14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2015
ΣΑΒΒΑΤΟΝ τῆς Ἀπόκρεω (Ψυχοσάββατον).
Πάντων τῶν ἀπ᾿ αἰῶνος κεκοιμημένων ὀρθοδόξων Χριστιανῶν
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Καὶ ψάλλομεν τετράκις εἰς ἦχον πλ. δ’ τό,
ὁ α’ χορὸς
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.
ὁ β’ χορὸς
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.
ὁ α’ χορὸς
Στίχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.
ὁ β’ χορὸς
Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.
ὁ α’ χορὸς
Ἀπολυτίκιον Ἦχος πλ. δ’
Ὁ
βάθει σοφίας φιλανθρώπως πάντα οἰκονομῶν, καὶ τὸ συμφέρον πᾶσιν
ἀπονέμων, μόνε Δημιουργέ, ἀνάπαυσον Κύριε τὰς ψυχὰς τῶν δούλων σου, ἐν
σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.
ὁ β’ χορὸς
Δόξα Πατρί…
Ἐν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.
ὁ α’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Σὲ καὶ τεῖχος καὶ λιμένα ἔχομεν, καὶ πρέσβιν εὐπρόσδεκτον, πρός, ὃν ἔτεκες Θεόν, Θεοτόκε ἀνύμφευτε, τῶν πιστῶν ἡ σωτηρία.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὸν τὸ κράτος…
Μετὰ τὴν Α’ Στιχολογίαν
Καθίσματα Μαρτυρικὰ
Ἦχος β’
ὁ α’ χορὸς
Ὁ
φαιδρύνας τοὺς Ἁγίους σου ὑπὲρ χρυσόν, καὶ δοξάσας τοὺς Ὁσίους σου ὡς
ἀγαθός, ὑπ’ αὐτῶν δυσωπούμενος Χριστὲ ὁ Θεός, τὴν ζωὴν ἡμῶν εἰρήνευσον
ὡς φιλάνθρωπος, καὶ τὴν εὐχὴν κατεύθυνον, ὡς θυμίαμα, ὁ μόνος ἐν Ἁγίοις
ἀναπαυόμενος.
ὁ β’ χορὸς
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός
Ἀθλοφόροι
Κυρίου, μακαρία ἡ γῆ, ἡ πιανθεῖσα τοῖς αἵμασιν ὑμῶν, καὶ ἅγιαι αἱ
σκηναί, αἱ δεξάμεναι τὰ πνεύματα ὑμῶν· ἐν σταδίῳ γὰρ τὸν ἐχθρὸν
ἐθριαμβεύσατε καὶ Χριστὸν μετὰ παρρησίας ἐκηρύξατε. Αὐτὸν ὡς ἀγαθὸν
ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
ὁ α’ χορὸς
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος, πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Ἀπόστολοι
Μάρτυρες, καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα
τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παρρησίαν ἔχοντες πρὸς τὸν
Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς
ἡμῶν.
ὁ β’ χορὸς
Δόξα… Νεκρώσιμον
Ἡ
μνήμη τῶν κεκοιμημένων Κύριε, εἰς μνείαν τῶν προσδοκωμένων ἄγει με, καὶ
καθορῶν μου τὴν καταδίκην, προσφέρω τὴν ἐκ βασάνων φωνήν· Ἐλεῆμον
ἐλέησόν με.
ὁ α’ χορὸς
Καὶ νῦν … Θεοτοκίον
Πάντα
ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια! τῇ ἁγνείᾳ
ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν
τεκοῦσα ἀληθινόν· αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
.
τὰ Εὐλογητάρια.
Ἦχος πλ. α’
ὁ β’ χορὸς
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν
Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου, εὕρω κἀγώ, τὴν
ὁδὸν διὰ τῆς μετανοίας. τὸ ἀπολωλὸς πρόβατον ἐγὼ εἰμι. ἀνακάλεσαί με,
Σωτήρ, καὶ σῶσόν με.
ὁ α’ χορὸς
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Ὁ
παλάμῃ ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θείᾳ τιμήσας, παραβάσει
ἐντολῆς δὲ πάλιν με ἐπιστρέψας εἰς γῆν ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθ’
ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι.
ὁ β’ χορὸς
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Εἰκὼν
εἰμι, τῆς ἀῤῥήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων,
οἰκτείρησον τὸ σὸν πλάσμα, Δέσποτα, καὶ καθάρισον σῇ εὐσπαγχνίᾳ, καὶ τὴν
ποθεινὴν πατρίδα παράσχου μοι. Παραδείσου πάλιν ποιῶν πολίτην με.
ὁ α’ χορὸς
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Ἀνάπαυσον,
ὁ Θεὸς τοὺς δούλούς σου, καὶ κατάταξον αὐτοὺς ἐν Παραδείσῳ, ὅπου χοροὶ
τῶν Ἁγίων, Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες, τοὺς
κεκοιμημένους δούλούς σου ἀνάπαυσον, παρορῶν αὐτῶν πάντα τὰ ἐγκλήματα.
ὁ β’ χορὸς
Δόξα Πατρὶ… Τριαδικὸν
Τὸ
τριλαμπὲς τῆς μιᾶς θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες Ἅγιος εἶ, ὁ Πατὴρ
ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ θεῖον Πνεῦμα. φώτισον ἡμᾶς πίστει σοι
λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον.
ὁ α’ χορὸς
Καὶ νῦν…
Χαῖρε
σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, δι’ ἧς γένος τῶν
ἀνθρώπων εὕρατο τὴν σωτηρίαν, διὰ σοῦ εὕροιμεν Παράδεισον, Θεοτόκε, ἁγνὴ
εὐλογημένη.
ὁ β’ χορὸς
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ α’ χορὸς
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ β’ χορὸς
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ α’ χορὸς
Καί ἀναύπασον τοὺς δούλους Σου.
ὁ ῾Ιερεύς: ᾽Ελέησον ἡμᾶς, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον.
ὁ α’ χορός: Κύριε, ἐλέησον γ´ (χύμα).
ὁ α’ χορός: Κύριε, ἐλέησον γ´ (χύμα).
ὁ
῾Ιερεύς: ῎Ετι δεόμεθα ὑπέρ μακαρίας μνήμης καί αἰωνίου ἀναπαύσεως πάντων
τῶν ἐπ’ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων
χριστιανῶν, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων,
ἱεροδιακόνων, μοναχῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων,
συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐκ τῶν ἀπ’ ἀρχῆς καί μέχρι
τῶν ἐσχάτων, καί ὑπέρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε
καί ἀκούσιον.
ὁ β’ Χορός: Κύριε, ἐλέησον γ´ (χύμα).
ὁ
῾Ιερεύς: ῞Οπως, Κύριος ὁ Θεός, τάξῃ τὰς ψυχὰς αὐτῶν ἔνθα οἱ δίκαιοι
ἀναπαύονται· τά ἐλέη τοῦ Θεοῦ, τήν βασιλείαν τῶν οὐρανῶν καί ἄφεσιν τῶν
αὐτῶν ἁμαρτιῶν παρά Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καί Θεῷ ἡμῶν αἰτησώμεθα.
ὁ α’ Χορός: Κύριε, ἐλέησον γ´ (χύμα).
ὁ ῾Ιερεύς: Τοῦ Κυρίου δεηθῶμεν
ὁ β’ Χορός: Κύριε, ἐλέησον (ἅπαξ.)
Εἶθ’ οὕτως,
ὁ ῾Ιερεύς:
τήν εὐχήν
῾Ο
Θεός τῶν πνευμάτων καί πάσης σαρκός, ὁ τόν διάβολον καταπατήσας, τόν δέ
θάνατον καταργήσας καί ζωήν τῷ κόσμῳ Σου δωρησάμενος, Αὐτός, Κύριε,
ἀνάπαυσον καί τάς ψυχάς τῶν κεκοιμημένων δούλων Σου, βασιλέων,
πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν,
μοναζουσῶν καί πάντων τῶν ἀπό περάτων ἕως περάτων τῆς οἰκουμένης
κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, πατέρων, προπατόρων, πάππων,
προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐν τόπῳ
φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καί
στεναγμός· πᾶν ἁμάρτημα τό παρ’ αὐτῶν πραχθέν, ἐν λόγῳ ἤ ἔργῳ ἤ διανοίᾳ,
ὡς ἀγαθός καί φιλάνθρωπος Θεός, συγχώρησον, ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὅς
ζήσεται ἐπί τῆς γῆς καί οὐχ ἁμαρτήσει· Σύ γάρ μόνος ἐκτός ἁμαρτίας
ὑπάρχεις· ἡ δικαιοσύνη Σου δικαιοσύνη εἰς τόν αἰῶνα καί ὁ λόγος Σου
ἀλήθεια.
ὁ ῾Ιερεύς: Τοῦ Κυρίου δεηθῶμεν.
ὁ α’ Χορός: Κύριε, ἐλέησον (ἅπαξ).
ὁ ῾Ιερεύς: ῞Οτι Σύ εἶ ἡ ἀνάστασις, ἡ ζωή καί ἡ ἀνάπαυσις πάντων τῶν κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, Χριστέ ὁ Θεός ἡμῶν καὶ
Σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ
ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων.
Καθίσματα Ἦχος πλ. α’
ὁ α’ χορὸς
Ἀμὴν.
Ἀνάπαυσον Σωτὴρ ἡμῶν, μετὰ Δικαίων τοὺς δούλους σου, καὶ τούτους
κατασκήνωσον ἐν ταῖς αὐλαῖς σου, καθὼς γέγραπται, παρορῶν ὡς ἀγαθὸς τὰ
πλημμελήματα αὐτῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ
καὶ γνώσει, φιλάνθρωπε.
ὁ β’ χορὸς
Δόξα Πατρὶ…
Τὰ ἑκούσια καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει, φιλάνθρωπε.
ὁ α’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Ὁ ἐκ Παρθένου ἀνατείλας τῷ κόσμῳ Χριστὲ ὁ Θεός, Υἱοὺς φωτὸς δι’ αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς.
Καὶ εὐθὺς ὁ Ν’ψαλμὸς χύμα
ᾠδὴ α’ Ἦχος πλ. δ’
Τοῦ ἀναξίου Θεοδώρου
ὁ α’ χορὸς
Ὁ Εἱρμὸς
ᾎσμα
ἀναπέμψωμεν λαοί, τῷ θαυμαστῷ Θεῷ ἡμῶν, ἀπαλλάξαντι τὸν Ἰσραὴλ ἐκ
δουλείας, ᾠδὴν ἐπινίκιον ᾄδοντες καὶ βοῶντες΄ ᾌσωμέν σοι, τῷ μόνῳ
Δεσπότῃ.
ὁ β’ χορὸς
Στίχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.
Πάντες
δυσωπήσωμεν Χριστόν, τελοῦντες μνήμην σήμερον, τῶν ἀπ’ αἰῶνος νεκρῶν,
ἵνα τοῦ αἰωνίου πυρὸς αὐτοὺς ῥύσηται, πίστει κεκοιμημένους, καὶ ἐλπίδι
ζωῆς αἰωνίου.
ὁ α’ χορὸς
Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.
Βάθει
τῶν κριμάτων σου Χριστέ, πανσόφως σὺ προώρισας, ἑκάστου τέλος ζωῆς, τὸν
ὅρον καὶ τὸν τρόπον, διὸ οὓς ἐκάλυψε τάφος, ἐν πάσῃ χώρᾳ, ἐν τῇ κρίσει,
σῶσον Πανοικτίρμον.
ὁ β’ χορὸς
Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.
Ὅρους
τῆς ζωῆς ἡμῶν ὁ δούς, διὸ τοὺς ἀφυπνώσαντας ἐκ τῆς τοῦ βίου νυκτός,
ἡμέρας ἀνεσπέρου, υἱοὺς δεῖξον, Κύριε, Ἱερεῖς ὀρθοδόξους, Βασιλεῖς τε,
καὶ πάντα λαόν σου.
ὁ α’ χορὸς
Στίχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.
Οὕς
περ κατεκάλυψεν ὑγρά, καὶ πόλεμος ἐθέρισε, σεισμὸς δὲ οὓς συνέσχε, καὶ
ἔκτειναν φονῶντες, καὶ πῦρ οὓς ἐτέφρωσε, τῶν πιστῶν Ἐλεῆμον, ἐν μερίδι,
τάξον τῶν Δικαίων.
ὁ β’ χορὸς
Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.
Πάντα
παρορῶν τὰ τῆς σαρκός, ὀφλήματα Σωτὴρ ἡμῶν ἐν πάσῃ ἡλικίᾳ, παντὸς
γένους ἀνθρώπων, πρὸ τοῦ κριτηρίου σου, στῆσον ἀκατακρίτους, σοὶ τῷ
Κτίστῃ, ἀπολογουμένους.
ὁ α’ χορὸς
Δόξα Πατρὶ…
Τρία
μιᾶς φύσεως ὑμνῶ, πρόσωπα αὐθυπόστατα, ἀγέννητον Πατέρα, Υἱὸν τὸν
γεννηθέντα, καὶ Πνεῦμα τὸ ἅγιον, ἄναρχον βασιλείαν, ἐξουσίαν, Θεότητα
μίαν.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Ὄντως
σὺ ἐφάνης οὐρανός, ἐπὶ τῆς γῆς μειζότερος, τοῦ ἀνωτάτου πόλου,
ἀνύμφευτε, Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν, Ἥλιος ἐν τῷ κόσμῳ,…
ὁ α’ χορὸς
…ὁ δεσπόζων, τῆς δικαιοσύνης.
ᾠδὴ β’
ὁ β’ χορὸς
Ὁ Εἱρμὸς
Ἴδετε,
ἴδετε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς ὑμῶν, ὁ πρὸ τῶν αἰώνων γεννηθεὶς ἐκ τοῦ
Πατρός, καὶ ἐκ τῆς Παρθένου ἐπ’ ἐσχάτων, πλὴν ἀνδρὸς κυηθείς, καὶ λύσας
τὴν ἁμαρτίαν, τοῦ προπάτορος Ἀδάμ, ὡς φιλάνθρωπος.
ὁ α’ χορὸς
Ἴδετε, ἴδετε, ὅτι ἐγὼ εἰμι ὁ Θεὸς ὑμῶν,…
ὁ β’ χορὸς
Στίχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.
Ἴδετε,
ἴδετε, ὅτι ἐγὼ εἰμι ὁ Θεὸς ὑμῶν, ὁ δικαίᾳ κρίσει, πήξας ὅρους τῆς ζωῆς,
ὁ εἰς ἀφθαρσίαν, ἐκ φθορᾶς προσλαβόμενος, πάντας τοὺς κοιμηθέντας, ἐπ’
ἐλπίδι αἰωνίου ἀναστάσεως.
ὁ α’ χορὸς
Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.
Ὁ ἐκ
τῶν τεσσάρων, περάτων Κύριε, προσλαβόμενος, τοὺς πιστῶς θανέντας, ἐν
θαλάσσῃ, ἢ ἐν γῇ, ἢ ἐν ποταμοῖς, πηγαῖς, ἢ λίμναις, ἢ φρέασι, βορά,
θηρσὶ γενομένους, πετεινοῖς καὶ ἑρπετοῖς, πάντας ἀνάπαυσον.
ὁ β’ χορὸς
Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.
Σοῦ
ἐν τῇ παλάμη, τὰ πάντα Κύριε προδιέκρινας, τοὺς διαλυθέντας, εἰς
στοιχείων τετρακτύν, ἐν τῇ παρουσίᾳ σου, συμπήξας ἀνάστησον, πάντα τὰ ἐν
ἀγνοίᾳ καὶ γνώσει, συγχωρῶν αὐτοῖς ὀφλήματα.
ὁ α’ χορὸς
Στίχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.
Ὢ τῆς
φοβερᾶς σου, δευτέρας Κύριε ἐπελεύσεως! ὅτι ὡς ἐν εἴδει ἀστραπῆς, ἐπὶ
τῆς γῆς ἥκων ἀναστήσεις, πᾶν τὸ πλάσμα σου κρίνεσθαι΄ τοὺς πίστει σοι,
τότε βιώσαντας, ὑπαντῶντάς σοι, συνεῖναι καταξίωσον.
ὁ β’ χορὸς
Δόξα Πατρὶ…
Ὑπερτελεστάτη
μονάς, ὑπέρθεε, Τρισυπόστατε, ἀγέννητε Πάτερ, καὶ Υἱὲ μονογενές, Πνεῦμα
ἐκ Πατρὸς ἐκπορευθέν, δι’ Υἱοῦ δὲ φανέν, οὐσία μία καὶ φύσις, κυριότης
βασιλεία, σῶσον πάντας ἡμᾶς.
ὁ α’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Ἄῤῤητον
τὸ θαῦμα, τῆς σῆς κυήσεως Μητροπάρθενε΄ πῶς γὰρ καὶ λοχεύεις, καὶ
ἁγνεύεις ἐν ταὐτῷ; πῶς παιδοτοκεῖς, καὶ ἀγνοεῖς πεῖραν ὅλως ἀνδρός; ὡς
οἶδεν ὁ ὑπὲρ φύσιν ἐκ σοῦ καινοπρεπῶς,…
ὁ β’ χορὸς
…Λόγος Θεοῦ γεννηθείς.
ᾠδὴ γ’
ὁ α’ χορὸς
Ὁ Εἱρμὸς
Ὁ
στερεώσας ἐν τῇ χειρί σου, Λόγε Θεοῦ τοὺς οὐρανοὺς ἐν τῷ φωτισμῷ, τῆς
σῆς ἀληθοῦς ἐπιγνώσεως, στερέωσον καὶ ἡμῶν, τῶν ἐπὶ σοὶ πεποιθότων τὰς
καρδίας.
ὁ β’ χορὸς
Ὁ στερεώσας ἐν τῇ χειρί σου,…
ὁ α’ χορὸς
Στίχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.
Τοὺς
διανύσαντας τὸν τοῦ βίου, δρόμον ἐν δόξῃ εὐσεβεῖ, τῆς δικαιοσύνης
ἀναδύσασθαι στέφανον, ἀξίωσον ὁ Θεός, τῶν αἰωνίων ἀγαθῶν ἀπολαῦσαι.
ὁ β’ χορὸς
Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.
Τοὺς
αἰφνιδίως ἀναρπασθέντας, καταφλεχθέντας ἀστραπαῖς, καὶ ἐναποψύξαντας ἐκ
κρύους, καὶ πάσης πληγῆς, ἀνάπαυσον ὁ Θεός, ὅτε τὰ πάντα ἐν πυρὶ
δοκιμάσῃς.
ὁ α’ χορὸς
Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.
Τὴν
ἀειτάραχον τοὺς τοῦ βίου, θάλασσαν πλεύσαντας Χριστέ, ἐν τῷ τῆς ἀφθάρτου
σου, ζωῆς καταξίωσον, λιμένι καταδραμεῖν, τοὺς ὀρθοδόξῳ ζωῇ
κυβερνηθέντας.
ὁ β’ χορὸς
Στίχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.
Οὓς
πᾶσα φύσις τῶν ἐναλίων, καὶ πετεινῶν τοῦ οὐρανοῦ, ἔλαβε κατάβρωμα
Χριστέ, τοῖς σοῖς κρίμασιν, ἀνάστησον ὁ Θεός, ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ μετὰ
δόξης.
ὁ α’ χορὸς
Δόξα Πατρί…
Νοητικῶς
τὴν θείαν Μονάδα, ὡς τρία Πρόσωπα ἁπλῶς, ἅμα τῷ τεμεῖν ἐπισυνάπτω τὰ
ἄτομα, ὡς τάχος γὰρ ἀστραπῆς τρισσολαμποῦσα, ὁρᾶται εἰς Ἑνάδα.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Ἀκατανόητόν
σου τὸ θαῦμα, πλὴν γὰρ ἀνδρὸς κυοφορεῖς, καὶ τὴν παρθενίαν σου Ἁγνὴ
φρουρεῖς τίκτουσα, διὸ Ἀγγέλων πληθύς, καὶ βροτῶν γένος, ὑμνεῖ σε εἰς
αἰῶνας.
ὁ α’ χορὸς
Καταβασία
Ὁ
στερεώσας ἐν τῇ χειρί σου, Λόγε Θεοῦ τοὺς οὐρανοὺς ἐν τῷ φωτισμῷ, τῆς
σῆς ἀληθοῦς ἐπιγνώσεως, στερέωσον καὶ ἡμῶν, τῶν ἐπὶ σοὶ πεποιθότων τὰς
καρδίας.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,…
Κάθισμα – Ἦχος πλ. α’
ὁ β’ χορὸς
Τὸν συνάναρχον Λόγον
Ὁ δι’
ἡμᾶς ὑπομείνας Σταυρὸν καὶ θάνατον, καὶ νεκρώσας τὸν ᾍδην, καὶ
συνεγείρας νεκρούς, τοὺς μεταστάντας ἐξ ἡμῶν, Σῶτερ ἀνάπαυσον, ὡς
φιλάνθρωπος Θεός, καὶ τῇ φρικτῇ καὶ φοβερᾷ, ἐλεύσει σου Ζωοδότα, ὡς ἔχων
πλῆθος ἐλέους, τῆς βασιλείας σου ἀξίωσον.
ὁ α’ χορὸς
Δόξα Πατρὶ… Καὶ νῦν… Θεοτοκίον
Τὴν
ταχεῖάν σου σκέπην, καὶ τὴν βοήθειαν, καὶ τὸ ἔλεος δεῖξον, ἐπὶ τοὺς
δούλους σου, καὶ τὰ κύματα ἁγνὴ καταπράϋνον, τῶν ματαίων λογισμῶν, καὶ
τὴν πεσοῦσάν μου ψυχήν, ἀνάστησον Θεοτόκε, οἶδα γὰρ οἶδα Παρθένε, ὅτι
ἰσχύεις ὅσα καὶ βούλοιο.
ᾠδὴ δ’
ὁ β’ χορὸς
Ὁ Εἱρμὸς
Ἐξ
ὄρους κατασκίου, Λόγε ὁ Προφήτης, τῆς μόνης Θεοτόκου, μέλλοντος
σαρκοῦσθαι, θεοπτικῶς κατενόει, καὶ τῷ φόβῳ, ἐδοξολόγει σου τὴν δύναμιν.
ὁ α’ χορὸς
Ἐξ ὄρους κατασκίου,…
ὁ β’ χορὸς
Στίχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.
Πατέρων
προπατόρων, πάππων καὶ προπάππων, ἐκ τῶν ἀπ’ ἀρχῆς, καὶ μέχρι τῶν
ἐσχάτων, ἐν εὐνομίᾳ θανέντων, καὶ εὐπιστία, πάντων μνημόνευσον Σωτὴρ
ἡμῶν.
ὁ α’ χορὸς
Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.
Ἐν
ὄρει, ἐν ὁδῷ, ἐν τάφοις, ἐν ἐρήμοις, τὸν βίον καταλῦσαι, φθάσαντας ἐν
πίστει, μοναδικούς τε, μιγάδας, νέους, πρεσβύτας, μετὰ ἁγίων Χριστὲ
σκήνωσον.
ὁ β’ χορὸς
Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.
Ἐκ
λύπης καὶ χαρᾶς, ἐλθούσης παρ’ ἐλπίδα, τοὺς πίστει παρευθύς, ἀλλάξαντας
τὸν βίον, εὐημερίᾳ παθόντας, ἢ δυσπραγίᾳ, πάντας ἀνάπαυσον Σωτὴρ ἡμῶν.
ὁ α’ χορὸς
Στίχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.
Οὓς
ἀνεῖλε ψύξ, καὶ ἵππος συναρπάσας, χάλαζα, χιών, καὶ ὄμβρος πλεονάσας,
οὓς δὲ ἀπέπνιξε πλίνθος, ἢ χοῦς συνέσχε, Χριστὲ Σωτὴρ ἡμῶν ἀνάπαυσον.
ὁ β’ χορὸς
Δόξα Πατρὶ…
Ξένον
ὅτι ἓν καὶ τρία ἡ Θεότης, ὅλη καθ’ ἑνός, προσώπου ἀμερίστως, Πατὴρ γὰρ
Υἱός, καὶ ἅγιον Πνεῦμα ἐστί, τὰ προσκυνούμενα, ὡς εἷς δὲ Θεός.
ὁ α’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Ἴθυνον ἡμᾶς, εὐχαῖς σου κυβερνῶσα, κλυδωνιζομένους, σάλῳ ἁμαρτίας, εἰς σωτηρίους λιμένας Κυριοτόκε,…
ὁ β’ χορὸς
…ἐκλυτρουμένη ἐκ παντοίων δεινῶν.
ᾠδὴ ε’
ὁ α’ χορὸς
Ὁ Εἱρμὸς
Ὀρθρίζει
τὸ πνεῦμά μου, πρὸς σὲ ὁ Θεός, διότι φῶς τὰ προστάγματα, τῆς παρουσίας
σου, ἐν αὐτοῖς οὖν καταύγασον, τὸν νοῦν ἡμῶν Δέσποτα, καὶ ὁδήγησον, ἐν
τρίβῳ ζωῆς.
ὁ β’ χορὸς
Ὀρθρίζει τὸ πνεῦμά μου,…
ὁ α’ χορὸς
Στίχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.
Ἑκάστου
μνημόσυνα, τῶν θανόντων εὐσεβῶς, ἐκ τοῦ αἰῶνος Κύριε, ποιούμενοι
σήμερον, ἐκτενῶς σοι βοῶμεν΄ Πάντας ἀνάπαυσον, μετὰ τῶν ἁγίων σου.
ὁ β’ χορὸς
Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.
Ἐκ
πάσης οὓς ἔλαβες, γενεᾶς καὶ γενεᾶς, ἐν βασιλεῦσιν, ἐν ἄρχουσιν, ἢ ἐν
μονάζουσιν, ὀρθοδόξως Οἰκτίρμον, τῆς αἰωνίου λύτρωσαι κολάσεως.
ὁ α’ χορὸς
Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.
Ἁπάντων
ὧν ἔπλασας, τὰ συμφέροντα εἰδώς, οὓς παρεχώρησας Κύριε, ἀθρόοις
συμπτώμασι, παρ’ ἐλπίδα τεθνᾶναι, ῥῦσαι κολάσεως πάσης ὁ Θεὸς ἡμῶν.
ὁ β’ χορὸς
Στίχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.
Πυρὸς
ἀεὶ φλέγοντος, καὶ ἐκ σκότους ἀφεγγοῦς, βρυγμοῦ ὀδόντων, καὶ σκώληκος,
ἀλήκτως κολάζοντος, καὶ πάσης τιμωρίας, ῥῦσαι Σωτὴρ ἡμῶν, πάντας τοὺς
θανέντας πιστῶς.
ὁ α’ χορὸς
Δόξα Πατρὶ…
Ὁμόθρονε,
ἄναρχε, τρισυπόστατε μονάς, ἡ διαιρέσει τὴν ἕνωσιν, καὶ ἔμπαλιν ἔχουσα,
τοῖς προσώποις τὴν φύσιν, εἰς ἓν ἡμᾶς σύναψον, θέλημα τῶν σῶν ἐντολῶν.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Ὑπὲρ τὰ πυρίμορφα, Σεραφὶμ ὤφθης, Ἁγνὴ τιμιωτέρα κυήσασα, τὸν τούτοις ἀπρόσιτον, Ἰησοῦν τὸν Σωτῆρα, σαρκώσει θεώσαντα,…
ὁ α’ χορὸς
…τῶν γηγενῶν τὸ φύραμα.
ᾠδὴ ς’
ὁ β’ χορὸς
Ὁ Εἱρμὸς
Συνεχόμενον δέξαι με φιλάνθρωπε, ἐκ πταισμάτων πολλῶν, προσπίπτοντα τοῖς οἰκτιρμοῖς σου, ὡς τὸν Προφήτην Κύριε, καὶ σῶσόν με.
ὁ α’ χορὸς
Στίχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.
Τοῦ θανάτου ὁ λύσας, τὰς ὀδύνας παθῶν, ἀρχηγὲ τῆς ζωῆς, ὁ Θεὸς ἡμῶν, τοὺς ἐξ αἰῶνος κεκοιμημένους, δούλους σου ἀνάπαυσον.
ὁ β’ χορὸς
Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.
Τοῖς ἀῤῥήτοις κρίμασιν, οὓς ἔκτειναν, φαρμακοποσίαι, δηλητήρια, ὀστώδεις πνίξεις, μετὰ Ἁγίων, Κύριε ἀνάπαυσον.
ὁ α’ χορὸς
Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.
Ὅταν
κρίνῃς τὰ σύμπαντα, ἑστῶτα γυμνά, τετραχηλισμένα πρὸ προσώπου σου, τότε
Οἰκτίρμον, φεῖσαι τῶν λατρευσάντων σοι πιστῶς ὁ Θεός.
ὁ β’ χορὸς
Στίχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.
Τῇ ἐσχάτῃ οὖν σάλπιγγι, σαλπίζοντος, τοῦ σοῦ Ἀρχαγγέλου, εἰς ἀνάστασιν ζωῆς ἁπάντων, τότε Χριστὲ τοὺς δούλους σου ἀνάπαυσον.
ὁ α’ χορὸς
Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.
Ἐξ αἰῶνος οὓς ἔλαβες, πιστοὺς ὁ Θεός, γένος ἅπαν, βροτῶν καταξίωσον, εἰς τοὺς αἰῶνας, μετὰ τῶν θεραπόντων σου δοξάζειν σε.
ὁ β’ χορὸς
Δόξα Πατρὶ…
Θεαρχία τρισάγιε, ὁμόθρονε, ὁ Πατὴρ ὁ Υἱός, σὺν τῷ πνεύματι, σὺ εἶ Θεός μου, ὁ παντοκρατορίᾳ σου συνέχων τὸ πᾶν.
ὁ α’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Ἐκ τῆς ῥίζης ἀνέτειλε, σοῦ ἄνθος ζωῆς Ἱεσσαὶ προπάτορ, ἀνασκίρτησον, ὁ σώζων κόσμον ἐκ τῆς ἁγνῆς Νεάνιδος, Χριστὸς ὁ Θεός.
ὁ β’ χορὸς
Ὁ Εἱρμὸς
Συνεχόμενον δέξαι με φιλάνθρωπε, ἐκ πταισμάτων πολλῶν, προσπίπτοντα τοῖς οἰκτιρμοῖς σου, ὡς τὸν Προφήτην Κύριε, καὶ σῶσόν με.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ Βασιλεύς…
Κοντάκιον – Ἦχος πλ. δ’
Μετὰ τῶν Ἁγίων ἀνάπαυσον Χριστέ, τὰς ψυχὰς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.
Ὁ Οἶκος
Αὐτὸς
μόνος ὑπάρχεις ἀθάνατος, ὁ ποιήσας καὶ πλάσας τὸν ἄνθρωπον, οἱ βροτοὶ
οὖν ἐκ γῆς διεπλάσθημεν, καὶ εἰς γῆν τὴν αὐτὴν πορευσόμεθα, καθὼς
ἐκέλευσας ὁ πλάσας με, καὶ εἰπών μοι΄ Ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ,
ὅπου πάντες βροτοὶ πορευσόμεθα, ἐπιτάφιον θρῆνον ποιοῦντες ᾠδὴν τό,
Ἀλληλούϊα.
Συναξάριον
Τῇ ΙΔ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Αὐξεντίου τοῦ ἐν τῷ Βουνῷ.
Στίχοι
- Ὁ Βουνός, ὡς Κάρμηλος, ἦν Αὐξεντίω,
- Φανέντι τἄλλα πλὴν τελευτῆς Ἠλία.
- Λεῖψε βίον δεκάτῃ Αὐξέντιος ἠδέ τετάρτῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μάρωνος.
Στίχοι
- Φύσει μαρανθεὶς σαρκίου, θάλλει Μάρων,
- Μετεμφυτευθεὶς τῆς Ἐδὲμ τῷ χωρίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀβραάμ.
Στίχοι
- Πράξεις τὸ ταὐτὸν εὗρε κλήσεως πλέον,
- Πρὸς τὸν σύνοικον Ἀβραὰμ Ἀβραάμης.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνείαν πάντων τῶν ἀπ’ αἰῶνος κοιμηθέντων εὐσεβῶς, ἐπ’ ἐλπίδι
ἀναστάσεως ζωῆς αἰωνίου, οἱ θειότατοι Πατέρες ἐθέσπισαν.
Στίχοι
- Ἀμνημόνησον πταισμάτων νεκροῖς, Λόγε,
- Τὰ χρηστὰ νεκρὰ σπλάγχνα σου μὴ δεικνύων.
Τὰς
τῶν προαναπαυσαμένων ψυχὰς κατάταξον, Δέσποτα Χριστέ, ἐν ταῖς τῶν
Δικαίων σου σκηναῖς, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος ἀθάνατος, Ἀμήν.
ὁ β’ χορὸς
ᾠδὴ η’ ἦχος πλ.δ’
Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.
Τὸν
ἐν ὄρει, ἁγίῳ δοξασθέντα, καὶ ἐν βάτῳ, πυρὶ τὸ τῆς Ἀειπαρθένου, τῷ Μωϋσῇ
μυστήριον γνωρίσαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς
αἰῶνας.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ΤΙΜΙΩΤΕΡΑ (Ἦχος πλ.δ’)
ὁ α’ χορός
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τὴν
Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν
ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ.
Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ
ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ.
Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς
τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τὴν Τιμιωτέραν…
Καταβασία
ὁ α’ χορός
ᾠδὴ θ’
Καταβασία
Τὸν
προδηλωθέντα ἐν ὄρει τῷ Νομοθέτῃ, ἐν πυρὶ καὶ βάτῳ, τόκον τὸν τῆς
Ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, ὕμνοις ἀσιγήτοις μεγαλύνομεν.
ὁ β’ χορός
Ἄξιόν
ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ
παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,
τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
Ἦχος γ’
ὁ α’ χορός
Ὁ οὐρανὸν τοῖς ἄστροις
Ὁ καὶ
νεκρῶν καὶ ζώντων, ἐξουσιάζων ὡς Θεός, ἀνάπαυσον τοὺς σοὺς δούλους, ἐν
ταῖς σκηναῖς τῶν ἐκλεκτῶν, εἰ γὰρ καὶ ἥμαρτον Σῶτερ, ἀλλ’ οὐκ ἀπέστησαν
ἐκ σοῦ.
Ἕτερον – Ἦχος β’
ὁ β’ χορός
Γυναῖκες ἀκουτίσθητε
Ἀνάπαυσον
τοὺς δούλους σου, ἐν χώρᾳ ζώντων Κύριε, ἔνθα ἀπέδρα ὀδύνη, λύπη ὁμοῦ
καὶ στεναγμός, ἵλαθι ὡς φιλάνθρωπος, ἅπερ ἐν βίῳ ἥμαρτον, μόνος γὰρ
ἀναμάρτητος, ὑπάρχεις καὶ ἐλεήμων, νεκρῶν καὶ ζώντων Δεσπότης.
ὁ α’ χορός
Θεοτοκίον Ὅμοιον
Μαρία
θεονύμφευτε, Χριστὸν ἀπαύστως πρέσβευε, ὑπὲρ ἡμῶν τῶν σῶν δούλων, σὺν
θεηγόροις Προφήταις, καὶ τῶν Μαρτύρων δήμοις τε, Ἱεραρχῶν Ὁσίων τε, καὶ
πάντων τε τῶν Δικαίων, συγκληρονόμους γενέσθαι,…
ὁ β’ χορός
τῆς οὐρανῶν βασιλείας.
ΑΙΝΟΙ
ὁ α’ χορός
Ἦχος πλ. δ’.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ὁ ἐν Ἐδὲμ Παράδεισος
Δεῦτε
πρὸ τέλους πάντες Ἀδελφοί, τὸν χοῦν ἡμῶν βλέποντες, καὶ τῆς φύσεως ἡμῶν
τὸ ἀσθενές, καὶ τὴν εὐτέλειαν ἡμῶν, καὶ τὸ τέλος ὀψώμεθα, καὶ τὰ ὄργανα
τοῦ σκεύους τῆς σαρκός, καὶ ὅτι κόνις ὁ ἄνθρωπος, βρῶμα σκωλήκων καὶ
φθορά, ὅτι ξηρὰ τὰ ὀστᾶ ἡμῶν, ὅλως μὴ ἔχοντα πνοήν, τοὺς τάφους
κατίδωμεν, ποῦ ἡ δόξα; ποῦ τὸ κάλλος τῆς μορφῆς; ποῦ ἡ εὔλαλος γλῶσσα;
ποῦ ἡ ὀφρύς; ἢ ποῦ ὁ ὀφθαλμός; πάντα κόνις καὶ σκιά, διὸ φεῖσαι Σωτὴρ
πάντων ἡμῶν.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Τί
ἀπατᾶται ἄνθρωπος αὐχῶν, τί μάτην ταράττεται, ὁ πηλός, καὶ μετ’ ὀλίγον ὁ
αὐτός; τί οὐ λογίζεται ὁ χοῦς, ὅτι κόνις τὸ φύραμα, καὶ σαπρίας καὶ
φθορᾶς ἀποβολή; Εἰ οὖν πηλὸς ἐσμὲν ἄνθρωποι, τί προστετήκαμεν τῇ γῇ; καὶ
εἰ Χριστοῦ ἐσμὲν σύμφυτοι, τὶ οὐ προστρέχομεν αὐτῷ, καὶ ὅλην ἀφέμενοι
τὴν ἐπίκηρον καὶ ῥέουσαν ζωήν, τῇ ζωῇ τῇ ἀφθάρτῳ, ἀκολουθοῦντες; ἥτις
ἐστὶν ὁ Χριστός, ὁ φωτισμὸς τῶν ψυχῶν ἡμῶν.
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ὁ τῇ
χειρί σου πλάσας τὸν Ἀδάμ, καὶ στήσας μεθόριον, ἀφθαρσίας, καὶ
θνητότητος Σωτήρ, καὶ τῆς ἐν χάριτι ζωῆς, τῆς φθορᾶς ἀπαλλάξας τε, πρὸς
τὴν πρώτην μεταθέμενος ζωήν, αὐτὸς τοὺς δούλους σου Δέσποτα, οὓς
προσελάβου ἐξ ἡμῶν, μετὰ Δικαίων ἀνάπαυσον, καὶ ἐν χορῷ τῶν ἐκλεκτῶν,
καὶ τούτων τὰ ὀνόματα, μεταγράψας ἐν βίβλῳ τῆς ζωῆς, ἐν φωνῇ Ἀρχαγγέλου,
ἐξαναστήσας σάλπιγγος ἠχοῖ, καταξίωσον αὐτούς, τῆς οὐρανίου βασιλείας
σου.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Χριστὸς
ἀνέστη λύσας τῶν δεσμῶν, Ἀδὰμ τὸν πρωτόπλαστον, καὶ τοῦ ᾍδου καταλύσας
τὴν ἰσχύν, θαρσεῖτε πάντες οἱ νεκροί, ἐνεκρώθη ὁ θάνατος, ἐσκυλεύθη καὶ ὁ
ᾍδης σὺν αὐτῷ, καὶ ὁ Χριστὸς ἐβασίλευσεν, ὁ σταυρωθεὶς καὶ ἀναστάς,
αὐτὸς ἡμῖν ἐχαρίσατο, τὴν ἀφθαρσίαν τῆς σαρκός, αὐτὸς ἀνιστᾷ ἡμᾶς, καὶ
δωρεῖται τήν ἀνάστασιν ἡμῖν, καὶ τῆς δόξης ἐκείνης, μετ’ εὐφροσύνης
πάντας ἀξιοῖ, τοὺς ἐν πίστει ἀκλινεῖ, πεπιστευκότας θερμῶς ἐπ’ αὐτῷ.
ὁ α’ χορός
Δόξα Πατρὶ… Νεκρώσιμον Ἦχος β’
Ὡς
ἄνθος μαραίνεται, καὶ ὡς ὄναρ παρέρχεται, καὶ διαλύεται πᾶς ἄνθρωπος,
πάλιν δὲ ἠχούσης τῆς σάλπιγγος, νεκροὶ ὡς ἐν συσσεισμῷ πάντες
ἀναστήσονται, πρός τὴν σὴν ὑπάντησιν Χριστὲ ὁ Θεός΄ Τότε Δέσποτα, οὓς
μετέστησας ἐξ ἡμῶν, ἐν ταῖς τῶν Ἁγίων σου κατάταξον σκηναῖς, τὰ πνεύματα
Δέσποτα τῶν σῶν δούλων ἀεί.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον (ἦχος β’ εἱρμολογικός)
Χαῖρε Μαρία Θεοτόκε, ὁ ναὸς ὁ ἀκατάλυτος, μᾶλλον δὲ ὁ ἅγιος, καθὼς βοᾷ ὁ Προφήτης΄ Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.
Ὁ προεστώς:
Σοὶ
δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἀναγνώστης χύμα τὸ
Δόξα
ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε,
εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ
τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ,
Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ
ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου,
ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν
ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος
Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα
καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ
γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν
σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι
σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Καταξίωσον,
Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ,
Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά
σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς,
καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά
σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς
εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν
αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει
ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν,
καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πληρώσωμεν τὴν ἑωθινήν… Σὸν γὰρ ἐστὶν…
Εἰς τὰ Ἀπόστιχα
Στιχηρὰ
Νεκρώσιμα Προσόμοια
τοῦ Θεοφάνους
ὁ α’χορὸς
Ἦχος β’
Ὅτε ἐκ τοῦ ξύλου σε
Ῥύμην,
τοῦ θανάτου καὶ φθοράν, σοῦ τῷ ζωηφόρῳ θανάτῳ, καθεῖλες Δέσποτα· πᾶσι
δὲ ἐπήγασας ζωὴν αἰώνιον, καὶ νεκροῖς ἐξανάστασιν, θνητοῖς ἐδωρήσω· ὅθεν
σου δεόμεθα, Σῶτερ ἀνάπαυσον, πίστει τοὺς πρὸς σὲ μεταστάντας, καὶ τῆς
ἀκηράτου σου δόξης, τούτους καταξίωσον φιλάνθρωπε.
ὁ β’ χορὸς
Στίχ. Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.
Ἵνα,
τοὺς ἀνθρώπους κοινωνοὺς θείας Βασιλείας ἐργάσῃ, σταυρὸν ὑπέμεινας,
θάνατον ἑκούσιον καταδεξάμενος· διὰ τοῦτο δεόμεθα, τῇ σῇ εὐσπλαγχνίᾳ,
μετόχους ἀνάδειξον τῆς Βασιλείας σου, πίστει τοὺς πρὸς σὲ μεταστάντας,
καὶ τῆς ἀϊδίου σου δόξης, καὶ μακαριότητος ἀξίωσον.
ὁ α’χορὸς
Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.
Σῶσαι
τὸ σὸν πλάσμα βουληθείς, τῆς οἰκονομίας τὸ ὄντως, βαθὺ μυστήριον,
χαίρων ἐξετέλεσας, ὡς ὑπεράγαθος, καὶ τιμῆς ἐξηγόρασας, τὸν σύμπαντα
Κόσμον, Αἵματι τιμίῳ σου· διὸ δεόμεθα, πίστει τοὺς πρὸς σὲ μεταστάντας,
καὶ τοῦ γλυκυτάτου σου κάλλους, τούτους καταξίωσον Φιλάνθρωπε.
ὁ β’ χορὸς
Δόξα Πατρὶ… ἦχος πλ. β’
Ἄλγος
τῷ Ἀδὰμ ἐχρημάτισεν, ἡ τοῦ ξύλου ἀπόγευσις πάλαι ἐν Ἐδέμ, ὅτε ὄφις ἰὸν
ἐξηρεύξατο, δι’ αὐτοῦ γὰρ εἰσῆλθεν ὁ θάνατος, παγγενῆ κατεσθίων τὸν
ἄνθρωπον, ἀλλ’ ἐλθὼν ὁ Δεσπότης, καθεῖλε τὸν δράκοντα, καὶ ἀνάστασιν
ἡμῖν ἐδωρήσατο, πρὸς αὐτὸν οὖν βοήσωμεν, Φεῖσαι Σωτήρ, καὶ οὓς
προσελάβου, μετὰ τῶν ἐκλεκτῶν σου ἀνάπαυσον, ὡς φιλάνθρωπος.
ὁ α’ χορὸς
Καὶ νῦν…ἦχος ὁ αὐτὸς
Σὺ εἶ
ὁ Θεὸς ἡμῶν ὁ ἐν σοφίᾳ δημιουργήσας τὸ πᾶν, ὁ καὶ τοὺς Προφήτας
ἐξαποστείλας ἡμῖν προφητεῦσαί σου τὴν παρουσίαν, καὶ Ἀποστόλους κηρῦξαι
σου τὰ μεγαλεῖα, καὶ οἱ μέν, προεφήτευον τὴν ἔλευσίν σου, οἱ δέ, τῷ
βαπτίσματι ἐφώτισαν τὰ ἔθνη, Μάρτυρες δὲ ἔτυχον δόξης ἐκ τούτων, καὶ
πρεσβεύουσιν ἐκτενῶς σοι τῷ Δεσπότῃ, σὺν τῇ τεκούσῃ σε Μητρί. Ἀνάπαυσον ὁ
Θεὸς ψυχάς, ἃς προσελάβου, καὶ ἡμᾶς καταξίωσον τῆς βασιλείας σου, ὁ
Σταυρὸν ὑπομείνας δι’ ἐμὲ τὸν κατάκριτον, ὁ λυτρωτής μου καὶ Θεός.
ὁ Προεστώς: Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου Ὕψιστε, τοῦ ἀναγγέλλειν τὸ πρωΐ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.
Μεθ’ ὅ, Τρισάγιον. Παναγία Τριάς, Πάτερ ἡμῶν, Ὅτι σοῦ ἐστιν.
Ἀπολυτίκιον
ὁ α’ χορὸς
Ἦχος πλ. δ’
Ὁ
βάθει σοφίας φιλανθρώπως πάντα οἰκονομῶν, καὶ τὸ συμφέρον πᾶσιν
ἀπονέμων, μόνε Δημιουργέ, ἀνάπαυσον Κύριε τὰς ψυχὰς τῶν δούλων σου, ἐν
σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.
ὁ β’ χορὸς
Δόξα Πατρὶ…
Ἐν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.
ὁ α’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Σὲ καὶ τεῖχος καὶ λιμένα ἔχομεν, καὶ πρέσβιν εὐπρόσδεκτον, πρός, ὃν ἔτεκες Θεόν, Θεοτόκε ἀνύμφευτε, τῶν πιστῶν ἡ σωτηρία.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
ΑΝΤΙΦΩΝΑ
Ἀντίφωνον Α’
ὁ α’ χορός
Ἦχος β´.
Στίχ. α’. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
ὁ β’ χορός
Στίχ. β’. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ α’ χορός
Στίχ γ΄Ὃτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ β’ χορός
Στίχ. δ’. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ α’ χορός
Δόξα…
ὁ β’ χορός
Καὶ νῦν…
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Ἀντίφωνον Β’
ὁ β’ χορός
Ἦχος πλ. α’
Στίχ. α’, Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.
Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁ α’ χορός
Στίχ. β’, Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.
Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁ β’ χορός
Στίχ. γ’, Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.
Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁ α’ χορός
Στίχ. δ΄. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.
Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁ β’ χορός
Δόξα Πατρί…
ὁ α’ χορός
Καὶ νῦν…
ὁ β’ χορός
Ὁ
μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος,
διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ
ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός,
θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ
Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀντίφωνον γ’
ὁ α’ χορὸς
Στίχ.α’. Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου Κύριε καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.
Ὁ
βάθει σοφίας φιλανθρώπως πάντα οἰκονομῶν, καὶ τὸ συμφέρον πᾶσιν
ἀπονέμων, μόνε Δημιουργέ, ἀνάπαυσον Κύριε τὰς ψυχὰς τῶν δούλων σου, ἐν
σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.
ὁ β’χορὸς
Στίχ.β’. Αἱ ψυχαὶ αὐτῶν, ἐν ἀγαθοῖς αὐλισθήσονται.
Ὁ βάθει σοφίας φιλανθρώπως πάντα οἰκονομῶν,…
ΕΙΣΟΔΟΣ
ὁ α’ χορὸς
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…
ὁ β’χορὸς
…ψάλλοντάς σοι΄ Ἀλληλούϊα.
ὁ α’ χορὸς
Ὁ
βάθει σοφίας φιλανθρώπως πάντα οἰκονομῶν, καὶ τὸ συμφέρον πᾶσιν
ἀπονέμων, μόνε Δημιουργέ, ἀνάπαυσον Κύριε τὰς ψυχὰς τῶν δούλων σου, ἐν
σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.
ὁ β’χορὸς
Τοῦ Ναοῦ
ὁ α’ χορὸς
Κοντάκιον Ἦχος πλ. δ’ ( ἐκ τοῦ Γα κατὰ τριφωνίαν)
Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστέ, τὰς ψυχὰς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.
Τρισάγιον
᾽Απόστολος
Προκείμενον Ἦχος πλ. β’
Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.
Στίχ. Πρὸς σὲ Κύριε κεκράξομαι ὁ Θεὸς μου.
Ἀδελφοί,
οὐ θέλω ὑμᾶς ἀγνοεῖν περὶ τῶν κεκοιμημένων, ἵνα μή λυπῆσθε καθώς καὶ οἱ
λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανε καὶ
ἀνέστη, οὕτω καὶ ὁ Θεός τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ.
Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες, οἱ
περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς
κοιμηθέντας, ὅτι αὐτὸς ὁ Κύριος, ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ
ἐν σάλπιγγι Θεοῦ, καταβήσεται ἀπ’ οὐρανοῦ καὶ οἱ νεκροὶ ἐν Χριστῷ
ἀναστήσονται πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι, ἅμα σὺν
αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ
οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.
ὁ Ἱερεύς: Εἰρήνη σοι.
Ἀλληλούϊα ἐκ τρίτου Ἦχος πλ. β’
Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.
Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν. (κα´ 8-9, 25-27, 35-36).
Εἶπεν
ὁ Κύριος· Βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί
μου λέγοντες, ᾽Εγώ εἰμι· καί, ῾Ο καιρὸς ἤγγικεν· μὴ πορευθῆτε ὀπίσω
αὐτῶν. Ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ
ταῦτα γενέσθαι πρῶτον, ἀλλ᾽ οὐκ εὐθέως τὸ τέλος. Καὶ ἔσονται σημεῖα ἐν
ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ
ἤχους θαλάσσης καὶ σάλου, ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας
τῶν ἐπερχομένων τῇ οἰκουμένῃ, αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
Καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ
δυνάμεως καὶ δόξης πολλῆς. Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι
μου οὐ μὴ παρελεύσονται. Προσέχετε δὲ ἑαυτοῖς μήποτε βαρηθῶσιν ὑμῶν αἱ
καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ ἐπιστῇ ἐφ᾽
ὑμᾶς αἰφνίδιος ἡ ἡμέρα ἐκείνη· ὡς παγὶς γὰρ ἐπελεύσεται ἐπὶ πάντας τοὺς
καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς. Ἀγρυπνεῖτε δὲ ἐν παντὶ καιρῷ
δεόμενοι ἵνα κατισχύσητε ἐκφυγεῖν ταῦτα πάντα τὰ μέλλοντα γίνεσθαι, καὶ
σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
ὁ α’ χορὸς
Δόξα σοι, Κύριε, δόξα σοι.
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
Εἰς τό᾽Εξαιρέτως
ὁ α’ χορός
Ἄξιόν
ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ
παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,
τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Κοινωνικόν
ὁ β’ χορός
Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε, καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν. Ἀλληλούϊα.
ὁ α’ χορός
ἦχος β’
Εἴδομεν
τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ,
ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
ὁ β’ χορός
Πληρωθήτω
τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι
ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ
ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,
Ἀλληλουΐα, Ἀλληλουΐα.
ΤΡΙΣΑΓΙΟΝ
καὶ ψάλλονται τά παρόντα Τροπάρια·
Ἦχος δ’
ὁ α’ χορὸς
Μετὰ
πνευμάτων δικαίων, τετελειωμένων, τὰς ψυχὰς τῶν δούλων σου, Σῶτερ
ἀνάπαυσον, φυλάττων αὐτάς, εἰς τὴν μακαρίαν ζωήν, τὴν παρὰ σοὶ
φιλάνθρωπε.
ὁ β’ χορὸς
Εἰς
τὴν κατάπαυσίν σου Κύριε, ὅπου πάντες οἱ ἅγιοί σου ἀναπαύονται,
ἀνάπαυσον καὶ τὰς ψυχὰς τῶν δούλων σου, ὅτι μόνος ὑπάρχεις ἀθάνατος.
ὁ α’ χορὸς
Δόξα Πατρί…
Σὺ εἶ ὁ Θεὸς ἡμῶν ὁ καταβὰς εἰς Ἅδην καὶ τὰς ὀδύνας λύσας τῶν πεπεδημένων, αὐτὸς καὶ τὰς ψυχὰς τῶν δούλων σου Σῶτερ ἀνάπαυσον.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Ἡ μόνη ἁγνὴ καὶ ἄχραντος Παρθένος, ἡ Θεὸν ἀσπόρως κυήσασα, πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
τελεῖται δὲ τό μνημόσυνον τῶν κεκοιμημένων ὡς ἑξῆς:
ὁ Διάκονος: ᾽Ελέησον ἡμᾶς, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον.
ὁ α’ χορός: Κύριε, ἐλέησον γ´ (χύμα).
ὁ
Διάκονος: ῎Ετι δεόμεθα ὑπέρ μακαρίας μνήμης καί αἰωνίου ἀναπαύσεως
πάντων τῶν ἐπ’ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κεκοιμημένων εὐσεβῶς
ὀρθοδόξων χριστιανῶν, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων,
ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, πατέρων, προπατόρων, πάππων,
προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐκ τῶν ἀπ’
ἀρχῆς καί μέχρι τῶν ἐσχάτων, καί ὑπέρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν
πλημμέλημα ἑκούσιόν τε καί ἀκούσιον.
ὁ β’ Χορός: Κύριε, ἐλέησον γ´ (χύμα).
ὁ Διάκονος: ῞Οπως, Κύριος ὁ Θεός, τάξῃ τάς ψυχάς αὐτῶν ἔνθα οἱ δίκαιοι ἀναπαύονται·
ὁ α’ Χορός: Κύριε, ἐλέησον γ´ (χύμα).
Τά
ἐλέη τοῦ Θεοῦ, τήν βασιλείαν τῶν οὐρανῶν καί ἄφεσιν τῶν αὐτῶν ἁμαρτιῶν
παρά Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καί Θεῷ ἡμῶν αἰτησώμεθα.
ὁ β’ Χορός: Παράσχου Κύριε.
ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν
ὁ β’ Χορός: Κύριε, ἐλέησον ἅπαξ. Εἶθ’ οὕτως,
ὁ ῾Ιερεύς:
ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν
ὁ β’ Χορός: Κύριε, ἐλέησον ἅπαξ. Εἶθ’ οὕτως,
ὁ ῾Ιερεύς:
τήν εὐχήν
῾Ο
Θεός τῶν πνευμάτων καί πάσης σαρκός, ὁ τόν διάβολον καταπατήσας, τόν δέ
θάνατον καταργήσας καί ζωήν τῷ κόσμῳ Σου δωρησάμενος, Αὐτός, Κύριε,
ἀνάπαυσον καί τάς ψυχάς τῶν κεκοιμημένων δούλων Σου, βασιλέων,
πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν,
μοναζουσῶν καί πάντων τῶν ἀπό περάτων ἕως περάτων τῆς οἰκουμένης
κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, πατέρων, προπατόρων, πάππων,
προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐν τόπῳ
φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καί
στεναγμός· πᾶν ἁμάρτημα τό παρ’ αὐτῶν πραχθέν, ἐν λόγῳ ἤ ἔργῳ ἤ διανοίᾳ,
ὡς ἀγαθός καί φιλάνθρωπος Θεός, συγχώρησον, ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὅς
ζήσεται ἐπί τῆς γῆς καί οὐχ ἁμαρτήσει· Σύ γάρ μόνος ἐκτός ἁμαρτίας
ὑπάρχεις· ἡ δικαιοσύνη Σου δικαιοσύνη εἰς τόν αἰῶνα καί ὁ λόγος Σου
ἀλήθεια.
ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
ὁ α’ Χορός: Κύριε, ἐλέησον (ἅπαξ).
ὁ ῾Ιερεύς: ῞Οτι Σύ εἶ ἡ ἀνάστασις, ἡ ζωή καί ἡ ἀνάπαυσις πάντων τῶν κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, Χριστέ ὁ Θεός ἡμῶν καὶ
Σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ
ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων.
οἱ Χοροί ἐναλλάξ: Αἰωνία ἡ μνήμη. ἐκ τρίτου.
ἦχος β’
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (Τρίς).
ὁ ῾Ιερεύς: Τοῦ Κυρίου δεηθῶμεν… Εὐλογία Κυρίου καί ἔλεος…
Εἶτα·
Ἀπόλυσις ἡ νεκρώσιμος
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου