖν ἄνευ ἀνάγκης ἐν Κυριακῇ.

Ὅτι οὐ δεῖ ὁδοιπορεῖν ἄνευ ἀνάγκης ἢ βίας ἐν Κυριακῇ.

Ὁ ἐκ τῶν ἑπτὰ β´ Κανὼν τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Τίνα βιβλία οὐ δεκτέα;

Τὴν Ἀποκάλυψιν τοῦ Παύλου καὶ τὰ λεγόμενα Βροντολόγια καὶ Σεληνοδρόμια ἢ Καλανδολόγια οὐ χρὴ δέχεσθαι, βέβηλα γὰρ πάντα.

Ὁ ἐκ τῶν ἑπτὰ γ´ Κανὼν τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ὡσαύτως περὶ μὴ δεκτῶν βιβλίων.

Τὴν Ἀποκάλυψιν Ἔσδρα καὶ Ζωσιμᾶ καὶ τὰ δύο Μαρτύρια τοῦ ἁγίου Γεωργίου καὶ τῶν ἁγίων μαρτύρων Κηρύκου καὶ Ἰουλίττης καὶ τὴν βίβλον Μάρκου καὶ Διαδόχου οὐ χρὴ δέχεσθαι, ἀπόβλητα γὰρ καὶ οὐ δεκτά.

Ὁ ἐκ τῶν ἑπτὰ δ´ Κανὼν τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ὅτι τὴν Διακαινήσιμον ἐ6δομάδα οὐ δεῖ ἐργάζεσθαι, οὐδὲ τὰς πέμπτας φυλάττειν.

Ὅτι οὐ δεῖ ἐργάζεσθαι τὴν ἑβδομάδα τῆς Διακαινησίμου, οὐδὲ τῷ σαββάτῳ τῆς ἀπολυσίμου ψάλλειν τὸν ἄμωμον, οὐδὲ τὰς πέμπτας φυλάττειν.

Ὁ ἐκ τῶν ἑπτὰ ε´ Κανὼν τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ἐπιτίμιον τοῦ πατροκτόνου, καὶ τοῦ φονέως.

Ὁ χειρισάμενος τὸν ἑαυτοῦ πατέρα καὶ ἀποκτείνας ἑκουσίως, τὰ τοῦ φόνου ἐπιτίμια τελέσει ἔτη τριάκοντα πέντε.

Ὁ ἐκ τῶν ἑπτὰ ς´ Κανὼν τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ὅτι καὶ μοναχὸς βαπτιζει ἐν ἀνάγκῃ.

Κατὰ περίστασιν καὶ μοναχὸς λιτὸς βαπτίζει, ὡσαύτως καὶ διάκονος κατὰ περίστασιν βαπτίζει.

Ὁ ἐκ τῶν ἑπτὰ ζ´ Κανὼν τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ὅτι καὶ ἄνευ ἱερέως βαπτίζονται τὰ νήπια ἐν ἀνάγκῃ, μόνον διὰ χριστιανοῦ.

Χρὴ τὰ ἀβάπτιστα νήπια, ἐὰν εὑρεθῇ τις εἰς τόπον μὴ ὄντος ἱερέως, βαπτισθῆναι. Εἰ βαπτίσει δὲ καὶ ὁ ἴδιος πατὴρ ἤ οἱοσδήποτε ἄνθρωπος, μόνον ἵνα ἐστὶ χριστιανός, οὐκ ἔστιν ἁμαρτία.

Ὁ ἐκ τῶν ἑννέα α´ Κανὼν ἐκ τῶν Ἐκκλησιαστικῶν συνάξεων τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Πῶς κατ᾿ ἀνάγκην εἰσερχόμεθα καὶ ψάλλομεν καὶ ἐν ταῖς τῶν αἱρετικῶν ἐκκλησίαις.

Τὰς Ἐκκλησίας, τὰς ὑπὸ τῶν αἱρετικῶν ἐνθρονισθείσας, παρακελευόμεθα ὡς εἰς κοινὸν οἶκον κατ᾿ ἀνάγκην εἰσιέναι καὶ ψάλλειν, πήξαντες ἐν μέσῳ σταυρόν, ἐν δὲ τῷ θυσιαστηρίῳ μήτε εἰσέρχεσθαι, μήτε θυμιᾶν, μήτε εὐχὴν ἐπιτελεῖν, μήτε κανδήλαν ἤ λύχνον ἅπτειν.

Ὁ ἐκ τῶν ἑννέα ς´ Κανὼν ἐκ τῶν Ἐκκλησιαστικῶν συνάξεων τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Πῶς γίνεται δεκτὸς ὁ τὸ σχῆμα ἀθετήσας καὶ πάλιν ἐπιστρέφων μοναχός.

Ὅτι δεῖ τὸν ἀθετοῦντα μοναχὸν τὸ ἅγιον σχῆμα καὶ πάλιν ἐπιστρέφοντα κατηχεῖσθαι ὑπὸ τῶν ἀδελφῶν τὰ δέοντα, ἀλλ᾽ οὐχὶ ἐκ τῶν κατηχήσεων. Ἀλλ᾿ ἕκαστος ἐξ ὧν ἐπιχορηγεῖται ὑπὸ τοῦ Κυρίου λόγων, καὶ ψάλλειν τὸν κατανυκτικὸν κανόνα τοῦ πλαγίου ἤχου, καὶ τιθέναι τὰ ἰμάτια αὐτοῦ ἐν τῷ θυσιαστηρίῳ ὑποκάτω τῆς ἀγίας τραπέζης ὡς ἐπὶ τοῦ σχήματος, καὶ ἀπὸ τοῦ Εὐαγγελίου τῆς λειτουργίας κουρεύειν αὐτὸν τὸν ἡγούμενον καὶ ἐνδύειν τὸ σχῆμα μηδὲν ἐκφωνοῦντα.

Ὁ ἐκ τῶν ἑννέα θ´ Κανὼν ἐκ τῶν Ἐκκλησιαστικῶν συνάξεων τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ὅτι οὐ χρῇ κοινωνεῖν ἐκ χειρῶν τοῦ μὴ νηστεύοντος ἱερέως.

Τὸν μὴ νηστεύοντα τετράδα καὶ παρασκευὴν ἱερέα οὐ χρὴ κοινωνεῖν ἐξ αὐτοῦ, κἂν δοκῇ ὀρθόδοξος εἶναι, τὸ γὰρ ἐκ μέρους εὐσεβεῖν καὶ ἐκ μέρους κοινοῦσθαι βέβηλον.

Ὁ ἐκ τῶν ἑννέα ις´ Κανὼν ἐκ τῶν Ἐκκλησιαστικῶν συνάξεων τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ὅτι οἱ ἐργαζόμενοι μοναχοὶ ἐσθίουσι δὶς τῇ Μ´.

Ὅτι δεῖ τοὺς ἐργαζομένους μοναχοὺς τῇ ἁγίᾳ Τεσσαρακοστῇ, τὴν ἐνάτην ὥραν γεύσασθαι ἄρτου βραχέος καὶ τῇ ἑσπέρᾳ δειπνεῖν.

Ὁ ἐκ τῶν ἑννέα ιζ´ Κανὼν ἐκ τῶν Ἐκκλησιαστικῶν συνάξεων τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ὅτι τοῖς μοναχοῖς οὐ καταλυτέον εἰς οἶνον καὶ ἔλαιον τῇ Μ´.

Ὅτι οὐ χρὴ ἐν τῇ ἁγίᾳ Τεσσαρακοστῇ τοὺς μοναχοὺς ἐργασίαν ποιεῖν καὶ προφάσει τοῦ ἔργου καταλύειν εἰς οἶνον καὶ ἔλαιον, ταῦτα γὰρ γαστριμαργίας ἐπιτηδεύματα.

Ὁ ἐκ τῶν ἑννέα ιθ´ Κανὼν ἐκ τῶν Ἐκκλησιαστικῶν συνάξεων τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Διὰ τίνας λόγους ἐπιτρέπεται τῷ μοναχῷ τῆς οἰκείας μονῆς ἀπέρχεσθαι;

Πόσαι κεφάλαια ἐκβάλλουσι τὸν μοναχὸν ἀπὸ τῆς μονῆς; Πρῶτον μέν, εἰ ἔστιν ὁ ἡγούμενος αἱρετικός· δεύτερον, εἰ ἔστιν εἴσοδος γυναικῶν ἐν τῇ μονῇ· τὸ δὲ τρίτον, ἐὰν παιδία μανθάνωσι κοσμικὰ ἐν τῷ κοινοβίῳ. Ἄτοπον γὰρ τοῦτο, τὸ δημοσιεύεσθαι τὰ ἐν τῇ μονῇ καλῶς πραττόμενα, ὥς φησι τὸ Εὐαγγέλιον· Μὴ σαλπίσητε ἔμπροσθεν ὑμῶν, ὅταν εὖ ποιῆτε.

Ὁ ἐκ τῶν ἑννέα κθ´ Κανὼν ἐκ τῶν Ἐκκλησιαστικῶν συνάξεων τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Πῶς νηστεύομεν κατὰ τὴν νήστιμον τῶν ἁγίων Ἀποστόλων καὶ τοῦ ἁγίου Φιλίππους;

Τὴν τεσσαρακοστὴν τῶν ἁγίων Ἀποστόλων, ἤτοι τὴν νήστιμον αὐτῶν, χρὴ νηστεύειν τετράδι καὶ παρασκευῇ τοὺς ἐργαζομένους ἕως ὥρας ἕκτης, καὶ οὕτω γεύεσθαι καὶ τὴν ἐνάτην ὥραν ἀριστᾶν. Ὡσαύτως δὲ καὶ τοῦ ἁγίου Φιλίππου, ὥραν ἕκτην γεύεσθαι καὶ ἑσπέρας δειπνεῖν, τοὺς δὲ ἐν τῇ μονῇ, ἅπαξ ἕως ἑσπέρας.

Ὁ ἐκ τῶν ἑννέα νς´ Κανὼν ἐκ τῶν Ἐκκλησιαστικῶν συνάξεων τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ὅτι καὶ μοναχὸς εὐλογεῖ τὴν τράπεζαν.

Ἐὰν πρεσβύτερός ἐστιν ἢ διάκονος ἢ ἀναγνώστης καθῃρημένος καὶ εὑρεθῇ μοναχός, εὐλογεῖ τὴν τράπεζαν.

Ὁ ἐκ τῶν ἑννέα ξς´ Κανὼν ἐκ τῶν Ἐκκλησιαστικῶν συνάξεων τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως. Ὅτι οὐ χρῇ συνεσθίειν μετὰ τοῦ ἀθετήσαντος τὸ σχῆμα, οὔτε χαίρειν αὐτῷ λέγειν.

Ἐάν τις ἀθετήσῃ τὸ ἅγιον σχῆμα καὶ οὐ διορθοῦται, τὴν δὲ ὀρθοδοξίαν κρατῇ, οὐ χρὴ τὸν τοιοῦτον ὑπὸ στέγην ἄγειν, οὔτε συνεσθίειν ἢ χαίρειν λέγειν.

Ἐπιστολὴ κανονική τοῦ Ἁγίου Νικηφόρου Κωνσταντινουπόλεως.

Ὅσην ἔχει ἐπιποθίαν ἡ τιμιότης σου ἰδεῖν τὴν ταπείνωσιν ἡμῶν, τοσαύτην οἰέσθω καὶ τὴν ἡμετέραν εἶναι πρὸς τὴν κατ᾿ ὀφθαλμοὺς ὁμιλίαν. Ἀλλ᾿ ἐπειδὴ γέγραπται· Οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, αλλὰ τοῦ ἐλεοῦντος Θεοῦ, αὐτῷ ἀναθετέον τὸν πόθον καὶ ἐπιρριπτέον τὴν μέριμναν, καὶ αὐτὸς ποιήσει, ὁπηνίκα καὶ βούλεται, θέλημα τῶν φοβουμένων αὐτόν. Τὸ δὲ νῦν ἔχον, ἀναγκαῖον περὶ τῶν προταθέντων κεφαλαίων ὑπὸ τῶν πνευματικῶν ἡμῶν ἀδελφῶν, Ἱλαρίωνος καὶ Εὐστρατίου, μεσολαβούσης τῆς σῆς εὐλαβείας, ἀποκριθῆναι τὰ εἰκότα. Ὡς ἂν δὲ εὐσύνοπτα γένηται τὰ λεγόμενα, ἑκάστου προταθέντος κεφαλαίου, κατὰ συνέχειαν καὶ ἡ ἀπόκρισις εἴη.

Ἐρώτησις α´ εἰς Νικηφόρον Κωνσταντινουπόλεως. Εἰ προσδεκτέοι οἱ χειροτονηθέντες ἐν Ῥώμῃ, Νεαπόλει καὶ Λογγοβαρδία.

Ἐρώτησις. Περὶ τῶν χειροτονηθέντων πρεσβυτέρων ἐν Ῥώμῃ, ἐν Νεαπόλει καὶ Λογγοβαρδίᾳ ἀκηρύκτων καὶ ἀπολελυμένων, εἰ χρὴ τούτους δέχεσθαι καὶ κοινωνεῖν αὐτοῖς καὶ συνεσθίειν καὶ συμψάλλειν. Ἀπόκρισις. Ἐν καιρῷ αἱρέσεως, οὐ κατὰ τὰ ἐν εἰρήνῃ τυπωθέντα πάντως ἀπαραλείπτως γίνεται, διὰ τὴν ἀναγκάζουσαν χρείαν, ὅπερ φαίνεται πεποιηκὼς ὅτε μακαριώτατος Ἀθανάσιος καὶ ὁ ἁγιώτατος Εὐσέβιος, ὑπερορίους χειροτονίας ἀμφότεροι ποιησάμενοι. Καὶ νῦν δὲ τὸ αὐτὸ ὁρᾶται πραττόμενον ἐν τῇ παρούσῃ αἱρέσει, ὥστε οἱ ἀποδηλωθέντες, εἰ οὐ προδήλως εἰσὶ κατεγνωσμένοι, οὐδαμῶς ἐκ τοῦ οὕτω χειροτονηθῆναι ἀποτρόπαιοι, ἀλλὰ προσδεκτέοι κατὰ τὰς τέσσαρας προτάσεις.

Ἐρώτησις β´ εἰς Νικηφόρον Κωνσταντινουπόλεως. Περὶ τῶν ἐν Σικελίᾳ χειροτονηθέντων.

Ἐρώτησις. Περὶ τῶν χειροτονηθέντων πρεσβυτέρων ὑπερόριᾳ ἐν Σικελίᾳ, εἰ χρὴ τούτους δέχεσθαι. Ἀπόκρισις. Τοῦτο τὸ ἐρώτημα, ὅμοιον τοῦ προτεθέντος, εἰ καὶ καθ᾿ ὕφεσιν τόπου. Ὁμοίως οὖν δηλονότι ἕξει καὶ τὴν ἀπόκρισιν.

Ἐρώτησις γ´ εἰς Νικηφόρον Κωνσταντινουπόλεως. Ὅτι οὐ χρῇ εἰσιέναι χάριν εὐχῆς εἰς τὰς ὑπὸ αἱρετικῶν ἱερέων κοινωθείσας καὶ κατεχομένας ἐκκλησίας.

Ἐρώτησις. Περὶ τῶν κοινωθεισῶν ἐκκλησιῶν ἐκ τῶν ἱερέων, κοινωνησάντων τῇ αἱρέσει, καὶ κατεχομένων ὑπ᾿ αὐτῶν, εἰ χρὴ εἰσιέναι εἰς αὐτὰς χάριν εὐχῆς καὶ ψαλμῳδίας. Ἀπόκρισις. Οὐ χρὴ τὸ καθόλου εἰς τοιαύτας ἐκκλησίας εἰσιέναι, κατὰ τοὺς εἰρημένους τρόπους, ἐπειδὴ γέγραπται· Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Ἅμα γὰρ τῷ εἰσαχθῆναι τὴν αἵρεσιν, ἀπέστη ὁ ἔφορος τῶν ἐκεῖσε ἄγγελος, κατὰ τὴν φωνὴν τοῦ μεγάλου Βασιλείου, καὶ κοινὸς οἶκος ὁ τοιοῦτος χρηματίζει ναός, καί· Οὐ μὴ εἰσέλθω, φησίν, εἰς ἐκκλησίαν πονηρευομένων, καὶ ὁ ἀπόστολος· Τίς συγκατάθεσις ναοῦ Θεοῦ μετὰ εἰδώλων;

Ἐρώτησις δ´ εἰς Νικηφόρον Κωνσταντινουπόλεως. Ὅτι ἐφεῖται καὶ τοῦτο, καὶ τὸ λειτουργεῖν ἐν αὐταῖς, προηγουμένης τῆς τῶν ἀνοιξίων τελετῆς.

Ἐρώτησις. Περὶ τῶν κοινωθεισῶν Ἐκκλησιῶν ὑπὸ τῶν αὐτῶν ἱερέων καὶ (μὴ) κατεχομένων ὑπ᾿ αὐτῶν, εἰ χρὴ ἐν αὐταῖς ψάλλειν καὶ εὔχεσθαι. Ἀπόκρισις, Χρὴ μὲν οὖν εἰσιέναι ἐν ταῖς τοιαύταις ἐκκλησίαις εἰς τὸ ψάλλειν καὶ εὔχεσθαι, ἀλλ᾿ εἰπερ ἀσφαλῶς μὴ καταχραίνοιντο ὑπὸ τῶν (αὐτῶν), ἀλλὰ κατέχονται ὑπὸ τῶν ὀρθοδόξων ἐς τόδε. Τετύπωται δὲ ἐνταῦθα, ὑπὸ σεσωσμένου ἐπισκόπου ἤ ἱερέως, τὰ ἀνοίξια τῆς ἐκκλησίας γίνεσθαι, ὑποφαινομένης εὐχῆς, ὥστε, εἰ τοῦτο γένοιτο, καὶ τὸ λειτουργεῖν ἐκεῖσε οὐκ ἀπᾷδον. Παράδειγμα τὸ τὸν ἅγιον Ἀθανάσιον, ὑπὸ Κωνσταντίνου τοῦ βασιλέως παρακαλούμενον, μίαν ταύτην χάριν παρασχέσθαι, ἐν Ἀλεξανδρείᾳ ἕνα ναὸν παραδοῦναι τοῖς Ἀρειανοῖς εἰς τὸ συνάγεσθαι, κατανεῦσαι, ἄνπερ ἐν Κωνσταντινουπόλει λήψοιτο καὶ αὐτὸς τὴν αὐτὴν χάριν, τοῦ συνάγεσθαι τοὺς ὀρθοδόξους ἐν ἑνὶ ναῷ, προκατεχομένῳ ὑπὸ τῶν Ἀρειανῶν.

Ἐρώτησις ε´ εἰς Νικηφόρον Κωνσταντινουπόλεως. Ὅτι οὐ χρὴ εἰσιέναι εἰς κοιμητήρια ἁγίων, κατεχόμενα ὑπὸ μιανθέντων ἱερέων, εἰ μὴ τοι πρὸς τὸ ἀσπάσασθαι τὸ ἅγιον λείψανον.

Ἐρώτησις. Περὶ τῶν ἐν σώματι ἁγίων, εἰ χρὴ εἰσιέναι εἰς κοιμητήρια αὐτῶν καὶ εὔχεσθαι καὶ προσκυνεῖν αὐτοῖς, κατεχομένοις ὑπὸ τῶν μιανθέντων ἱερέων. Ἀπόκρισις. Οὐ παραχωρεῖ ὁ κανών, κατὰ τὰ προδηλωθέντα, εἰσιέναι εἰς τὰ κοιμητήρια αὐτῶν, γέγραπται [γάρ·] Ἱνατί ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; Εἰ μή τι ἂν ἐξ ἀνάγκης, κατὰ μόνον τὸ ἀσπάσασθαι τὸ τοῦ ἁγίου λείψανον, ἡ εἴσοδος γένοιτο.

Ἐρώτησις ς´ εἰς Νικηφόρον Κωνσταντινουπόλεως. Πῶς δεκτέον τοὺς ἐκ τῶν κοινωθέντων ἱερέων λαβόντας τὸ σχῆμα;

Ἐρώτησις. Περὶ τῶν λαβόντων τὸ μοναχικὸν σχῆμα ἐκ τῶν κοινωθέντων ἱερέων, πῶς τούτους δέχεσθαι δεῖ; Ἀπόκρισις, Ὁμολογοῦντας ἡμαρτηκέναι καὶ ἐπιτιμηθέντας χρόνῳ τινί, εἶθ᾿ οὕτω δεχομένους παρὰ σεσωσμένου πρεσβυτέρου, προσδεκτέον.

Ἐρώτησις ζ´ εἰς Νικηφόρον Κωνσταντινουπόλεως. Περὶ μοναχῶν ἤ κληρικῶν προστεθέντων τῇ αἱρέσει.

Ἐρώτησις. Περὶ τῶν ὑπογραψάντων μοναχῶν καὶ κληρικῶν ἐν τῇ αἱρέσει, πῶς χρὴ τούτους δέχεσθαι, χωρίς ἐπιτιμίου ἤ μετὰ ἐπιτιμίου, ἐὰν ὁμολογήσωσι μηκέτι ἐνεργεῖν ἐν τῇ ἱερατείᾳ; Καὶ εἰ ἔξεστιν ἡμῖν διδόναι ἐπιτίμιον τοῖς τοιούτοις. Ἀπόκρισις. Δηλονότι μετὰ τῶν προσηκόντων ἐπιτιμίων. Οὕτω γὰρ τοὺς καρποὺς τῆς μετανοίας ἐπιδεικνύμενοι, εἶεν ἂν ἄξιοι συναφθῆναι τῷ ὀρθοδόξῳ σώματι· διδόναι δὲ ὑμᾶς ἐπιτίμιον τοῖς τοιαύτοις, οὐκ ἀποκριτέον, γέγραπται γάρ· Ἀλλήλων τὰ βάρη βαστάζετε.

Ἐρώτησις η´ εἰς Νικηφόρον Κωνσταντινουπόλεως. Ὅτι οὐ δεῖ συνεσθίειν ἤ συμψάλλειν μετὰ τοῦ ἀτάκτως περιπατοῦντος μοναχοῦ.

Ἐρώτησις. Περὶ τῶν μοναχῶν τῶν ἀδιαφόρως παραβαλλόντων τοῖς τυχοῦσι καὶ συνευχομένοις καὶ συνεσθίουσιν αὐτοῖς, εἰ χρὴ δέχεσθαι τοὺς τοιούτους εἰς συνεστίασιν καὶ ψαλμῳδίαν. Ἀπόκρισις. Τοῦ ἀποστόλου λέγοντος· Στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρέλαβε παρ᾿ ἡμῶν· καὶ πῶς οὐχὶ καὶ ἀφ᾿ ἑαυτῶν τὸ καλὸν κρίνετε; Εἰ μὲν οὖν ἀπόσχοιντο τῆς ἐφαμάρτου συνηθείας, καταδεχόμενοι καὶ ἐπιτιμίαν τὴν προσήκουσαν, δεκτέοι· ἐπιτηρητέον δέ, τίνες εἰσὶν οὕς φατε τυχόντας, ἆρα αἱρετικοὶ ἤ προδήλως κατεγνωσμένοι ἐπὶ τῷ βίῳ. Περὶ τούτων φησὶν ὁ ἀπόστολος· Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης καὶ τὰ ἑξῆς, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.

Ἐρώτησις θ´ εἰς Νικηφόρον Κωνσταντινουπόλεως. Πῶς δεκτέον τοὺς μετὰ αἱρετικῶν συνεσθίοντας πρεσβυτέρους;

Ἐρώτησις. Περὶ τῶν πρεσβυτέρων, τῶν βεβρωκότων μετὰ αἱρετικῶν ἅπαξ καὶ δὶς καὶ μὴ κοινωνησάντων ἢ ὑπογραψάντων, εἰ χρὴ τούτους δέχεσθαι εἰς συνεστίασιν καὶ ψαλμῳδίαν, χωρὶς σφραγῖδος ἢ μετὰ σφραγῖδος. Ἀπόκρισις, Ἐπὶ τῶν τοιούτων τηρητέον, εἰ οἱ βεβρωκότες ἱερεῖς μετὰ ἱερέων αἱρετικῶν ἤ λαϊκῶν ἔφαγον, καὶ ὁμολογούμενον, εἰ ὀρθοφρονούντων μέν, [μὴ] κοινωνούντων δὲ τοῖς αἱρετικοῖς, μεῖζον δὲ τὸ κρῖμα ἐπὶ τῶν ἱερωμένων. Μετανοίᾳ δὲ ἀξιολόγῳ προσδεκτέον ἑκατέρους, κοινωνῆσαι δὲ χρὴ αὐτοῖς ἄλλων τε προσευχῶν καὶ σφραγίδων.

Ἐρώτησις ι´ εἰς Νικηφόρον Κωνσταντινουπόλεως. Εἰ χρῇ συνεσθίειν μετὰ τῶν τῇ αἱρέσει ὑπογραψάντων κοσμικῶν.

Ἐρώτησις. Περὶ τῶν ὑπογραψάντων κοσμικῶν ἐν τῇ αἱρέσει καὶ κοινωνούντων, εἰ χρὴ τοὺς τοιούτους κοσμικοὺς κοσμικοῖς ὀρθοδόξοις συνεσθίειν. Ἀπόκρισις, Ἡ ἀδιαφορία τῶν κακῶν τὸ αἴτιον· Ἀναμέσον γάρ, φησί, καθαροῦ καὶ βεβήλου οὐ διέστελλον. Χρὴ οὖν, εἴ περ ζηλωταὶ εἰσιν ὀρθοδοξοῦντες, μὴ προσίεσθαι τοὺς τοιούτους εἰς συνεστίασιν, εἰ μὴ πρότερον ὑπὲρ τῆς πονηρᾶς ὑπογραφῆς ἐπιτιμηθεῖεν, εἶτα καὶ ἀπόσχοιντο τῆς αἱρετικῆς κοινωνίας. Ἐπειδὴ δὲ κατὰ περίστασιν φεύγοντες τοὺς κινδύνους, χραίνονται τῇ αἱρετικῇ κοινωνίᾳ τινές, ὁμολογοῦντας τὴν προπέτειαν καὶ μετανοοῦντας, προσδεκτέον εἰς συνεστίασιν. Καὶ τοῦτο οὐκ ἀδιαφόρως, ἀλλὰ κατὰ σύμβασίν τινα περιστατικὴν καὶ φέρουσαν ἐντεῦθεν κέρδος ἀμφοτέροις, ἀλλ᾿ οὐ ζημίαν ψυχικήν.

Ἐρώτησις ια´ εἰς Νικηφόρον Κωνσταντινουπόλεως. Εἰ ἐφεῖται βαπτισθῆναι ὑπὸ κοινωθέντος ἱερέως, ἐν ἐλλείψει ὀρθοδόξου;

Ἐρώτησις. Περὶ τῶν θελόντων βαπτισθῆναι, ἐὰν μὴ εὑρεθῇ ὀρθόδοξος πρεσβύτερος ἢ ἄμεμπτος, εἰ χρὴ βαπτισθῆναι ὑπὸ τῶν κοινωθέντων ἱερέων ἢ ἀκηρύκτων, μάλιστα ἐὰν θάνατος κατεπείγῃ. Ἀπόκρισις. Τύπος τοιοῦτος ἐξεφωνήθη ἐνταῦθα παρά τε ὁμολογητῶν ἱεραρχῶν τε καὶ καθηγουμένων, τοὺς εἰρημένους πρεσβυτέρους παύεσθαι μὲν τῆς λειτουργίας διὰ τὴν αἱρετικὴν κοινωνίαν, συγχωρεῖσθαι δέ, μὴ εὑρισκομένου ἱερέως, καὶ βαπτίζειν καὶ μεταδιδόναι τῶν ἁγιασμάτων, προτετελεσμένων ἐξ ἀκρατήτου ἱερέως, σχῆμά τε διδόναι μοναχοῦ, εὐχήν τε ποιεῖν ἐπὶ ἐκκομιδῇ, Εὐαγγέλιόν τε ἐκφωνεῖν ἐπὶ ὄρθρου, καὶ γε τῶν Θεοφανείων ὕδωρ εὐλογεῖν, ὡς εἰρηται, κατὰ περίστασιν, διὰ τὸ μὴ ἐναπομένειν τοὺς λαοὺς παντάπασιν ἀνηκόους τοῦ Εὐαγγελίου καὶ ἀφωτίστους. Εἰ οὖν συναρέσκει καὶ ὑμῖν, κρατείτω ὁ τοιοῦτος τύπος καὶ ἐν τοῖς αὐτόθι.

Ἐρώτησις ιβ´ εἰς Νικηφόρον Κωνσταντινουπόλεως. Ἂν ἐπιτιμᾶται ὁ ἀποσχίσας καὶ μετανοῶν;

Ἐρώτησις. Περὶ τῶν ἀποσχισάντων καὶ μετανοίᾳ προσερχομένων, εἰ ἔξεστι τοῖς τοιούτοις ἐπιτιμίαν διδόναι ἢ δέχεσθαι αὐτούς. Ἀπόκρισις. Ἤδη ἐν τοῖς ἀνωτέρω προδεδήλωται, ὅτι χρὴ διδόναι, καὶ παρέλκον τὸ αὐτὸ ἐπικυκλεῖν.

Ἐρώτησις ιγ´ εἰς Νικηφόρον Κωνσταντινουπόλεως. Ὅτι οὐ δεκτὸς ὁ ὑπὸ καθηρημένου ἐπισκόπου χειροτονηθεὶς πρεσβύτερος.

Ἐρώτησις. Ἐὰν επίσκοπος, ἐν ἐγκλήματι περιπεσών, ὑπὸ συνόδου καθαιρεθείη, εἶτα πάλιν χειροτονήσῃ πρεσβύτερον, ὁ δὲ αὐτὸς πρεσβύτερος, ἐν μοναστηρίῳ παραγενόμενος, ὑπὸ τοῦ ἰδίου πατρὸς δέξηται ἐπιτιμίαν πρὸ χρόνων, καὶ μετὰ ταῦτα ἐνεργῇ ἐν τῇ ἱερωσύνῃ, εἰ χρὴ δέχεσθαι τὸν τοιοῦτον ἱερέα, εἰ ἀνέγκλητός ἐστι, δεόμεθα. Ἀπόκρισις. Προφανοῦς οὔσης τῆς ἀτοπίας, οὐδὲ ἐπερωτῆσαι ὑμᾶς ἐχρῆν περὶ τοῦ τοιούτου ἐγκλήματος, εἴρηκε γὰρ ὁ Κύριος· Οὐ δύναται σαπρὸν δένδρον καρπὸν καλὸν ποιεῖν· οὐχ ὅτι ὑπὸ τοῦ ἰδίου ἡγουμένου, ἀλλὰ κἂν ὑπὸ ἁγίου τινὸς ἐπιτιμηθεὶς ὁ τοιοῦτος ἀπολέλυται τοῦ λειτουργεῖν, οὔτε γὰρ αὐτὸς ἱερεύς, οὔτε ὁ λύσας ἅγιος. Ἐπεὶ οὕτω, παρατραπήσεται πάντα τὰ κανονικὰ παραγγέλματα καὶ οἰχήσεται.

Ἐρώτησις ιδ´ εἰς Νικηφόρον Κωνσταντινουπόλεως. Περὶ πρεσβυτέρων συμφαγόντων μετὰ ἑτεροδόξων καὶ Κωνσταντίνου τοῦ μητροπολίτου.

Ἐρώτησις. Περὶ τῶν πρεσβυτέρων τῶν ἀπὸ ὀρθοδόξων χειροτονηθέντων, μὴ ὑπογραψάντων δὲ μηδὲ κοινωνησάντων, συμφαγόντων δὲ μόνον μετὰ Κωνσταντίνου τοῦ Μητροπολίτου. Ἀπόκρισις. Ἐν τοῖς ἀνωτέρω προαπεδόθη ὁ περὶ τούτου λόγος. Εἴτε οὖν μετὰ Κωνσταντίνου, εἴτε μεθ᾿ οἱουδήποτε τῶν ἑτεροδόξων ἡ συνεστίασις γέγονε, μετανοίᾳ ἀξιολόγῳ ὁ συνεστιασθεὶς τοῦ ἐγκλήματος ἀπολέλυται, οὐ μόνον πρὸς συνεστίασιν τῶν πεφυλαγμένων, ἀλλὰ καὶ πρὸς ἣν ἠξιώθησαν ἱερωσύνην. Τὸ δὲ μέτρον τοῦ ἐπιτιμίου οὐ δυνατὸν ὡρισμένως ὑποβάλλειν, διὰ ποιότητα καὶ προσώπου καὶ τρόπου, ὥστε ἐν δυσὶν ἢ τρισὶ τεσσαρακοσταῖς ἀρκεῖσθαι τὸν ἐπιτιμηθέντα.

Ἐρώτησις ιε´ εἰς Νικηφόρον Κωνσταντινουπόλεως. Περὶ τῶν κατ᾿ ἄγνοιαν συμφαγόντων μετὰ πρεσβυτέρων βεβρωκότων μετὰ τοῦ αὐτοῦ μητροπολίτου.

Ἐρώτησις. Περὶ πρεσβυτέρων, ὁμοίως ὑπὸ ὀρθοδόξων χειροτονηθέντων καὶ κατὰ ἄγνοιαν συμφαγόντων μετὰ πρεσβυτέρων βεβρωκότων μετὰ τοῦ αὐτοῦ μητροπολίτου. Ἀπόκρισις, Γέγραπται· Πᾶν τὸ ἐν ἀγνοίᾳ, καθαρισθήσεται, ὥστε ἀνένοχοί εἰσι παντὸς ἐπιτιμίου.

Ἐρώτησις ις´ εἰς Νικηφόρον Κωνσταντινουπόλεως. Ὅτι καὶ ὁ ἁπλοῦς μοναχὸς δίδωσιν ἐπιτίμιον.

Ἐρώτησις. Περὶ πρεσβυτέρων ὀρθοδόξων, ἤγουν Ἱλαρίωνος, καὶ Εὐστρατίου μοναχοῦ, ἂν ἔχωσιν ἐξουσίαν διδόναι τὰ ἐπιτίμια. Ἀπόκρισις. Προείρηται κἂν τοῖς ἀνωτέρω, ὅτι χρὴ διδόναι. Ἐπειδὴ δὲ ἐμφαίνει ἡ ἐρώτησις, εἰ δεῖ καὶ τὸν μὴ ἔχοντα ἱερωσύνην διδόναι κατὰ ἀπορίαν πρεσβυτέρου καὶ πίστιν προσιόντος, οὐκ ἔξω τοῦ εἰκότως, καὶ τὸν ἁπλῶς μοναχὸν ἐπιτίμιον διδόναι.

Ἐρώτησις ιζ´ εἰς Νικηφόρον Κωνσταντινουπόλεως. Περὶ τοῦ κατ᾿ ἄγνοιαν λαβόντος τὸ ἱερὸν σχῆμα ὑπὸ πρεσβυτέρου χειροτονηθέντος ὑπὸ καθηρημένου.

Ἐρώτησις. Περὶ μονάζοντος, τοῦ λαβόντος τὸ ἱερὸν σχῆμα κατὰ ἄγνοιαν ἀπὸ πρεσβυτέρου χειροτονηθέντος ὑπὸ καθῃρημένου. Ἀπόκρισις. Εἴρηται ἐν ἑτέρῳ κεφαλαίῳ, ὅτι πᾶν τὸ κατὰ ἄγνοιαν καθαρισθήσεται καὶ οὐκ ἐξὸν ἀποστρέφεσθαι τὴν μετὰ τοιούτων συνεστίασιν, καὶ ἐπὶ ἄλλων τὴν σύμβασιν ποιούντων ὁμοίως καὶ φιλίαν. Ταῦτά σοι μὲν ὡς συμψύχῳ καὶ συμπόνῳ ἡμεῖς κατὰ τὸ ἐφικτὸν ἀνεπτύξαμεν, αὐτὸς δὲ μεταδοίης ἀσφαλῶς τοῖς ἐπερωτήσασιν ἀδελφοῖς· Οὐ γὰρ πάντων ἡ πίστις, οὐδὲ πολλοῖς ἐκπέφρασται τὰ τοιάδε, οὐ μόνον διὰ τὴν ἄγνοιαν τῶν ἀνομησάντων, ἀλλὰ καὶ διὰ τοὺς πειρασμοὺς τῶν κρατούντων. Ἀνθ᾿ ὧν δὲ οἱ εὐλαβέστατοι ἀπεστάλκασιν ἀποστολῶν πολλῶν τε καὶ καλῶν, ἀμείψοιντο παρὰ Θεοῦ τὴν ἀξίαν μισθαποδοσίαν, καὶ τάδε τὰ δύο μαλακίσκια εἰς ὑπόμνημα φιλίας. Ἔρρωσθε ἐν Κυρίῳ, τιμιώτατοι, προσευχόμενοι ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου