Β” . Δεῦρο οὖν ἐπὶ τοὺς πάντας, καὶ διὰ πάντων τὸν καθ” ἕνα θαυμάσωμεν. Ἀνδρέας ὁ τῆς ἀποστολικῆς ἀνδρείας ἐπώνυμος, ὁ πρῶτος διδάσκαλον τὸν Δεσπότην ἐπιγραψάμενος• ἡ τῆς ἀποστολικῆς χορείας ἀρχή• ὁ πρὸς τὴν δεσποτικὴν παρουσίαν ὀξυδερκής, ὁ τῆς Ἰωάννου μαθητείας τὴν Χριστοῦ διδασκαλίαν ἀνταλλαξάμενος• ἡ τῶν τοῦ Βαπτιστοῦ ρημάτων σφραγίς. Ἦν μὲν γὰρ τῶν Ἰωάννου μαθητῶν ὁ δοκιμώτατος• ἐν λυχνιαίῳ φέγγει ζητῶν τοῦ φωτὸς τὴν ἀλήθειαν, ὥσπερ τις ἐν ἀμυδροτέραις αὐγαῖς πρὸς τὰς Χριστοῦ μαρμαρυγὰς ἐθιζόμενος. Ἀλλ” ὁ μὲν Ἰωάννης τέως τοῖς Ἰορδάνου νάμασιν ἐφεστὼς τὰς Ἰουδαίων ἀγέλας ἐβάπτιζε, τοῖς Μωσέως προστάγμασιν ἀντιφάρμακον ἐν ὕδασι κατασκευάζων μετάνοιαν, καὶ Μωσαϊκοῦ ξίφους τὴν ἀκμὴν ἀνακόπτων τοῖς ρεύμασιν. Οἷς γὰρ ἡ τοῦ νόμου παράβασις θάνατον ἔτεκε, τούτους προεξαρπάζων ὁ Βαπτιστὴς τῇ μετανοίᾳ προέπεμπεν. Ἐπειδὴ γὰρ μήπω παρῆν ὁ καταλύων τὸν θάνατον, ταῖς διὰ τοῦ βαπτίσματος ὑπερθέσεσιν ὁ θάνατος ἐπραΰνετο, ἀκούσιον φιλανθρωπίαν διὰ μετανοίας ἐκπαιδευόμενος. Ὅτε δὲ παρῆν ὁ Δεσπότης κρυπτόμενος τῇ τῆς οἰκονομίας σοφίᾳ, καὶ κρύπτων τῆς ἀξίας τὴν ἀστραπὴν ἐν περιβολαίῳ θνητῷ, γνοὺς ὁ Ἰωάννης, εὐθὺς τὸν παιδευτὴν εἰς δορυφόρον μετέβαλε, καὶ τὴν χεῖρα συστείλας κῆρυξ τοῦ παρόντος ἐγένετο• «Ἴδε, ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου». Οὗτος, φησίν, ὁ τοῦ θανάτου λυτήρ. Οὗτος ὁ τῆς ἁμαρτίας ἀναιρέτης. Ἐγὼ δὲ νυμφαγωγός, οὐ νυμφίος ἀπέσταλμαι. Δορυφόρος, οὐ Δεσπότης ἐλήλυθα.
Γ”. Τούτοις τοῖς ρήμασιν ὁ τῶν ἀποστόλων περιφανέστατος Ἀνδρέας νυττόμενος, τὸν παιδευτὴν καταλείψας πρὸς τὸν κηρυττόμενον ἔδραμε• καὶ δεξάμενος τοῦ λόγου τὸ σύνθημα, γίνεται τῆς Ἰωάννου γλώσσης ὀξύτερος• καὶ τῷ Δεσπότῃ προσελθών, ἐδείκνυ τὸν πόθον τῷ σχήματι, κοινωνὸν τοῦ δρόμου τὸν εὐαγγελιστὴν Ἰωάννην συναπαγόμενος• καὶ ἄμφω, τὸν λύχνον ἀφέντες, ἐπὶ τὸν ἥλιον φέρονται. Ἀνδρέας ἡ πρώτη τῶν ἀποστόλων φυτεία• οὗτος ἀνεωξε τῆς Χριστοῦ μαθητείας τὰς πύλας• πρῶτος τῆς προφητικῆς γεωργίας τοὺς καρποὺς ἐτρύγησε, καὶ τὰς ἁπάντων ἐλπίδας ὑπερδραμών, πρῶτος τὸν παρὰ πάντων προσδοκώμενον περιπτύσσεται. Πρῶτος ἔδειξε τὰ τοῦ νόμου προστάγματα προθεσμίᾳ μετρούμενα. Πρῶτος τὴν Μωσέως ἔστησε γλῶτταν, μετὰ Χριστὸν λαλούσης οὐκ ἀνασχὀμενος, οὐχ ὑβριζόμενος, οὐχ ὑβρίζων τῶν Ἰουδαίων τὸν παιδευτὴν• ἀλλὰ προτιμῶν τοῦ πεμφθέντος τὸν πέμψαντα• μᾶλλον δὲ πρῶτος ὤφθη τὸν Μωσέα τιμῶν• Ὁ πρῶτος ἐπέγνω τὸν ὑπ” ἐκείνου προφητευόμενον• «Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ• αὐτοῦ ἀκούετε». Παραιτεῖται τὸν νόμον τῷ νόμῳ πειθόμενος. Ἤκουσε Μωσέως λαλοΰντος• «Αὐτοῦ ἀκούετε.» Ἤκουσεν Ἰωάννου βοῶντος. «Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ»• καὶ γέγονε πρὸς τὴν δεῖξιν αὐτόμολος. Ἐπιγνοὺς δὲ τὸν προφητευθέντα προφήτην, χειραγωγεῖ τὸν ἀδελφὸν πρὸς τὴν εὕρεσιν. Ἅγνοοῦντι τῷ Πέτρῳ τὸν θησαυρὸν δείκνυσιν «Εὐρήκαμεν τὸν Μεσσίαν» ὅν ἐποθοῦμεν. Οὗ τὴν παρουσίαν ἠλπίσαμεν, τούτου τὴν θεωρίαν ἁρπάσωμεν. Εὑρήκαμεν ὅν προφητικαὶ βοῶσαι σάλπιγγες ἀναμένειν ἐκέλευον. Ἤνεγκεν ὁ χρόνος ὅν ἡ χάρις ἐκήρυττεν, ὅν ἤλπισεν ὁ πόθος ἰδεῖν ὄμμασιν. Εὗρε γάρ, φησίν, οὗτος τὸν ἀδελφον τὸν ἴδιον Σίμωνα, καὶ μερίζεται πρὸς αὐτὸν τῆς θεωρίας τὸν θησαυρόν. Χειραγωγεῖ πρὸς τὸν Δεσπότην τὸν Πέτρον. Ὢ παραδόξου θαύματος! Οὕτω μαθητὴς Ἀνδρέας καὶ καθηγητὴς ἀνθρώπων καθίσταται. Ἀπὸ τοῦ διδάσκειν τοῦ μανθάνειν ἀπήρξατο• ἁρπάζει τῆς ἀποστολῆς τὴν ἀξίαν. Εὑρήκαμεν τὸν Μεσσίαν. Ὢ πόσας νύκτας ἀύπνους ἀνύσαντες παρὰ τοῖς Ἰορδάνου ρείθροις, νῦν ὅν ἐποθοῦμεν εὑρήκαμεν! Οὐκ ἦν βραδὺς μετὰ τὴν φωνὴν ὁ Πέτρος• Ἀνδρέου γὰρ ἦν ἀδελφός• καὶ θερμῇ τῇ γνώμῃ τὰς ἀκοὰς ἐκπετάσας ἠπείγετο.
Δ”. Λαβὼν τὸν Πέτρον ὁ Ἀνδρέας τῷ Δεσπότῃ προσάγει τὸν μεριστήν τῆς φύσεως, κοινωνὸν τῆς μαθητείας ἀπεργασάμενος. Τοῦτο πρῶτον Ἀνδρέου κατόρθωμα. Ηὔξησε τῶν ἀποστόλων τὸν ἀριθμὸν προσήνεγκε Πέτρον, ἵν” εὕρη Χριστὸς τὸν τῶν μαθητῶν κορυφαῖον. Ὥστε καὶ ἐν οἷς ὕστερον εὐδοκιμῶν ὁ Πέτρος εὑρίσκεται, παρὰ Ἀνδρέου τῆς εὐδοκιμήσεως ἔχει τὰ σπέρματα. Ἀλλ” ἡ τῶν ἐπαίνων ἰσόρροπος ἐξ ἑκατέρων πρὸς ἀλλήλους ἀντίδοσις γίνεται. Οἰκειοῦνται γὰρ τὰ ἀλλήλων ἀγαθά, καὶ τοῖς ἀλλήλων ἀγαθοῖς ἐναβρύνονται. Πόσην γοῦν ἤνεγκε τοῖς πᾶσι χαρὰν ὁ Πέτρος πρὸς τὰς δεσποτικὰς ἐρωτήσεις ὀξέως ἀποκρινόμενος, καὶ λύσας σιωπὴν μαθητῶν ἐρυθριῶσαν; «Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι;». Καὶ ὡς αὐτὸς ὢν τῶν ἐρωτηθέντων ἡ γλώττα, ἢ ὡς ἁπάντων ἐν ἐκείνῳ λαλούντων, μόνος ὑπὲρ πάντων ἐφθέγγετο• «Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος», μιᾷ φωνῇ καὶ τὸν οἰκονομοῦντα, καὶ τὴν οἰκονομίαν ἀποφθεγξάμενος. Ὢ συμφωνίας ρημάτων! οἷς γὰρ Ἀνδρέας τὸν Πέτρον ἐχειραγώγησε ρήμασι, τούτοις ἄνωθεν ὁ Πατὴρ τὸν Πέτρον ἐνηχῶν καθυπέγραφεν. Ἐκεῖνος ἔλεγεν «Εὑρήκαμεν τὸν Μεσσίαν». Ὁ Πατὴρ ὑπέβαλλε λέγων• «Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος»• μόνον οὐχὶ ταῦτα πρὸς τὸν Πέτρον έγκελευσάμενος. Φθέγξαι, ὦ Πέτρε, τὰς Ἀνδρέου φωνὰς ἐρωτώμενος• φάνηθι τοῦ Διδασκάλου πρὸς ἀπόκρισιν ἑτοιμότερος. Οὐκ ἐψεύσατο πρὸς σὲ λέγων• «Τὸν Μεσσίαν εὑρήκαμεν». Σύ, τὴν Ἑβραΐδα φωνὴν εἰς Ἑλλάδα μεταστήσας, ἀναβόησον• «Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱός τοῦ Θεοΰ τοῦ ζῶντος». Ὁρᾷς ὅσοις εὐθὺς ἐν προοιμίοις τῆς μαθητείας ὁ Ἀνδρέας ἐγκαλλωπίζεται.
Ε”. Ἀλλ” ἐπειδὴ τὰς πόλεις καταλιμπάνων ὁ Σωτὴρ περιενόστει τὴν ἔρημον, συμπεριήει αὐτῷ τῶν ἀνθρώπων τὰ γένη, μηδὲ πρὸς βραχὺ τὸν χωρισμὸν ὑπομένοντα. Ἦν ἐν ἐρημίᾳ καὶ τροφῆς ἀπορία, καὶ ἡ γαστὴρ οὐκ ἐσπένδετο. Ὁ δὲ Σωτήρ, τῆς ἐρήμου λαβόμενος, θαῦμα παλαιὸν ἀνεζωπύρει» καὶ τῶν ἐν ἐρήμῳ ποτὲ θαυμάτων μάρτυρα πάλιν ἐποιεῖτο τὴν ἔρημον• καὶ τοὺς μαθητὰς ἐστιάτορας προύβαλλετο, καὶ πρὸς αὐτοσχέδιον εὐωχίαν τὰ πλήθη προτρέπεται. Τὸ τοίνυν τῶν μαθητῶν πλῆθος πρὸς τὴν ἔνδειαν ἐταράττετο, καὶ πρὸς ἀλλήλους ὁρῶντες, τὸ δὲ μέλλον οὐκ ἐννοοῦντες τοῖς ἀνθρωπίνοις λογισμοῖς ἐλυμαίνοντο. Ἄλλος μὲν οὗν ἄλλο τι τῶν μαθητῶν ἐφθέγγετο, τὴν παροῦσαν ἀπορίαν ἐπαγγέλλοντες. Ἀνδρέας δέ, τῶν προσόντων, τὴν εὐτέλειαν ἐλέγχων, ἔλαθε διδοὺς τῷ Σωτήρι τὰς προφάσεις τοῦ θαύματος. Τί γάρ φησιν; Οὐκ εἰσίν εἰ μὴ πέντε ἄρτοι, καὶ ὀλίγα ἰχθύδια. Τί οὖν ὁ Σωτήρ; Φέρετέ μοι αὐτὰ ὧδε. Καὶ γέγονεν ἡ τῆς σπάνεως ὁμολογία τῶν ἀγαθῶν περιουσία.
ΣΤ” . Ἀλλὰ γὰρ ὁ Σωτὴρ ἤδη λοιπόν, τὰς ἐν γῇ διατριβὰς ἀνύσας, καὶ τὸν αὐτάρκη τοῖς μαθηταῖς συνδιατρίψας χρόνον, πρὸς οὐρανοὺς ἐκομίζετο• ἀπόστολοι δέ, τὴν οἰκουμένην διαλαβόντες, καὶ τοῖς σώμασι μερισθέντες, ἄλλος ἀλλαχόσε τὰ τῆς χάριτος μετοχετεύων νάματα. Ἐνταῦθα τοίνυν ὁ μακάριος οὗτος Ἀνδρέας, Ἑλλάδα τε ὁμοῦ καὶ βάρβαρον ἐμπλήσας τῆς χάριτος καὶ δυσωπήσας πρὸς πίστιν τὰ ἔθνη τοῖς θαύμασιν, ἐπὶ τὸ τῆς ἀπιστίας μαχιμώτατον, τὴν Ἀχαΐαν λέγω, ἐπεστέλλετο. Ἔνθα δὴ πολλοὺς οὐρανῷ προσγράψας, εἷς διὰ τῆς πίστεως, σταυρῷ παραδίδοται• καὶ τρόπω τῆς τελευτῆς τὸν Δεσπότην μιμούμενος, ἵνα τῇ κοινωνίᾳ τοῦ πάθους δείξῃ τοῦ πόθου τὸ μέγεθος. Σταυρὸς οὗν ἐπὶ μέσῃ Ἑλλάδος ἐπήγνυτο, καὶ Ἀνδρέας ἐκρεμᾶτο, σταυρῷ τὸν σταυρωθέντα κηρύσσων, καὶ τοῖς ἥλοις τοὺς ἥλους πιστούμενος, καὶ τῷ πάθει τὸ πάθος μαρτυρούμενος. Πέρας δὲ τοῦτο τῆς θνητῆς ζωῆς εὐράμενος, ἐνεργεστέραν τῆς διδασκαλίας διὰ τοῦ πάθους τὴν δύναμιν ἐνδεικνύμενος. Οὕς γὰρ οὐκ ἔπεισε δημηγορῶν, τούτους ἀναιρεθεὶς ἐδυσώπησεν• καὶ οὓς λαλῶν οὐχ εἵλκυσε, παθὼν ἐσαγήνευσε. Μερισθεὶς γὰρ οὐρανῷ καὶ γῇ, σώματι μὲν ἔχων τὴν γῆν, ψυχῇ δὲ τὸν οὐρανόν κληρωθείς, ἐποπτεύει τὰς τῶν ἀνθρώπων ἀγέλας, ἰάμασι καὶ θαύμασι τοὺς ἐπὶ γῆς δεξιούμενος. Ἐκείνης τῆς γεωργίας οἱ παρόντες ἀνεβλάστησαν στάχυες• ἐκ τῆς ἐκείνου διδασκαλίας οἱ τῆς πίστεως ἤνθησαν βότρυες. Καὶ ὑμεῖς οἱ τῆς εὐσεβείας διδάσκαλοι ἀπηντήκατε, οἱ τῆς τῶν οὐρανῶν βασιλείας ἔμποροι πρὸς τὸν οὐρανῷ θαυμαζόμενον συνεληλύθατε. Χριστοῦ γὰρ ἔστι διὰ τοῦ μακαρίου Παύλου φωνή• «Εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν». Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πηγη : el.wikisource.org/wiki
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου