Τρίτη, 19 Μαΐου 2015

Αναστάσιμα Απολυτίκια

Ήχος α'.
Τού λίθου σφραγισθέντος υπό τών Ιουδαίων, καί στρατιωτών φυλασσόντων τό άχραντόν σου σώμα, ανέστης τριήμερος Σωτήρ, δωρούμενος τώ Κόσμω τήν ζωήν. Διά τούτο αι δυνάμεις τών ουρανών εβόων σοι ζωοδότα Δόξα τή αναστάσει σου Χριστέ, δόξα τή βασιλεία σου, δόξα τή οικονομία σου, μόνε φιλάνθρωπε.
Δόξα. Καί νύν. Θεοτοκίον
Τού Γαβριήλ φθεγξαμένου σοι Παρθένε τό Χαίρε, σύν τή φωνή εσαρκούτο ο τών όλων Δεσπότης, εν σοί τή αγία Κιβωτώ, ως έφη ο δίκαιος Δαυϊδ. Εδείχθης Πλατυτέρα τών ουρανών, βαστάσασα τόν Κτίστην σου. Δόξα τώ ενοικήσαντι εν σοί δόξα τώ προελθόντι εκ σού δόξα τώ ελευθερώσαντι ημά διά τού τόκου σου.
Ήχος β'.
Ότε κατήλθες πρός τόν θάνατον, η ζωή η αθάνατος, τότε τόν άδην ενέκρωσας, τή αστραπή τής Θεότητος ότε δέ καί τούς τεθνεώτας, εκ τών καταχθονίων ανέστησας, πάσαι αι Δυνάμεις τών επουρανίων εκραύγαζον Ζωοδότα Χριστέ, ο Θεός ημών, δόξα σοι.
Δόξα. Καί νύν. Θεοτοκίον
Πάντα υπέρ έννοιαν, πάντα υπερένδοξα, τά σά Θεοτόκε, μυστήρια τή αγνεία, εσφραγισμένη, καί παρθενία φυλαττομένη, Μήτηρ εγνώσθης αψευδής, Θεόν τεκούσα αληθινόν αυτόν ικέτευε σωθήναι τάς ψυχάς ημών.
Ήχος γ'.
Ευφραινέσθω τά ουράνια, γαλλιάσθω τά επίγεια, ότι εποίησε κράτος εν βραχίονι αυτού, ο Κύριος επάτησε τώ θανάτω τόν θάνατον πρωτότοκος τών νεκρών εγένετο εκ κοιλίας άδου ερρύσατο ημάς, καί παρέσχε τώ κόσμω τό μέγα έλεος.
Δόξα. Καί νύν. Θεοτοκίον.
Σέ τήν μεσιτεύσασαν, τήν σωτηρίαν τού γένους ημών, ανυμνούμεν Θεοτόκε Παρθένε εν τή σαρκί γάρ τή εκ σού προσληφθείση, ο Υιός σου καί Θεός ημών, τόν διά Σταυρού καταδεξάμενος πάθος, ελυτρώσατο ημάς, εκ φθοράς ως φιλάνθρωπος.
Ήχος δ'.
Τό φαιδρόν τής Αναστάσεως κήρυγμα, εκ τού Αγγέλου μαθούσαι αι τού Κυρίου Μαθήτριαι, καί τήν προγονικήν απόφασιν απορρίψασαι, τοίς Αποστόλοις καυχώμεναι έλεγον Εσκύλευται ο θάνατος, ηγέρθη Χριστός ο Θεός, δωρούμενος τώ κόσμω τό μέγα έλεος.
Δόξα. Καί νύν. Θεοτοκίον
Τό απ' αιώνος απόκρυφον, καί Αγγέλοις άγνωστον μυστήριον, διά σού Θεοτόκε τοίς επί γής πεφανέρωται, Θεός εν ασυγχύτω ενώσει σαρκούμενος, καί Σταυρόν εκουσίως υπέρ ημών καταδεξάμενος δι' ού αναστήσας τόν πρωτόπλαστον, έσωσεν εκ θανάτου τάς ψυχάς ημών.
Ήχος πλ. α'
Τόν συνάναρχον Λόγον Πατρί καί Πνεύματι, τόν εκ Παρθένου τεχθέντα εις σωτηρίαν ημών, ανυμνήσωμεν πιστοί καί προσκυνήσωμεν ότι ηυδόκησε σαρκί, ανελθείν εν τώ Σταυρώ, καί θάνατον υπομείναι, καί εγείραι τούς τεθνεώτας, εν τή ενδόξω Αναστάσει αυτού.
Δόξα. Καί νύν. Θεοτοκίον
Χαίρε πύλη Κυρίου η αδιόδευτος Χαίρε τείχος καί σκέπη τών προστρεχόντων εις σέ Χαίρε αχείμαστε λιμήν καί απειρόγαμε η τεκούσα εν σαρκί, τόν ποιητήν σου καί Θεόν, πρεσβεύουσα μή ελλείπης, υπέρ τών ανυμνούντων, καί προσκυνούντων τόν Τόκον σου.
Ήχος πλ. β'.
Αγγελικαί Δυνάμεις επί τό μνήμα σου, καί οι φυλάσσοντες απενεκρώθησαν καί ίστατο Μαρία εν τώ τάφω, ζητούσα τό άχραντόν σου σώμα. Εσκύλευσας τόν Άδην, μή πειρασθείς υπ' αυτού υπήντησας τή Παρθένω, δωρούμενος τήν ζωήν. Ο αναστάς εκ τών νεκρών, Κύριε δόξα σοι.
Δόξα. Καί νύν. Θεοτοκίον.
Ο τήν ευλογημένην καλέσας σου Μητέρα, ήλθες επί τό πάθος εκουσία βουλή, λάμψας εν τώ Σταυρώ, αναζητήσαι θέλων τόν Αδάμ, λέγων τοίς Αγγέλοις συγχάρητέ μοι, ότι ευρέθη η απολομένη δραχμή. Ο πάντα σοφώς οικονομήσας, δόξα σοι.
Ήχος βαρύς.
Κατέλυσας τώ Σταυρώ σου τόν θάνατον ηνέωξας τώ ληστή τόν Παράδεισον τών Μυροφόρων τόν θρήνον μετέβαλες καί τοίς σοίς Αποστόλοις, κηρύττειν επέταξας, ότι ανέστης Χριστέ ο Θεός, παρέχων τώ κόσμω τό μέγα έλεος.
Δόξα. Καί νύν. Θεοτοκίον
Ως τής ημών αναστάσεως θησαύρισμα, τούς επί σοί πεποιθότας Πανύμνητε, εκ λάκκου καί βυθού πταισμάτων ανάγαγε σύ γάρ τούς υπευθύνους τή αμαρτία, έσωσας τεκούσα τήν σωτηρίαν, η πρό τόκου παρθένος, καί εν τόκω παρθένος, καί μετά τόκον πάλιν ούσα παρθένος.
Ήχος πλ. δ'.
Έξ ύψους κατήλθες ο Εύσπλαγχνος, ταφήν κατεδέξω τριήμερον, ίνα ημάς ελευθερώσης τών παθών. Η ζωή καί η Ανάστασις ημών, Κύριε δόξα σοι.
Δόξα. Καί νύν. Θεοτοκίον
Ο δι' ημάς γεννηθείς εκ Παρθένου, καί σταύρωσιν υπομείνας Αγαθέ, ο θανάτω τόν θάνατον σκυλεύσας, καί έγερσιν δείξας ως Θεός, μή παρίδης ούς έπλασας, τή χειρί σου δείξον τήν φιλανθρωπίαν σου Ελεήμον δέξαι τήν τεκούσαν σε Θεοτόκον, πρεσβεύουσαν υπέρ ημών, καί σώσον Σωτήρ ημών λαόν απεγνωσμένον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου