Πέμπτη 17 Αυγούστου 2017

Ιωάννου ερημίτου και 98 οσίων εν Κρήτη Πατέρων, Παράκλησις (7 Οκτωβρίου)



Εὐλογήσαντος τοῦ ἰερέως, τὸ Κύριε εἰσάκουσον, τὸ Θεὸς Κύριος, καὶ τὰ ἐπόμενα τροπάρια.
Ἦχος δ΄. Ὁ ὐψωθείς ἐν τῶ Σταυρῷ.
Τὸν πολυάριθμον χορὸν τῶν Ὁσίων, τῶν ἐκλαμψάντων ἐν τῇ Κρήτῃ ἐνθέως, θερμῶς καθικετεύσωμεν βοῶντες πρὸς αὐτοὺς· Πολυτρόπων θλίψεων, καὶ ποικίλων κινδύνων, ἀσινεῖς τηρήσατε θεοφόροι Πατέρες, τοὺς ἀδιστάκτῳ πίστει καὶ στοργῆ, τῆ ἱερᾶ ὑμῶν σκέπῃ προστρέχοντας.
Δόξα.
Ὡς τοῦ Προδρόμου μιμητὴς Ἰωάννη, καὶ κοινωνὸς τῶν χαρισμάτων τοῦ Λόγου, ἐκ τοῦ σεπτοῦ πληρώματος τῆς χάριτος τῆς σῆς, δωρεὰν πρυτάνευσον, ἀρωγῆς σου τὸν πλοῦτον, καὶ τῆς προμηθείας σου τὴν θεόσδοτον χάριν, τοῖς αἰτουμένοις Πάτερ εὐλαβῶς, τῆς προστασίας σου τὴν ἐπισκίασιν.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε Θεοτόκε...
Ὁ ν΄ ψαλμός· καὶ ὁ κανὼν, οὗ ἡ ἀκροστιχίς· Πληθύς με σώζοις τῶν ἐν Κρήτῃ Ὁσίων. Γερασίμου.
Ωδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πληθὺς πολυώνυμε καὶ σεπτή, τῶν διαλαμψάντων ἐν τῇ Κρήτῃ ἀσκητικῶς, πολύολβον χάριν οὐρανόθεν, τοῖς πολλαχῶς σε τιμῶσι χορήγησον.
Λαμπτῆρες ἀδύτου μαρμαρυγῆς, διὰ πολιτείας γεγονότες ἀγγελικῆς, φωτὸς οὐρανίου κληρονόμος, δι’ ἐναρέτου ζωῆς ἡμᾶς δείξατε.

Ἡ ἕνωσις ὄντως ἡ θεαυγής, ὑμῶν θεοφόροι, διεστώτων συναρμογῇ, καὶ σύστασις θείας συμφωνίας, πρόκειται πᾶσι σαφεῖ ὑποδείγματι.
Θαυμάτων τὴν χάριν πεπλουτηκώς, πάτερ Ἰωάννη, ὡς τῆς χάριτος θησαυρός, θαυμάστωσον θείας ἀρωγῆς σου, τοῖς σοῖς οἰκέταις τὴν θείαν ἐνέργειαν.
Θεοτοκίον.
Ὑψίστου ἀνάκτορον ὑψηλόν, ὕψωσον τὸν νοῦν μου, ἐκ κοπρίας τῆς τῶν παθῶν, καὶ πρὸς ἀπαθείας τὰς ὑψώσεις, Θεογγεννῆτορ ὑψόθεν με ἴθυνον.
Ωδὴ γ΄. Οὐρανίας ἀψίδος.
Συνδρομὴ μακαρία, ὡς ἀληθῶς ὤφθητε, Ὅσιοι Πατέρες ἐμφρόνως ὁμονοήσαντες, ὅθεν συνδράμετε, καὶ πρὸς ὁμόνοιαν θείαν, καὶ στεῤῥὰν ἑνότητα ἡμᾶς ἀγείρατε.
Μετανοίας τὴν τρίβον, τὴν τῆς ζωῆς εἴσοδον, οἷα ὁδηγοὶ πρὸς τὰ κρείττω ἐξωμαλίσατε, τοῖς προσιοῦσι ὑμῖν, οἱ τὴν στενὴν εὐθυπόρως, ἀτραπὸν ὁδεύσαντες Πατέρες Ὄσιοι.
Ἐπιβαίνων ὀσίως τοῖς Ἡλιοὺ ἴχνεσιν, ἐρημοπολίτης ἐδείχθης, θείῳ σου ἔρωτι, ὦ ‘Ἰωάννη σοφέ, ὅθεν κἀμὲ ἐρημίας, πάσης παραβάσεως ῥῦσαι καὶ σῶσόν με.
Θεοτοκίον.
Σωτηρίας κρηπίδα, καὶ ἀσφαλῆ ἄγκυρα, τὴν σὴν κραταιὰν προστασίαν, πλουτήσας Δέσποινα, οὐ δειλιάσω ποτέ, τὰς τοῦ ἐχθροῦ πανουργίας, ἀλλὰ τῆ δυνάμει σου τούτων ῥυσθήσομαι.
Διάσωσον, ἡ τῶν ἐν Κρήτῃ Ὁσίων χοροστασία, ἐκ παντοίων συμπτωμάτων καὶ θλίψεων, τοὺς ἀφορῶντας τῇ θείᾳ σου ἀντιλήψει.
Ἐπίβλεψον...

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάται ἡμῶν καὶ ἔφοροι ἀκοίμητοι, καὶ σκέπη στεῤῥά, καὶ βοηθοὶ θερμότατοι, Πατέρες οὐρανόφρονες, πειρασμῶν γεηρῶν ἀπαλλάξατε, τοὺς πεποιθότας ὑμῖν ἀτενῶς, πταισμάτων τὴν ἄφεσιν παρέχοντες.
Ωδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὡς θερμοὶ ἀντιλήπτορες, τῶν προσκαλουμένων ὑμᾶς ἑκάστοτε, τὴν λαμπρὰν ὑμῶν προμήθειαν, ἀφ’ ἡμῶν μηδόλως ἀποστήσητε.
Ζωηφόροις δεήσεσι, τὰς θανατηφόρους νόσους νεκρώσατε, καὶ ὑγείαν χορηγήσατε, ἡμῖν τὴν κατ’ ἄμφω παμμακάριστοι.
Οὐρανόθεν προκύψατε, τὰς ἱκετηρίους φωνὰς δεχόμενοι, τῶν αἰτούντων ἐν ταῖς θλίψεσι, τῆς ὑμῶν προνοίας τὴν χρηστότητα.
Ἱλασμὸν καὶ ἀνάψυξις, ταῖς κεκακωμέναις ὁρμαῖς τοῦ ὄφεως, γενηθήτω ταῖς πρεσβείαις σου, Πάτερ Ἰωάννη ἡ ἐνέργεια.
Θεοτοκίον.
Συμπαθείας με κρείττονος, ἡ τὸν εὐσυμπάθητον Λόγον τέξασα, Θεοτόκε καταξίωσον, ἵνα μακαρίζω σε σωζόμενος.
Ωδὴ ε΄. Φώτισον ἡμᾶς.
Τίμιος ὑμῶν, ἀναδέδεικται ὁ θάνατος, ἀσκηταὶ Χριστοῦ θεόληπτοι, ὅθεν πάσης ἀτιμίας ἡμᾶς ῥύσασθε.
Ὡς ἑνοειδής, συναυλία πλείστοις σώμασι, κοσμικοῖς πολυσχιδίας ἐμπαθοῦς, πρὸς ἑνότητα ζωῆς ἡμᾶς ἀθροίσατε.
Νέκρωσον ἡμῶν, Ἰωάννη θεοδόξαστε, τὴν ὀργῶσαν ἁμαρτίαν τῆς σαρκός, καὶ θανάτου ψυχικοῦ ἡμᾶς ἐξέγειρον.
Θεοτοκίον.
Ἔλαμψεν ἐκ Σοῦ, ὁ Ὑπέρθεος Πανάμωμε, ἐν μορφῇ τῇ καθ’ ἠμᾶς δίχα τροπῆς, καὶ ἐχθροῦ τὴν δυναστείαν ἐτροπώσατο.
Ωδὴ στ΄. Τὴν δέησιν.
Ναμάτων, ζωαρχικῶν πληρούμενοι, οὐρανίου εὐφροσύνης τὴν δρόσον, καὶ τῆς εἰρήνης τὰ ἔνθεα ῥεῖθρα, ποταμηδὸν θεοφόροι ἐλβλύσατε, τοῖς θλιβομένοις ἀπηνῶς, προσβολαῖς τοῦ δεινοῦ κοσμοκράτορος.
Κυμάτων, βιωτικῶν τοὺς λαίλαπας, καὶ δεινῶν πηρατηρίων τὴν ζάλην, κυοφοροῦσαν ἡμῖν ἀγωνίας, καὶ τὴν ἀπώλειαν ἤδη ὠδίνουσαν, οἷα λιμένες τῶν πιστῶν, εἰς γαλήνην Πατέρες ἀγάγετε.
Ῥημάτων, ἐκπληρωταὶ τῆς χάριτος, θεϊκῶν δικαιωμάτων ἐργάτας, καὶ πληρωτὰς ἐνταλμάτων ἀχράντων, ὁλοσχερεῖ διαθέσει ἐργάσασθε, τοὺς μακαρίζοντας ὑμᾶς, θεοφόροι Πατέρες μακάριοι.
Ἡ χάρις σε, τοῦ Σωτῆρος ἔθαλπε, τὴν τοῦ σώματος γυμνότητα φέρειν, ὅθεν ἡμᾶς, νοερῶς γυμνωθέντας, τῇ σωστικῆ σου πρεσβείᾳ περίθαλψον, καὶ ἀρετῶν καταστολαῖς, Ἰωάννη τοὺς δούλους σου ἔνδυσον.
Θεοτοκίον.
Τὴν ἄστεκτον, καὶ ὑπέρθεον φύσιν, δεξαμένη ἐν γαστρί σου Παρθένε, δίχα φθορᾶς, μετὰ σώματος τίκτεις, ὅν ὁ Πατὴρ πρὸ αἰώνων ἐγέννησεν, ἀναγεννήσεως καινῆς, ἀξιοῦντα τοὺς σὲ μακαρίζοντας.
Διάσωσον, ἡ ἐν Κρήτῃ Ὁσίων χοροστασία, ἐκ παντοίων συμπτωμάτων καὶ θλίψεων, τοὺς ἀφορῶντας τῇ θείᾳ σου ἀντιλήψει.
Ἄχραντε...
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Πολυστέλεχε δῆμε καὶ πάντιμε, καθαρώτατα σκεύη τοῦ Πνεύματος, οἱ τῶν Ἀγγέλων κοινωνοί, Πατέρες εὐκλεεῖς ἐν πειρασμοῖς ἀναψυχή, καὶ ἐν ταῖς νόσοις ἰατροί, τοῖς βοῶσι γενήθητε. Σπεύσατε οὐρανόθεν, καὶ λύσατε τὴν μανίαν, καὶ τὰς δεινὰς ἐπιφοράς, τὰς καθ’ ἡμῶν τοῦ πολεμήτορος.
Προκείμενον: Καυχήσονται Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται, ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Στ. ᾌσατε τῶ Κυρίῳ ᾆσμα καινό.
Εὐαγγέλιον Ὅσιακόν.
Δόξα: Ταῖς τῶν Σῶν Ὁσίων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με...
Δῆμε πολυάριθμε, θεοειδὴς συναυλία, ἱερὲ κατάλογε, σύνταγμα ὁμόψυχον καὶ θεόλεκτον, Ἀσκηταὶ Ὅσιοι, Μοναστῶν κανόνες, ἐν ἀγάπῃ καὶ χρηστότητι ἡμᾶς ἐνώσατε, τῆς φιλαδελφίας τὸν σύνδεσμον, τηρεῖν ἀδιαχώριστον, καὶ σκανδάλων λύειν τὰ αἴτια, ἵνα ὁμοφρόνως εὐάρεστοι γενόμενοι Θεῷ, ἐν παῤῥησίᾳ δοξάσωμεν, τὸν ὑμᾶς δοξάσαντα.
Ωδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἠθροισμένοι ἐνθέως, τῆ τοῦ λόγου ἀγάπῃ Πατέρες Ὅσιοι, συντάξατε νομίμως, ἡμᾶς ἐκλελυμένους, ἐπηρείᾳ τοῦ ὄφεως, τοῦ ὁμοφώνως βοᾷν· Χριστὲ εὐλογητὸς εἶ.
Οἱ τὸν ἄφθαρτον ὕδωρ, ἐκ πηγῶν αἰωνίων Πατέρες βλύζοντες, τὴν φλόγα τῆς ἀπάτης, καὶ πῦρ τῆς ἐμπαθείας, ἐν ἡμῖν κατασβέσατε, καὶ τὰς ἐννοίας ἡμῶν, δροσίσατε ἀΰλως.
Συμφορῶν τὰς ὀδύνας, ἀναγκῶν τὰς ἀνίας παθῶν τὸν τάραχον, σαρκὸς τὰς ἀλγηδόνας, καὶ τῶν ψυχῶν τὰ βάρη, ἐξ ἡμῶν ἀπελάσατε, τῶν εὐφημούντων ἡμῶν, Πατέρες τοὺς ἀγῶνας.
Ἰατὴρ ἀσθενούντων, χορηγὸς ἀπορούντων τῶν ὑπὲρ ἔννοιαν, πυρσὸς θαλαττευόντων καὶ ὅρμος τῶν ἐν ζάλῃ, Ἰωάννη γεγένησαι. Διὸ βοήθει κἀμοί, πάντοθεν βαλλομένῳ.
Θεοτοκίον.
Ὡραιόμορφε Κόρη, ἡ τὸν κάλλει ἀσύγκριτον Υἱὸν τέξασα, ψυχῆς μου τὰς ἀμόρφους, ὡράϊσον ἰδέας, καὶ βοῶντά με φώτισον· Εὐλογημένη σὺ εἶ, Θεὸν σαρκὶ τεκοῦσα.
Ωδὴ η΄. Τὸν Βασιλέα.
Νομίμου βίου, καὶ καθαρᾶς πολιτείας, πρὸς ἐγρήγορσιν ἐγείρατε Πατέρες, τοὺς κεκαρωμένους ὕπνῳ τῆς ῥαθυμίας.
Γεηπονοῦντες, ἁμαρτημάτων τὴν λύσιν, τοῖς προστρέχουσιν ὑμῶν τῇ ἀντιλήψει, ῥύσασθε Πατέρες, ἠμᾶς τῆς ἐξαπάτης.
Ἐξ ἀφροσύνης, καὶ ἐφαρμάτου ἁγνοίας, διασώσατε ἀλύμαντον τὸν νοῦν μου, γνώσει καὶ φρονήσει, φρουροῦντές με Πατέρες.
Ῥῶσιν παράσχου, κατὰ ψυχήν τε καὶ σῶμα, τοῖς τὸ ἔλεος τὸ σὸν ἐπιζητοῦσι. Σὺ γὰρ Ἰωάννη, θαυμάτων βρύεις ῥεῖθρα.
Θεοτοκίον.
Ἀγεωργήτως, τὸν ποιητὴν τῶν αἰώνων, γεωργήσασα ὑπερευλογημένη, κατάκαρπόν με δεῖξον, ἐν ἀρεταῖς ἁγίαις.
Ωδὴ θ΄. Κυρίως Θεοτόκον.
Συνόντες θεοφόροι, τάξεσιν ἀΰλοις, ἐξ ὑλικῶν καὶ ἀΰλων κακώσεων, καὶ πολυπλόκων κινδύνων ἡμᾶς λυτρώσασθε.
Ἰάσεων τὸν πλοῦτον, νέμοντα πλουσίως, τὰ ἱερὰ ὑμῶν λείψανα Ὅσιοι, ταῖς δωρεαῖς ταῖς ἀῤῥήτοις ἡμᾶς πλουτίζουσι.
Μεγίστων χαρισμάτων, κατηξιωμένος, ὁ τῶν Ὁσίων κατάλογος μέγιστος, μεγίστης δόξης μετόχους ἡμᾶς ἀνάδειξον.
Ὁ τῆς χάριτος τῆν κλῆσιν, φέρων Ἰωάννη, χάριτος θείας ῥανίδα μοι ὄμβρισον, καὶ δωρεὰν σεσωσμένον, δεῖξόν με Ὅσιε.
Θεοτοκίον.
Ὑπέρφωτε λυχνία, Κεχαριτωμένη, τῆς μετανοίας τὸ φέγγος μοι αὔγασον, καὶ κληρονόμον με δεῖξον τῆς ἄνω λήξεως.
Ἄξιον ἐστιν, καὶ τὰ Μεγαλυνάρια.
Τοὺς συνηθροισμένους γνώμῃ στεῤῤᾷ, καὶ ὁμοφροσύνῃ διαπρέψαντας ἀκραιφνεῖ, τοὺς ἐν νήσῳ Κρήτῃ, ὡς εἶς σώμασι πλείστοις, λαμπρῶς ἀγωνισθέντας, Πατέρας μέλψωμεν.
Χαίροις θεοφόρε παρεμβολή, πανοσία φάλαγξ Ἐκκλησία ἀσκητική, χαίρετε ἀστέρες, ἐνθέου ἁρμονίας, Πατέρες θεοφόροι, Ἀγγέλων σύσκηνοι.
Ζήλῳ ἡσυχίας κατατρωθείς, ὤφθης ἰχνηλάτης, τοῦ Προδρόμου ὡς ἀληθῶς, ὅθεν Ἰωάννη, πράξει καὶ θεωρίᾳ, σαφῶς εὐδοκιμήσας, λαμπρῶς δεδόξασαι.
Γύμνωσιν τοῦ σώματος ἐνεγκών, τοῦ ἐχθροῦ τελείως, ἀπεγύμνωσας τὰς βουλάς· ὅθεν γυμνωθέντα, κἀμὲ δι’ ἀγνωσίαν, ἔνδυσον Ἰωάννη, χιτῶνα χάριτος.
Πόνοις ἰσάγγελου διαγωγῆς, ὄρη τὰ τῆς Κρήτης ἠγιάσατε μυστικῶς, ἡμῖν δὲ θεοφόροι, ἁγιασμὸν καὶ χάριν, ἐκ τοῦ σεπτοῦ τεμένους ὑμῶν βραβεύσατε.
Ἤδη συνεστῶτες τοῖς νοεροῖς, καὶ τὴν ὑμνῳδίαν ἀναφέροντες τῶ Θεῶ, πάρεστε Πατέρες, ἡμῖν ἐν ταῖς ἀνάγκαις, καὶ ὥρᾳ τοῦ θανάτου ἀρωγοὶ ἕτοιμοι.
Πᾶσαι τῶν Ἀγγέλων...
Τρισάγιον.
 Ἀπολυτικίον καὶ ἀπόλυσις.
Εἶτα τὰ παρόντα τροπάρια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πλήθη ἀναγκῶν καὶ συμφορῶν, καὶ ἀλλεπαλλήλων κινδύνων, ἔφοδοι ἔπνευσαν, καὶ περιταράσσουσιν ἡμῶν τὴν ὕπαρξιν, καὶ τελείαν ἀπώλειαν, ἠμῖν ἀπειλοῦσιν, ὅθεν διασώσατε τῆς τούτων ῥύμης ἡμᾶς. πύργοι γὰρ ἡμῖν σωτηρίας, καὶ παραμυθία ἐν βίῳ, Ὅσιοι Πατέρες ἀνεδείχθητε.
Πλήρης συμπαθείας ὧν θερμῆς, πλήρης ἀγαθότητος Πάτερ καὶ ἱλαρότητος, πλήρωσον δεόμεθα τὰς παρακλήσεις ἡμῶν, τῶν πταισμάτων αἰτούμενος, τὴν λύσιν θεόθεν, καὶ τὴν ἀπολύτρωσιν ἐπερχομένων δεινῶν. Σὺ γὰρ βοηθὸς Ἰωάννη, τῶν χειμαζομένων ἐδείχθης, καὶ τῶν σὲ τιμώντων πρέσβυς ἄριστος.
Δέσποινα πρόσδεξαι...
Τὴν πᾶσαν ἐλπίδα μου...
Τῇ πρεσβείᾳ Κύριε...
Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου