Δευτέρα 13 Απριλίου 2015

ΛΟΓΟΣ ΛΑʹ. Περὶ θανάτου. ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ

ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ
ΛΟΓΟΣ ΛΑʹ. Περὶ  θανάτου.
Πολλὰ μὲν ἐπείγεται  μανθάνειν  ἤδη καὶ καταλαμβάνειν  ἡμῶν  ἡ διάνοια, ἀγαπητοί·  μάλιστα  δὲ  τὸν  περὶ  συντελείας  καιρόν.  ∆ιὰ τοῦτο  τοὺς  ταύτην  τὴν ἄκαιρον νοσοῦντας πολυπραγμοσύνην  καταστέλλων  ὁ Παῦλός φησι· Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοὶ, οὐ χρείαν ἔχετε γράφεσθαι ὑμῖν. Ποῖον γὰρ, εἰπέ μοι, τὸ κέρδος; Θῶμεν εἶναι τὴν συντέλειαν μετὰ εἴκοσιν ἔτη, μετὰ τριάκοντα ἔτη, μετὰ ἑκατόν· τί τοῦτο πρὸς  ἡμᾶς; οὐχὶ ἑκάστου ἡ συντέλεια τὸ τῆς ζωῆς αὐτοῦ πέρας ἐστί; τί πολυπραγμονεῖς  καὶ ὠδίνεις  ὑπὲρ τοῦ κοινοῦ τέλους; Ἀλλ' ὥσπερ ἐν τοῖς ἄλλοις τὰ ἴδια ἀφέντες, τὰ κοινὰ μεριμνῶμεν, καὶ πάντων  φροντίζομεν  μᾶλλον ἢ

τῶν οἰκείων, οὕτω καὶ ἐνταῦθα, ἀφέντες  τὸ οἰκεῖον ἕκαστος τέλος μεριμνᾷν, τὴν κοινὴν  κατάλυσιν  διδαχθῆναι  βουλόμεθα.  Εἰ δὲ μαθεῖν  βούλεσθε διὰ  τί  ἡμῖν  ἡ τελευτὴ  ἀποκέκρυπται, καὶ διὰ τί  ὡς κλέπτης  ἐν  νυκτὶ, 


οὕτως  ἔρχεται, ἐγὼ,  ὡς ἐμαυτῷ δοκεῖ καλῶς ἔχειν, ἐρῶ. Οὐδεὶς ἂν ἀρετῆς ἐπεμελήθη ποτὲ παρὰ τὸν ἅπαντα βίον, εἰ τὸ τέλος ᾔδει, ἀλλ' εἰδὼς αὐτοῦ τὴν τελευταίαν ἡμέραν, μυρία ἐργασάμενος πρότερον δεινὰ, καὶ τῇ

μετανοίᾳ τότε προσελθὼν, οὕτως ἂν ἀπῆλθεν. Εἰ γὰρ νῦν τοῦ τῆς  ἀδηλίας  φόβου  κατασείοντος  τὰς  ἁπάντων   ψυχὰς,  πάντες  τὸν  ἔμπροσθεν
63.802.30 βίον ἅπαντα ἐν κακίᾳ καταναλώσαντες, εἰς ἐσχάτας ἀναπνοὰς τῇ μετανοίᾳ διδόασιν ἑαυτοὺς, εἰ σφόδρα ἦσαν ὑπὲρ τούτου πεπεικότες  ἑαυτοὺς, τίς  ἄν ποτε
ἀρετῆς ἐπεμελήθη; Ἄλλως τε, εἰ ᾔδει ἕκαστος ὅτι αὔριον πάντως τεθνήξεται, οὐδὲν ἂν παρῃτήσατο τολμῆσαι πρὸ τῆς ἡμέρας ἐκείνης, ἀλλὰ καὶ ἔσφαξεν οὓς ἂν ἠθέλησε, καὶ ἀνεκτήσατο ἑαυτὸν τοὺς ἐχθροὺς ἀμύνων, καὶ

πρότερον ἀναπαύσας αὐτοῦ τὴν
ψυχὴν, οὕτως ἂν ἐδέξατο τὴν τελευτήν. Πρὸς τούτῳ, οὐδὲ αὐτοὶ οἱ γενναῖοι ἄνδρες μισθὸν ἂν ἔσχον κατατολμῶντες  τῶν δεινῶν, τὸ θαῤῥεῖν ἐκ τοῦ μήπω παρεῖναι τὴν
τελευτὴν ἔχοντες· καὶ ὁ νωθρότατος εἰς πῦρ ἐνέβη, εἴ τινα ἀξιόπιστον ἐγγυητὴν εὗρε τῆς ἀσφαλείας. Ὁ γὰρ ἐξ ἑκάστου κινδύνου προσδοκῶν τεθνήξεσθαι, καὶ εἰδὼς ὅτι ζήσεται μὲν μὴ παραβουλευσάμενος, τεθνήξεται δὲ

τοιαῦτα κατατολμῶν, τῆς αὐτοῦ
προθυμίας καὶ τοῦ καταφρονεῖν  τῆς ἐνθάδε ζωῆς μέγιστον ἐξήνεγκε τεκμήριον. Ὁ γὰρ τῷ ὄντι  φιλοσοφῶν,  καὶ ταῖς τῶν  μελλόντων  ἐλπίσιν  ὀρθούμενος, οὐδὲ τὸν θάνατον ἡγήσεται θάνατον, ἀλλ' ὁρῶν πρὸ τῶν ὀφθαλμῶν

κείμενον τεθνηκότα, οὐ
πείσεται τὰ τῶν πολλῶν, τοὺς στεφάνους ἀναλογιζόμενος. Καὶ ὥσπερ ὁ γηπόνος τὸν σῖτον διαλυόμενον ὁρῶν, οὐ καταπίπτει οὐδὲ κατηφὴς γίνεται· οὕτω καὶ ὁ δίκαιος κατορθώμασι κομῶν, καὶ τὴν βασιλείαν καθ' ἑκάστην

προσδοκῶν τὴν ἡμέραν, ὅταν
ἴδῃ τὸν θάνατον πρὸ τῶν ὀφθαλμῶν κείμενον, οὐκ ἀλύει καθάπερ οἱ 63.803 πολλοὶ, οὐ  θορυβεῖται  καὶ  ταράττεται·  οἶδε  γὰρ,  ὅτι  θάνατος   τοῖς  ὀρθῶς  βεβιωκόσι μετάστασίς ἐστιν ἐπὶ τὰ βελτίω, καὶ ἀποδημία πρὸς τὰ

ἀμείνω, καὶ δρόμος πρὸς τοὺς
στεφάνους. ∆ιὰ τοῦτο τάφοι πρὸ τῶν πόλεων, τάφοι πρὸ τῶν ἀγρῶν, καὶ πανταχοῦ

τὸ διδασκάλιον τῆς ταπεινώσεως ἡμῶν πρόκειται, ἵνα συνεχῶς τῆς ἑαυτῶν ὑπομιμνησκώμεθα ἀσθενείας. Ἐπείγεταί τις εἰσελθεῖν εἰς πόλιν βασιλεύουσαν, καὶ κομῶσαν  πλούτῳ  καὶ  δυναστείαις  καὶ  τοῖς  ἄλλοις  ἀξιώμασι, 

καὶ  πρὶν  ἴδῃ  ὃ φαντάζεται, βλέπει πρῶτον ὃ γίνεται· καὶ παιδευόμεθα πρῶτον εἰς τί καταλήγομεν, καὶ τότε ὁρᾷν τὰ ἔσω φαντάσματα. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἀνὴρ πολλάκις ἐπειδὰν γυναῖκα θέλῃ λαβεῖν, ὑπαγορεύει

τῷ νόμῳ, γράφει τὰ προικῷα, καὶ οὐδέπω συνάφεια, καὶ θάνατος εὐθὺς ἀναγράφεται· οὐδέπω εἶδε τὴν γυναῖκα, καὶ θανάτου ψῆφος  καθ' ἑαυτοῦ καὶ κατ' ἐκείνης  προϋποτίθεται,  καὶ γράφει  τοιαῦτα· Ἐὰν δὲ ἀποθάνῃ  ὁ 

ἀνὴρ  πρὸ  τῆς  γυναικός·  ἐὰν  ἡ  γυνὴ  πρὸ  τοῦ  ἀνδρὸς,  τὸ  καὶ  τὸ διατυποῦται.  Καὶ οὐ μόνον περὶ τῶν  ὄντων  καὶ ζώντων  αἱ τοῦ θανάτου  τίθενται ψῆφοι,  ἀλλὰ  καὶ κατὰ  τῶν  οὐδέπω  γεγονότων.  Τί γάρ φησι; Ἐὰν

δὲ τὸ τεχθὲν παιδίον  ἀποθάνῃ.  Οὔπω ὁ  καρπὸς,  καὶ  ἡ  ἀπόφασις  ἔδραμεν.  Εἶτα ἐν  μὲν  τοῖς γραμματείοις  ἐπιγινώσκει  τὴν  φύσιν·  εἰ  δέ  τι  τῶν  κατὰ  ἄνθρωπον  πάθῃ,  ἢ  τὸ γύναιον ἀποθάνῃ, ἐπιλανθάνεται ὧν

ἔγραψε, καὶ ἕτερα τραγῳδίας προφέρει ῥήματα. Καὶ  ταῦτα,   φησὶν,   ἔδει   με   παθεῖν;   ταῦτα   ἐγὼ   προσεδόκησα  πάσχειν,   καὶ ἀποστερεῖσθαι τῆς συζυγίας; Τί λέγεις, ἄνθρωπε; ἔξω ἦς τῶν πραγμάτων, καὶ ἐπεγίνωσκες 

τοὺς ὅρους τῆς φύσεως· ὅτε περιέπεσας τοῖς πάθεσιν, ἐπελάθου τῶν νόμων τῆς φύσεως; Ὅταν οὖν ἴδῃς τινὰ τῶν προσηκόντων ἀπελθόντα ἐντεῦθεν, μὴ δυσχεράνῃς, πρὸς ἑαυτὸν ἐπάνελθε, καὶ τὸ συνειδὸς ἐξέτασον·

σκόπησον ὅτι μικρὸν ὕστερον καὶ σὲ μένει τοῦτο τὸ τέλος. Ἀλλ' ὁ τελευτήσας σήπεται, φησὶ, καὶ κόνις γίνεται καὶ τέφρα. ∆ιὰ τοῦτο μὲν οὖν μάλιστα χαίρειν δεῖ. Καὶ γὰρ οἰκίαν τις μέλλων οἰκοδομεῖν σαθρωθεῖσαν καὶ

παλαιὰν γενομένην, ἐκβαλὼν πρῶτον τοὺς οἰκοῦντας, οὕτω καταλύει τὴν οἰκίαν καὶ ἀνοικοδομεῖ λαμπροτέραν. Καὶ τοὺς ἐκβληθέντας οὐ λυπεῖ τὸ γινόμενον, ἀλλὰ καὶ εὐφραίνει πλέον· οὐ γὰρ τῇ καθαιρέσει προσέχουσι τῇ

βλεπομένῃ ἀλλὰ τὴν μέλλουσαν οἰκοδομὴν φαντάζονται τὴν οὐ βλεπομένην. Οὕτω δὴ καὶ ὁ Θεὸς ποιεῖ· μέλλων  καταλύειν  ἡμῶν  τὸ σῶμα, τὴν ἐνοικοῦσαν ἐν αὐτῷ ψυχὴν ἐξάγει πρότερον, καθάπερ ἐξ οἰκίας τινὸς, ἵνα

λαμπροτέραν αὐτὴν οἰκοδομήσας, μετὰ πλείονος  ταύτην  δόξης εἰσαγάγῃ πάλιν.  Καὶ γὰρ ὁ Ἀδὰμ ὅτε ἐπλάττετο, οὐκ εἶδεν ὅτι ἀπὸ γῆς ἀνέστη· οὐ γὰρ προγενεστέραν ἐποίησε τὴν ψυχὴν τοῦ σώματος ὁ Θεὸς, ἵνα μὴ βλέπῃ

τὴν δημιουργίαν· διὰ τοῦτο καὶ ἠγνόησεν αὐτοῦ τὴν εὐτέλειαν· ὅτε μέντοι ἐγείρεται ἐν τῇ ἀναστάσει, οἶδεν, ὅτι χοῦν ἀποδυσάμενος ἐγείρεται. Εἰ γὰρ καὶ ἑαυτὸν μὴ βλέπει ὁ νεκρὸς, ἀλλὰ τὸν πρὸ αὐτοῦ ὁρᾷ εἰς χοῦν

ἀναλυθέντα, καὶ δι' ὧν ὁρᾷ παιδεύεται. Οὐκ εἶδες θρασεῖς ἄνδρας καὶ ὑπερηφάνους, πῶς κατεσταλμένοι  εἰσὶν ἐν τοῖς θανάτοις; ἀπαγγέλλεται  θάνατος, καὶ πάντων  ἡ καρδία πτήσσει. Καὶ φιλοσοφοῦμεν περὶ τὰ μνήματα, τί

γινόμεθα, καὶ φλυαροῦμεν· ἐξήλθομεν τῶν τάφων,  καὶ ἐπελαθόμεθα τῆς ταπεινώσεως. Ἐν τῷ τάφῳ πρὸς τὸν πλησίον ἕκαστος ὧδέ πη φθέγγεται· Ὢ τῆς ταλαιπωρίας, ὢ τῆς 63.804 οἰκτρᾶς ἡμῶν ζωῆς· ἄρα τί γινόμεθα; καὶ

ὅλως φθεγγόμεθα, καὶ ἁρπάζομεν καὶ μνησικακοῦμεν; Καὶ  ἕκαστος   ἁπλῶς   οὕτω   φιλοσοφεῖ,   ὡς   μέλλων   πάντῃ   τῇ   κακίᾳ   εὐθὺς ἀποτάττεσθαι· καὶ ἔσω μὲν λόγοις φιλοσοφεῖ, ἔξω δὲ τοῖς ἔργοις θεομαχεῖ. Ἀλλ' ἐπὶ

τὸ προκείμενον ἐπανέλθωμεν. Τίνος ἕνεκεν, εἰπέ μοι, οὕτω δακρύεις τὸν ἀπελθόντα; ὅτι πονηρὸς ἦν; οὐκοῦν διὰ τοῦτο εὐχαριστεῖν δεῖ, ὅτι ἐνεκόπη τὰ τῆς κακίας αὐτῷ. Ἀλλὰ χρηστὸς ἦν καὶ ἐπιεικής; καὶ διὰ τοῦτο χαίρειν

δεῖ, ὅτι ταχέως ἡρπάγη, πρὶν ἢ κακία ἀλλάξῃ  τὴν  σύνεσιν. Ἀλλὰ νέος ἦν; καὶ διὰ τοῦτο εὐχαρίστησον, καὶ τὸν λαβόντα δόξασον πάλιν. Καθάπερ γὰρ τοὺς ἐπὶ ἀρχὴν καλουμένους πολλοὶ προπέμπουσι μετ' εὐφημίας, οὕτω

καὶ τῶν  ἁγίων  τοὺς ἀπιόντας,  ἅτε ἐπὶ μείζονα κληθέντας  τιμὴν,  μετὰ  πολλῆς  δεῖ  προπέμπειν  τῆς  εὐφημίας.  Οὐ γὰρ  λέγω  μὴ λυπεῖσθαι ἐπὶ τοῖς ἀπελθοῦσιν ὑμᾶς, ἀλλὰ μὴ ἀμέτρως τοῦτο ποιεῖν. Ἂν γὰρ ἐννοήσωμεν 

ὅτι  θνητὸς  ὁ ἀπελθὼν  ἦν, καὶ ὅτι  ὁ Θεὸς αὐτὸν  ἀφείλετο,  οὐ τὴν

τυχοῦσαν  παραμυθίαν  ληψόμεθα.  Τὸ γὰρ  ἐν  τούτοις  ἀγανακτεῖν,  μεῖζόν  τι  τῆς φύσεως ἐπιζητούντων  ἐστίν. Ἄνθρωπος ἐγεννήθης καὶ θνητός· τί οὖν ἀλγεῖς, ὅτι τὸ κατὰ φύσιν ἐγένετο; μὴ ἀλγεῖς, ὅτι ἐσθίων τρέφῃ; μὴ

ζητεῖς χωρὶς τροφῆς ζῇν; Οὕτω καὶ ἐπὶ τοῦ θανάτου· μὴ ζήτει τέως ἀθανασίαν  θνητὸς  γεγονώς·  ἅπαξ γὰρ τοῦτο ὡρίσθη καὶ νενομοθέτηται.  Ἀλλ' ὅταν  ὁ Θεὸς καλῇ καὶ βούληταί  τι λαβεῖν  παρ' ἡμῶν, μὴ κατὰ τοὺς

ἀγνώμονας  τῶν οἰκετῶν τὰ δεσποτικὰ νοσφιζώμεθα. Κἂν γὰρ χρήματα λάβῃ, κἂν τὴν τιμὴν καὶ δόξαν, κἂν τὸ σῶμα, κἂν αὐτὴν τὴν ψυχὴν, τὰ ἑαυτοῦ ἔλαβε· κἂν τὸν υἱὸν τὸν σὸν λάβῃ, οὐ τὸν σὸν ἔλαβεν υἱὸν, ἀλλὰ τὸν

δοῦλον τὸν ἑαυτοῦ. Εἰ τοίνυν ἡμεῖς οὐκ ἐσμὲν ἑαυτῶν, πῶς τὰ ἐκείνου ἡμῶν; Εἰ γὰρ ἡ ψυχή σου οὐκ ἔστι σὴ, πῶς τὰ χρήματα σά; εἰ δὲ οὐκ ἔστι σὰ, πῶς εἰς οὐδὲν δέον ἀναλίσκεις τὰ μὴ σά; Μὴ τοίνυν λέγε, ὅτι Τὰ ἐμαυτοῦ

ἀναλίσκω, καὶ ἐκ τῶν ἐμαυτοῦ τρυφῶ· οὐ γὰρ ἀπὸ τῶν  σαυτοῦ, ἀλλ' ἀπὸ τῶν  ἀλλοτρίων·  ἀλλοτρίων  δὲ λέγω,  ἐπειδὴ  σὺ βούλει· ἐπεὶ  σὰ βούλεται  ὁ Θεὸς εἶναι  τὰ ὑπὲρ τῶν  πενήτων  ἐγχειρισθέντα  σοι. Γίνεται δὲ σὰ τὰ

ἀλλότρια, ἐὰν εἰς αὐτοὺς ἀναλώσῃς· ἂν δὲ εἰς ἑαυτὸν ἀναλώσῃς, ἀλλότρια  γέγονε  τὰ  σά. Οὐχ ὁρᾷς ὅτι  ἐπὶ  τῶν  σωμάτων  τῶν  ἡμετέρων  χεῖρες διακονοῦσι,  καὶ  στόμα λεαίνει,  καὶ  γαστὴρ δέχεται;  μὴ  λέγει  ἡ 

γαστήρ· Ἐπειδὴ ἐδεξάμην, ὀφείλω τὸ πᾶν κατέχειν; καὶ ὀφθαλμὸς δὲ πάλιν ἐπειδὴ τὸ πᾶν δέχεται φῶς, μὴ διὰ τοῦτο αὐτὸ κατέχει μόνος, ἀλλ' οὐχὶ καὶ ὁλόκληρον φωτίζει τὸ σῶμα; καὶ οἱ πόδες ἐπειδὴ μόνοι βαδίζουσιν, ἆρα

ἑαυτοὺς μετατιθέασι μόνον, ἀλλ' οὐχὶ καὶ ὅλον μετατιθέασι τὸ σῶμα; Καὶ ἕκαστος δὲ τῶν ἀναγκαῖον ἐπιτήδευμα μετιόντων, εἰ βουληθείη μὴ μεταδοῦναι ἑτέρῳ τὴν ἀπὸ τῆς τέχνης ὠφέλειαν,  οὐχὶ τοὺς ἄλλους μόνον, ἀλλὰ

καὶ ἑαυτὸν προσαπόλλυσι. Καὶ γὰρ οἱ πένητες  εἰ τὴν ὑμετέραν τῶν πλεονεκτούντων καὶ  πλουτούντων  κακίαν  μετῆλθον,  ταχέως  ἂν  ὑμᾶς ἐποίησαν πένητας, εἰ μὴ δεομένοις τῶν ἑαυτῶν μεταδοῦναι ἐβουλήθησαν. Ἀλλὰ

παιδίον ἀπώλεσα,  φησὶ,  μονογενὲς,  ἐν  πλούτῳ  πολλῷ  τρεφόμενον,  ἐλπίδας  ὑποφαῖνον
63.805 χρηστὰς, αὐτό μοι μέλλον  διαδέχεσθαι τὴν κληρονομίαν.  Καὶ τί τοῦτο; μὴ στενάξῃς, ἀλλ' εὐχαρίστησον τῷ Θεῷ, καὶ δόξασον τὸν εἰληφότα, καὶ οὐδὲν ἔσῃ τοῦ Ἀβραὰμ κατὰ τοῦτο χείρων. Καθάπερ γὰρ ἐκεῖνος

ἔδωκε τῷ Θεῷ κελεύσαντι, οὕτω καὶ  σὺ  λαβόντος   αὐτοῦ  οὐκ  ἐστέναξας.  Εἰ  γὰρ  τελευτῶντα   ἰδὼν   τὸν   υἱὸν εὐχαριστήσῃς τῷ φιλανθρώπῳ  Θεῷ, οὐκ ἔλαττον λήψῃ μισθὸν τούτου τοῦ τὸν υἱὸν ἀγαγόντος καὶ

καταθύσαντος· κἂν τοὺς κωκυτοὺς καὶ τοὺς θρήνους διαλύσῃς, καὶ εἰς δοξολογίαν  ἅπαντας  διεγείρῃς, μυρία ἄνωθεν  καὶ κάτωθεν  δέξῃ τὰ βραβεῖα, ἀνθρώπων σε θαυμαζόντων, ἀγγέλων κροτούντων, καὶ τοῦ Θεοῦ

στεφανοῦντος. Καὶ πῶς δυνατὸν μὴ πενθεῖν ἐκεῖνον, φησὶ, παρ' οὗ πατὴρ οὐκέτι καλοῦμαι λοιπόν; Τί λέγεις; μὴ γὰρ ἀπέβαλες τὸ παιδίον; μὴ γὰρ ἀπώλεσας τὸν υἱόν; μᾶλλον ἐκτήσω καὶ ἀσφαλέστερον  ἔσχες. Οὐ γὰρ  τὸ 

πατὴρ  καλεῖσθαι  ἀπώλεσας,  ἀλλὰ  τὸ  μειζόνως καλεῖσθαι  προσέλαβες·  οὐ γὰρ  θνητοῦ  παιδίου,  ἀλλ' ἀθανάτου  λοιπὸν  κληθήσῃ πατήρ. Μὴ γὰρ, ἐπειδὴ μὴ πάρεστι, καὶ ἀπολωλέναι  αὐτὸν  νόμιζε· οὐδὲ γὰρ, ἂν

ἀποδημῶν ἐτύγχανεν, ἀπέστη ἄν σου καὶ τοὔνομα τῆς συγγενείας μετὰ τοῦ σώματος. Οὐχ οὗτός ἐστι τὸ παιδίον τὸ κείμενον, ἀλλ' ἐκεῖνος ὁ ἀποπτὰς καὶ ἀναδραμὼν εἰς τὸν οὐρανόν. Ὅταν οὖν ἴδῃς τοὺς ὀφθαλμοὺς

καθῃρημένους, καὶ τὸ στόμα συνῃρημένον,  καὶ τὸ σῶμα ἀκίνητον,  μὴ τοῦτο  ἐννόει,  ὅτι Τοῦτο μὲν  τὸ στόμα οὐκέτι φθέγγεται, οὗτοι οἱ ὀφθαλμοὶ οὐκέτι βλέπουσιν, οὗτοι οἱ πόδες οὐκέτι βαδίζουσιν· ἀλλ'  ὅτι  Τοῦτο μὲν  τὸ

 στόμα ἄμεινον  φθέγξεται,  καὶ  οἱ  ὀφθαλμοὶ μείζονα  ὄψονται,  καὶ οἱ πόδες ἐπὶ νεφελῶν  ἀρθήσονται, καὶ τὸ διαφθειρόμενον τοῦτο σῶμα ἀθανασίαν ἐνδύσεται, καὶ λαμπρότερον τὸν υἱὸν ἀπολήψομαι. Ἀναμνήσθητι τοῦ

πατριάρχου Ἀβραὰμ, ὃς οὐκ εἶδε μὲν τὸν Ἰσαὰκ ἀποθανόντα, ἀλλ' ὃ πολλῷ πικρότερον ἦν καὶ ὀδυνηρότερον, αὐτὸς αὐτὸν κατασφάξαι ἐπετάττετο· καὶ οὐκ ἀντεῖπε πρὸς τὸ ἐπίταγμα, οὐδὲ ἐδυσχέρανεν, οὐδὲ ἐφθέγξατό τι

τοιοῦτον· ∆ιὰ

τοῦτό  με πατέρα ἐποίησας, ἵνα  παιδοκτόνον  ἐργάσῃ; βέλτιον  ἦν  μὴ δοῦναι  τὴν ἀρχὴν, ἢ δόντα, τοιούτῳ τρόπῳ πάλιν αὐτὸν ἀφελέσθαι. Βούλει λαβεῖν; τίνος ἕνεκεν ἐμὲ κατασφάττειν κελεύεις, καὶ τὴν δεξιὰν μιᾶναι τὴν

ἐμαυτοῦ; οὐκ ἀπὸ τούτου μοι τοῦ  παιδίου  τὴν  οἰκουμένην  ἐμπλῆσαι  τῶν  ἀπογόνων  ὑπέσχου;  πῶς  οὖν  τοὺς καρποὺς δίδως, τὴν ῥίζαν ἀναιρῶν; τίς ταῦτα εἶδε, τίς ταῦτα ἤκουσεν; ἠπάτημαι καὶ παρελογίσθην. Οὐδὲν

τούτων εἶπεν, οὐκ ἐνενόησεν, οὐκ ἀντεῖπε τῷ κελεύοντι, οὐκ ἀπῄτησεν εὐθύνας· ἀλλ' ἀκούσας, Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαὰκ, καὶ ἀνένεγκέ μοι αὐτὸν εἰς ὁλοκάρπωσιν ἐφ' ἓν τῶν ὀρέων ὧν ἄν σοι

εἴπω, μετὰ τοσαύτης προθυμίας τὸ ἐπίταγμα ἐπλήρωσεν, ὡς καὶ πλείονα τῶν ἐπιταχθέντων  ποιῆσαι. Καὶ γὰρ καὶ τὸ γύναιον  ἀπέκρυψε, καὶ τοὺς παῖδας ἔλαθε, κάτω μένειν ἀφείς. Ἐννόησον τοίνυν ἡλίκον ἦν μόνον μόνῳ

διαλέγεσθαι τῷ παιδὶ μηδενὸς  παρόντος, ὅτε μᾶλλον  τὰ σπλάγχνα  διεθερμαίνετο,  καὶ σφοδρότερον τὸ φίλτρον   ἐγίνετο·   ποῖος   λόγος   παραστῆσαι  δυνήσεται;   Ἀνήγαγε   τὸ   παιδίον, συνεπόδισε, τοῖς ξύλοις ἐπέθηκε,

καὶ τὴν μάχαιραν ἥρπασεν, ἐπάγειν  τὴν πληγὴν ἔμελλε. Πῶς εἴπω καὶ τίνι τρόπῳ οὐκ ἔχω· μόνος αὐτὸς οἶδεν ὁ ταῦτα ἐργασάμενος· λόγος γὰρ οὐδεὶς παραστῆσαι δυνήσεται. Πῶς οὐκ ἐνάρκησεν ἡ χείρ; πῶς οὐκ ἐλύθη τῶν

νευρῶν ὁ τόνος; πῶς οὐ συνέχεεν 63.806 αὐτὸν ἡ τοῦ ποθουμένου παιδίου ὄψις; Καὶ ἦν ὁμοῦ πατέρα ὁρᾷν καὶ ἱερέα γινόμενον  τοῦτον, καὶ θυσίαν χωρὶς αἵματος ἀναφερομένην, ὁλοκαύτωμα χωρὶς πυρός. Καὶ γὰρ ἔσφαξε

τὸν υἱὸν καὶ οὐκ ἔσφαξεν· οὐκ ἔσφαξε τῇ χειρὶ, ἀλλ' ἔσφαξε τῇ προθυμίᾳ· ὥστε παιδεῦσαι τοὺς μετὰ ταῦτα πάντας, ὅτι καὶ παιδίων καὶ φύσεως καὶ τῶν ὄντων ἁπάντων, καὶ αὐτῆς τῆς ψυχῆς τὰ προστάγματα τοῦ Θεοῦ

προτιμᾷν χρή. Ἐννόει γάρ μοι τοῦ ἀνδρὸς τὸ γενναῖον, ὅτε τὸν υἱὸν ἐκελεύετο σφαγιάσαι τὸν μονογενῆ, τὸν ἀγαπητὸν, τὸν παρ' ἐλπίδα πᾶσαν δεδομένον  αὐτῷ,  πόσους ἐπανισταμένους  αὐτῷ  εἶχε  τοὺς  λογισμούς· ἀλλ'

ὅμως πάντας  ὑπέταξε, καὶ πάντες  αὐτὸν ἔτρεμον μᾶλλον, ἢ βασιλέα οἱ δορυφόροι· καὶ βλέμματι μόνῳ  πάντας  κατέστελλε, καὶ οὐδὲ γρύξαι ἐτόλμα τούτων  οὐδεὶς, ἀλλ' οὕτως εὐτάκτως εἱστήκεισαν, ὡς καὶ κοσμεῖν αὐτὸν

μᾶλλον ἤπερ φοβεῖν. Καὶ θέα τὴν καρτερίαν· ἡ φύσις ἔῤῥιπτο χαμαὶ μετὰ τῶν ὅπλων αὐτῆς, καὶ αὐτὸς εἱστήκει τὴν χεῖρα ἀνατείνας, οὐχὶ στέφανον ἔχουσαν, ἀλλὰ μάχαιραν στεφάνου παντὸς λαμπροτέραν· καὶ ὁ τῶν 

ἀγγέλων  ἐπεκρότει δῆμος, καὶ ὁ Θεὸς ἐκ τῶν  οὐρανῶν ἀνεκήρυττεν. Ἄρα τί τούτου γένοιτ' ἂν ἴσον τοῦ τροπαίου; Εἰ γὰρ ἀθλητοῦ νικήσαντος,  μὴ κήρυξ κάτωθεν,  ἀλλ' ἄνωθεν  αὐτὸν  ὁ βασιλεὺς ἀνηγόρευσε τὸν

ὀλυμπιονίκην, ἆρ' οὐχὶ τοῦτο τῶν στεφάνων αὐτῷ λαμπρότερον ἔδοξεν εἶναι, καὶ τὸ θέατρον ἅπαν ἐπέστρεψεν ἄν; Ὅταν οὖν μὴ ἄνθρωπος βασιλεὺς, ἀλλ' αὐτὸς ὁ Θεὸς, οὐκ  ἐν  θεάτρῳ  τοιούτῳ,  ἀλλ' ἐν  θεάτρῳ  τῷ  τῆς 

οἰκουμένης,  ἐν  τῷ  δήμῳ  τῶν ἀγγέλων, τῶν ἀρχαγγέλων, αὐτὸν ἀνακηρύττῃ λαμπρᾷ τῇ φωνῇ βοῶν ἄνωθεν· ποῦ θήσομεν  τὸν  ἅγιον  τοῦτον,  εἰπέ  μοι; Εἰ γὰρ  φαύλων  παίδων  οὐκ  ἂν  εὐκόλως καταφρονήσειαν πατέρες,

ἀλλὰ καὶ τούτους πενθοῦσιν· ὅταν καὶ υἱὸς ᾖ καὶ γνήσιος καὶ μονογενὴς  καὶ ἀγαπητὸς, καὶ ὑπ' αὐτοῦ μέλλῃ σφάττεσθαι τοῦ πατρὸς, τίς ἂν εἴποι τὴν ὑπερβολὴν τῆς φιλοσοφίας; Ὢ δεξιᾶς μακαρίας, οἵας κατηξιώθη

μαχαίρας! ὢ μαχαίρας θαυμαστῆς, οἵας κατηξιώθη  δεξιᾶς! ὢ μαχαίρας θαυμαστῆς! εἰς ποίαν κατεσκευάσθη χρείαν, καὶ εἰς ποίαν ἤνυσε διακονίαν, καὶ ποίῳ ὑπηρετήσατο τύπῳ, πῶς ᾑμάχθη, πῶς οὐχ ᾑμάχθη; οὐ γὰρ οἶδα τί

εἴπω, οὕτω φρικτὸν τὸ μυστήριον ἦν. Οὐχ ἥψατο τῆς τοῦ παιδὸς δέρης, οὐδὲ διῆλθε διὰ τοῦ λαιμοῦ τοῦ ἁγίου ἐκείνου, οὐδὲ ἐφοινίχθη  αἵματι δικαίου· μᾶλλον δὲ καὶ ἥψατο καὶ διῆλθε καὶ ἐφοινίχθη  καὶ ἐβαπτίσθη, καὶ οὐκ

ἐβαπτίσθη. Τάχα ἐξεστηκέναι ὑμῖν δοκῶ οὕτως ἐναντιολογῶν. Καὶ γὰρ ἐξέστηκα τὸ θαῦμα ἐννοῶν τοῦ δικαίου, ἀλλ' οὐκ ἐναντιολογῶ.  Ἡ μὲν γὰρ τοῦ δικαίου χεὶρ ἐνέπηξεν  αὐτὴν τῇ φάρυγγι  τοῦ παιδὸς, ἡ δὲ τοῦ Θεοῦ

χεὶρ καὶ ἐμπαγεῖσαν οὐκ ἀφῆκεν αἵματι μολυνθῆναι τοῦ παιδός. Καὶ γὰρ οὐχ ὁ Ἀβραὰμ αὐτὴν

κατεῖχε μόνον, ἀλλὰ καὶ ὁ Θεός· καὶ ὁ μὲν ὤθει διὰ τῆς γνώμης, ὁ δὲ ἀνέστελλε διὰ τῆς φωνῆς.  Σκόπει δέ· εἶπε, Σφάξον, καὶ εὐθέως  ὡπλίζετο· εἶπε, Μὴ σφάξῃς, καὶ εὐθέως  ἀφωπλίζετο·   εἵλετο  γὰρ  μὴ  κληθῆναι   πατὴρ,

 ὥστε  δοῦλος  εὐγνώμων φανῆναι·  καὶ ἐπειδὴ ἀπέστη τῶν ἑαυτοῦ διὰ τὸν Θεὸν, διὰ τοῦτο καὶ ὁ Θεὸς μετὰ τούτων ἐχαρίσατο αὐτῷ καὶ τὰ αὐτοῦ· καὶ μέχρι τῆς προθυμίας ἵστησι τὸ ἐπίταγμα. Καὶ μή μοι τοῦτο εἴπῃς μόνον,

ὅτι θυσιαστήριον ᾠκοδόμησε, καὶ ξύλα ἐπέθηκεν, ἀλλ' ἀναμνήσθητι  καὶ τῆς  φωνῆς  τοῦ 63.807 παιδίου,  καὶ λόγισαι  ὅσαι νιφάδες ἐπῆλθον αὐτῷ λογισμῶν, φλογίνοις δόρασιν ὡπλισμένοι, καὶ πάντοθεν κατακεντοῦντες 

αὐτὸν καὶ διατέμνοντες,  ὅτε ἤκουσε τοῦ παιδίου λέγοντος· Πάτερ, ποῦ τὸ πρόβατον; Εἰ γὰρ καὶ νῦν  κατακλῶνται  πολλοὶ, καὶ μὴ πατέρες ὄντες, τί πάσχειν ἐκεῖνον εἰκὸς ἦν, τὸν αὐτὸν γεννήσαντα, τὸν θρέψαντα, τὸν ἐν

γήρᾳ, τὸν μόνον ἔχοντα τοῦτον, τὸν ὁρῶντα, τὸν ἀκούοντα, τὸν εὐθέως μέλλοντα αὐτὸν ἀναιρεῖν; Ἀλλ' οὐδὲν τούτων  τὸν ἀδάμαντα ἐκεῖνον  περιέτρεψεν, οὐδὲ διέσεισεν, οὐδὲ εἶπε· Τί πατέρα καλεῖς τὸν μικρὸν ὕστερον οὐκ

ἐσόμενόν σου πατέρα; τὸν ἤδη ταύτην  ἀπολέσαντα  τὴν  τιμήν;  ἀλλὰ  τί;  Ὁ  Θεὸς ὄψεται  ἑαυτῷ  πρόβατον  εἰς ὁλοκάρπωσιν, τέκνον. Ἑκάτεροι τὰ ὀνόματα τῆς φύσεως καλοῦσιν· ἐκεῖνος, πατέρα, καὶ τέκνον, οὗτος, καὶ

χαλεπὸς ἑκατέρωθεν ὁ πόλεμος διηγείρετο, καὶ πολλὴ ἡ ζάλη, καὶ ναυάγιον  οὐδαμοῦ. Ὁ δὲ Ἰσαὰκ ἐπειδὴ ἤκουσε τὸν Θεὸν, οὐκέτι εἶπεν οὐδὲν, οὐδὲ περιειργάσατο· οὕτω συνετὸν ἦν τὸ παιδίον, καὶ ἐν αὐτῷ τῆς ἡλικίας τῷ

ἄνθει. Ἆρα οὐ διεθερμάνθητε  πάντες; οὐχὶ  ἕκαστος ὑμῶν  περιπτύσσεται τῇ διανοίᾳ  καὶ καταφιλεῖ τὸ παιδίον, καὶ θαυμάζει τὴν σύνεσιν, καὶ αἰδεῖται τὴν εὐλάβειαν; Καὶ γὰρ συμποδιζόμενος καὶ τοῖς ξύλοις ἐπιτιθέμενος 

οὐκ ἐξεπλήττετο, οὐκ ἀπεσκίρτα, οὐ κατεγίνωσκε τοῦ πατρὸς ὡς μαινομένου, ἀλλὰ καὶ ἐδεσμεῖτο καὶ ἀνεβιβάζετο καὶ ἐπετίθετο, καὶ πάντα ἔφερε σιγῇ καθάπερ τις ἀρνειός· μᾶλλον δὲ καθάπερ ὁ κοινὸς πάντων  ∆εσπότης, οὗ

καὶ τὴν ἐπιείκειαν  ἐμιμεῖτο, καὶ τὸν τύπον  ἐφύλαττεν.  Ὡς πρόβατον  γὰρ  ἐπὶ  σφαγὴν  ἤχθη,  καὶ  ὡς  ἀμνὸς  ἐναντίον   τοῦ  κείροντος  αὐτὸν ἄφωνος.  Καὶ μή μοι λεγέτω  τις, ὅτι οὐκ ἤλγει  ὁ Ἀβραὰμ, οὐδὲ τὰ τῶν 

πατέρων ὑπέμεινε, μηδὲ πέρα τοῦ μέτρου δεῖξαι βουλόμενος φιλοσοφοῦντα,  τὸ κεφάλαιον ἀποστερείτω  τῶν  ἐγκωμίων  αὐτόν.  Εἰ γὰρ τοὺς ἐπὶ  τοῖς  αἰσχίστοις ἁλόντας  καὶ πολὺν  χρόνον  ταύτης  ἀπολαύσαντας  τῆς 

ζωῆς,  καὶ  ἀγνῶτας   ὄντας,  καὶ  οὐδὲ ὀφθέντας  ἡμῖν ποτε, τούτους ἐξαίφνης  ὁρῶντες  ἐπὶ τῆς ἀγορᾶς τὴν ἐπὶ θάνατον ἀπαγομένους, συστελλόμεθα καὶ ἀλγοῦμεν, πολλάκις δὲ καὶ δακρύομεν· ὁ τὸν υἱὸν τὸν αὑτοῦ, τὸν

γνήσιον, τὸν μονογενῆ, τὸν παρ' ἐλπίδα τεχθέντα, τὸν μετὰ χρόνον τοσοῦτον, τὸν πρὸς ἐσχάτῳ τῷ γήρᾳ, τοῦτον ἔτι νέον ὄντα ταῖς ἑαυτοῦ χερσὶ καταθῦσαι  καὶ  κατακαῦσαι  κελευόμενος·  πῶς  οὐ  πάσης  τιμωρίας 

χαλεπωτέραν θλῖψιν καὶ ἀλγηδόνα ὑπέμεινεν; Εἰ γὰρ λίθος ἦν, εἰ γὰρ σίδηρος, εἰ γὰρ αὐτοαδάμας, οὐκ ἂν ἐκάμφθη καὶ κατεκλάσθη πρὸς τὴν ὥραν τοῦ παιδὸς, πρὸς τὴν σύνεσιν τῶν ῥημάτων, πρὸς τὴν εὐλάβειαν τῆς

ψυχῆς; Καὶ γὰρ ἤκουσεν ὅτι Ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, ὦ τέκνον,  καὶ οὐδὲν περιειργάσατο πλέον· ἑώρα τὸν πατέρα δεσμεύοντα αὐτὸν, καὶ οὐκ ἀντέτεινεν· ἐπετέθη τοῖς ξύλοις, καὶ οὐκ ἀπεπήδησεν·

εἶδε τὴν μάχαιραν κατ' αὐτοῦ φερομένην, καὶ οὐκ ἐταράχθη. Τί ταύτης εὐλαβέστερον γένοιτ' ἂν τῆς ψυχῆς; Ἔτι οὖν τολμήσει τις εἰπεῖν,  ὡς οὐδὲν ὑπὸ τούτων ἁπάντων ἔπαθεν ὁ Ἀβραάμ; Εἰ γὰρ ἐχθρὸν καὶ πολέμιον

καταθύειν ἔμελλεν, εἰ γὰρ θηρίον ἦν, ἆρα ἀναλγητὶ ταῦτα ἐποίησεν; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστι. ∆ιὰ τοῦτο δέομαι  καὶ  ἀντιβολῶ,   ὅταν  υἱὸν  ἢ  θυγατέρα  ἀποβάλῃς,  ἄνθρωπε,  μὴ  οὕτως ἀσχημόνως θρήνει καὶ κόπτε

σεαυτὸν, ἀλλ' ἐννόησον ὅτι ὁ Ἀβραὰμ κατέσφαξε τὸν υἱὸν τὸν ἑαυτοῦ, καὶ οὔτε ἐδάκρυσεν, οὔτε πικρὸν ῥῆμα ἐξέβαλε. Καὶ ὁ Ἰὼβ ἤλγησε μὲν, τοσοῦτον δὲ, ὅσον εἰκὸς πα 63.808 τέρα φιλόπαιδα· ὡς ἅ γε νῦν ποιοῦμεν ἡμεῖς,

ἐχθρῶν  καὶ  πολεμίων  ἐστίν.  Οὐδὲ γὰρ  εἴ  τινος  εἰς  βασίλεια  ἀπενεχθέντος  καὶ

στεφανωθέντος ἔκοπτες σαυτὸν καὶ ἐθρήνεις, φίλον ἄν σε τοῦ στεφανωθέντος ἔφην εἶναι, ἀλλ' ἐχθρὸν καὶ πολέμιον. Ἀλλ' οὐκ οἶδα ποῦ κεχώρηκε, φησί. ∆ιὰ τί γὰρ οὐκ οἶδας, εἰπέ μοι; εἴτε γὰρ ὀρθῶς ἐβίου, εἴτε ἑτέρως,

δῆλον ποῦ χωρήσει. ∆ιὰ γὰρ τοῦτο κόπτομαι, φησὶν, ὅτι ἁμαρτωλὸς ἀπῆλθε. ∆ι' αὐτὸ μὲν οὖν τοῦτο δεῖ χαίρειν, ὅτι ἐνεκόπη τὰ ἁμαρτήματα, καὶ οὐ προσέθηκε τῇ κακίᾳ, καὶ βοηθεῖν ὡς ἂν οἷόν τε ᾖ, οὐ δάκρυσιν, ἀλλ' εὐχαῖς 

καὶ ἱκετηρίαις  καὶ ἐλεημοσύναις  καὶ προσφοραῖς. Οὐ γὰρ ἁπλῶς τοῦτο ἐπινενόηται,  οὐδὲ μάτην ὁ παρεστὼς τῷ θυσιαστηρίῳ τῶν  φρικτῶν τελουμένων  μυστηρίων βοᾷ, Ὑπὲρ πάντων  τῶν ἐν Χριστῷ κεκοιμημένων, καὶ

τῶν τὰς μνείας αὐτῶν ἐπιτελούντων,  ἀλλὰ Πνεύματος ἁγίου διατάξει ταῦτα γίνεται. Εἰ γὰρ τοὺς παῖδας τοῦ Ἰὼβ ἐκάθαιρεν ἡ τοῦ πατρὸς θυσία, τί ἀμφιβάλλεις, εἰ καὶ ἡμῶν ὑπὲρ τῶν  ἀπελθόντων  προσφερόντων,  γίνεταί 

τις  αὐτοῖς  παραμυθία; Μὴ τοίνυν τοὺς ἀποθνήσκοντας κλαίωμεν  ἁπλῶς, ἀλλὰ τοὺς ἐν πλούτῳ τετελευτηκότας,  καὶ μηδεμίαν  ἀπὸ τοῦ πλούτου  παραμυθίαν  ταῖς  ἑαυτῶν  ψυχαῖς  ἐπινοήσαντας·  τοὺς λαβόντας ἐξουσίαν

ἀπολούσασθαι αὐτῶν τὰ ἁμαρτήματα, καὶ μὴ βουληθέντας· τούτους κλαίωμεν, καὶ ἰδίᾳ καὶ κοινῇ πάντες, μὴ μίαν ἡμέραν μηδὲ δευτέραν, ἀλλὰ τὸν ἅπαντα βίον ἡμῶν, καὶ βοηθῶμεν  αὐτοῖς κατὰ δύναμιν· ἐπινοήσωμεν 

αὐτοῖς τινα βοήθειαν, μικρὰν μὲν, βοηθῶμεν δὲ ὅμως. Πῶς καὶ τίνι τρόπῳ; Εὐχόμενοι καὶ ἑτέρους παρακαλοῦντες εὐχὰς ὑπὲρ αὐτῶν ποιεῖσθαι, πένησιν ὑπὲρ αὐτῶν διδόντες συνεχῶς. Ἔχει τινὰ τὸ πρᾶγμα παραμυθίαν·

ἄκουε γὰρ τοῦ Θεοῦ λέγοντος, Ὑπερασπιῶ τῆς πόλεως ταύτης δι' ἐμὲ καὶ διὰ ∆αυῒδ τὸν δοῦλόν μου. Εἰ δὲ μνήμη μόνον  δικαίου τοσοῦτον ἴσχυσεν, ὅταν  καὶ ἔργα γένηται  ὑπὲρ αὐτοῦ, πόσον οὐκ ἰσχύσει; Οὐκ εἰκῆ ταῦτα 

ἐνομοθετήθη  ὑπὸ τῶν  ἀποστόλων,  τὸ ἐπὶ τῶν  φρικτῶν μυστηρίων   μνήμην   γίνεσθαι   τῶν   ἀπελθόντων·    ἴσασιν   αὐτοῖς   κέρδος   πολὺ γινόμενον, πολλὴν τὴν ὠφέλειαν. Ὅταν γὰρ ὁλόκληρος ἑστήκῃ λαὸς, χεῖρας

ἀνατείνοντες,  πλήρωμα ἱερατικὸν, καὶ προκέηται ἡ φρικτὴ θυσία, πῶς οὐ δυσωπήσομεν τὸν Θεὸν, ὑπὲρ τούτων παρακαλοῦντες; Ἀλλὰ τοῦτο μὲν περὶ τῶν ἐν πίστει παρελθόντων· οἱ δὲ κατηχούμενοι οὐδὲ ταύτης

καταξιοῦνται τῆς παραμυθίας, ἀλλ' ἀπεστέρηνται  πάσης τοιαύτης  βοηθείας, πλὴν  μιᾶς τινος.  Ποίας δὴ ταύτης; Ἔνεστι πένησιν  ὑπὲρ αὐτῶν  διδόναι  συνεχῶς,  καὶ ποιεῖ  τινα  αὐτοῖς  τὸ πρᾶγμα παραψυχήν. Ὥστε οὐ τὸ

ἀποθανεῖν κακὸν, ἀλλὰ τὸ ἀποθανεῖν κακῶς. Βούλεσθε δὲ εἴπω πρὸς τὴν ὑμετέραν ἀγάπην, πόθεν δεδοίκαμεν θάνατον; Οὐκ ἔτρωσεν ἡμᾶς ὁ τῆς βασιλείας ἔρως, οὐδὲ ἀνῆψεν  ἡμᾶς ὁ τῶν  μελλόντων  πόθος· ἐπεὶ πάντων 

ἂν ὑπερείδομεν τῶν παρόντων. Ὁ γὰρ διαπαντὸς γέενναν δεδοικὼς, οὐδέποτε θάνατον φοβηθήσεται. ∆ότε μοι πρὸς ὑμᾶς εὐκαίρως εἰπεῖν νῦν, ἀδελφοὶ, Μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε. Καὶ γὰρ τὰ

παιδία τὰ μικρὰ προσωπεῖα μὲν δέδοικε, πῦρ δὲ οὐ δέδοικεν, ἀλλ' ἐὰν  βασταζόμενα τύχῃ  παρὰ λυχνίαν  λύχνον ἔχουσαν, ἀπερισκέπτως  τὴν  χεῖρα ἐπαφίησι  τῇ λυχνίᾳ  καὶ τῇ φλογί· καὶ τὸ μὲν εὐκαταφρόνητον

προσωπεῖον φρίττει, τὸ δὲ ἀληθῶς οὐ δέδοικε φοβερὸν πῦρ. Βούλει εἴπω καὶ ἑτέραν αἰτίαν δι' ἣν τὸν θάνατον δεδοίκαμεν; Οὐ ζῶμεν μετὰ ἀκριβείας, οὐδὲ ἔχομεν συνειδὸς ἀγαθόν· 63.809 ὡς, εἰ τοῦτο ἦν, οὐδὲν ἡμᾶς ἂν

ἐφόβησεν, οὐ θάνατος,  οὐ  ζημία  χρημάτων,  οὐκ  ἄλλο  τῶν  τοιούτων  οὐδέν.  ∆ός  μοι  τοίνυν θαῤῥῆσαι περὶ τῆς βασιλείας τῶν οὐρανῶν, καὶ, εἰ βούλει, σήμερόν με κατάσφαξον, καὶ χάριν εἴσομαί σοι τῆς σφαγῆς, ὅτι με

ταχέως πρὸς ἐκεῖνα πέμπεις τὰ ἀγαθά. Ἀλλὰ τὸ  ἀδίκως  ἀποθανεῖν  δέδοικα,  φησί.  Τί λέγεις,  εἰπέ  μοι;  τὸ  ἀδίκως  ἀποθανεῖν δέδοικας; ἀλλὰ δικαίως ἐβούλου; καὶ τίς οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς παρὸν ἀδίκως

ἀποθανεῖν, δικαίως ἂν μᾶλλον ἕλοιτο; Εἰ γὰρ δεδοικέναι χρὴ θάνατον, τὸν δικαίως ἡμῖν ἐπιόντα δεδοικέναι χρή· ὡς ὅ γε ἀδίκως ἀποθανὼν, κατ' αὐτὸ τοῦτο κοινωνεῖ  τοῖς ἁγίοις ἅπασιν. Οἱ γὰρ πλείους τῶν εὐαρεστησάντων

τῷ Θεῷ, ἄδικον ὑπέστησαν τελευτήν· καὶ πρῶτος Ἄβελ. Οὐ γὰρ δὴ πλημμελήσας εἰς τὸν ἀδελφὸν,

οὐδὲ λυπήσας τὸν Κάϊν, ἀλλ' ἐπειδὴ τὸν Θεὸν ἐτίμησε, διὰ τοῦτο ἐσφάγη. Ὁ δὲ Θεὸς συνεχώρησεν· ἆρα φιλῶν  αὐτὸν  ἢ μισῶν; εὔδηλον  ὅτι φιλῶν,  καὶ λαμπρότερον αὐτῷ τὸν στέφανον ποιῆσαι βουλόμενος ἀπὸ

ἀδικωτάτης ταύτης σφαγῆς. Ὁρᾷς ὅτι οὐ τὸ ἀδίκως ἀποθανεῖν  χρὴ δεδοικέναι, ἀλλὰ τὸ ἐν ταῖς ἁμαρτίαις ἀποθανεῖν; Ὁ Ἄβελ ἀπέθανεν ἀδίκως· ὁ Κάϊν ἔζη στένων καὶ τρέμων. Τίς οὖν, εἰπέ μοι, μακαριώτερος ἦν; ὁ μετὰ

δικαιοσύνης παυσάμενος, ἢ ὁ ἐν ἁμαρτίαις ζῶν; ὁ ἀδίκως ἀποθανὼν,  ἢ ὁ δικαίως  κολαζόμενος; Τί δὲ φόνου  χαλεπώτερον,  εἰπέ  μοι; ἀλλ' ἐδυνήθη ποτὲ δικαιοσύνην τεκεῖν τῷ τοῦτον ποιήσαντι· καὶ ὅπως ἄκουε. Οἱ

Μαδιηναῖοί  ποτε  βουλόμενοι  τὸν  Θεὸν ἐκπολεμῶσαι  τοῖς  Ἰουδαίοις,  καὶ  ταύτῃ προσδοκῶντες  αὐτῶν   περιέσεσθαι,  εἰ  τῆς  εὐνοίας   αὐτοὺς  ἀποστερήσειαν  τοῦ
∆εσπότου, κόρας  καλλωπίσαντες,  καὶ  τῷ  στρατοπέδῳ  προστήσαντες,  ἐδελέασαν αὐτοὺς, καὶ εἰς τὴν πορνείαν ἤγαγον. Τοῦτο ἰδὼν ὁ Φινεὲς, μεταχειρισάμενος ξίφος
καὶ πορνεύοντας δύο καταλαβὼν, ἐν αὐτῇ τῇ ἁμαρτίᾳ ἀμφοτέρους ἐξεκέντησεν, οὐ
τοὺς ἀναιρεθέντας  μισῶν, ἀλλὰ  τῶν  λοιπῶν  φειδόμενος.  Καὶ τὸ μὲν  γενόμενον φόνος  ἦν, τὸ δὲ κατορθούμενον  ἐξ ἐκείνου σωτηρία τῶν  ἀπολλυμένων  ἁπάντων ἐγίνετο·  ἀπέκτεινε  δύο  καὶ  ἔσωσε μυριάδας  ἀπείρους. 

Καὶ καθάπερ  ἰατροὶ  τὰ σεσηπότα τῶν  μελῶν  ἐκτέμνοντες,  ὁλόκληρον  σώζουσι τὸ σῶμα· οὕτω  κἀκεῖνος ἐποίησεν,  καὶ  ἐλογίσθη  αὐτῷ  εἰς  δικαιοσύνην.  Μὴ τοίνυν  τοὺς  ἀποθνήσκοντας ἁπλῶς  κλαίωμεν,  ἀλλὰ  τοὺς 

ἐν  ἁμαρτίαις  ἀποθνήσκοντας·  οὗτοι  θρήνων  ἄξιοι, οὗτοι κοπετῶν καὶ δακρύων. Ποία γὰρ ἐλπὶς, εἰπέ μοι, μετὰ ἁμαρτημάτων ἀπελθεῖν, ἔνθα  οὐκ ἔστιν ἁμαρτήματα ἀποδύσασθαι; Ἕως μὲν  γὰρ ἦσαν ἐνταῦθα,  ἴσως ἦν

προσδοκία πολλὴ, ὅτι μεταμελοῦνται, ὅτι βελτίους ἔσονται· ἂν δὲ ἀπέλθωσιν εἰς τὸν ᾅδην, ἔνθα οὐκ ἔστιν ἀπὸ μετανοίας κερδᾶναί τι, (Ἐν τῷ γὰρ ᾅδῃ, φησὶ, τίς ἐξομολογήσεταί σοι;) πῶς οὖν οὐ θρήνων  ἄξιοι; Κλαίωμεν οὖν

τοὺς οὕτως ἀπερχομένους, οὐ κωλύω· κλαίωμεν, ἀλλὰ μὴ ἀσχημόνως, μὴ τρίχας τίλλοντες, μὴ βραχίονας  γυμνοῦντες,  μὴ ὄψιν  σπαράττοντες, ἀλλὰ  μᾶλλον  κατὰ ψυχὴν  ἠρέμα δάκρυον  ἀφέντες  μικρόν· τοῦτο  δὲ ἡμᾶς 

ὠφελεῖ.  Ὁ γὰρ ἐκεῖνον  πενθῶν  οὕτω, πολλῷ  μᾶλλον  αὐτὸς σπουδάσει μηδέποτε τοῖς αὐτοῖς περιπεσεῖν. Πάλιν δὲ ὅταν ἴδῃς  νεκρὸν  ἐπ'  ἀγορᾶς  φερόμενον,  παῖδας  ὀρφανοὺς  ἀκολουθοῦντας,   χήραν γυναῖκα 

κατακοπτομένην,  οἰκέτας ὀδυρομένους, φίλους  κατηφιῶντας,  λόγισαι τὸ οὐδα 63.810 μινὸν  τῶν παρόντων  πραγμάτων, καὶ ὅτι σκιᾶς καὶ ὀνειράτων  οὐδὲν διενήνοχε. Σκόπει μοι τὰς τῶν μεγάλων καὶ περιφανῶν  οἰκίας,

καὶ νῦν εἰς ἔδαφος κατενεχθείσας· ἐννόησον πόσα ἴσχυσαν, καὶ νῦν οὐδὲ μνήμη αὐτῶν ὑπολέλειπται. Πολλοὶ γὰρ τύραννοι  ἐκάθισαν ἐπ' ἐδάφους, ὁ δὲ ἀνυπονόητος  ἐφόρεσε διάδημα. Ἀλλ'  οὐκ ἀρκεῖ ταῦτα; ἐννόησον καὶ

πρὸ θανάτου ὅταν καθεύδῃς, τίνος ἄξιος εἶ· οὐχὶ καὶ τὸ μικρόν σε θηρίον ἀνελεῖν  δυνήσεται; Πολλοῖς γὰρ πολλάκις  ἀπὸ τοῦ ὀρόφου  κατενεχθὲν  μικρὸν  ζωΰφιον,  ἢ  τὸν  ὀφθαλμὸν  ἐξεῖλεν,  ἢ  ἑτέρου  τινὸς κινδύνου

παραίτιον γέγονε. Ταῦτα ἐννόει· καὶ μὴ τὸ τῆς ἀνθρωπίνης  ὄψεως ἄνθος θαύμαζε, μηδὲ τὸν ἀνατεταμένον  αὐχένα, μηδὲ τὴν χλανίδα καὶ τὸν ἵππον καὶ τοὺς ἀκολούθους·  ἀλλὰ  ποῦ  τελευτᾷ  ταῦτα  πάντα,  λογίζου.  Ἐὰν 

δὲ  τὰ  φαινόμενα θαυμάζῃς, καὶ ἐγώ σοι τὰ ἐν ταῖς Γραφαῖς ἐρῶ τὰ πολλῷ τούτων λαμπρότερα. Ἀλλ' ὥσπερ ἐκεῖνα διὰ τὴν ὄψιν οὐ θαυμάζομεν, τὴν οὐσίαν αὐτῶν ὁρῶντες, ὅτι πηλός ἐστι τὸ πᾶν, οὕτω δὴ μηδὲ ταῦτα· καὶ

γὰρ καὶ ταῦτα πηλὸς, μᾶλλον  δὲ καὶ πρὶν διαλυθῆναι  καὶ γενέσθαι κόνιν. ∆εῖξόν μοι τοῦτον τὸν ἀνατεταμένον,  πυρέττοντα, ψυχοῤῥαγοῦντα,  καὶ  τότε  σοι διαλέξομαι  καὶ  ἐρήσομαι· Ποῦ νῦν  εἰσιν  οἱ  μετὰ πολλοῦ μὲν

τοῦ τύφου, πολλῶν δὲ τῶν ἀκολουθούντων  σοβοῦντες ἐπὶ τῆς ἀγορᾶς; οἱ τὰ σηρικὰ ἐνδεδυμένοι, καὶ μύρων πνέοντες, καὶ παρασίτους τρέφοντες, καὶ τῇ σκηνῇ προσηλωμένοι διαπαντός; ποῦ ἡ τῶν δείπνων  ἐκείνων 

πολυτέλεια, τὸ τῶν μουσικῶν πλῆθος, ἡ τῶν κολάκων θεραπεία, ὁ γέλως ὁ πολὺς, ἡ τῆς ψυχῆς ἄνεσις, ἡ

τῆς διανοίας διάχυσις, ὁ βίος ὁ ὑγρὸς καὶ ἀνειμένος καὶ περιττός; Πάντα οἴχεται καὶ ἀπέπτη. Τί γέγονε τὸ τοσαύτης ἀπολαῦον θεραπείας καὶ καθαρότητος σῶμα; ἄπιθι πρὸς  τὴν  σορὸν, θέασαι τὴν  κόνιν,  τὴν  τέφραν, 

τοὺς  σκώληκας,  τοῦ  τόπου  τὸ εἰδεχθές· θέασαι καὶ στέναξον πικρόν. Καὶ εἴθε μέχρι τῆς τέφρας ἡ ζημία ἦν· νῦν δὲ ἀπὸ  τῆς  σοροῦ  καὶ  τῶν   σκωλήκων   τούτων   μετάγαγε  τὸν  λογισμὸν  ἐπὶ  τὸν ἀτελεύτητον  ἐκεῖνον 

σκώληκα, ἐπὶ τὸν βρυγμὸν τῶν  ὀδόντων,  ἐπὶ τὸ σκότος τὸ ἐξώτερον,  ἐπὶ  τὸ πῦρ τὸ ἄσβεστον, καὶ τὰς  κολάσεις τὰς πικρὰς καὶ ἀφορήτους ἐκείνας, τὰς εἰς ἀτελευτήτους αἰῶνας. Ἐνταῦθα μὲν γὰρ καὶ τὰ ἀγαθὰ καὶ τὰ

χαλεπὰ τέλος ἔχει, καὶ τοῦτο τάχιστον· ἐκεῖ δὲ ἀθανάτοις ἀμφότερα παρεκτείνεται αἰῶσι· καὶ τῇ ποιότητι  δὲ τοσοῦτον τῶν  νῦν  διενήνοχεν,  ὅσον οὐδὲ ἔστιν εἰπεῖν.  Τί τοίνυν γέγονε ὁ πολὺς κόσμος ἐκεῖνος; ποῦ δὲ οἴχεται

ἡ πολλὴ κολακεία καὶ ἡ θεραπεία τῶν  δούλων,  καὶ  ἡ περιουσία τῶν  χρημάτων  καὶ  τῶν  κτημάτων;  ποῖος  ἄνεμος ἐπεισελθὼν ἐξεφύσησε πάντα; Τί δὲ βούλεται ἡ περιττὴ αὕτη καὶ ἀνόνητος περὶ τὴν κηδείαν  δαπάνη, 

πολλὴν  μὲν  φέρουσα τοῖς  κηδεύουσι ζημίαν,  τῷ  δὲ ἀπελθόντι κέρδος οὐδέν; Ὅταν ἀκούσῃς, ὅτι γυμνὸς ὁ ∆εσπότης ἀνέστη, παῦσαι τῆς περὶ τὴν κηδείαν μανίας. Οὐδὲ γὰρ εἰπὼν  ὁ Χριστὸς ὅτι Πεινῶντά με εἴδετε, καὶ

ἐθρέψατε, διψῶντα, καὶ ἐποτίσατε, γυμνὸν, καὶ περιεβάλετε, προσέθετο ὅτι καὶ Τεθνεῶτα, καὶ ἐθάψατε· εἰ γὰρ ζῶντας κελεύει μηδὲν πλέον ἔχειν, ἀλλ' ἢ σκέπασμα, πολλῷ μᾶλλον τελευτήσαντας. Ποίαν οὖν ἕξομεν

ἀπολογίαν, ὅταν τὸ μὲν 63.811 σῶμα εἰς ἰχῶρας καὶ σκώληκας δαπανώμενον  καλλωπίζωμεν· τὸν δὲ Χριστὸν πεινῶντα,  διψῶντα, γυμνὸν περιιόντα καὶ ξένον περιορῶμεν; Ἀλλὰ καὶ ἐπὶ τῆς κλίνης κείμενος, φησὶν, ὁ

τεθνηκὼς, φέρει τοῦ τύφου καὶ τοῦ πλούτου τὰ σύμβολα· ἐσθῆτος λαμπρᾶς ἐπικειμένης, πενήτων καὶ πλουσίων προπεμπόντων, δήμων εὐφημούντων.  Μάλιστα μὲν  καὶ ταῦτα  κατάγελως·  πλὴν  ἀλλὰ  καὶ ταῦτα  εὐθέως 

ὥσπερ ἄνθος  διαῤῥέον ἐλέγχεται.  Ὅταν  γὰρ  τὸν  οὐδὸν  ὑπερβῶμεν  τῶν  τῆς  πόλεως  πυλῶν,  καὶ  τοῖς σκώληξι παραδόντες τὸ σῶμα ὑποστρέφωμεν, πάλιν σε ἐρήσομαι, Ποῦ πορεύεται ὁ πολὺς ὄχλος ἐκεῖνος; τί γέγονεν

ἡ κραυγὴ καὶ ὁ θόρυβος; ποῦ δὲ αἱ λαμπάδες, ποῦ δὲ οἱ χοροὶ τῶν γυναικῶν; ἆρα μὴ ὄναρ ταῦτά ἐστι; Τί δὲ καὶ ἐγένοντο αἱ βοαί; ποῦ τὰ στόματα τὰ πολλὰ ἐκεῖνα; τὰ κραυγάζοντα καὶ παρακελευόμενα θαῤῥεῖν, ὅτι οὐδεὶς

ἀθάνατος;  Οὐ νῦν  ταῦτα  ἔδει  λέγεσθαι  τῷ  μὴ ἀκούοντι,  ἀλλ' ὅτε  ἥρπαζεν, ὅτε ἐπλεονέκτει,  τότε  μικρὸν  παραλλάξαντας   ἔδει  λέγειν·  Οὐ δεῖ  θαῤῥεῖν·  οὐδεὶς ἀθάνατος. Εἰ μέν τίς σοι κατεσκεύασεν οἰκίας, 63.812

ἔνθα μὴ ἔμελλες μένειν, ζημίαν τὸ πρᾶγμα ἐνόμισας ἄν· νῦν δὲ ἐνταῦθα βούλει πλουτεῖν, ὅθεν καὶ πρὸ τῆς ἑσπέρας πολλάκις  μέλλεις  ἀποδημεῖν.  Ἐπίσχες τῆς  μανίας,  σβέσον τὴν  ἐπιθυμίαν.  Τὸ δὲ, Θάρσει, τῷ

ἀδικουμένῳ.  Ἀλλ'  εἰ καὶ ἐκείνῳ  ταῦτα ἀνόνητα  λοιπὸν  ἐξελθόντι  τὸ στάδιον, κἂν οἱ τὰ αὐτὰ ἐκείνῳ νοσοῦντες, καὶ ἐπὶ τὸ σῆμα ἀκολουθοῦντες, ἀκουέτωσαν. Ἐπειδὴ γὰρ ἔμπροσθεν ὑπὸ τῆς μέθης τῶν χρημάτων οὐδὲν

τοιοῦτον ἐννοοῦσιν,  ἀλλ' ἐν τῷ καιρῷ ἐκείνῳ,  ὅτε καὶ ἡ ὄψις τοῦ κειμένου  πιστοῦται  τὸ λεγόμενον, σωφρονιζέσθωσαν, παιδευέσθωσαν, ἐννοοῦντες  ὅτι μικρὸν ὕστερον καὶ αὐτοὺς ἄξουσιν οἱ ἀπάγοντες ἐπὶ τὰς φοβερὰς

ἐκείνας εὐθύνας, καὶ τὸ δοῦναι δίκην ὧν  ἐνταῦθα  κακῶς  ἐπλημμέλησαν.  Ἵνα  οὖν  μὴ  καὶ  ἡμεῖς  τὰ  αὐτὰ  ἐκείνοις πεισώμεθα, μεταβαλέσθαι καὶ γενέσθαι βελτίους σπουδάσωμεν, ὅση δύναμις, ὅπως καὶ τῶν  μελλόντων 

ἐπιτύχωμεν  ἀγαθῶν,  ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου