Κυριακή, 14 Δεκεμβρίου 2014

ΑΝΤΙΑΙΡΕΤΙΚΑ ΘΕΜΑΤΑ Η ΟΜΟΛΟΓΙΑ ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ

Ἡ Ὁμολογία Ὀρθοδόξου Πίστεως τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ, ἡ ὁποία προετάχθη τῆς Ὁμολογίας ‘Ορθοδόξου Πίστεως τῆς διατυπωθείσης ὑπό τῆς Μητροπολιτικῆς Συνόδου τῆς Ἱερᾶς Μητροπόλεως Μεσογαίας καί Λαυρεωτικῆς τῆς ἀκαινοτομήτου Γνησίας Ὀρθοδόξου Ἐκκλησίας, τῆς συγκληθείσης καί συνεδριασάσης ὑπό τήν Προεδρίαν τοῦ Μητροπολίτου Μεσογαίας καί Λαυρεωτικῆς κ. Κηρύκου τήν 6ην καί 15ην Σεπτεμβρίου 2006. Τήν παραθέτομεν μετά τοῦ εἰσαγωγικοῦ καί τοῦ ἐπιλογικοῦ εἰς αὐτήν σημειώματος (ὅπως ταῦτα ἐσημειώθησαν εἰς τήν Ὁμολογίαν ‘Ορθοδόξου Πίστεως τῆς 6 καί 15 Σεπτ. 2006) εἰς τήν σειράν τῶν Ἀνταιρετικῶν θεμάτων, διότι πιστεύομεν ὅτι εἶναι ἕν κατ’ ἐξοχήν ἀντιαιρετικόν ἤτοι ὁμολογιακόν θέμα.    

«... ῾Ημεῖς, τό πιστόν λεῖμμα τῆς χάριτος, ἑπόμενοι τοῖς ῾Αγίοις Πατρᾶσι, οἵτινες, ὁσάκις ἡ ᾽Εκκλησία ἐχειμάζετο καί ἐδιώκετο, διεκήρυσσον καθαράν τήν ΟΜΟΛΟΓΙΑΝ ΤΗΣ ΠΙΣΤΕΩΣ, χάριτι Θεοῦ, προβαίνομεν εἰς τήν διακήρυξιν τῆς παρούσης ΟΜΟΛΟΓΙΑΣ ΟΡΘΟΔΟΞΟΥ ΠΙΣΤΕΩΣ, ἅμα δέ καί καταδίκην τῶν ὑπό ἐκπεσόντων ᾽Αρχιερέων διατυπωθεισῶν βλασφημιῶν κατά τε τῆς ᾽Εκκλησιολογίας καί τῆς ᾽Αποστολικῆς Διαδοχῆς τῆς Γνησίας ᾽Ορθοδόξου ᾽Εκκλησίας τῆς ῾Ελλάδος, ἐπαναλαμβάνοντες κατ' ἀρχάς τήν ΟΜΟΛΟΓΙΑΝ τοῦ Μεγάλου Πατρός ῾Αγίου Γρηγορίου ᾽Αρχιεπισκόπου Θεσσαλονίκης:

«Εἷς Θεός πρό πάντων, καί ἐπί πάντων, καί ἐν πᾶσι, καί ὑπέρ τό πᾶν, ἐν Πατρί καί Υἱῶ καί ἁγίω Πνεύματι παρ' ἡμῶν προσκυνούμενός τε καί πιστευόμενος· Μονάς ἐν Τριάδι, καί Τριάς ἐν Μονάδι ἀσυγχύτως ἑνουμένη, καί ἀμερίστως διαιρουμένη· Μονάς ἡ αὐτή καί Τριάς παντοδύναμος·, Πατήρ ἅναρχος, οὐ μόνον ὡς ἄχρονος, ἀλλά καί ὡς κατά πάντα τρόπον ἀναίτιος· μόνος αἰτία καί ρίζα καί πηγή τῆς ἐν Υἱῶ καί ἁγίω Πνεύματι θεωρουμένης Θεότητος· μόνος αἰτία προκαταρκτική τῶν γεγονότων· οὐ μόνος Δημιουργός, ἀλλά μόνος ἑνός Υἱοῦ Πατήρ, καί Πνεύματος ἁγίου ἑνός Προβολεύς· ἀεί ὤν, καί ἀεί ὤν Πατήρ, καί ἀεί ὤν μόνος Πατήρ τε καί Προβολεύς· μείζων Υἱοῦ καί Πνεύματος, τοῦτο μόνον ὡς αἴτιος· τἄλλα δέ πάντα ὁ αὐτός αὐτοῖς καί ὁμότιμος· — οὗ Υἱός εἷς, ἄναρχος μέν ὡς ἄχρονος· οὐκ ἄναρχος δέ, ὡς ἀρχήν καί ρίζαν καί πηγήν ἔχων τόν Πατέρα· ἐξ οὗ μόνου πρό πάντων τῶν αἰώνων ἀσωμάτως, ἀρρεύστως, ἀπαθῶς, γεννητῶς προῆλθεν, ἀλλ' οὐ διηρέθη, Θεός ὤν ἐκ Θεοῦ· οὐκ ἄλλος μέν καθ' ὅ Θεός, ἄλλος δέ καθ᾽ ὅ Υἱός, ἀεί ὤν, καί ἀεί ὤν Υἱός καί μόνος Υἱός καί ἀεί πρός τόν Θεόν ἀσυγχύτως ὤν, οὐκ αἰτία καί ἀρχή τῆς ἐν Τριάδι νοουμένης θεότητος, ὡς ἐξ αἰτίας καί ἀρχῆς ὑπάρχων τοῦ Πατρός, άλλ' αἰτία καί ἀρχή τῶν γεγονότων πάντων, ὡς δι' αὐτοῦ πάντων γεγονότων ὅς ἐν μορφῆ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμόν ἡγήσατο τό εἶναι ἴσα Θεῶ· ἀλλ' ἐπί συντελεία τῶν αἰώνων ἑαυτόν ἐκένωσε, μορφήν τήν καθ' ἡμᾶς λαβών, καί ἐκ τῆς ἀειπαρθένου Μαρίας εὐδοκία τοῦ Πατρός καί συνεργία τοῦ ἁγίου Πνεύματος κυηθείς τε νόμω φύσεως καί γεννηθείς, Θεός ὁμοῦ καί ἄνθρωπος, καί ὡς ἀληθῶς ἐνανθρωπήσας γέγονε ὅμοιος ἡμῖν κατά πάντα πλήν ἁμαρτίας, μείνας ὅπερ ἧν, Θεός ἀληθινός, ἑνώσας ἀσυγχύτως καί ἀτρέπτως τάς δύο φύσεις καί θελήσεις καί ἐνεργείας, καί μείνας εἷς Υἱός ἐν μιᾶ ὑποστάσει καί μετά τήν ἐνανθρώπησιν, ἐνεργῶν τά θεῖα πάντα ὡς Θεός, καί τά ἀνθρώπινα πάντα ὡς ἄνθρωπος, καί τοῖς ἀνθρωπίνοις ἀδιαβλήτοις ὑποκείμενος πάθεσιν. ᾽Απαθής μέν καί ἀθάνατος ὥν καί διαμένων ὡς Θεός, ἐκών δέ σαρκί παθών ὡς ἄνθρωπος καί σταυρωθείς καί θανών καί ταφείς, καί τῆ τρίτη ἡμέρα ἀναστάς ὅς καί τοῖς μαθηταῖς μετά τήν ἀνάστασιν ἐπιφανείς, καί τήν ἐξ ὕψους δύναμιν ἐπαγγειλάμενος, καί παραγγείλας μαθητεύειν πάντα τά ἔθνη, καί βαπτίζειν εἰς τό ὄνομα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ ἁγίου Πνεύματος, καί τηρεῖν διδάσκειν ὅσα ἐνετείλατο, αὐτός ἀνελήφθη εἰς τόν οὐρανόν, καί ἐκάθισεν ἐξ δεξιῶν τοῦ Πατρός, ὁμότιμον καί ὁμόθρονον ὡς ὁμόθεον ποιήσας τό ἡμέτερον φύραμα, μεθ' οὗ πάλιν φυράματος ἤξειν μέλλει μετά δόξης κρῖναι ζῶντας καί νεκρούς, καί ἀποδοῦναι ἑκάστω κατά τά ἔργα αὐτοῦ. — Τότε δέ πρός τόν Πατέρα ἀνελθών ἔπεμψεν ἐπί τούς ἁγίους αὐτοῦ μαθητάς καί ἀποστόλους τό Πνεῦμα τό ἅγιον, ὅ παρά τοῦ Πατρός ἐκπορεύεται· συνάναρχον μέν ὅν τῶ Πατρί καί τῶ Υἱῶ, ὡς ἄχρονον, οὐκ ἄναρχον δέ, ὡς καί αὐτό ρίζαν καί πηγήν καί αἰτίαν ἔχον τόν Πατέρα, οὐχ ὡς γεννητόν, ἀλλ' ὡς ἐκπορευτόν· ἐκ Πατρός γάρ καί αὐτό πρό πάντων τῶν αἰώνων ἀρρεύστως καί ἀπαθῶς, οὐ γεννητῶς, ἀλλ' ἐκπορευτῶς προῆλθεν, ἀδιαίρετον ὅν τοῦ Πατρός καί τοῦ Υἱοῦ, ὡς ἐκ τοῦ Πατρός προερχόμενον καί ἐν Υἱῶ ἀναπαυόμενον, ἀσύγχυτον καί τήν ἕνωσιν ἔχον, καί ἀμέριστον τήν διαίρεσιν· Θεός ὅν καί αὐτό ἐκ τοῦ Θεοῦ, οὐ ἄλλος μέν καθ' ὅ Θεός, ἄλλος δέ καθ' ὅ Παράκλητος· Πνεῦμα αὐθυπόστατον, ἐκ Πατρός ἐκπορευόμενον καί δι' Υἱοῦ πεμπόμενον, τουτέστι φανερούμενον, αἴτιον καί αὐτό τῶν γεγονότων πάντων, ὡς ἐν αὐτῶ τετελεσιουργημένων· τό αὐτό καί ὁμότιμον Πατρί τε καί Υἱῶ, χωρίς τῆς ἀγεννησίας καί τῆς γεννήσεως. ᾽Επέμφθη δέ παρά τοῦ Υἱοῦ πρός τούς οἰκείους μαθητάς, τουτέστι πεφανέρωται. Πῶς γάρ ἄν ἄλλως παρ' αὐτοῦ πεμφθείη τό μή χωριζόμενον αὐτοῦ; Πῶς δ' ἄν ἄλλως ἔλθοι μοι τό ὑπάρχον πανταχοῦ; Διό μή μόνον παρά τοῦ Υἱοῦ, ἀλλά καί παρά τοῦ Πατρός, καί διά τοῦ Υἱοῦ πέμπεται· καί παρ' ἑαυτοῦ ἔρχεται φανερούμενον. Κοινόν γάρ ἔργον ἡ ἀποστολή, δηλονότι ἡ φανέρωσις τοῦ Πνεύματος, — Φανεροῦται δέ οὐ κατά τήν οὐσίαν, Οὐδείς γάρ ποτέ Θεοῦ φύσιν ἤ είδεν ἤ ἐξηγόρευσεν, ἀλλά μετά τήν χάριν καί τήν δύναμιν καί τήν ἐνέργειαν, ἥτις κοινή ἐστι Πατρός καί Υἱοῦ καί Πνεύματος. ῎Ιδιον μέν γάρ ἑκάστου τούτων ἡ ἑκάστου ὑπόστασις, καί ὅσα τείνει πρός αὐτήν· κοινά δέ οὐχ ἡ ὑπερούσιος οὐσία μόνον, ἡ παντάπασιν ἀνώνυμος καί ἀνέκφαντος καί ἀμέθεκτος, ὡς ὑπέρ πᾶσαν ἐπωνυμίαν οὖσα καί ἔκφανσιν καί μετοχήν, ἀλλά καί ἡ χάρις καί ἡ δύναμις καί ἡ ἐνέργεια καί ἡ λαμπρότης, καί ἡ βασιλεία καί ἡ ἀφθαρσία, καί πάνθ' ἁπλῶς καθ' ἅ κοινωνεῖ, καί κατά χάριν ἑνοῦται τοῖς ἁγίοις ἀγγέλοις τε καί ἀνθρώποις ὁ Θεός· μήτε διά τό μεριστόν καί διάφορον τῶν ὑποστάσεων, μήτε διά τό μεριστόν καί ποικίλον τῶν δυνάμεών τε καί ἐνεργειῶν, τῆς ἁπλότητος ἐκπίπτων οὕτως ἡμῖν εἶς ἐστι παντοδύναμος Θεός ἐν μιᾶ θεότητι. Οὔτε γάρ ἐξ ὑποστάσεων τελείων γένοιτ' ἄν ποτε σύνθεσις, οὔτε τό δυνάμενον, ὅτι δύναμιν ἤ δυνάμεις ἔχει, δι ' αὐτό τό δύνασθαι σύνθετον ἀληθῶς ποτε λεχθείη ἄν.
Πρός τούτοις προσκυνοῦμεν σχετικῶς τήν ἁγίαν εἰκόνα τοῦ περιγραφέντος ὡς δι' ἡμᾶς ἐνανθρωπίσαντος Υἱοῦ τοῦ Θεοῦ, πρός τό πρωτότυπον ἀναφέροντες σχετικῶς τήν προσκύνησιν· καί τό τίμιον τοῦ σταυροῦ ξύλον, καί τά σύμβολα πάντα τῶν αὐτοῦ παθημάτων, ὡς ὄντα τρόπαια θεῖα κατά τοῦ κοινοῦ πολεμίου τοῦ γένους ἡμῶν· πρός δέ καί τόν τύπον τοῦ τιμίου σταυροῦ σωτήριον, καί τούς θίους ναούς καί τόπους, καί τά ἱερά σκεύη καί θεοπαράδοτα λόγια διά,τάνν αὐτοῖς ἐνοικοῦντα Θεόν. ῾Ωσαύτως προσκυνοῦμεν καί τάς τῶν ἁγίων πάντων εἰκονας διά τήν πρός αὐτούς ἀγάπην καί τόν Θεόν, ὅν οὗτοι ἀληθῶς ἠγάπησάν τε καί ἐθεράπευσαν· ἐν τῆ προσκυνήσει πρός τάς εἰκόνων μορφάς ἀναφέροντες τήν διάνοιαν. Προσκυνοῦμεν καί αὐτάς τάς τῶν ἁγίων σορούς, ὡς τῆς ἁγιαστικῆς χάριτος τῶν αὐτῶν οὐκ ἀποπτάσης ἱερωτάτων ὀστῶν· ὥσπερ οὐδέ τοῦ δεσποτικοῦ σώματος ἐν τῶ τριημέρω ἡ θεότης διηρέθη θανάτω.
Κακόν κατ' οὐσίαν ἴσμεν οὐδέν· οὐδ' είναι τοῦ κακοῦ ἀρχήν ἑτέραν ἤ τήν ἐκτροπήν τῶν λογικῶν, κεχρημένων τῆ παρά τοῦ Θεοῦ δεδομένη αὐεξουσιότητι κακῶς. Στέργομεν πάσας τάς ἐκκλησιαστικάς παραδόσεις, ἐγγράφους τε καί ἀγράφους, καί πρό πάντων τήν μυστικωτάτην τε καί πανίερον τελετήν καί κοινωνίαν καί σύναξιν, παρ' ἧς καί ταῖς ἄλλαις τελεταῖς ἡ τελείωσις, καθ' ἥν εἰς ἀνάμνησιν τοῦ κενώσαντος ἑαυτόν ἀκενώτως, καί σάρκα λαβόντος καί παθόντος ὑπέρ ἡμῶν, κατά τήν θεσπεσίαν ἐκείνου παραγγελίαν καί αὐτουργίαν, τά θειότατα ἱερουργεῖται καί θεουργεῖται, ὁ ἄρτος καί τό ποτήριον· καί αὐτό τό ζωαρχικόν ἐκεῖνο τελεῖται σῶμα καί αίμα· καί τήν ἀπόρρητον αὐτῶν μετουσίαν καί κοινωνίαν τοῖς εὐαγῶς προσιοῦσι χαρίζεται. Πάντας δέ τούς μή ὁμολογοῦντας καί πιστεύοντας ὡς τό Πνεῦμα τό ἅγιον προεμήνυσε διά τῶν προφητῶν, ὡς ὁ Κύριος ἐθέσπισε διά σαρκός ἡμῖν ἐπιφανείς, ὡς οἱ ἀπόστολοι ἐκήρυξαν πεμφθέντες ὑπ' αὐτοῦ, ὡς οἱ Πατέρες ἡμῶν καί διάδοχοι ἐκείνων ἐδίδαξαν ἡμᾶς, ἀλλ' αἱρέσεως οἰκείας ἤ ἄρξαντας, ἤ τοῖς κακῶς ἄρξασιν εἰς τέλος ἐπηκολουθηκότας, ἀποβαλλόμεθα καί ἀναθέματι καθυποβάλλομεν.
Δεχόμεθα δέ καί ἀσπαζόμεθα τάς ἁγίας καί οἰκουμενικάς συνόδους, τήν ἐν Νικαία τῶν τριακοσίων δέκα καί ὀκτώ θεοφόρων Πατέρων κατά τοῦ θεομάχου ᾽Αρείου, κατασπῶντος ἀσεβῶς εἰς κτίσμα τόν Υἱόν τοῦ Θεοῦ, καί κατατέμνοντος εἰς κτιστά καί ἄκτιστα τήν ἐν Πατρί καί Υἱῶ καί ἁγίω Πνεύματι προσκυνουμένην Θεότητα' τήν μετ' αὐτήν ἐν Κωνσταντινουπόλει τῶν ἑκατόν πεντήκοντα ἁγίων Πατέρων κατά Μακεδονίου Κωνσταντινουπόλεως, ἀσεβῶς εἰς κτίσμα κατασπῶντος τό Πνεῦμα τό ἅγιον, καί κατατέμνοντος μηδέ ἧττον καί τούτου εἰς κτιστά καί ἄκτιστα τήν μίαν Θεότητα' τήν μετ' αὐτήν ἐν ᾽Εφέσω τῶν διακοσίων Πατέρων κατά Νεστορίου Πατριάρχου Κωνσταντινουπόλεως, τήν καθ' ὑπόστασιν ἕνωσιν ἀθετοῦντος ἐπί Χριστοῦ τῆς αὐτοῦ θεότητος καί ἀνθρωπότητος, καί τήν ὡς ἀληθῶς τεκοῦσαν τόν Θεόν Παρθένον, Θεοτόκον καλεῖν μηδαμῶς βουλομένου· καί τήν τετάρτην τήν ἐν Χαλκηδόνι τῶν ἑξακοσίων τριάκοντα Πατέρων κατά Εὐτυχοῦς καί Διοσκόρου, μίαν φύσιν ἐπί Χριστοῦ δογματιζόντων κακῶς· καί τήν μετ᾽ αὐτήν ἐν Κωνσταντινουπόλει τῶν ἑκατόν ἑξήκοντα πέντε Πατέρων κατά Θεοδώρου καί Διοδώρου τά αὐτά τῶ Νεστορίω φρονούντων, καί διά συγγραμμάτων τά ἐκείνου συνιστώντων, ῾Ωριγένους τε καί Διδύμου καί Εὐαγρίου τινός, τῶν παλαιῶν μέν ὄντων, μυθώδη δέ τινα ἐν τῆ τοῦ Θεοῦ ᾽Εκκλησία παρεισάγειν ἐπιχειρούντων· καί τήν μετ' αὐτήν ἐν τῆ αὐτῆ πόλει τῶν ἑκατόν ἑβδομήκοντα Πατέρων κατά Σεργίου, Πύρρου, Παύλου, Κωνσταντινουπόλεως ἀρξάντων, ἀθετούντων ἐπί Χριστοῦ τάς καταλλήλους ταῖς δύο φύσεσιν δύο ἐνεργείας καί δύο θελήματα· καί τήν ἐν Νικαία πάλιν τῶν ἑπτά καί ἑξήκοντα καί τριακοσίων Πατέρων κατά τῶν Εἰκονομάχων.
᾽Ασπαζόμεθα καί πάσας τάς κατά Θεοῦ χάριν κατά καιρόν ἤ τόπον πρός βεβαίωσιν εὐσεβείας καί εὐαγγελικῆς πολιτείας συναθροισθείσας ἁγίας συνόδους· ὧν εἰσι καί αἱ συγκροτηθεῖσαι κατά τήν μεγαλόπολιν ταύτην ἐν τῶ περιβοήτω ναῶ τῆς ἁγίας τοῦ Θεοῦ Σοφίας κατά τοῦ Καλαβροῦ Βαρλαάμ, καί τοῦ μετ' ἐκεῖνον τά ἐκείνου φρονοῦντος, καί δόλω σπεύδοντος ἐπεκδικεῖν, ᾽Ακινδύνου' οἵ τήν κοινήν χάριν Πατρός, Υἱοῦ καί Πνεύματος, καί τό φῶς τοῦ μέλλοντος αἰῶνος, καθό καί οἱ δίκαιοι λάμψουσιν ὡς ἥλιος, ὡς καί ὁ Χριστός προϋπέδειξεν ἐπ' ὅρους λάμψας, καί ἁπλῶς πᾶσαν δύναμίν τε καί ἐνέργειαν τῆς τρισυποστάτου Θεότητος, καί πᾶν τό διαφέρον ὁπωσοῦν τῆς θείας φύσεως κτιστόν είναι δογματίζουσι, καί κατατέμνουσι καί οὗτοι δυσσεβῶς εἰς κτιστά καί ἄκτιστα τήν μίαν Θεότητα, καί τούς εὐσεβῶς ἄκτιστον τό θειότατον ἐκεῖνο φῶς, καί πᾶσαν δύναμιν καί ἐνέργειαν πρεσβεύοντας θείαν, ὡς μηδενός ὄντος προσφάτου τῶν τῶ Θεῶ προσόντων φυσικῶς, διθεϊτας ὀνομάζουσι καί πολυθέους, ὡς καί ᾽Ιουδαῖοι Σαβελλιανοί τε καί Αρειανοί ὀνομάζουσιν ἡμᾶς. ᾽Αλλ' ἡμεῖς τούτους τε κἀκείνους, ὡς ὄντως ἀθέους τε καί πολυθέους, ἀποβαλλόμεθᾳ καί τοῦ πληρώματος τῶν εὐσεβούντων, ὡς καί ἡ ἁγία τοῦ Χριστοῦ καθολική καί ἀποστολική ᾽Εκκλησία διά τοῦ συνοδικοῦ Τόμου καί ῾Αγιορειτικοῦ, τελέως ἐκκόπτομεν, πιστεύοντες εἰς μίαν Θεότητα τρισυπόστατον καί παντοδύναμον, οὐδαμῶς τοῦ ἑνιαίου καί τῆς ἁπλότητος ἐκπίπτουσαν διά τάς δυνάμεις ἤ τάς ὑποστάσεις. ᾽Επί τούτοις πᾶσι προσδοκῶμεν ἀνάστασιν νεκρῶν, καί ζωήν ἄληκτον τοῦ μέλλοντος αἰῶνος, ᾽Αμήν».

Διά τῆς ᾽Ορθοδόξου ταύτης ῾Ομολογίας τοῦ ῾Αγίου Πατρός τῆς ᾽Εκκλησίας Γρηγορίου ᾽Αρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ, ἀντιμετωπίσθη ὁμολογιακῶς κατά τόν ΙΔ' αἰῶνα καί ἀπεκρούσθη νικηφόρως ἡ ἐκ τῆς αἱρεσιοβριθοῦς Δύσεως θρασυτάτη ἐπιβουλή κατά τῶν ᾽Ορθοδόξων. Ταύτην καί ἡμεῖς οἱ ἐλάχιστοι, κατασπαζόμενοι, ἐπεκτείνομεν καί κατά τῶν μετέπειτα ἀντιχρίστων ἐπιβουλῶν τῆς παπικῆς Δύσεως, μέχρι καί τοῦ συγχρόνου Οἰκουμενισμοῦ, νεοημερολογιτικοῦ τε καί παλαιοημερολογιτικοῦ.
Εἰδικώτερον ΑΠΟΔΕΧΟΜΕΘΑ ΚΑΙ ΣΥΝΟΜΟΛΟΓΟΥΜΕΝ τάς ῾Ιστορικάς ΟΜΟΛΟΓΙΑΣ κατά τοῦ δεδικασμένου καί κατακεκριμένου Παπικοῦ Νεοημερολογιτισμοῦ - Οἰκουμενισμοῦ:
α) Τήν ῾Ομολογίαν τοῦ Ζηλωτοῦ ῾Αγιορείτου ῾Ιερομονάχου Ματθαίου ὅστις τήν ἑπομένην τῆς Καινοτομίας γράφει πρός τά ἁπανταχοῦ πνευματικά του τέκνα νά μήν δεχθοῦν τήν καινοτομίαν, διότι αὕτη χωρίζει τούς χριστιανούς ἀπό τόν Χριστόν καί τήν ᾽Εκκλησίαν Του.
β) Τῶν Ζηλωτῶν ῾Αγιορειτῶν Πατέρων ἐν ἔτει 1934 (᾽Αποστασίας ῎Ελεγχος 1934).
γ) Τήν ἀπό 6.11.1937 Συνοδικήν ΟΜΟΛΟΓΙΑΝ ΕΚΚΛΗΣΙΟΛΟΓΙΑΝ, ἐν τῆ ὁποία ἀνεθεματίσθη καί ὁ ἄθεος καί ἀντίχριστος Οἰκουμενισμός καί ἀπεκηρύχθησαν οἱ ὑπαναχωρήσαντες ἐκ τῆς ῾Ομολογίας σχισματικοί, πρ. Φλωρίνης Χρυσόστομος καί Δημητριάδος Γερμανός, ὡς καί
δ) Ἁπάσας τάς ὁμοίας ΟΜΟΛΟΓΙΑΣ ΟΡΘΟΔΟΞΟΥ ΠΙΣΤΕΩΣ, αἱ ὁποῖαι, λόγω τῶν κρισίμων περιστάσεων κατά καιρούς διετυπώθησαν ὡς διατυποῦται καί ἡ παροῦσα, διότι ὁ ἴδιος παπικός κίνδυνος, ἔτι θρασύτερος, σήμερον εἰσεχώρησεν καί εἰς τόν χῶρον τῶν ᾽Ορθοδόξων καί ἀπειλεῖ νά μολύνη τό ἐναπομεῖναν «μικρόν λεῖμμα τῆς χάριτος.
(Ἀπόσπασμα ἀπό τήν ὑπ’ ἀριθμ. 418/21.9.2006
«ΟΜΟΛΟΓΙΑΝ ΟΡΘΟΔΟΞΟΥ ΠΙΣΤΕΩΣ»)

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου