Δευτέρα, 17 Νοεμβρίου 2014

ΛΟΓΟΣ 6. Εἰρηνικὸς, ἐπὶ τῇ ἑνώσει τῶν μοναζόντων, μετὰ τὴν σιωπὴν, ἐπὶ παρουσίᾳ τοῦ πατρὸς αὐτοῦ.



1. Λύει μου τὴν γλῶτταν ἡ προθυμία, καὶ περιφρονῶ τὸν ἀνθρώπινον νόμον διὰ τὸν νόμον τοῦ Πνεύματος· καὶ δίδωμι τῇ εἰρήνῃ τὸν λόγον, οὔπω πρότερον οὐδενὶ συγχωρήσας. Πρότερον μὲν γὰρ ἡνίκα ἐστασίαζε πρὸς ἡμᾶς τὰ μέλη, καὶ τὸ μέγα καὶ τίμιον σῶμα τοῦ Χριστοῦ διῃρεῖτο καὶ διεκόπτετο, ὡς μικροῦ καὶ διασκορπίζεσθαι τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην, οἷον γῆς βάθος ἀρότρῳ ῥηγνύμενον, καὶ κατὰ γῆς σκεδαννύμενον, καὶ τὸν ἄτμητον, καὶ ἀμέριστον, καὶ ὑφαντὸν δι᾿ ὅλου χιτῶνα κατατεμὼν ὁ πονηρὸς ὅλον ἑαυτοῦ πεποίητο, τοῦτο δι᾿ ἡμῶν δυνηθεὶς, ὃ διὰ τῶν τὸν Χριστὸν σταυρωσάντων οὐκ ἴσχυσεν· τότε μὲν δὴ φυλακὴν ἐθέμην τοῖς χείλεσιν, οὐδ᾿ ἄλλως προθύμοις οὖσι περὶ τὸν λόγον, ὅτι τῇ δι᾿ ἔργων φιλοσοφίᾳ καθᾶραι πρῶτον ἐμαυτὸν, εἶτα τὸ στόμα τῆς διανοίας ἀνοίξας ἑλκῦσαι πνεῦμα, εἶτα ἐξερεύξασθαι λόγον ἀγαθὸν, καὶ λαλεῖν Θεοῦ σοφίαν τελείαν ἐν τοῖς τελείοις, ἀκολουθίας εἶναι πνευματικῆς ὑπελάμβανον· καὶ ὥσπερ καιρὸς ἐπὶ παντὶ πράγματι καὶ μικρῷ καὶ μείζονι (τὸ γὰρ τοῦ Σολομῶντος εὖ ἔχει καὶ λίαν ἐπεσκεμμένω)ς, οὕτω καὶ λόγου καὶ σιωπῆς, εἰ καί τις ἄλλος, καιρὸν ἐγίνωσκον.
2. Διὰ τοῦτο ἐκωφώθην καὶ ἐταπεινώθην, πόῤῥω παντὸς ἀγαθοῦ γενόμενος· καὶ οἷόν τι νέφος τὴν ἐμὴν καρδίαν ὑποδραμὸν συνεκάλυψε τὴν ἀκτῖνα τοῦ λόγου, καὶ τὸ ἄλγημά μου νυκτὸς καὶ ἡμέρας ἀνεκαινίζετο. Καὶ πάντα μοι ἦν ὑπεκκαύματα καὶ ὑπομνήματα τῆς τῶν ἀδελφῶν διαζεύξεως, ἀγρυπνίαι, νηστεῖαι, προσευχαὶ, δάκρυα, τύλοι γονάτων, στηθῶν, ἐπιτιμήσεις, στεναγμὸς ἐκ βάθους ἀναπεμπόμενος, στάσις πάννυχος, νοῦ πρὸς Θεὸν ἐκδημία, θρῆνος ἐν δεήσει λεπτὸς, φάρμακον τοῖς ἀκούουσι κατανύξεως, οἱ ψάλλοντες, οἱ δοξάζοντες, οἱ μελετῶντες τὸν νόμον Κυρίου ἡμέρας καὶ νυκτὸς, οἱ τὰς ὑψώσεις τοῦ Θεοῦ ἐν τοῖς λάρυγξι φέροντες· καὶ ταῦτα δὴ τὰ καλὰ τοῦ κατὰ Θεὸν βίου προγράμματα καὶ μηνύματα, οἱ σιωπῶντες κήρυκες, αὐχμῶσα καὶ πιναρὰ κόμη, πόδες γυμνοὶ καὶ τοῖς ἀποστολικοῖς ἑπόμενοι, μηδὲν νεκρὸν φέροντες, κουρὰ σύμμετρος, περιβολὴ τύφον κολάζουσα, ζώνη τῷ ἀκόσμῳ κοσμία, μικρόν τι τοῦ χιτῶνος ἀναστέλλουσα, καὶ ὅσον μὴ ἀναστέλλειν, βάδισμα εὐσταθὲς, ὀφθαλμὸς οὐ πλανώμενος, μειδίαμα προσηνὲς, μᾶλλον δὲ ὁρμὴ μειδιάματος, ἀκρασίαν γέλωτος σωφρονίζουσα, λόγος τῷ λόγῳ κινούμενος, σιωπὴ λόγου τιμιωτέρα, ἔπαινος ἅλατι ἠρτυμένος, οὐ πρὸς θωπείαν, ἀλλ᾿ ὁδηγίαν τοῦ κρείττονος, ἐπίπληξις εὐφημίας ποθεινοτέρα, μέτρα κατηφείας καὶ ἀνέσεως, καὶ ἡ δι᾿ ἀμφοτέρων μίξις καὶ κρᾶσις, τὸ ἁπαλὸν τῷ γενναίῳ, τὸ αὐστηρὸν αἰδοῖ σύγκρατον, ὡς μηδ᾿ ἕτερον ὑπὸ τοῦ ἑτέρου παραβλάπτεσθαι, ἀλλ᾿ ἀμφότερα δι᾿ ἀλλήλων εὐδοκιμεῖν· μέτρα τῆς εἰς τὸ κοινὸν ἐπιμιξίας καὶ ὑποχωρήσεως, τῆς μὲν τοὺς ἄλλους παιδαγωγούσης, τῆς δὲ τῷ Πνεύματι μυσταγωγούσης, καὶ τῆς μὲν ἐν τῷ κοινῷ τὸ ἄκοινον φυλαττούσης, τῆς δὲ ἐν τῷ ἀμίκτῳ τὸ φιλάδελφον καὶ φιλάνθρωπον· καὶ ἃ μείζω τούτων ἔτι καὶ ὑψηλότερα, ὁ ἐν πενίᾳ πλοῦτος, ἡ ἐν παροικίᾳ κατάσχεσις, ἡ ἐν ἀτιμίᾳ δόξα, ἡ ἐν ἀσθενείᾳ δύναμις, ἡ ἐν ἀγαμίᾳ καλλιτεκνία (εἴπερ κρείττονα τῶν ἀπὸ σαρκὸς ἀρχομένων τὰ κατὰ Θεὸν γεννήματ)α· οἱ τρυφῶντες τῷ μὴ τρυφᾷν, οἱ ταπεινοὶ ὑπὲρ τῶν οὐρανίων· οἱ μηδὲν ἐν κόσμῳ, καὶ ὑπὲρ τὸν κόσμον· οἱ σαρκὸς ἔξω καὶ ἐν σαρκὶ, ὧν μερὶς Κύριος, οἱ πτωχοὶ διὰ βασιλείαν, καὶ διὰ πτωχείαν βασιλεύοντες.

3. Οὗτοί με καὶ παρόντες λαμπρὸν ἐποίουν, ἡ ἐμὴ περιουσία, τὸ ἐμὸν ἀγαθὸν ἐντρύφημα, καὶ ἀπόντες συνέστελλον. Ταῦτά μοι συνεῖχε τὴν ψυχὴν ταῦτα ἐτάρασσεν. Ἐκ τούτων ἐγὼ πενθῶν καὶ σκυθρωπάζων ἐπορευόμην· διὰ ταῦτα μετὰ τῶν ἄλλων τερπνῶν καὶ τὸν λόγον ἀπεσεισάμην· ὅτι ἀπελάκτισαν οἱ ἠγαπημένοι, καὶ ἔστρεψαν ἐπ᾿ ἐμὲ νῶτα αὐτῶν καὶ οὐ πρόσωπον, καὶ γεγόνασι ποίμνιον ἐλευθεριώτερον τοῦ ποιμαίνοντος, ἵνα μὴ εἴπω νεανικώτερον· ὅτι ἐστράφη εἰς πικρίαν ἐμοὶ ἡ ἄμπελος ἡ ἀληθινὴ, καὶ τῷ καλῷ γεωργῷ κάλλιστα κεκαθαρμένη, καὶ ταῖς θείαις ληνοῖς γεωργοῦσα τὸ καλὸν γεώργιον· ὅτι οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν· ὅτι διειλόμεθα τὸν Χριστὸν, οἱ λίαν φιλόθεοι καὶ φιλόχριστοι, καὶ ὑπὲρ τῆς ἀληθείας ἀλλήλων κατεψευσάμεθα, καὶ διὰ τὴν ἀγάπην μῖσος ἐμελετήσαμεν, καὶ ὑπὲρ τοῦ ἀκρογωνιαίου διελύθημεν, καὶ ὑπὲρ τῆς πέτρας ἐσείσθημεν· ὅτι πλέον ἢ καλῶς εἶχεν ὑπὲρ τῆς εἰρήνης ἐπολεμήσαμεν, καὶ ὑπὲρ τοῦ ὑψωθέντος ἐπὶ τὸ ξύλον κατενηνέγμεθα, καὶ ὑπὲρ τοῦ ταφέντος καὶ ἀναστάντος ἐθανατώθημεν.
4. Πρότερον μὲν ταῦτα· καὶ τί ἄν τις ἐν καιρῷ φαιδρότητος ἀναξαίνοι τὴν ἀηδίαν, ἐνδιατρίβων τοῖς λυπηροῖς, ὧν ἀπευκταῖα μὲν ἡ πεῖρα, φευκτὴ δὲ ἡ μνήμη; Κρείττων δὲ σιωπὴ λόγου, τὸ συμπεσὸν ἡμῖν θραῦσμα λήθης βάθεσι συγκαλύπτουσα· πλὴν εἴ τις διὰ τοῦτο καὶ μόνον ἀνακινοίη τὴν μνήμην τῶν λυπηρῶν, ἵνα τῷ ὑποδείγματι παιδευώμεθα, καὶ ὥσπερ ἐν τοῖς νοσήμασι φεύγωμεν τὰς αἰτίας, ἐξ ὧν εἰς ταῦτα ὑπήχθημεν. Νυνὶ δὲ ἡνίκα ἀπέδρα ὀδύνη, καὶ λύπη, καὶ στεναγμός· ἡνίκα γεγόναμεν οἱ τοῦ ἑνὸς ἑν, καὶ οἱ τῆς Τριάδος συμφυεῖς, καὶ ὁμόψυχοι, καὶ ὁμότιμοι· οἱ τοῦ Λόγου τῆς ἀλογίας ἐκτός· οἱ τοῦ Πνεύματος οὐ κατ᾿ ἀλλήλων, ἀλλὰ σὺν ἀλλήλοις ζέοντες· οἱ τῆς Ἀληθείας τὸ αὐτὸ φρονοῦντες καὶ λέγοντες· οἱ τῆς Σοφίας εὐσύνετοι· οἱ τοῦ Φωτὸς ὡς ἐν ἡμέρᾳ εὐσχημονοῦντες· οἱ τῆς Ὁδοῦ πάντες εὐθυποροῦντες· οἱ τῆς Θύρας πάντες ἐντός· οἱ τοῦ Προβάτου καὶ τοῦ Ποιμένος πρᾶοι, καὶ τῆς αὐτῆς μάνδρας, καὶ ποιμένος ἑνός· οὐκ ἐν σκεύεσι ποιμένος ἀπείρου ποιμαίνοντος, οὐδὲ καταφθείροντος τὰ πρόβατα τῆς νομῆς, οὐδὲ προιεμένου τοῖς λύκοις καὶ τοῖς κρημνοῖς, ἀλλὰ καὶ λίαν περιεσκεμμένου καὶ ἐπιστήμονος· ἡνίκα γεγόναμεν οἱ τοῦ παθόντος ὑπὲρ ἡμῶν συμπαθεῖς, καὶ ἀλλήλοις τὰ βάρη συνεπικουφίζοντες· οἱ τῆς Κεφαλῆς, σῶμα ἑν συναρμολογούμενοι καὶ συμβιβαζόμενοι κατὰ πᾶσαν συνάφειαν τὴν ἐν Πνεύματι· ἡνίκα ὁ ποιῶν πάντα καὶ μετασκευάζων πρὸς τὸ λυσιτελέστερον ἔστρεψε τὸν κοπετὸν εἰς χαρὰν ἡμῖν, καὶ τοῦ σάκκου τὴν εὐφροσύνην ἀντέδωκε, τηνικαῦτα συναποδύομαι τοῖς παρελθοῦσι τὴν σιωπὴν, καὶ προσάγω τῷ παρόντι καιρῷ καὶ ὑμῖν τὸν λόγον, μᾶλλον δὲ τῷ Θεῷ χαριστήριον θυσίαν οἰκειοτάτην, δῶρον χρυσοῦ καθαρώτερον, λίθων πολυτελῶν τιμαλφέστερον, ὑφασμάτων πολυτελέστερον, θυσίας νομικῆς ἁγιώτερον, πρωτοτόκων ἀπαρχῆς ἱερώτερον, ἀρέσκον Θεῷ ὑπὲρ μόσχον νέον, κέρασι καὶ ὁπλαῖς ἀτελῆ καὶ ἀναίσθητον ὑπὲρ θυμίαμα, ὑπὲρ ὁλοκαύτωμα ὑπὲρ μυριάδας ἀρνῶν πιόνων, οἷς ὁ στοιχειόδης νόμος ἐκράτει τὸν ἔτι νήπιον Ἰσραὴλ, ταῖς ἐναίμοις θυσίαις σκιαγραφῶν τὴν μέλλουσαν.
5. Τοῦτο προσφέρω Θεῷ, τοῦτο ἀνατίθημι ὃ μόνον ἐμαυτῷ κατέλιπον, ᾧ πλουτῶ μόνῳ. Τὰ μὲν γὰρ ἄλλα παρῆκα τῇ ἐντολῇ καὶ τῷ Πνεύματι· καὶ τὸν πολύτιμον μαργαρίτην πάντων ὧν εἶχόν ποτε ἀντηλλαξάμην, καὶ γέγονα μεγαλέμπορος, μᾶλλον δὲ γενέσθαι δι᾿ εὐχῆς ἔχω τῶν μικρῶν, καὶ πάντως φθαρησομένων ὠνησάμενος τὰ μεγάλα καὶ μὴ λυόμενα· τοῦ Λόγου δὲ περιέχομαι μόνου, ὡς Λόγου θεραπευτής, καὶ οὐκ ἄν ποτε ἑκὼν τούτου τοῦ κτήματος ἀμελήσαιμι· ἀλλὰ καὶ τιμῶ, καὶ ἀσπάζομαι, καὶ χαίρω μᾶλλον ἢ πᾶσιν ὁμοῦ τοῖς ἄλλοις, οἷς οἱ πολλοὶ χαίρουσιν· καὶ ποιοῦμαι παντὸς τοῦ βίου κοινωνὸν, καὶ σύμβουλον ἀγαθὸν καὶ συνόμιλον, καὶ ἡγεμόνα τῆς ἐπὶ τὰ ἄνω ὁδοῦ, καὶ συναγωνιστὴν πρόθυμον· καὶ ἐπειδὴ πᾶν ἀτιμάζω τερπνὸν κάτω μένον, εἰς τοῦτό μοι πᾶν ἐκενώθη τὸ φίλτρον μετὰ Θεόν· μᾶλλον δὲ καὶ εἰς τοῦτον· ὅτι πρὸς Θεὸν φέρει μετὰ συνέσεως ᾧ δὴ καὶ μόνῳ Θεὸς καταλαμβάνεται γνησίως, καὶ τηρεῖται, καὶ ἐν ἡμῖν αὔξεται. Εἶπον τὴν Σοφίαν ἐμὴν ἀδελφὴν εἶναι· καὶ ἐτίμησα ταύτην, καὶ περιέλαβον, ὡς ἦν ἐφικτὸν ἐμοί· καὶ ζητῶ τῇ ἐμῇ κεφαλῇ τὸν στέφανον τῶν χαρίτων καὶ τῆς τρυφῆς, ἃ δὴ σοφίας χαρίσματα, καὶ λόγου τοῦ ἐν ἡμῖν τὸ ἡγεμονικὸν καταλάμποντος, καὶ φωτίζοντος ἡμῖν τὰ κατὰ Θεὸν διαβήματα.
6. Τούτῳ χαλινῶ θυμὸν ἐκφερόμενον, τούτῳ κοιμίζω φθόνον τήκοντα, τούτῳ προσαναπαύω λύπην, δεσμὸν καρδίας, τούτῳ σωφρονίζω διάχυσιν ἡδονῆς, τούτῳ μετρῶ μῖσος, ἀλλ᾿ οὐ φιλίαν· τὸ μὲν γὰρ μετρεῖσθαι δεῖ, τῆς δὲ μηδένα γινώσκειν ὅρον. Οὗτος εὐποροῦντά με ποιεῖ μέτριον, καὶ πένητα μεγαλόψυχον· οὗτος εὐδρομοῦντί με πείθει συντρέχειν, καὶ πίπτοντι χεῖρα ὀρέγειν, καὶ ἀσθενοῦντι συνασθενεῖν, καὶ ἰσχύοντι συνευφραίνεσθαι. Μετὰ τούτου πατρὶς καὶ ξένη τὸ ἴσον ἐμοὶ, καὶ τόπων μετάστασις ἀλλοτρίων ὁμοίως, ἀλλ᾿ οὐκ ἐμῶν. Οὗτός μοι διαιρεῖ κόσμους, καὶ τοῦ μὲν ἀπάγει, τῷ δὲ προστίθησιν· οὗτός με καὶ διὰ τῶν δεξιῶν ὅπλων διεξάγει τῆς δικαιοσύνης οὐκ ἐπαιρόμενον, κἂν τοῖς ἀριστεροῖς καὶ τραχυτέροις συμφιλοσοφεῖ, τὴν οὐ καταισχύνουσαν ἐλπίδα παραζευγνὺς καὶ τὸ παρὸν κουφίζων τῷ μέλλοντι. Τούτῳ καὶ νῦν δεξιοῦμαι τοὺς ἐμοὺς φίλους καὶ ἀδελφοὺς, καὶ προτίθημι τράπεζαν λογικὴν, καὶ κρατῆρα πνευματικὸν καὶ ἀένναον· οὐχ οἷς ἡ κάτω τράπεζα κολακεύει τὴν καταργουμένην γαστέρα, καὶ ἀθεράπευτον.
7. Ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι; Ἐκαρτέρησα ὡσεὶ τίκτουσα, μὴ καρτερήσω διαπαντός; Τῷ μὲν γὰρ Ζαχαρίᾳ λύει τὴν σιωπὴν γεννηθεὶς ὁ Ἰωάννης· καὶ γὰρ οὐκ ἔπρεπε τὸν πατέρα τῆς φωνῆς σιωπᾷν, ταύτης προελθούσης· ἀλλ᾿ ὥσπερ ἀπιστηθεῖσα τὴν γλῶσσαν ἔδησεν, οὕτω φανερωθεῖσα δοῦναι τῷ πατρὶ τὴν ἐλευθερίαν, ᾧ καὶ εὐηγγελίσθη, καὶ ἐγεννήθη φωνὴ καὶ λύχνος, Λόγου καὶ φωτὸς πρόδρομος· ἐμοὶ δὲ λύει τὴν γλῶσσαν, καὶ ὑψοῖ τὴν φωνὴν, ὡς σάλπιγγος, ἡ παροῦσα εὐεργεσία, καὶ τὸ κάλλιστον τοῦτο θέατρον, τὰ τέκνα τοῦ Θεοῦ διεσκορπισμένα, συνηγμένα εἰς ἑν, καὶ ὑπὸ τὰς αὐτὰς ἀναπαυόμενα πτέρυγας, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ πορευόμενα ἐν ὁμονοίᾳ, καὶ μίαν ἁρμονίαν ἡρμοσμένα τὴν τοῦ καλοῦ καὶ τοῦ Πνεύματος· ὅτε οὐκ ἔτι φέρομεν ἀλλήλους καὶ ἄγομεν, τοσοῦτον ὑπὸ τοῦ πονηροῦ κλαπέντες, ἢ βιασθέντες, καὶ κατατοξευθέντες ἐν σκοτομήνῃ τὸν νοῦν, ἣν αὐτὸς ἡμῖν ἐπήγειρεν· καὶ οὐκ οἶδ᾿ ὅτι χρὴ λέγειν, ὥστε καὶ τοῖς ἀλλήλων κακοῖς ἐπευφραίνεσθαι, καὶ μὴ νομίζειν τοῦ παντὸς εἶναι ζημίαν τὴν ἀλλήλων κατάλυσιν· ὅτε Ἰούδας καὶ Ἰσραὴλ τίθενται ἑαυτοῖς ἀρχὴν μίαν, καὶ Ἱερουσαλὴμ καὶ Σαμάρεια πρὸς μίαν τὴν ἄνω Ἱερουσαλὴμ συνάγονται, καὶ οὐκ ἔτι Παύλου, καὶ Ἀπολλὼ, καὶ Κηφᾶ, ὑπὲρ ὧν, καὶ καθ᾿ ὧν ἡ φυσίωσις, πάντες δὲ Χριστοῦ γεγόναμεν.
8. Ἀλλ᾿ ἐπειδὴ κἀμὲ, καὶ τὸν λόγον ἔχετε, καὶ διὰ τῆς ἀγάπης οὐκ ἄκοντα τυραννήσαντες, φθέγξομαι μὲν, εἰ καὶ μόλις, ἐπειδὴ τοῦτο κελεύετε· φθέγξομαι δὲ εὐχαριστίας καὶ νουθεσίας ῥήματα. Ἡ μὲν οὖν εὐχαριστία τοιαύτη. Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου; Τίς δὲ πάσαις ἀκοαῖς παραστήσει τὴν ἐπὶ πᾶσιν αἴνεσιν; ὅτι γέγονε τὰ ἀμφότερα ἑν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ διαλέλυται· ὅτι ἔπαυσας ἡμᾶς ὄντας παραβολὴν ἐν τοῖς ἔθνεσι, κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς· ὅτι τοσοῦτον ἡμᾶς ἐκάκωσας, ὅσον τὸ τῆς εἰρήνης ἀγαθὸν τῇ διαστάσει γνωρίσαι, καὶ ἀλγεῖν ποιήσας, πάλιν ἀποκατέστησας· ὢ τοῦ παραδόξου τῆς ἰατρεία!ς παιδεύσας εἰς εἰρήνην διὰ τοῦ μίσους μισηθέντος ὡς τάχιστα, καὶ τῷ ἐναντίῳ τὸ ἐναντίον οἰκονομήσας, καὶ τοσοῦτον ἡμᾶς διαζεύξας, ὅσον θερμοτέρους προσδραμεῖν ἀλλήλοις· καθάπερ τῶν φυτῶν ἃ βίᾳ χερσὶ μετασπώμενα, εἶτα ἀφιέμενα, πρὸς ἑαυτὰ πάλιν ἀνατρέχει, καὶ τὴν πρώτην ἑαυτῶν φύσιν, καὶ δείκνυσι τὸ οἰκεῖον, βίᾳ μὲν ἀποκλινόμενα, οὐ βίᾳ δὲ ἀνορθούμενα· ὅτι μηκέτι χεὶρ τὸν ὀφθαλμὸν περιφρονεῖ, μηδ᾿ ὀφθαλμὸς χεῖρα· ὅτι μηκέτι ποδῶν κατεξανίσταται κεφαλὴ, μηδὲ κεφαλῆς ἀλλοτριοῦνται πόδες, οὐ μᾶλλον βλάπτοντες ἢ βλαπτόμενοι τῇ ἀταξίᾳ καὶ ἀναρχίᾳ, ἣ καὶ τοῦ παντός ἐστι σύγχυσις καὶ διάλυσις· ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη τάξει καὶ θεσμῷ φύσεως, τῷ δι᾿ ἀλλήλων τὰ πάντα συνδήσαντι καὶ φυλάξαντι· καὶ πεφήναμεν ἑν σῶμα καὶ πνεῦμα ἑν, καθὼς καὶ κεκλήμεθα ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως.
9. Διὰ τοῦτο ὁ λαὸς ὁ πτωχὸς αἰνέσει σε, πλούσιος ἐξ ἀπόρου γενόμενος· ὅτι ἐθαυμάστωσας τὰ ἐφ᾿ ἡμᾶς ἐλέη σου, καὶ προστέθειταί τι τοῖς παλαιοῖς διηγήμασιν. Οὗ γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις· ὅτι, κόκκον καταβαλὼν, στάχυν ἐκομισάμην· ὅτι, πρόβατα πενθῶν, ποιμένας προσεκτησάμην· καὶ προςήψομαί γε, εὖ οἶδα, τῶν ποιμένων τὸν τιμιώτατον, εἰ καὶ λόγοις τισὶ πνευματικοῖς τὴν ποιμαντικὴν ἀναβάλλεται, πιστευθέντα μὲν τὸ Πνεῦμα καὶ τῶν ταλάντων τὴν ἐργασίαν, καὶ τοῦ ποιμνίου τὴν ἐπιμέλειαν, καὶ χρισθέντα τῷ χρίσματι τῆς ἱερωσύνης καὶ τελειώσεως, ἔτι δὲ ἀναβαλλόμενον τὴν ἐπιστασίαν ὑπὸ σοφίας, καὶ τὸν λύχνον ὑπὸ τῷ μοδίῳ κατέχοντα (ὃν θήσει μετ᾿ ὀλίγον ἐπὶ τὴν λυχνίαν, πᾶσαν τὴν τῆς Ἐκκλησίας ψυχὴν περιλάμψοντα, καὶ φῶς ταῖς τρίβοις ἡμῶν ἐσόμενον), ἔτι περισκοποῦντα νάπας, καὶ ὄρη, καὶ νάματα, καὶ τοῖς ἅρπαξι τῶν ψυχῶν λύκοις ἐπινοοῦντα θήρατρα, ἵν᾿ ἐν καιρῷ εὐθέτῳ καὶ τὴν βακτηρίαν δέξηται, καὶ συμποιμαίνῃ τῷ ἀληθινῷ ποιμένι τὸ λογικὸν τοῦτο ποίμνιον, ἐν τόπῳ χλόης κατασκηνῶν τοῖς ἀειθαλέσι τοῦ Θεοῦ λόγοις καὶ ἐκτρέφων ὕδατι ἀναπαύσεως, εἴτουν Πνεύματι. Τοῦτο μὲν οὖν καὶ ἐλπίζομεν καὶ εὐχόμεθα· ἐμοὶ δὲ ἤδη καιρὸς προσθεῖναι τῇ εὐχαριστίᾳ καὶ τὴν παραίνεσιν· ποιήσομαι δὲ καὶ ταύτην, ὡς οἷόν τε, βραχυτάτην, ἐπειδὴ τὸ πλεῖστον τῆς νουθεσίας διὰ τῶν ἔργων αὐτῶν προειλήφατε καὶ οὐ μακροτέρων δεῖ λόγων τοῖς πείρᾳ πεπαιδευμένοις.
10. Ἔδει μὲν, ἀδελφοὶ, μήτε διαιρεθῆναι τὸ πρῶτον, μήτε τὸ παλαιὸν ἡμῖν καταλυθῆναι ἀξίωμα καὶ καλλώπισμα· ᾧ, καίτοι μικρὰν οὖσαν ἡμῶν τὴν ποίμνην, καὶ μηδ᾿ ὀνομάζεσθαι ἀξίαν ἐν ποιμνίοις ἀριθμουμένοις, τοῖς μεγίστοις ἐξ ἴσου εἶχον καὶ πλατυτάτοις· ἔστι δ᾿ ὧν καὶ προετίθουν ἐν τῇ δυνάμει τοῦ Πνεύματος. Καὶ γὰρ οὕτως εἶχεν, ἄλλου μὲν ἄλλο τι καλλώπισμα ἢ μικρὸν, ἢ μεῖζον, τῆς δὲ ἡμετέρας ποίμνης ἰδιώτατον ἦν τὸ ἄῤῥηκτόν τε καὶ ἀστασίαστον· ὥστε δὲ καὶ τὴν Νῶε κιβωτὸν πολλάκις ὀνομασθῆναι, μόνην διαφυγοῦσαν τὴν τοῦ κόσμου παντὸς ἐπίκλυσιν, καὶ τὰ σπέρματα τῆς εὐσεβείας ἐν αὐτῇ διασώζουσαν. Ἐπειδὴ δὲ ἠλέγχθημεν ὄντες ἄνθρωποι, καὶ οὐ πάντη διεφύγομεν τοῦ πονηροῦ τὸν φθόνον, οὐδὲ τῆς πάντα κατεχούσης νόσου κρείττους πεφήναμεν· ἀλλὰ τῆς κοινῆς συμφορᾶς μέρος, καὶ αὐτοὶ μετειλήφαμεν, καὶ τὴν καλὴν καὶ πατρῴαν κληρονομίαν, τὸ τῆς ὁμονοίας ἀγαθὸν, οὐκ εἰς τέλος διεφυλάξαμεν, οὐ μικρὸν μὲν κἀνταῦθα τοὺς ἄλλους ἐπλεονεκτήσαμεν (εἴ τι δεῖ καὶ καυχήσασθαι κατὰ τῆς ἡμετέρας ἔχθρας Χριστῷ θαῤῥήσαντα)ς, τὸ καὶ τελευταῖοι ταῦτα παθεῖν, καὶ πρῶτοι διορθωθῆναι. Τὸ μὲν γὰρ ἀῤῥωστῆσαι τῆς κοινῆς φύσεως, καὶ τῆς ἀσθενείας τῆς ἀνθρωπίνης, ἣ πάντων ἅπτεται, καὶ τῶν λίαν ἰσχυρῶν τὸ σῶμα καὶ τὴν διάνοιαν· τὸ δὲ θεραπευθῆναι, καὶ πρὸς ἀλλήλους ἐπανελθεῖν, τοῦ λογισμοῦ καὶ τῆς χάριτος, ἣ καλῶς ἡμῖν καὶ δικαίως ἐβράβευσε, καὶ κρεῖττον ἢ κατὰ τὰς ἡμετέρας εὐχὰς, καὶ τὰς τῶν ἄλλων ἐλπίδας.
11. Ἡμεῖς τε γὰρ τὰς δοθείσας τῷ τμήματι κεφαλὰς, ὡς ὑπὲρ εὐσεβείας καινοτομηθείσας, καὶ εἰς βοήθειαν τοῦ ὀρθοῦ λόγου κάμνοντος, ἐν χάριτι προσηκάμεθα, καὶ οὐχ ὡς ἐχθροὺς ἀπεστράφημεν, ἀλλ᾿ ὡς ἀδελφοὺς περιεπτυξάμεθα μικρὸν ὑπὲρ κλήρου πατρικοῦ στασιάσαντας ἀδελφικῶς, ἀλλ᾿ οὐ πονηρῶς· καὶ τῆς μὲν ἔχθρας οὐκ ἐπῃνέσαμεν, τοῦ ζήλου δὲ ἀπεδεξάμεθα· κρείσσων γὰρ ἐμπαθοῦς ὁμονοίας ἡ ὑπὲρ εὐσεβείας διάστασις· καὶ διὰ τοῦτο προσθήκην ἑαυτῶν τὴν ὑφαίρεσιν πεποιήμεθα, κλέψαντες ἀγάπῃ τὴν καθ᾿ ἡμῶν ἐπίνοιαν, καὶ τοσοῦτον τῆς τάξεως ἐναλλάξαντες, ὅσον μὴ τῇ ψήφῳ τὴν χάριν ἀκολουθῆσαι, τὴν δὲ ψῆφον τῇ χάριτι, καὶ χερσὶν ἀλλοτρίαις εἰς ταύτην προσχρήσασθαι, μικρόν τι προληφθέντες ὑπὸ τοῦ Πνεύματος· ὑμεῖς τε, τὴν κατὰ τοῦ γράμματος ἀφέντες ὑπόνοιαν, τῷ πνεύματι προσεδράμετε· τῆς μὲν ἁπλότητος οὐκ ἐπαινέσαντες ἐπὶ τῷ φαινομένῳ τῶν ῥημάτων, ἀσέβειαν δὲ οὐκ ἐννοήσαντες· ἀλλ᾿ εἰδότες, ὅτι ἄπτωτος παρ᾿ ἡμῖν ἡ Τριὰς καὶ ἀσάλευτος, οὐδέν γε ἧττον ἢ ἐν αὐτῇ τῇ φύσει, καὶ τὸ περικόψαι τι τῶν τριῶν ἢ ἀποξενῶσαι ἴσον ἡμῖν καὶ τὸ πᾶν ἀνελεῖν, καὶ κατὰ πάσης χωρῆσαι γυμνῇ τε κεφαλῇ τῆς θεότητος. Καὶ ταῦτα παρ᾿ αὐτὴν ἀλλήλων ὑπεραπολογούμεθα τὴν διάστασιν, ἔστιν ὅτε καὶ παρ᾿ οἷς ἀνθρώπων, ὅπερ δὴ καὶ μέγιστος τῆς ἀληθείας ἔλεγχος, οὐδὲ ὑπὸ τοῦ καιροῦ νικωμένης, οὐδὲ τῆς ἔχθρας παντελῶς τὸν σπινθῆρα τῆς ἐν ἡμῖν ἀγάπης καταλυούσης· ὅτι τὸ μέγιστον ὑπῆν ἡμῖν καὶ στασιάζουσιν ἡ ὁμοδοξία, καὶ τὸ συνειδέναι μὴ ἑτεροζυγοῦσι περὶ τὴν ἀλήθειαν, μηδ᾿ ἐναντίως διακειμένοις, ἀλλὰ τῷ αὐτῷ χαρακτῆρι μεμορφωμένοις τῆς πίστεως, καὶ τῆς πρώτης ἡμῶν ἐλπίδος.
12. Οὐδὲν γὰρ οὕτως ἰσχυρὸν εἰς ὁμόνοιαν τοῖς γνησίοις τὰ πρὸς τὸν Θεὸν, ὡς ἡ περὶ Θεοῦ συμφωνία· καὶ οὐδὲν οὕτως ἕτοιμον εἰς διάστασιν, ὡς ἡ περὶ τοῦτο διαφωνία. Καὶ γὰρ ὁ τὰ ἄλλα ἐπιεικέστατος περὶ τοῦτο θερμότατος, καὶ ὁ πραῢς ὄντως γίνεται μαχητής, ὅταν ἴδῃ μακροθυμίᾳ Θεὸν ζημιούμενος, μᾶλλον δὲ Θεὸν ζημιῶν τῷ ἑαυτοῦ πτώματι, τὸν ἡμᾶς πλουτοῦντά τε καὶ πλουτίζοντα. Οὕτω μὲν οὖν, ὅπερ εἶπον, ἡμεῖς καὶ τὴν διάστασιν μετριώτεροι· ὡς περιφανεστέραν γενέσθαι καὶ τὴν ὁμόνοιαν τῆς διαζεύξεως, καὶ μικροῦ τὸ μέσον κλαπῆναι τοῖς ἀμφοτέρωθεν δεξιοῖς· ἐπεὶ δὲ οὐκ ἐξαρκεῖ τὸ τάχος τῆς εἰρήνης πρὸς τὴν ἀσφάλειαν, εἰ μή τις καὶ λόγος ὁ ταύτην κρατῶν φανείη, καὶ Θεὸς ἔλθοι τῷ λόγῳ σύμμαχος, παρ᾿ οὗ καλὸν ἅπαν καὶ ἄρχεται, καὶ εἰς τέλος ἔρχεται· φέρε καὶ δι᾿ εὐχῶν, καὶ διὰ λογισμῶν βεβαιωσώμεθα ταύτην εἰς δύναμιν· ἐκεῖνο πρῶτον ἐνθυμηθέντες, ὅτι κάλλιστον μὲν τῶν ὄντων καὶ ὑψηλότατον Θεὸς, εἰ μὴ τῷ φίλον καὶ ὑπὲρ τὴν οὐσίαν ἄγειν αὐτὸν, ἢ ὅλον ἐν αὐτῷ τιθέναι τὸ εἶναι, παρ᾿ οὗ καὶ τοῖς ἄλλοις· δεύτερον δὲ ὅσα ἐκ Θεοῦ πρῶτα καὶ περὶ Θεὸν, τὰς ἀγγελικὰς λέγω δυνάμεις καὶ οὐρανίους, αἳ, πρῶται σπῶσαι τοῦ πρώτου φωτὸς, καὶ τῷ τῆς ἀληθείας λόγῳ τρανούμεναι, φῶς εἰσι καὶ αὐταὶ τελείου φωτὸς ἀπαυγάσματα· τούτων δὲ οὐδὲν οὕτως ἴδιον, ὡς τὸ ἄμαχόν τε καὶ ἀστασίαστον. Οὔτε γὰρ ἐν θεότητι στάσις, ὅτι μηδὲ λύσις· λύσις γὰρ στάσεως ἔκγονον· ἀλλὰ τοσοῦτον τὸ τῆς ὁμονοίας καὶ πρὸς ἑαυτὴν, καὶ πρὸς τὰ δεύτερα, ὥστε καὶ προσηγορίαν τῷ Θεῷ γενέσθαι μετὰ τῶν ἄλλων, καὶ πρὸ τῶν ἄλλων, οἷς χαίρει καλούμενος, τοῦτο τὸ πλεονέκτημα. Εἰρήνη γὰρ καὶ ἀγάπη, καὶ τὰ τοιαῦτα ὀνομάζεται, ἡμῖν παρέχων διὰ τῶν ὀνομάτων ὡς Θεοῦ τούτων μεταποιεῖσθαι τῶν ἀρετῶν.
13. Ἀγγέλων δὲ ὁ μὲν στασιάσαι τολμήσας, καὶ ὑπὲρ τὴν ἀξίαν ἀρθῆναι κατέναντι Κυρίου παντοκράτορος τραχηλιάσας, καὶ τὴν ὑπὲρ τὰ νέφη καθέδραν ἐπινοῶν, ὡς ὁ τοῦ προφήτου λόγος, δίκην ἔδωκε τῆς ἀπονοίας ἀξίαν, σκότος ἀντὶ φωτὸς εἶναι κατακριθεὶς, ἢ τό γε ἀληθέστερον εἰπεῖν, ὑφ᾿ ἑαυτοῦ γενόμενος· οἱ δὲ λοιποὶ μένουσιν ἐπὶ τῆς ἑαυτῶν ἀξίας, ἧς πρῶτον τὸ εἰρηναῖον καὶ ἀστασίαστον, τὸ ἑν εἶναι λαβόντες παρὰ τῆς ἐπαινετῆς καὶ ἁγίας Τριάδος, παρ᾿ ἧς καὶ τὴν ἔλλαμψιν. Ἐπεὶ κἀκείνη εἷς Θεός ἐστί τε καὶ εἶναι πιστεύεται, οὐχ ἧττον διὰ τὴν ὁμόνοιαν ἢ τὴν τῆς οὐσίας ταυτότητα· ὥστε Θεοῦ μὲν καὶ τῶν θείων ἐγγὺς, ὅσοι τὸ τῆς εἰρήνης ἀγαθὸν ἀσπαζόμενοι φαίνονται, καὶ τῷ ἐναντίῳ τῇ στάσει ἀπεχθανόμενοί τε καὶ δυσχεραίνοντες· τῆς δ᾿ ἀντικειμένης μερίδος ὅσοι πολεμικοὶ τὸν τρόπον, καὶ τὸ εὐδόκιμον τῷ καινῷ θηρώμενοι, καὶ τῇ ἑαυτῶν αἰσχύνῃ καλλωπιζόμενοι· ἐπεὶ κἀκεῖνος αὐτός τε στασιάζει πρὸς ἑαυτὸν, καὶ τῷ πολυειδεῖ, καὶ τοῖς πάθεσι, κἀν τοῖς ἄλλοις, ταυτὸ τοῦτο ἐνεργεῖ, ὡς ἀνθρωποκτόνος ἀπ᾿ ἀρχῆς καὶ μισόκαλος, ἵν᾿ ἐν σκοτομήνῃ κατατοξεύῃ τὸ κοινὸν σῶμα τῆς Ἐκκλησίας, τῷ ζόφῳ τῆς στάσεως ἑαυτὸν ἐγκρύπτων, ὥσπερ οἶμαι, καὶ τοῖς καθ᾿ ἕκαστον πρόσεισι σοφιστικῶς τὰ πολλὰ καὶ πανούργως, καὶ οἷον χώραν ἐν ἡμῖν ὑπανοίγων ἑαυτῷ διὰ τῆς τέχνης, ἵν᾿ ὅλως εἰσπέσῃ, καθάπερ ἀριστεὺς στρατῷ κατὰ τὸ παραῤῥηγνύμενον τοῦ τειχίου ἢ τῆς παρατάξεως.
14. Ἓν μὲν δὴ τοῦτο, καὶ τοσοῦτον εἰς εὐνοίας τε καὶ συμφωνίας ἀνάγκην, ἡ Θεοῦ καὶ τῶν θείων μίμησις· πρὸς ἃ βλέπειν ἀσφαλὲς μόνα τὴν κατ᾿ εἰκόνα Θεοῦ γενομένην ψυχὴν, ἵν᾿ ὡς μάλιστα τὸ εὐγενὲς αὐτῇ διασώζηται διὰ τῆς πρὸς αὐτὰ νεύσεως, καὶ ὡς ἐφικτὸν ὁμοιώσεως· δεύτερον δὲ ἀναβλέψωμεν εἰς τὸν οὐρανὸν ἄνω, καὶ εἰς τὴν γῆν κάτω, θείας φωνῆς ἀκούσαντες, καὶ καταμάθωμεν νόμους κτίσεως· ὅτι οὐρανὸς, καὶ γῆ, καὶ θάλασσα, καὶ ὁ σύμπας οὗτος κόσμος, τὸ μέγα τοῦ Θεοῦ στοιχεῖον καὶ περιβόητον, ᾧ καὶ δηλοῦται Θεὸς σιωπῇ κηρυττόμενος, ἕως μὲν εὐσταθεῖ καὶ εἰρηνεύει πρὸς ἑαυτὸν, ἐν τοῖς ἰδίοις ὅροις μένων τῆς φύσεως, καὶ οὐδὲν τοῦ ἑτέρου κατεξανίσταται, οὐδὲ τῶν τῆς εὐνοίας ἐκβαίνει δεσμῶν, οἷς ὁ τεχνίτης Λόγος τὸ πᾶν συνέδησε, κόσμος τέ ἐστιν, ὥσπερ λέγεται, καὶ κάλλος ἀπρόσιτον, καὶ οὐδὲν μή ποτε τούτου τις ἐπινοήσειε λαμπρότερον ἢ μεγαλοπρεπέστερον. Ὁμοῦ δὲ τοῦ εἰρηνεύειν πέπαυται, καὶ τοῦ εἶναι κόσμος. Ἢ γὰρ οὐ δοκεῖ σοι οὐρανὸς μὲν εὐτάκτως ἀέρι καὶ γῇ κοινωνῶν, τῷ μὲν φωτὸς, τῇ δὲ ὑετῶν, εὐνοίας κρατεῖσθαι νόμῳ; γῆ δὲ καὶ ἀὴρ, ἡ μὲν τροφὰς, ὁ δὲ τὸ ἀναπνεῖν χαριζόμενοι ζώοις ἅπασι, καὶ διὰ τοῦτο τὸ ζῇν συνέχοντος, γονέων ἀπομιμεῖσθαι φιλοστοργίαν;
15. Ὧραι δὲ ἡμέρως κιρνάμεναι, καὶ κατὰ μικρὸν ἀλλήλαις ὑπεξιοῦσαι, καὶ τὸ τῶν ἄκρων αὐστηρὸν τῇ μεσότητι τιθασσεύουσαι, πρός τε ἡδονὴν ἅμα καὶ χρείαν ἐπιτηδείως εἰρήνῃ βραβεύεσθαι; Τί δαὶ ἡμέρα καὶ νὺξ, ἰσομοιρίαν πρὸς ἀλλήλας λαχοῦσαι καὶ περιτροπὴν ἔμμετρον, καὶ ἡ μὲν εἰς ἔργον ἡμᾶς ἐγείρουσα, ἡ δὲ ἀναπαύουσα; Τί δαὶ ἥλιος, καὶ σελήνη, καὶ κάλλος ἀστέρων καὶ πλῆθος, ἐν τάξει φαινομένων τε καὶ ὑπανιόντων; Θάλασσα δὲ καὶ γῆ πράως ἀλλήλαις ἐπιμιγνύμενα, καὶ διαδιδόντα χρηστῶς, καὶ ἀντιλαμβάνοντα φιλανθρώπως τὸν ἄνθρωπον τρέφει, καὶ ἀνθρώπῳ τὰ παρ᾿ ἑαυτῶν χορηγοῦντα πλουσίως καὶ φιλοτίμως; Ποταμοὶ δὲ δι᾿ ὀρέων καὶ πεδίων ἑλκόμενοι, καὶ οὐχ ὑπερβαίνοντες, ὅτι μὴ πρὸς τὸ χρήσιμον, οὐδὲ ἐπιστρέφοντες καλῦψαι τὴν γῆν; Στοιχείων δὲ μίξεις καὶ κράσεις, καὶ μελῶν συμμετρίαι καὶ συμφωνίαι; ζώων δὲ τροφαὶ, καὶ γενέσεις, καὶ οἰκήσεις μεμερισμέναι; καὶ τὰ κρατοῦντα καὶ τὰ κρατούμενα, καὶ τὰ ὑπεζευγμένα ἡμῖν, καὶ τὰ ἐλεύθερα; Ταῦτα πάντα οὕτως ἔχοντα, καὶ κατὰ τὰς πρώτας αἰτίας τῆς ἁρμονίας, εἴτ᾿ οὖν συῤῥοίας τε καὶ συμπνοίας, εὐθυνόμενά τε καὶ διεξαγόμενα, τί ποτ᾿ ἐχρῆν δοκεῖν ἕτερον ἢ φιλίας τε καὶ ὁμονοίας εἶναι κηρύγματα, καὶ νομοθετεῖν ἀνθρώποις δι᾿ ἑαυτῶν τὸ ὁμόψυχον;
16. Ὅταν δὲ στασιάσῃ πρὸς ἑαυτὴν ἡ ὕλη, καὶ δυσκάθεκτος γένηται, μελετῶσα τὴν λύσιν διὰ τῆς στάσεως, ἢ Θεός τι παρασαλεύσῃ τῆς ἁρμονίας εἰς φόβον τῶν ἁμαρτανόντων καὶ κόλασιν, ἢ θαλάςσης ὑπεξιούσης, ἢ γῆς βρασσομένης, ἢ ξένων ὑετῶν φερομένων, ἢ συγκαλυφθέντος ἡλίου, ἢ πλεοναζούσης ὥρας, ἢ πυρὸς ὑπερβλύζοντος, ἀκοσμία κατὰ τοῦτο, καὶ φόβος περὶ τὸ πᾶν, καὶ τὸ τῆς εἰρήνης ἀγαθὸν τῇ στάσει δείκνυται. Καὶ ἵνα παρῶ δήμους, καὶ πόλεις, καὶ βασιλείας, ἔτι δὲ χοροὺς, καὶ στρατοὺς, καὶ οἴκους, καὶ νηῶν πληρώματα, καὶ συζυγίας, καὶ ἑταιρείας, ὑπὸ μὲν εἰρήνης συνεχομένας, ὑπὸ δὲ στάσεως καταλυομένας, ἐπὶ τὸν Ἰσραὴλ εἶμι τῷ λόγῳ, καὶ τῶν ἐκείνου παθῶν ὑπομνήσας ὑμᾶς, καὶ τῆς διασπορᾶς, καὶ τῆς ἄλης, ἥν τε νῦν ἔχουσι, καὶ ἣν ἐπὶ πλεῖστον ἕξωσι, πείθομαι γὰρ ταῖς περὶ αὐτῶν προῤῥήσεσιν, ἔπειτα ἐρήσομαι ἀκριβῶς εἰδότας ὑμᾶς, τί τὸ τῶν συμφορῶν τούτων αἴτιον, ἵνα παιδευθῶμεν τοῖς τῶν ἄλλων κακοῖς τὴν ὁμόνοιαν.
17. Οὐχ ἕως μὲν εἰρήνην εἶχον καὶ πρὸς ἀλλήλους καὶ πρὸς Θεὸν, Αἰγύπτῳ τῇ καμίνῳ τῇ σιδηρᾷ πιεζόμενοι, καὶ ὑπὸ τῆς κοινῆς θλίψεως συναγόμενοι (ἔστι γὰρ ὅτε καὶ τοῦτο φάρμακον ἀγαθὸν εἰς σωτηρίαν ἡ θλίψι)ς, λαός τε ἅγιος ἤκουον, καὶ μερὶς Κυρίου, καὶ βασίλειον ἱεράτευμα. Καὶ οὐ τοῖς μὲν ὀνόμασιν οὕτω, τοῖς δὲ ἔργοις ἑτέρως· ἀλλὰ καὶ στρατηγοῖς ἤγοντο ἀγομένοις ὑπὸ Θεοῦ, καὶ στύλῳ πυρὸς καὶ νεφέλης ὡδηγοῦντο νυκτὸς καὶ ἡμέρας· καὶ θάλασσα μὲν αὐτοῖς διίστατο φεύγουσι, πεινῶσι δὲ οὐρανὸς ἐχορήγει τροφὴν, πέτρα δὲ διψῶσιν ἐπήγαζε, πολεμοῦσι δὲ χειρῶν ἔκτασις ἀντὶ μυριάδων ἦν, δι᾿ εὐχῆς ἐγείρουσα τρόπαια, καὶ ὁδοποιοῦσα τὰ ἔμπροσθεν· ποταμοὶ δὲ ὑπεχώρουν τὴν συγγενῆ μιμούμενοι θάλασσαν, καὶ στοιχεῖα ἵστατο, καὶ τείχη σάλπιγξι κατεσείετο. Καὶ τί δεῖ λέγειν Αἰγυπτίων πληγὰς τούτοις χαριζομένας, καὶ Θεοῦ φωνὰς ἐξ ὄρους ἀκουομένας, καὶ νομοθεσίαν διπλῆν, τὴν μὲν ἐν γράμματι, τὴν δὲ ἐν πνεύματι, καὶ τἄλλα οἷς ἐτιμῶντο πάλαι παρὰ τὴν ἑαυτῶν ἀξίαν ὁ Ἰσραήλ. Ἐπεὶ δὲ νοσεῖν ἤρξαντο, καὶ κατ᾿ ἀλλήλων ἐμάνησαν καὶ διέστησαν εἰς μέρη πολλὰ (τοῦ σταυροῦ πρὸς τὴν ἐσχάτην ἀπώλειαν αὐτοὺς συνελαύνοντος, καὶ τῆς ἀπονοίας ἣν κατὰ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἀπενοήθησαν, τὸν ἐν ἀνθρώπῳ Θεὸν ἀγνοήσαντε)ς, καὶ τὴν ῥάβδον τὴν σιδηρᾶν πόῤῥωθεν ἀπειλουμένην αὐτοῖς ἐφ᾿ ἑαυτοὺς εἵλκυσαν, τὴν νῦν ἐπικρατοῦσαν ἀρχὴν λέγω καὶ βασιλείαν, τί γίνεται; καὶ τί πεπόνθασι;
18. Θρηνεῖ μὲν αὐτοὺς Ἱερεμίας ἐπὶ τοῖς προτέροις πάθεσι, καὶ τὴν ἐπὶ Βαβυλῶνα αἰχμαλωσίαν ὀδύρεται· καὶ γὰρ ἦν ὄντως κἀκεῖνα θρήνων καὶ ὀδυρμῶν ἄξια· πῶς δὲ οὐ τῶν μεγίστων τείχη κατεσκαμμένα, πόλις ἠδαφισμένη, ἁγίασμα καθῃρημένον, ἀναθήματα σεσυλημένα, πόδες βέβηλοι καὶ χεῖρες· οἱ μὲν τοῖς ἀβάτοις ἐμβατεύοντες, αἱ δὲ κατῶν ἀψαύστων κατατρυφῶσαι, προφῆται σιγῶντες, ἱερεῖς ἀγόμενοι, πρεσβῦται μὴ ἐλεούμενοι, παρθένοι καθυβριζόμεναι, νεότης πίπτουσα, πῦρ ἀλλότριον καὶ πολέμιον, αἵματος ποταμοὶ ἀντὶ τοῦ ὁσίου πυρὸς καὶ αἵματος, Ναζαραῖοι κατασυρόμενοι, θρῆνοι τοῖς ὕμνοις ἀντεγειρόμενοι· καὶ ἵν᾿ ἐξ αὐτῶν εἴπω τι τῶν Ἱερεμίου Θρήνων, οἱ υἱοὶ Σιὼν, οἱ τίμιοι καὶ ἀντιτιθέμενοι χρυσίῳ, οἱ τρυφεροὶ καὶ κακῶν ἀπαθεῖς, ξένην ὁδὸν ὁδεύοντες· καὶ ὁδοὶ Σιὼν πενθοῦσαι παρὰ τὸ μὴ εἶναι τοὺς ἑορτάζοντας· καὶ μικρὸν πρὸ τούτων· χεῖρες γυναικῶν οἰκτιρμόνων, οὐ τροφὴν ὀρέγουσαι τέκνοις, τῆς πολιορκίας ἐπικρατούσης, ἀλλ᾿ ἐπὶ τροφὴν ταῦτα σπαράττουσαι, καὶ λιμοῦ φάρμακον τὰ ἑαυτῶν ποιούμεναι φίλτατα, Ταῦτα πῶς οὐ δεινὰ καὶ πέρα δεινῶν, οὐ τοῖς πάσχουσι τότε μόνον, ἀλλὰ καὶ νῦν τοῖς ἀκούουσιν; Ἐγὼ γοῦν ὁσάκις ἂν ταύτην ἀναλάβω τὴν βίβλον, καὶ τοῖς Θρήνοις συγγένωμαι, συγγίνομαι δ᾿ ὁσάκις ἂν εὐημερίαν σωφρονίσαι ἐθελήσω τῷ ἀναγνώσματι, ἐγκόπτομαι τὴν φωνὴν, καὶ συγχέομαι δάκρυσι, καὶ οἷον ὑπ᾿ ὄψιν μοι τὸ πάθος ἔρχεται, καὶ συνθρηνῶ τῷ θρηνήσαντι. Τὴν δὲ τελευταίαν αὐτῶν πληγήν τε καὶ μετανάστασιν, καὶ τὸν νῦν ἐπικείμενον αὐτοῖς τῆς δουλείας ζυγὸν, καὶ τὴν περιβόητον ὑπὸ Ῥωμαίοις ταπείνωσιν, ἧς οὐδὲν οὕτως ὡς ἡ στάσις αἴτιον, τίς θρηνήσει πρὸς ἀξίαν τῶν θρήνους γράφειν εἰδότων, καὶ λόγον ἐξισοῦν πάθει; Ποῖαι βίβλοι ταῦτα χωρήσουσι; Μία στήλη τούτοις τῆς συμφορᾶς ἡ οἰκουμένη πᾶσα καθ᾿ ἧς ἐσπάρησαν, καὶ ἡ λατρεία πεπαυμένη, καὶ αὐτῆς τῆς Ἱερουσαλὴμ τὸ ἔδαφος μόγις γινωσκόμενον, ἧς τοσοῦτον ἐπιβατὸν αὐτοῖς ἐστι μόνον, καὶ τοσοῦτον ἀπολαύουσι τῆς ποτε αὐτῶν δόξης, ὅσον ἐν ἡμέρᾳ φανέντες θρηνῆσαι τὴν ἐρημίαν.
19. Δεινοῦ δὲ ὄντος οὕτως τοῦ στασιάζειν, καὶ τοσούτων αἰτίου κακῶν, ὡς τά τε εἰρημένα δείκνυσι, καὶ διὰ πλειόνων ὑποδειγμάτων ἐστὶ μαθεῖν, ἔτι πολλῷ δεινότερον τὸ, καταλύσαντας μικροψυχίαν, καὶ τῶν τῆς εἰρήνης γευσαμένους καλῶν, πρὸς τὴν αὐτὴν νόσον πάλιν ὑπενεχθῆναι, καὶ πρὸς τὸν ἴδιον ἔμετον ἐπιστρέψαι, τὸ δὴ λεγόμενον, μηδ᾿ ὃ τοὺς ἀνοήτους παιδεύει τῇ πείρᾳ σωφρονισθέντας. Καὶ γὰρ ὁρῶ κούφους καὶ ἀνοήτους οὐ τούτους ὑπολαμβανομένους, οἳ ἂν κακῷ τινι παραμένωσιν, ἀλλὰ τοὺς ῥᾳδίως ἐπ᾿ ἀμφότερα φερομένους καὶ μεταῤῥέοντας, καθάπερ αὔρας μεταπιπτούσας, ἢ μεταβολὰς καὶ παλιῤῥοίας Εὐρίπων, ἢ θαλάσσης ἄστατα κύματα. Σκοπῶ δὲ κἀκεῖνο, ὅτι τοὺς μὲν ἐπὶ τῆς στάσεως μένοντας ἡ γοῦν ἐλπὶς τῆς ὁμονοίας ῥᾴους ποιεῖ, καὶ τὸ πλεῖστον αὐτοῖς ἐπικουφίζει τῆς συμφορᾶς· μεγίστη γὰρ ἐπικουρία τοῖς ἀτυχοῦσι μεταβολῆς ἐλπὶς, καὶ τὸ κρεῖττον ἐν ὀφθαλμοῖς κείμενον· οἱ δὲ πολλάκις μὲν ὁμονοήσαντες, ἀεὶ δὲ πρὸς τὴν κακίαν παλινδρομήσαντες, ἀφῄρηνται μετὰ τῶν ἄλλων καὶ τοῦ κρείττονος τὴν ἐλπίδα· οὐχ ἧττον τῆς στάσεως δεδοικότες ἀεὶ τὴν ὁμόνοιαν, καὶ μηδ᾿ ἑτέρῳ θαῤῥοῦντες, διὰ τὸ ἐν ἀμφοτέροις εὐκίνητον καὶ ἀστάθμητον.
20. Καὶ μηδεὶς οἰέσθω με λέγειν, ὅτι πᾶσαν εἰρήνην ἀγαπητέον· οἶδα γὰρ ὥσπερ στάσιν τινὰ βελτίστην, οὕτω καὶ βλαβερωτάτην ὁμόνοιαν· ἀλλὰ τήν γε καλὴν καὶ ἐπὶ καλῷ καὶ Θεῷ συνάπτουσαν. Εἰ δὲ δεῖ συντόμως διελέσθαι περὶ αὐτῶν, οὕτω γινώσκω, οὔτε νωθέστερον εἶναι τοῦ μετρίου καλὸν, οὔτε θερμότερον, ὡς ἢ δι᾿ εὐκολίαν πᾶσι συμφέρεσθαι, ἢ δι᾿ ἀταξίαν πάντων ἀποστατεῖν· ὁμοίως γὰρ καὶ τὸ νωθὲς ἄπρακτον, καὶ τὸ εὐκίνητον ἀκοινώνητον. Ἀλλ᾿ οὗ μὲν ἂν ᾖ πρόδηλα τὰ τῆς ἀσεβείας, καὶ πυρὶ, καὶ σιδήρῳ, καὶ καιροῖς, καὶ δυνάσταις, καὶ πᾶσι πρότερον ὁμόσε χωρητέον, ἢ τῆς ζύμης μεθεκτέον τῆς πονηρᾶς, καὶ συγκαταθετέον τοῖς κακῶς ἔχουσι, καὶ οὐδὲν οὕτω τῶν ἁπάντων φοβητέον, ὡς ἄλλο τι πρὸ Θεοῦ φοβηθῆναι, καὶ διὰ τοῦτο προδοῦναι περὶ τῆς πίστεως λόγους καὶ τῆς ἀληθείας, ἀληθείᾳ δουλεύοντας· οὗ δὲ τὸ λυποῦν ὑπόνοια καὶ φόβος ἀνεξέταστος, βελτίων τοῦ τάχους ἡ μακροθυμία, καὶ τῆς αὐθαδείας ἡ συγκατάβασις, καὶ πολλῷ κρεῖττον καὶ λυσιτελέστερον, ἐν τῷ κοινῷ σώματι μένοντας, καταρτίζειν ἀλλήλους ὡς ἀλλήλων μέλη, καὶ καταρτίζεσθαι, ἢ προκαταγνόντας διὰ τῆς ἀποστάσεως, καὶ τὸ ἀξιόπιστον τῷ χωρισμῷ λύσαντας, ἔπειτα ἐξ ἐπιτάγματος, ὥσπερ τυράννους, ἀλλ᾿ οὐκ ἀδελφοὺς, νομοθετεῖν τὴν διόρθωσιν.
21. Ταῦτα εἰδότες, ἀδελφοὶ, περιλάβωμεν ἀλλήλους, περιπτυξώμεθα, γενώμεθα γνησίως ἑν, μιμησώμεθα τὸν τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσαντα, καὶ διὰ τοῦ αἵματος αὐτοῦ πάντα συναγαγόντα, καὶ εἰρηνεύσαντα· εἴπωμεν τῷ κοινῷ Πατρὶ τούτῳ, τῇ σεμνῇ πολιᾷ, τῷ πράῳ καὶ ἠπίῳ ποιμένι· Ὁρᾷς τὰ ἐπίχειρα τῆς ἐπιεικείας; Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε ἐπισυνηγμένα τὰ τέκνα σου, ὃν τρόπον ἐπόθεις, καὶ ὃ προστεθῆναί σοι μόνον ᾐτοῦ νυκτὸς καὶ ἡμέρας, ἵν᾿ ἐν γήρᾳ καλῷ καταλύσῃς τὴν παροικίαν· ἰδοὺ πάντες ἥκασι πρὸς σὲ, καὶ ὑπὸ τὰς σὰς ἀναπαύονται πτέρυγας, καὶ τὸ ἑαυτῶν κυκλοῦσι θυσιαστήριον, μετὰ δακρύων ἀποφοιτήσαντες, καὶ μετ᾿ εὐφροσύνης προστρέχοντες. Χαῖρε καὶ κατατέρπου, πατέρων ἄριστε καὶ φιλοτεκνότατε, ὅτι πάντας αὐτοὺς ἐνδέδυσαι καὶ περιβέβλησαι, ὡς κόσμον νύμφη. Φθέγξαι καὶ σὺ πρὸς ἡμᾶς· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. Πρόςθες καὶ ἄλλην φωνὴν δεσποτικὴν καὶ μάλα οἰκείαν· Οὓς δέδωκάς μοι ἐφύλαξα, καὶ οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα.
22. Μηδέ γε ἀπόλοιτο μηδεὶς, ἀλλὰ πάντες μένωμεν ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ Εὐαγγελίου, σύμψυχοι, τὸ ἑν φρονοῦντες, ὡπλισμένοι τῷ θυρεῷ τῆς πίστεως, περιεζωσμένοι τὴν ὀσφὺν ἐν ἀληθείᾳ, ἕνα μόνον εἰδότες τὸν κατὰ τοῦ πονηροῦ πόλεμον, καὶ τῶν ὑπ᾿ ἐκείνου στρατηγουμένων, μὴ φοβούμενοι τοὺς δυναμένους ἀποκτεῖναι τὸ σῶμα, τῆς δὲ ψυχῆς λαβέσθαι μὴ δυναμένους, φοβούμενοι δὲ τὸν καὶ ψυχῆς καὶ σώματος Κύριον· φυλάσσοντες τὴν καλὴν παρακαταθήκην, ἣν παρὰ τῶν Πατέρων εἰλήφαμεν, προσκυνοῦντες Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα· ἐν Υἱῷ τὸν Πατέρα, ἐν Πνεύματι τὸν Υἱὸν γινώσκοντες, εἰς ἃ βεβαπτίσμεθα, εἰς ἃ πεπιστεύκαμεν, οἷς συντετάγμεθα, πρὶν συνάψαι διαιροῦντες, καὶ πρὶν διαιρεῖν συνάπτοντες, οὔτε τὰ τρία ὡς ἕνα (οὐ γὰρ ἀνυπόστατα, ἢ κατὰ μιᾶς ὑποστάσεως, ὡς εἶναι τὸν πλοῦτον ἡμῖν ἐν ὀνόμασιν, ἀλλ᾿ οὐ πράγμασ)ι, καὶ τὰ τρία ἕν. Ἓν γὰρ οὐχ ὑποστάσει, ἀλλὰ θεότητι· μονὰς ἐν Τριάδι προσκυνουμένη, καὶ Τριὰς εἰς μονάδα ἀνακεφαλαιουμένη, πᾶσα προσκυνητὴ, βασιλικὴ πᾶσα, ὁμόθρονος, ὁμόδοξος, ὑπερκόσμιος, ὑπέρχρονος, ἄκτιστος, ἀόρατος, ἀναφής, ἀπερίληπτος, πρὸς μὲν ἑαυτὴν ὅπως ἔχει τάξεως, αὐτῇ μόνῃ γινωσκομένη, σεπτὴ δ᾿ ἡμῖν ὁμοίως καὶ λατρευτὴ, καὶ μόνη τοῖς Ἁγίοις τῶν ἁγίων ἐμβατεύουσα. τὴν δὲ κτίσιν πᾶσαν ἐκτὸς ἐῶσα, τὴν μὲν τῷ πρώτῳ, τὴν δὲ τῷ δευτέρῳ διειργομένην καταπετάσματι· πρώτῳ μὲν τὴν οὐράνιον καὶ ἀγγελικὴν ἀπὸ τῆς θεότητος, δευτέρῳ δὲ τὴν ἡμετέραν ἀπὸ τῶν οὐρανίων. Ταῦτα πράσσωμεν, καὶ οὕτως ἔχωμεν, ἀδελφοὶ, καὶ τοὺς ἑτέρως φρονοῦντας, ὡς λύμην τῆς ἀληθείας, ἕως μὲν ἂν ᾖ δυνατὸν, προσλαμβανώμεθα καὶ θεραπεύωμεν· ἀνιάτως δ᾿ ἔχοντας ἀποστρεφώμεθα, μὴ τῆς νόσου μεταλάβωμεν, πρὶν μεταδοῦναι τῆς ἑαυτῶν ὑγιείας· καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ᾿ ἡμῶν, τῆς πάντα νοῦν ὑπερεχούσης ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἀμήν.

ΛΟΓΟΣ 7

ΕΙΣ ΚΑΙΣΑΡΙΟΝ ΤΟΝ ΕΑΥΤΟΥ ΑΔΕΛΦΟΝ ΕΠΙΤΑΦΙΟΣ

Οἴεσθέ με ἴσως, ὦ φίλοι καὶ ἀδελφοὶ καὶ πατέρες, τὸ γλυκὺ καὶ πρᾶγμα καὶ ὄνομα, θρήνους ἐπιβαλοῦντα τῷ ἀπελθόντι καὶ ὀδυρμούς, ὑποδέχεσθαι προθύμως τὸν λόγον, ἢ μακροὺς ἀποτενοῦντα καὶ κομψοὺς λόγους, οἷς οἱ πολλοὶ χαίρουσι· καὶ οἱ μὲν ὡς συμπενθήσοντες καὶ συνθρηνήσοντες παρεσκεύασθε, ἵν᾿ ἐν τῷ ἐμῷ πάθει τὰ οἰκεῖα δακρύσητε, ὅσοις τι τοιοῦτόν ἐστι, καὶ σοφίσησθε τὸ ἀλγοῦν ἐν φιλικοῖς πάθεσιν, οἱ δὲ ὡς τὴν ἀκοὴν ἑστιάσοντες, καὶ ἡδίους ἐσόμενοι· χρῆναι γὰρ ἡμᾶς ἐπίδειξιν ποιήσασθαι καὶ τὴν συμφοράν, οἷά ποτε ἦν τὰ ἡμέτερα, ἡνίκα τἄλλα ἦμεν ἱκανῶς περιττοὶ καὶ τῆς ὕλης, καὶ τὰ περὶ λόγους φιλότιμοι, πρὶν ἀναβλέψαι πρὸς τὸν ἀληθῆ λόγον καὶ ἀνωτάτω, καὶ πάντα δόντες Θεῷ παρ᾿ οὗ τὰ πάντα, Θεὸν ἀντὶ πάντων λαβεῖν. Μηδαμῶς, μὴ τοῦτο περὶ ἡμῶν ὑπολάβητε, εἴ τι ὑπολαμβάνειν βούλεσθε δεξιόν. Οὔτε γὰρ θρηνήσομεν τὸν ἀπελθόντα πλέον ἢ καλῶς ἔχει, οἵ γε μηδὲ τῶν ἄλλων τὰ τοιαῦτα ἀποδεχόμεθα, οὔτε ἐπαινεσόμεθα πέρα τοῦ μέτρου· καίτοι γε δῶρον φίλον καὶ οἰκειότατον, εἴπερ τι ἄλλο, τῷ λογίῳ λόγος, καὶ τῷ διαφερόντως ἀγαπήσαντι τοὺς ἐμοὺς λόγους ἡ εὐφημία· καὶ οὐ δῶρον μόνον, ἀλλὰ καὶ χρέος ἁπάντων χρεῶν δικαιότατον· ἀλλ᾿ ὅσον ἀφοσιώσασθαι τὸν περὶ ταῦτα νόμον, καὶ δακρύσαντες καὶ θαυμάσαντες (οὐδὲ γὰρ τοῦτο ἔξω τῆς καθ᾿ ἡμᾶς φιλοσοφίας· Μνήμη τε γὰρ δικαίων μετ᾿ ἐγκωμίων· καί· Ἐπὶ νεκρῷ, φησί, κατάγαγε δάκρυα, καὶ ὡς δεινὰ πάσχων ἔναρξαι θρήνου· ἴσον ἀναλγησίας χωρίζων ἡμᾶς καὶ ἀμετρία)ς· τὸ μετὰ τοῦτο ἤδη, τῆς τε ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν ἐπιδείξομεν, καὶ τοῦ τῆς ψυχῆς ἀξιώματος ὑπομνήσομεν, καὶ τὴν ὀφειλομένην τοῖς ἀλγοῦσι παράκλησιν ἐπιθήσομεν, καὶ μεταθήσομεν τὴν λύπην ἀπὸ τῆς σαρκὸς καὶ τῶν προσκαίρων ἐπὶ τὰ πνευματικὰ καὶ ἀΐδια. Καισαρίῳ πατέρες μέν, ἵν᾿ ἐντεῦθεν ἄρξωμαι ὅθεν ἡμῖν πρεπωδέστατον, οὓς πάντες γινώσκετε, καὶ ὧν τὴν ἀρετὴν καὶ ὁρῶντες καὶ ἀκούοντες ζηλοῦτέ %τ&ε καὶ θαυμάζετε, καὶ διηγεῖσθε τοῖς ἀγνοοῦσιν, εἴπερ τινές εἰσιν ἀνθρώπων, ἄλλος ἄλλο τι μέρος ἀπολαβόντες· ἐπεὶ μὴ πάντα τὸν αὐτὸν οἷόν τε, μηδὲ μιᾶς γλώσσης τὸ ἔργον, κἂν σφόδρα τις ᾖ τῶν φιλοπονωτάτων καὶ φιλοτίμων· οἷς πολλῶν καὶ μεγάλων ὑπαρχόντων εἰς εὐφημίαν, εἰ μή τῳ περιττὸς εἶναι δοκῶ τὰ οἰκεῖα θαυμάζων, ἑν μέγιστον ἁπάντων, καὶ ὥσπερ ἄλλο τι ἐπίσημόν ἐστιν, ἡ εὐσέβεια· τοὺς σεμνοὺς τούσδε λέγω καὶ πολιούς, καὶ οὐχ ἧττον δι᾿ ἀρετὴν αἰδεσίμους ἢ διὰ γῆρας· ὧν τὰ μὲν σώματα χρόνῳ κέκμηκεν, αἱ ψυχαὶ δὲ Θεῷ νεάζουσι. Πατὴρ μὲν ἐκ τῆς ἀγριελαίου καλῶς ἐγκεντρισθεὶς εἰς τὴν καλλιέλαιον, καὶ τοσοῦτον κοινωνήσας τῆς πιότητος, ὥστε καὶ ἄλλους ἐγκεντρίζειν πιστευθῆναι καὶ θεραπείαν ἐγχειρισθῆναι ψυχῶν, ὑψηλὸς ὑψηλῶς τοῦ λαοῦ τοῦδε προκαθεζόμενος, Ἀαρών τις δεύτερος ἢ Μωϋσῆς, Θεῷ πλησιάζειν ἠξιωμένος καὶ θείαν φωνὴν χορηγεῖν τοῖς ἄλλοις ἱσταμένοις πόρρωθεν, πρᾶος, ἀόργητος, γαληνὸς τὸ εἶδος, θερμὸς τὸ πνεῦμα, πολὺς τὸ φαινόμενον, πλουσιώτερος τὸ κρυπτόμενον. Τί ἂν ὑμῖν ἀναζωγραφοίην τὸ γινωσκόμενον; Οὐδὲ γὰρ εἰ μακρὸν ἀποτείνοιμεν λόγον, εἴποιμεν ἄν τι τοσοῦτον ὅσον ἄξιον, καὶ ὅσον ἕκαστος συνεπίσταταί τε καὶ ἀπαιτεῖ τὸν λόγον· καὶ βέλτιον ταῖς ὑπονοίαις συγχωρεῖν ἢ τῷ λόγῳ τὸ πολὺ περικόπτειν τοῦ θαύματος. Μήτηρ δὲ ἄνωθεν μὲν καὶ ἐκ προγόνων καθιερωμένη Θεῷ, καὶ κλῆρον ἀναγκαῖον οὐκ εἰς ἑαυτὴν μόνον, ἀλλὰ καὶ τοὺς ἐξ αὑτῆς κατάγουσα τὴν εὐσέβειαν, ἐξ ἁγίας ἀπαρχῆς ὄντως ἅγιον φύραμα· τοσοῦτον δὲ αὐτὸ αὐξήσασά τε καὶ πλεονάσασα, ὥστε ἤδη τισί, φθέγξομαι γάρ, εἰ καὶ τολμηρὸς ὁ λόγος, μηδὲ τὴν τοῦ ἀνδρὸς τελειότητα ἑτέρου τινὸς ἢ ταύτης ἔργον γενέσθαι πιστευθῆναί τε καὶ ῥηθῆναι, καὶ (ὢ τοῦ θαύματο)ς ἆθλον εὐσεβείας δοθῆναι μείζονα καὶ τελεωτέραν εὐσέβειαν. Φιλόπαιδες ἄμφω καὶ φιλόχριστοι, τὸ παραδοξότατον, μᾶλλον δὲ φιλόχριστοι πλέον ἢ φιλόπαιδες. Οἷς γε καὶ τῶν τέκνων μία τις ἀπόλαυσις ἦν, τὸ ἀπὸ Χριστοῦ καὶ γνωρίζεσθαι καὶ ὀνομάζεσθαι, καὶ εἷς εὐπαιδίας ὅρος, ἡ ἀρετὴ καὶ ἡ πρὸς τὸ κρεῖττον οἰκείωσις. Εὔσπλαγχνοι, συμπαθεῖς, ἁρπάζοντες τὰ πολλὰ σητῶν καὶ λῃστῶν καὶ τοῦ κοσμοκράτορος, ἐκ τῆς παροικίας εἰς τὴν κατοικίαν μετασκευαζόμενοι, καὶ κλῆρον μέγιστον τοῖς παισὶ τὴν ἐκεῖθεν λαμπρότητα θησαυρίζοντες. Οὕτω τοι καὶ εἰς λιπαρὸν ἔφθασαν γῆρας, ὁμότιμοι καὶ τὴν ἀρετὴν καὶ τὴν ἡλικίαν, καὶ πλήρεις ἡμερῶν τῶν τε μενουσῶν ὁμοίως καὶ τῶν λυομένων, παρὰ τοσοῦτον ἑκάτερος οὐκ ἔχων τὰ πρῶτα τῶν ἐπὶ γῆς παρ᾿ ὅσον ὑπ᾿ ἀλλήλων εἰς τὸ πρωτεῖον ἐκωλύοντο· καὶ πάσης εὐδαιμονίας μέτρον ἐπλήρωσαν, πλὴν τῆς τελευταίας ταύτης, ὡς ἂν οἰηθείη τις, εἴτε δοκιμασίας χρὴ λέγειν, εἴτε οἰκονομίας. Ἡ δέ ἐστιν, ὡς ὁ ἐμὸς λόγος, τὸν σφαλερώτερον τῶν παίδων δι᾿ ἡλικίαν προπέμψαντες, οὕτως ἤδη καταλῦσαι τὸν βίον ἐν ἀσφαλείᾳ, καὶ πρὸς τὰ ἄνω πανοικεσίᾳ μετατεθῆναι. Καὶ ταῦτα διῆλθον, οὐ τούτους ἐγκωμιάσαι βουλόμενος, οὐδὲ ἀγνοῶν ὅτι μόλις ἄν τις τῆς ἀξίας ἐφίκοιτο, καὶ ὅλην ὑπόθεσιν λόγου τὸν τούτων ἔπαινον ἐνστησάμενος· ἀλλ᾿ ἵν᾿ ἐπιδείξαιμι ἐκ πατέρων ὀφειλομένην Καισαρίῳ τὴν ἀρετήν, καὶ μὴ θαυμάζητε μηδὲ ἀπιστῆτε, εἰ τοιούτων τυχὼν γεννητόρων, τοιούτων ἑαυτὸν παρέσχεν ἐπαίνων ἄξιον, ἀλλὰ τοὐναντίον, εἰ πρὸς ἑτέρους εἶδε, τῶν οἰκείων καὶ τῶν ἐγγύθεν ἀμελήσας ὑποδειγμάτων. Τὰ μὲν δὴ πρῶτα τοιαῦτα, οἷα προσῆκεν εἶναι τοῖς ὄντως εὖ γεγονόσι καὶ καλῶς βιώσεσθαι μέλλουσιν. Ἵνα δὲ τὰ ἐν μέσῳ συντέμω, κάλλος καὶ μέγεθος καὶ τὴν ἐπὶ πᾶσι τοῦ ἀνδρὸς χάριν καὶ ὥσπερ ἐν φθόγγοις εὐαρμοστίαν, ὅτι μηδὲ πρὸς ἡμῶν τὰ τοιαῦτα θαυμάζειν, εἰ καὶ τοῖς ἄλλοις οὐ μικρὰ φαίνεται, πρὸς τὰ ἐφεξῆς βαδιοῦμαι τοῦ λόγου, καὶ ἃ μηδὲ βουλομένῳ παραλιπεῖν ῥᾴδιον. Ὑπὸ δὴ τοιούτοις ἤθεσι τραφέντες καὶ παιδευθέντες καὶ τοῖς ἐνταῦθα μαθήμασιν ἱκανῶς ἐνασκηθέντες, ἐν οἷς ἐκεῖνος τάχει τε καὶ μεγέθει φύσεως οὐδ᾿ ἂν εἴποι τις ὅσον ὑπὲρ τοὺς πολλοὺς ἦν (ὢ πῶς ἀδακρυτὶ τὴν τούτων παρέλθω μνήμην, καὶ μή με ἀφιλόσοφον ἐλέγξῃ τὸ πάθος παρὰ τὴν ὑπόσχεσιν;), ἀλλ᾿ ἐπειδή γε ἀποδημίας καιρὸς ἐδόκει, καὶ τότε πρῶτον ἀπ᾿ ἀλλήλων ἐσχίσθημεν, ἐγὼ μὲν τοῖς κατὰ Παλαιστίνην ἐγκαταμείνας παιδευτηρίοις, ἀνθοῦσι τότε, κατὰ ῥητορικῆς ἔρωτα, ὁ δὲ τὴν Ἀλεξάνδρου πόλιν καταλαβών, παντοίας παιδεύσεως καὶ τότε καὶ νῦν οὖσάν τε καὶ δοκοῦσαν ἐργαστήριον. Τί πρῶτον, ἢ τί μέγιστον εἴπω τῶν ἐκείνου καλῶν; τί δὲ παρεὶς μὴ τῷ μεγίστῳ ζημιώσω τὸν λόγον; τίς μὲν ἐκείνου διδασκάλοις πιστότερος; τίς δὲ ἥλιξι προσφιλέστερος; τίς μὲν μᾶλλον ἀπέφυγε τὴν τῶν μοχθηρῶν ἑταιρίαν καὶ ὁμιλίαν; τίς δὲ τῇ τῶν βελτίστων ἑαυτὸν προσέθηκε πλεῖον, ἄλλοις τε καὶ τῶν ἐκ τῆς πατρίδος τοῖς εὐδοκιμωτάτοις καὶ γνωριμωτάτοις; εἰδὼς οὐδὲ τοῦτο φέρειν μικρὸν εἰς ἀρετὴν ἢ κακίαν, τὰς συνουσίας. Ἐξ ὧν, τίς μὲν ἄρχουσιν ἐκείνου τιμιώτερος; τίς δὲ τῇ πόλει πάσῃ, καίτοι γε διὰ τὸ μέγεθος πάντων ἐγκρυπτομένων, ἢ ἐπὶ σωφροσύνῃ γνωριμώτερος, ἢ ἐπὶ συνέσει περιφανέστερος; Ποῖον μὲν εἶδος οὐκ ἐπῆλθε παιδεύσεως; μᾶλλον δὲ ποῖον, ὡς οὐδὲ μόνον ἕτερος; Τίνι δὲ παρῆκεν ἐγγὺς αὐτοῦ γενέσθαι, καὶ κατὰ μικρόν, μὴ ὅτι τῶν καθ᾿ ἑαυτὸν καὶ τῆς αὐτῆς ἡλικίας, ἀλλὰ καὶ τῶν πρεσβυτέρων καὶ παλαιοτέρων ἐν τοῖς μαθήμασι, καὶ πάντα ὡς ἑν ἐξασκήσας, καὶ ἀντὶ πάντων ἕκαστον, τοὺς μὲν πτηνοὺς τὴν φύσιν φιλοπονίᾳ νικήσας, τοὺς δὲ γενναίους τὴν ἄσκησιν διανοίας ὀξύτητι, μᾶλλον δὲ τάχει μὲν τοὺς ταχεῖς, σπουδῇ δὲ τοὺς φιλοπόνους ὑπερβαλών, καὶ τοὺς κατ᾿ ἄμφω δεξιοὺς ἀμφοτέροις; Γεωμετρίας μέν γε καὶ ἀστρονομίας, [κα]ὶ τῆς ἐπικινδύνου τοῖς ἄλλοις παιδεύσεως, ὅσον χρήσιμον ἐκλεξάμενος, τοῦτο δὲ ἦν, ἐκ τῆς τῶν οὐρανίων εὐαρμοστίας καὶ τάξεως τὸν δημιουργὸν θαυμάσαι, ὅσον βλαβερὸν ταύτης διέφυγεν, οὐ τῇ φορᾷ τῶν ἄστρων διδοὺς τὰ ὄντα καὶ τὰ γινόμενα, ὡς οἱ τὴν ὁμόδουλον ἑαυτοῖς κτίσιν ἐπανιστάντες τῷ κτίσαντι, Θεῷ δὲ καὶ τἄλλα πάντα, ὥσπερ εἰκός, ἀνατιθεὶς καὶ τὴν τούτων κίνησιν. Ἀριθμῶν δὲ καὶ λογισμῶν καὶ τῆς θαυμασίας ἰατρικῆς, ὅση τὰ περὶ φύσεις καὶ κράσεις καὶ τὰς ἀρχὰς τῶν νοσημάτων φιλοσοφεῖ, ὥστε ταῖς ῥίζαις ἀναιρουμέναις συνεκκόπτειν καὶ τὰ βλαστήματα, τίς οὕτως ἀμαθὴς ἢ φιλόνεικος ὡς ἐκείνῳ δοῦναι τὰ δεύτερα, καὶ μὴ ἀγαπᾶν, εἰ μετ᾿ ἐκεῖνον εὐθὺς ἀριθμοῖτο, τὸ πρεσβεῖον ἐν τοῖς δευτέροις φερόμενος; Καὶ ταῦτα οὐ λόγος ἐστὶν ἀμάρτυρος, ἀλλ᾿ ἐῴα τε ὁμοῦ λῆξις καὶ ἑσπέριος, καὶ ὅσην ἐκεῖνος ἐπῆλθεν ὕστερον, ἐπίσημοι στῆλαι τῆς ἐκείνου παιδεύσεως. Ἐπεὶ δὲ πᾶσαν ἀρετήν τε καὶ μάθησιν, ὥσπερ μεγάλη φορτὶς παντοδαπὴν ἐμπορίαν, εἰς μίαν τὴν ἑαυτοῦ ψυχὴν συλλεξάμενος, ἐπὶ τὴν ἑαυτοῦ πόλιν ἐστέλλετο, ὡς ἂν καὶ τοῖς ἄλλοις μεταδοίη τῶν καλῶν ἀγωγίμων τῆς ἑαυτοῦ παιδεύσεως, ἐνταῦθά τι καὶ συνηνέχθη πρᾶγμα θαυμάσιον· οὐδὲν δὲ οἶον (καὶ γὰρ ἐμέ γε μάλιστα πάντων εὐφραίνει τοῦτο μνημονευθέν, καὶ ὑμᾶς ἂν ἡδίους ποιήσειεν) ἐν βραχεῖ διηγήσασθαι. Ηὔχετο μὲν ἡ μήτηρ εὐχὴν μητρικήν τινα καὶ φιλόπαιδα, ὥσπερ ἐξέπεμψεν ἀμφοτέρους, οὕτω καὶ σὺν ἀλλήλοις ἐπανελθόντας ἰδεῖν. Ξυνωρὶς γὰρ ἐδοκοῦμέν τις, καὶ εἰ μὴ τοῖς ἄλλοις, μητρὶ γ᾿ οὖν, εὐχῆς καὶ θέας ἀξία σὺν ἀλλήλοις ὁρώμενοι, ἡ νῦν κακῶς ὑπὸ τοῦ φθόνου διαλυθεῖσα· Θεοῦ δὲ οὕτω κινήσαντος, ὃς ἀκούει δικαίας εὐχῆς καὶ φίλτρον τιμᾷ γονέων εἰς παῖδας εὐγνώμονας, ἐξ οὐδεμιᾶς ἐπινοίας οὐδὲ συνθήματος, ὁ μὲν ἀπὸ τῆς Ἀλεξανδρείας, ὁ δὲ ἀπὸ τῆς Ἑλλάδος, κατὰ τὸν αὐτὸν χρόνον εἰς τὴν αὐτὴν πόλιν, ὁ μὲν ἀπὸ γῆς, ὁ δὲ ἀπὸ θαλάσσης, κατήραμεν. Ἡ πόλις δὲ ἦν τὸ Βυζάντιον, ἡ νῦν προκαθεζομένη τῆς Εὐρώπης πόλις· ἐν ᾗ τοσοῦτον Καισάριος κλέος οὐ πολλοῦ χρόνου διελθόντος ἠνέγκατο, ὥστε δημοσίας τιμὰς αὐτῷ καὶ γάμον τῶν εὐδοκίμων καὶ τῆς συγκλήτου βουλῆς μετουσίαν προτεθῆναι, καὶ πρὸς βασιλέα πρεσβείαν σταλῆναι τὸν μέγαν ἀπὸ κοινοῦ δόγματος, τὴν πρώτην πόλιν τῷ πρώτῳ λογίων κοσμηθῆναί τε καὶ τιμηθῆναι, εἴ τι μέλον αὐτῷ τοῦ πρώτην ἀληθῶς εἶναι καὶ τῆς ἐπωνυμίας ἀξίαν, καὶ τοῦτο προστεθῆναι πᾶσι τοῖς ὑπὲρ αὐτῆς διηγήμασι, τὸ Καισαρίῳ καλλωπίζεσθαι καὶ ἰατρῷ καὶ οἰκήτορι, καίτοι γε μετὰ τῆς ἄλλης λαμπρότητος, πολλοῖς καὶ μεγάλοις εὐθηνουμένην ἀνδράσι, κατά τε φιλοσοφίαν κατά τε τὴν ἄλλην παίδευσιν. Ἀλλὰ τοῦτο μὲν ἱκανῶς. Τότε δ᾿ οὖν τὸ γενόμενον τοῖς μὲν ἄλλοις συντυχία τις ἔδοξεν ἄλογος καὶ ἀναίτιος, οἷα φέρει πολλὰ τὸ αὐτόματον ἐν τοῖς ἡμετέροις· τοῖς δὲ φιλοθέοις καὶ λίαν εὔδηλον ἦν, μὴ ἄλλο τι τὸ συμβὰν εἶναι ἢ γονέων θεοφιλῶν ἔργον, ἐκ γῆς καὶ θαλάττης τοὺς παῖδας συναγόντων εἰς μίαν εὐχῆς ἐκπλήρωσιν. Φέρε μηδὲ τοῦτο τῶν Καισαρίου καλῶν παρέλθωμεν, ὃ τοῖς μὲν ἄλλοις ἴσως μικρὸν καὶ οὐδὲ μνήμης ἄξιον, ἐμοὶ δὲ καὶ τότε καὶ νῦν μέγιστον ἔδοξεν, εἴπερ τῶν ἐπαινετῶν ἡ φιλαδελφία, καὶ οὐ παύσομαι τιθεὶς ἐν πρώτοις, ὁσάκις ἂν τὰ ἐκείνου ἐκδιηγῶμαι. Κατεῖχε μὲν αὐτὸν αἷς εἶπον τιμαῖς ἡ πόλις, καὶ οὐδ᾿ ἂν εἴ τι γένοιτο μεθήσειν ἔφασκεν· ἐγὼ δὲ ἀνθέλκων ἴσχυσα, ὁ πάντα Καισαρίῳ πολὺς καὶ τίμιος, καὶ τοῖς γονεῦσι τὴν εὐχὴν πληρῶσαι, καὶ τῇ πατρίδι τὸ χρέος, καὶ ἐμαυτῷ τὸν πόθον, λαβὼν τῆς ὁδοῦ κοινωνὸν καὶ συνέμπορον, καὶ προτιμηθεὶς οὐ πόλεων καὶ δήμων μόνον, οὐδὲ τιμῶν καὶ πόρων, οἳ πολλοὶ καὶ πολλαχόθεν, οἱ μὲν συνέρρεον ἐκείνῳ, οἱ δὲ ἠλπίζοντο, ἀλλὰ καὶ αὐτοῦ βασιλέως σχεδόν, καὶ τῶν ἐκεῖθεν ἐπιταγμάτων. Ἐντεῦθεν ἐγὼ μὲν φιλοσοφεῖν διέγνων, καὶ πρὸς τὸν ἄνω βίον μεθαρμοσθῆναι, ὥσπερ τινὰ βαρὺν δεσπότην καὶ ἀρρώστημα χαλεπὸν πᾶσαν φιλοτιμίαν ἀποσεισάμενος· μᾶλλον δὲ ὁ μὲν πόθος πρεσβύτερος, ὁ δὲ βίος ὕστερος. Τὸν δέ, τὰ πρῶτα τῆς παιδεύσεως ἀναθέντα τῇ ἑαυτοῦ πατρίδι καὶ θαυμασθέντα τῶν πόνων ἀξίως, μετὰ τοῦτο δόξης ἐπιθυμία καὶ τοῦ προστατεῖν τῆς πόλεως, ὡς ἐμέ γε συνέπειθε, τοῖς βασιλείοις δίδωσιν, οὐ πάνυ μὲν ἡμῖν φίλα ποιοῦντα καὶ κατὰ γνώμην (καὶ γὰρ ἀπολογήσομαι πρὸς ὑμᾶς, ὅτι πολλοστὸν τετάχθαι παρὰ Θεῷ κρεῖττον [εἶναι δοκεῖ τ]ε καὶ ὑψηλότερον ἢ παρὰ τῷ κάτω βασιλεῖ τὰ πρῶτα φέρεσθα)ι, οὐ μὴν ἄξιός γε μέμψεως. Φιλοσοφεῖν μὲν γὰρ ὅσῳ μέγιστον, τοσούτῳ καὶ χαλεπώτατον, καὶ οὐ πολλῶν τὸ ἐγχείρημα, οὐδ᾿ ἄλλων ἢ τῶν ὑπὸ τῆς θείας προκεκλημένων μεγαλονοίας, ἣ τοῖς προῃρημένοις καλῶς χεῖρα δίδωσιν· οὐ μικρὸν δὲ εἴ τις, τὸν δεύτερον προστησάμενος βίον, καλοκαγαθίας μεταποιοῖτο, καὶ πλείω λόγον ἔχοι Θεοῦ καὶ τῆς ἑαυτοῦ σωτηρίας ἢ τῆς κάτω λαμπρότητος· καὶ τὴν μὲν ὡς σκηνὴν προβάλλοιτο, ἤ τι προσωπεῖον τῶν πολλῶν καὶ προσκαίρων, τὸ τοῦ κόσμου τούτου δρᾶμα ὑποκρινόμενος, αὐτὸς δὲ ζῴη Θεῷ, μετὰ τῆς εἰκόνος ἣν οἶδε παρ᾿ ἐκείνου λαβὼν καὶ ὀφείλων τῷ δεδωκότι· ὅπερ ἀμέλει καὶ Καισάριον διανοηθέντα γινώσκομεν. Τάττεται μὲν γὰρ τὴν πρώτην ἐν ἰατροῖς τάξιν, οὐδὲ πολλοῦ πόνου προσδεηθείς, ἀλλ᾿ ἐπιδείξας μόνον τὴν παίδευσιν, μᾶλλον δὲ βραχύν τινα τῆς παιδεύσεως οἷον πρόλογον, κἀν τοῖς φίλοις τοῦ βασιλέως εὐθὺς ἀριθμούμενος, τὰς μεγίστας καρποῦται τιμάς. Ἄμισθον δὲ τὴν τῆς τέχνης φιλανθρωπίαν τοῖς ἐν τέλει προτίθησιν, εἰδὼς οὐδὲν οὕτως ὡς ἀρετὴν καὶ τὸ ἐπὶ τοῖς καλλίστοις γινώσκεσθαι προάγειν εἰς τὸ ἔμπροσθεν· καὶ ὧν τῇ τάξει δεύτερος ἦν, τούτων κατὰ πολὺ περιῆν τῇ δόξῃ, πᾶσι μὲν ὢν διὰ σωφροσύνην ἐπέραστος, καὶ διὰ τοῦτο τὰ τίμια πιστευόμενος καὶ μηδὲν Ἱπποκράτους ὁρκιστοῦ προσδεόμενος, ὡς μηδὲν εἶναι καὶ τὴν Κράτητος ἁπλότητα πρὸς τὴν ἐκείνου θεωρουμένην· πᾶσι δὲ πλέον ἢ κατὰ τὴν ἀξίαν αἰδέσιμος, μεγάλων μὲν ἀεὶ τῶν παρόντων ἀξιούμενος, μειζόνων δὲ ἄξιος εἶναι τῶν ἐλπιζομένων κρινόμενος τοῖς τε βασιλεῦσιν αὐτοῖς καὶ ὅσοι τὰ πρῶτα μετ᾿ ἐκείνους ἔχουσιν. Τὸ δὲ μέγιστον, ὅτι μήτε ὑπὸ τῆς δόξης μήτε ὑπὸ τῆς ἐν μέσῳ τρυφῆς τὴν τῆς ψυχῆς εὐγένειαν διεφθάρη· ἀλλὰ πολλῶν καὶ μεγάλων ὑπαρχόντων αὐτῷ, πρῶτον ἦν εἰς ἀξίωμα Χριστιανὸν καὶ εἶναι καὶ ὀνομάζεσθαι, καὶ πάντα ὁμοῦ παιδιά τις ἐκείνῳ καὶ λῆρος πρὸς ἑν τοῦτο κρινόμενα· τὰ μὲν γὰρ ἄλλα ὡς ἐπὶ σκηνῆς καὶ ἄλλοις παίζεσθαι, τάχιστα πηγνυμένης τε καὶ καταλυομένης, τάχα δὲ φθειρομένης ῥᾷον ἢ συνισταμένης, ὡς εἶναι ἰδεῖν ἐκ τῶν πολλῶν τοῦ βίου μεταβολῶν, καὶ τῆς ἄνω καὶ κάτω μεταπιπτούσης εὐετηρίας· μόνον δὲ ἴδιον ἀγαθὸν εἶναι καὶ παραμένον ἀσφαλῶς, τὴν εὐσέβειαν. Ταῦτα Καισαρίῳ ἐφιλοσοφεῖτο κἀν τῇ χλανίδι· ταύταις καὶ συνέζησε ταῖς ἐννοίαις καὶ συναπῆλθε, μείζω τῆς φαινομένης εἰς τὸ κοινὸν εὐσεβείας Θεῷ γνωρίζων καὶ παριστὰς τὴν κατὰ τὸν κρυπτὸν ἄνθρωπον. Καὶ εἴ με δεῖ, πάντα παρέντα, τὴν προστασίαν τῶν ἐκ γένους ἀτυχησάντων, τὴν ὑπεροψίαν τοῦ τύφου, τὴν πρὸς τοὺς φίλους ἰσοτιμίαν, τὴν πρὸς τοὺς ἄρχοντας παρρησίαν, τοὺς ὑπὲρ ἀληθείας ἀγῶνας καὶ λόγους, οὓς πολλοὺς πολλάκις καὶ πρὸς πολλοὺς συνεστήσατο, οὐ λογικῶς μόνον, ἀλλὰ καὶ λίαν εὐσεβῶς τε καὶ διαπύρως, ἑν ἀντὶ πάντων εἰπεῖν τῶν ἐκείνου τὸ γνωριμώτατον· ἐλύσσα καθ᾿ ἡμῶν βασιλεὺς ὁ δυσώνυμος, καὶ καθ᾿ ἑαυτοῦ πρῶτον μανεὶς, ἐκ τῆς εἰς Χριστὸν ἀθετήσεως ἀφόρητος ἤδη καὶ τοῖς ἄλλοις ἦν, οὐδ᾿ ἐν ἴσῳ τοῖς λοιποῖς χριστομάχοις μεγαλοψύχως ἀπογραφόμενος εἰς τὴν ἀσέβειαν, ἀλλὰ κλέπτων τὸν διωγμὸν ἐν ἐπιεικείας πλάσματι, καὶ κατὰ τὸν σκολιὸν ὄφιν, ὃς τὴν ἐκείνου κατέσχε ψυχήν, παντοίαις μηχαναῖς ὑποσπῶν τοὺς ἀθλίους εἰς τὸ ἑαυτοῦ βάραθρον. Καὶ τὸ μὲν πρῶτον αὐτοῦ τέχνασμά τε καὶ σόφισμα, πάσχοντας ὡς Χριστιανούς, ὡς κακούργους κολάζεσθαι, ἵνα μηδὲ τῆς ἐπὶ τοῖς ἄθλοις τιμῆς τυγχάνοιμεν· ἐφθόνει γὰρ καὶ ταύτης Χριστιανοῖς ὁ γεννάδας· τὸ δὲ δεύτερον, πειθοῦς ὄνομα προσεῖναι τῷ γινομένῳ, μὴ τυραννίδος, ὡς ἂν μεῖζον ᾖ τοῦ κινδύνου τὸ τῆς αἰσχύνης αὐθαιρέτως χωροῦσι πρὸς τὴν ἀσέβειαν· καὶ τοὺς μὲν χρήμασι, τοὺς δὲ ἀξιώμασι, τοὺς δὲ ὑποσχέσεσι, τοὺς δὲ παντοίαις τιμαῖς ὑφελκόμενος, ἃς οὐδὲ βασιλικῶς προσῆγεν, ἀλλὰ καὶ λίαν δουλοπρεπῶς, ἐν ταῖς ἁπάντων ὄψεσι, πάντας δὲ τῇ γοητείᾳ τῶν λόγων καὶ τῷ καθ᾿ ἑαυτὸν ὑποδείγματι, ἐπὶ πολλοῖς πειρᾶται καὶ Καισαρίου. Φεῦ τῆς παραπληξίας καὶ τῆς ἀνοίας, εἰ Καισάριόν τε ὄντα καὶ ἀδελφὸν ἐμὸν καὶ τῶν γονέων τούτων συλήσειν ἤλπισεν. Ἀλλ᾿, ἵνα μικρὸν προσδιατρίψω τῷ λόγῳ, κατατρυφήσω τοῦ διηγήματος, ὡς οἱ παρόντες τοῦ θεάματος, εἰσῄει μὲν ὁ γεννάδας ἐκεῖνος, τῷ τοῦ Χριστοῦ σημείῳ φραξάμενος, καὶ τὸν μέγαν Λόγον ἑαυτοῦ προβαλλόμενος, πρὸς τὸν πολὺν ἐν ὅπλοις καὶ μέγαν ἐν λόγων δεινότητι· οὐδὲν δὲ καταπλαγεὶς πρὸς τὴν ὄψιν οὐδὲ θωπείᾳ τι καταβαλὼν τοῦ φρονήματος, ἀθλητὴς ἕτοιμος ἦν καὶ λόγῳ καὶ ἔργῳ πρὸς τὸν ἐν ἀμφοτέροις δυνατὸν ἀγωνίζεσθαι. Τὸ μὲν οὖν στάδιον τοιοῦτον, καὶ ὁ τῆς εὐσεβείας ἀγωνιστὴς τοσοῦτος· καὶ ἀγωνοθέτης, ἔνθεν μὲν Χριστός, τοῖς ἑαυτοῦ πάθεσι τὸν ἀθλητὴν ἐξοπλίζων, ἐκεῖθεν δὲ δεινὸς τύραννος, τῇ τῶν λόγων οἰκειότητι προσσαίνων καὶ τῷ τῆς ἐξουσίας ὄγκῳ δεδιττόμενος· θέατρον δὲ ἀμφοτέρωθεν, τῶν τε τῇ εὐσεβείᾳ λειπομένων ἔτι καὶ τῶν ὑπ᾿ ἐκείνου συνηρπαςμένων, ὅπη νεύσῃ τὰ κατ᾿ αὐτοὺς ἀποσκοπούντων, ὅστις νικήσειε πλείω τὴν ἀγωνίαν ἐχόντων ἢ περὶ οὓς τὸ θέατρον. Ἆρ᾿ οὐκ ἔδεισας περὶ Καισαρίου, μή τι πάθῃ τῆς προθυμίας ἀνάξιον; Ἀλλὰ θαρσεῖτε· μετὰ Χριστοῦ γὰρ ἡ νίκη, τοῦ τὸν κόσμον νικήσαντος. Τὰ μὲν οὖν καθ᾿ ἕκαστον τῶν τότε ῥηθέντων ἢ προτεθέντων ἐκδιηγεῖσθαι τὰ νῦν ἐγὼ μέν, εὖ ἴστε, τοῦ παντὸς ἂν ἐτιμησάμην· καὶ γὰρ καὶ λογικάς τινας ἔστιν ἃς ἔχει στροφὰς καὶ κομψείας ὁ λόγος, ἐμοὶ γοῦν οὐκ ἀηδεῖς εἰς μνήμην· ἔξω δ᾿ ἂν εἴη παντελῶς τοῦ καιροῦ καὶ τοῦ λόγου. Ὡς δὲ πάσας αὐτοῦ τὰς ἐν τοῖς λόγοις πλοκὰς διαλύσας, καὶ πεῖραν ἅπασαν ἀφανῆ τε καὶ φανερὰν ὥσπερ τινὰ παιδιὰν παρωσάμενος, μεγάλῃ καὶ λαμπρᾷ τῇ φωνῇ τὸ Χριστιανὸς εἶναί τε καὶ μένειν ἀνεκήρυξεν, οὐδὲ οὕτω μὲν παντελῶς ἀποπέμπεται· καὶ γὰρ δεινὸς ἔρως εἶχε τὸν βασιλέα τῇ Καισαρίου παιδεύσει συνεῖναι καὶ καλλωπίζεσθαι· ἡνίκα καὶ τὸ περιβόητον τοῦτο ἐν ταῖς τῶν πάντων ἀκοαῖς ἐφθέγξατο· Ὢ πατρὸς εὐτυχοῦς, ὢ παίδων δυστυχῶν· ἐπειδὴ καὶ ἡμᾶς ἠξίωσε τιμῆσαι τῇ κοινωνίᾳ τῆς ἀτιμίας, ὧν καὶ τὴν παίδευσιν Ἀθήνῃσιν ἔγνω καὶ τὴν εὐσέβειαν. Δευτέρᾳ δὲ εἰσόδῳ ταμιευθείς, ἐπειδή γε κατὰ Περσῶν ἐκεῖνον ἡ δίκη καλῶς ἐξώπλισεν, ἐπάνεισι πρὸς ἡμᾶς φυγὰς μακάριος καὶ τροπαιοῦχος ἀναίμακτος καὶ περιφανέστερος τὴν ἀτιμίαν ἢ τὴν λαμπρότητα. Ταύτην ἐγὼ τὴν νίκην τῆς πολλῆς ἐκείνου χειρὸς καὶ τῆς ὑψηλῆς ἁλουργίδος καὶ τοῦ πολυτελοῦς διαδήματος ὑψηλοτέραν κρίνω μακρῷ καὶ τιμιωτέραν· τούτῳ τῷ διηγήματι πλέον ἐπαίρομαι ἢ εἰ πᾶσαν ἐκείνῳ τὴν βασιλείαν ἀπεμερίσατο. Τοῖς μὲν οὖν πονηροῖς ὑποχωρεῖ χρόνοις, καὶ τοῦτο κατὰ τὴν ἡμετέραν νομοθεσίαν, ἐνστάντος μὲν καιροῦ, διακινδυνεύειν ὑπὲρ τῆς ἀληθείας, καὶ μὴ προδιδόναι δειλίᾳ τὴν εὐσέβειαν, ἕως δ᾿ ἂν ἐξῇ, μὴ προκαλεῖσθαι τοὺς κινδύνους κελεύουσαν, εἴτε δέει τῶν ἡμετέρων ψυχῶν, εἴτε φειδοῖ τῶν ἐπαγόντων τὸν κίνδυνον. Ἐπεὶ δὲ ὁ ζόφος ἐλύθη, καὶ ἡ ὑπερορία καλῶς ἐδίκασε, καὶ ἡ στιλβωθεῖσα ῥομφαία τὸν ἀσεβῆ κατέβαλε, καὶ Χριστιανοῖς ἐπανῆλθε τὰ πράγματα, τί δεῖ λέγειν μεθ᾿ οἵας δόξης τε καὶ τιμῆς ἢ τῶν μαρτυρίων οἵων καὶ ὅσων, καὶ ὡς διδοὺς χάριν μᾶλλον ἢ κομιζόμενος, τοῖς βασιλείοις αὖθις ἀναλαμβάνεται, καὶ διαδέχεται τὴν προτέραν τιμὴν ἡ δευτέρα; Καὶ βασιλεῖς μὲν ὁ χρόνος παρήμειψε, Καισαρίῳ δὲ τὸ τῆς εὐδοξίας ἄλυτον καὶ τῶν παρ᾿ αὐτοῖς πρωτείων, καὶ ἀγὼν βασιλεῦσιν ὅστις μᾶλλον Καισάριον οἰκειώσηται, καὶ οὗ μᾶλλον ἐκεῖνος ὀνομασθῇ φίλος καὶ γνώριμος. Τοιαῦτα Καισαρίῳ τὰ τῆς εὐσεβείας καὶ παρὰ τῆς εὐσεβείας. Ἀκουέτωσαν καὶ νέοι καὶ ἄνδρες, καὶ διὰ τῆς αὐτῆς ἀρετῆς πρὸς τὴν αὐτὴν ἐπιφάνειαν ἐπειγέσθωσαν (ἀγαθῶν γὰρ πόνων καρπὸς εὐκλεή)ς, ὅσοις καὶ τοῦτο διὰ σπουδῆς καὶ μέρος εὐδαιμονίας ὑπολαμβάνεται. Ἀλλ᾿ οἷον δὴ καὶ τοῦτο τῶν περὶ αὐτὸν θαυμάτων, ὁμοῦ τε τῆς τῶν γονέων θεοσεβείας καὶ τῆς ἐκείνου μεγίστην ἔχον ἀπόδειξιν; Διέτριβε μὲν ἐν τῇ Βιθυνῶν, τὴν οὐ πολλοστὴν ἀπὸ βασιλέως διέπων ἀρχήν. Ἡ δὲ ἦν, ταμιεύειν βασιλεῖ τὰ χρήματα καὶ τῶν θησαυρῶν ἔχειν τὴν ἐπιμέλειαν· ἐντεῦθεν γὰρ αὐτῷ τὰς μείζους ἀρχὰς βασιλεὺς προοιμιάζεται. Τοῦ δὲ πρῴην συνενεχθέντος ἐν Νικαίᾳ σεισμοῦ, ὃς δὴ χαλεπώτατος τῶν πώποτε μνημονευομένων γεγονέναι λέγεται, μικροῦ τοὺς πάντας ἐγκαταλαβόντος καὶ τῷ τῆς πόλεως κάλλει συναφανίσαντος, μόνος τῶν ἐπιφανῶν ἢ κομιδῆ σὺν ὀλίγοις, ἐκ τοῦ κινδύνου περισῴζεται, καὶ σωτηρίαν ἀπιστουμένην, αὐτῷ σκεπασθεὶς τῷ συμπτώματι, καὶ μικρὰ σημεῖα τοῦ κινδύνου φερόμενος, ὅσον τὸν φόβον παιδαγωγὸν λαβεῖν τῆς μείζονος σωτηρίας, καὶ ὅλος τῆς ἄνω γενέσθαι μοίρας, μεταθέμενος τὴν στρατείαν ἐκ τῶν κινουμένων, καὶ ἀμείψας ἑαυτῷ τὰ βασίλεια. Τοῦτο μὲν οὖν καὶ διενοεῖτο, καὶ κατὰ σπουδὴν ἑαυτῷ συνηύχετο, ὡς πρὸς ἐμὲ γράφων ἔπειθεν, ἁρπάσαντα τὸν καιρὸν εἰς νουθέτησιν, ὅπερ οὐδ᾿ ἄλλοτε ποιῶν ἐπαυσάμην, ζηλοτυπῶν τὸ ἐκείνου μεγαλοφυὲς στρεφόμενον ἐν τοῖς χείροσι, καὶ τὴν φιλόσοφον οὕτω ψυχὴν ἐν τοῖς δημοσίοις καλινδουμένην, καὶ ὥσπερ ἥλιον νέφει συγκαλυπτόμενον. Ἀλλὰ τοῦ μὲν σεισμοῦ κρείττων ἐγένετο, τῆς νόσου δὲ οὐκ ἔτι· καὶ γὰρ ἦν ἄνθρωπος· καὶ τὸ μὲν ἴδιον ἐκείνου, τὸ δὲ κοινὸν πρὸς τοὺς ἄλλους· καὶ τὸ μὲν τῆς εὐσεβείας, τὸ δὲ τῆς φύσεως. Καὶ προύλαβεν ἡ παραμυθία τὸ πάθος, ἵνα τῷ θανάτῳ σεισθέντες, τῷ παραδόξῳ τῆς τότε σωτηρίας ἐγκαυχησώμεθα. Καὶ νῦν ἡμῖν ὁ πολὺς Καισάριος ἀποσέσωσται, κόνις τιμία, νεκρὸς ἐπαινούμενος, ὕμνοις ἐξ ὕμνων παραπεμπόμενος, μαρτύρων βήμασι πομπευόμενος, γονέων χερσὶν ὁσίαις τιμώμενος, μητρὸς λαμπροφορίᾳ τῷ πάθει τὴν εὐσέβειαν ἀντεισαγούσης, δάκρυσιν ἡττωμένοις φιλοσοφίᾳ, ψαλμῳδίαις κοιμιζούσαις τοὺς θρήνους, καὶ τῆς νεοκτίστου ψυχῆς, ἣν τὸ Πνεῦμα δι᾿ ὕδατος ἀνεμόρφωσεν, ἄξια τὰ γέρα καρπούμενος. Τοῦτό σοι, Καισάριε, παρ᾿ ἐμοῦ τὸ ἐντάφιον· αὗται τῶν ἐμῶν λόγων αἱ ἀπαρχαί, οὓς κρυπτομένους πολλάκις μεμψάμενος ἐπὶ σεαυτὸν γυμνώσειν ἔμελλες. Οὗτος ὁ παρ᾿ ἐμοῦ κόσμος, σοὶ δὲ κόσμου παντός, εὖ οἶδα, φίλτατος· οὐ σηρῶν περιρρέοντα καὶ μαλακὰ νήματα, οἷς οὐδὲ περιὼν ἔχαιρες κατὰ τοὺς πολλούς, ἀρετῇ μόνῃ κοςμούμενος, οὐδὲ λίνου διαφανοῦς ὑφάσματα, οὐδὲ μύρων πολυτίμων ἐπιχύσεις, ἃ ταῖς γυναικωνίτισιν ἀπεπέμπου καὶ πρότερον, καὶ ὧν ἡμέρα μία λύει τὴν εὐωδίαν, οὐδ᾿ ἄλλο τι τῶν μικρῶν καὶ τοῖς μικροῖς τιμίων, ἃ πάντα κατέκρυψεν ἂν σήμερον ὁ πικρὸς λίθος οὗτος μετὰ τοῦ καλοῦ σώματος. Ἐρρέτωσάν μοι καὶ ἀγῶνες Ἑλληνικοὶ καὶ μῦθοι, δι᾿ ὧν ἔφηβοι δυστυχεῖς ἐτιμήθησαν, μικρὰ μικρῶν ἀγωνισμάτων προτιθέντες τὰ ἔπαθλα· καὶ ὅσα διὰ χοῶν τε καὶ ἀπαργμάτων, ἢ στεμμάτων τε καὶ ἀνθέων νεοδρέπτων, ἀφοσιοῦνται τοὺς ἀπελθόντας ἀνθρώπους, νόμῳ πατρίῳ μᾶλλον καὶ ἀλογίᾳ πάθους ἢ λόγῳ δουλεύοντες. Τὸ δὲ ἐμὸν δῶρον, λόγος, ὃ τάχα καὶ ὁ μέλλων ὑπολήψεται χρόνος ἀεὶ κινούμενον, καὶ οὐκ ἐῶν εἰς τὸ παντελὲς ἀπελθεῖν τὸν ἐνθένδε μεταχωρήσαντα, φυλάσσον δὲ ἀεὶ καὶ ἀκοαῖς καὶ ψυχαῖς τὸν τιμώμενον, καὶ πινάκων ἐναργεστέραν προτιθεὶς τὴν εἰκόνα τοῦ ποθουμένου. Τὰ μὲν οὖν παρ᾿ ἡμῶν τοιαῦτα. Εἰ δὲ μικρὰ καὶ τῆς ἀξίας ἐλάττω, καὶ Θεῷ φίλον τὸ κατὰ δύναμιν. Καὶ τὰ μὲν ἀποδεδώκαμεν, τὰ δὲ δώσομεν, τὰς δι᾿ ἔτους προσφέροντες τιμάς τε καὶ μνήμας, οἵ γε τῷ βίῳ περιλειπόμενοι. Σὺ δὲ ἡμῖν οὐρανοὺς ἐμβατεύοις, ὦ θεία καὶ ἱερὰ κεφαλή, καὶ ἐν κόλποις Ἀβραάμ, οἵτινες δὴ οὗτοί εἰσιν, ἀναπαύσαιο, καὶ ἀγγέλων ἐποπτεύοις χορείαν, καὶ μακαρίων ἀνδρῶν δόξας τε καὶ λαμπρότητας· μᾶλλον δὲ συγχορεύοις καὶ συναγάλλοιο πάντα διαγελῶν τὰ τῇδε ἀφ᾿ ὕψους, τούς τε καλουμένους πλούτους καὶ τὰς ἐρριμμένας ἀξίας, καὶ τὰς ψευδομένας τιμάς, καὶ τὴν διὰ τῶν αἰσθήσεων πλάνην, καὶ τὴν τοῦ βίου τούτου περιφοράν, καὶ τὴν ὥσπερ ἐν νυκτομαχίᾳ σύγχυσίν τε καὶ ἄγνοιαν, βασιλεῖ τῷ μεγάλῳ παριστάμενος, καὶ τοῦ ἐκεῖθεν φωτὸς πληρούμενος· οὗ μικρὰν ἀπορροὴν ἐντεῦθεν δεξάμενοι, ὅσον ἐν ἐσόπτροις φαντάζεσθαι καὶ αἰνίγμασιν, αὐτῇ τῇ πηγῇ τοῦ καλοῦ μετὰ ταῦτα ἐντύχοιμεν, καθαρῷ νῷ καθαρὰν τὴν ἀλήθειαν ἐποπτεύοντες, καὶ τοῦτον μισθὸν εὑρίςκοιμεν τῆς περὶ τὸ καλὸν ἐνταῦθα φιλοπονίας, τὴν τελεωτέραν ἐκεῖσε τοῦ καλοῦ μετουσίαν καὶ θεωρίαν· ὅπερ δὴ τῆς ἡμετέρας τέλος μυσταγωγίας βίβλοι τε καὶ ψυχαὶ θεολόγοι θεσπίζουσιν. Τί λοιπὸν ἔτι; τὴν ἐκ λόγου θεραπείαν τοῖς ἀλγοῦσι προσενεγκεῖν. Μέγα δὲ [τοῖς πενθοῦσ]ι τὸ παρὰ τῶν συναλγούντων φάρμακον· καὶ οἱ τὸ ἴσον τοῦ πάθους ἔχοντες πλέον εἰσὶν εἰς παραμυθίαν τοῖς πάσχουσι. Μάλιστα μὲν οὖν πρὸς τοιούτους ἐστὶν ἡμῖν ὁ λόγος, ὑπὲρ ὧν αἰσχυνοίμην ἄν, εἰ μὴ καθάπερ ἄλλου παντὸς τῶν καλῶν, οὕτω καὶ καρτερίας τὰ πρῶτα φέροιντο. Καὶ γὰρ εἰ φιλόπαιδες πάντων μᾶλλον, ἀλλὰ καὶ πάντων μᾶλλον φιλόσοφοι καὶ φιλόχριστοι, καὶ τὴν ἐντεῦθεν μετάβασιν ἐκ πλείονος αὐτοί τε μελετήσαντες καὶ τοὺς ἐξ αὐτῶν διδάξαντες, μᾶλλον δὲ τὸν βίον ὅλον μελέτην λύσεως ἐνστησάμενοι. Εἰ δὲ ἔτι τὸ πάθος ἐπισκοτεῖ τοῖς λογισμοῖς, καί, καθάπερ λήμη τις τὸν ὀφθαλμὸν ὑπελθοῦσα, καθαρῶς συνιδεῖν οὐκ ἐᾷ τὸ δέον, φέρε δέξασθε παράκλησιν οἱ πρεσβύτεροι τοῦ νέου, καὶ τοῦ παιδὸς οἱ πατέρες, καὶ τοῦ νουθετεῖσθαι παρὰ τῶν τηλικούτων ὀφείλοντος, οἱ πολλοὺς νουθετήσαντες, καὶ τῷ πολλῷ χρόνῳ τὴν ἐμπειρίαν συλλέξαντες. Θαυμάσητε δὲ μηδέν, εἰ νέος νουθετῶ γέροντας· καὶ τοῦτο ὑμέτερον, εἴ τι πολιᾶς ἄμεινον συνορᾶν ἔχω. Πόσον ἔτι βιωσόμεθα χρόνον, ὦ τίμιαι πολιαὶ καὶ Θεῷ πλησιάζουσαι; πόσον ἐνταῦθα κακοπαθήσομεν; Οὐδὲ ὁ πᾶς ἀνθρώπων βίος μακρός, ὡς τῇ θείᾳ φύσει καὶ ἀτελευτήτῳ παραβαλεῖν, μὴ ὅτι τὸ τῆς ζωῆς λείψανον, καὶ ἡ λύσις, ὡς ἂν εἴποιμεν, τῆς ἀνθρωπίνης πνοῆς, καὶ τοῦ προσκαίρου βίου τὰ τελευταῖα. Πόσον ἡμᾶς ἔφθη Καισάριος; πόσον ἔτι τὸν ἀπελθόντα πενθήσομεν; Οὐ πρὸς τὴν αὐτὴν ἐπειγόμεθα μονήν; Οὐ τὸν αὐτὸν ὑποδυσόμεθα λίθον αὐτίκα; οὐχ ἡ αὐτὴ κόνις μετὰ μικρὸν ἐσόμεθα; οὐ τοσοῦτον κερδανοῦμεν ἐν ταῖς μικραῖς ταύταις ἡμέραις, ὅσον πλείω κακά, τὰ μὲν ἰδόντες, τὰ δὲ παθόντες, τὰ δὲ καὶ πράξαντες ἴσως, λειτουργῆσαι τῷ τῆς φύσεως νόμῳ τὴν κοινὴν εἰσφορὰν καὶ ἀσάλευτον, καὶ τοῖς μὲν ἐπαπελθεῖν, τῶν δὲ προαπελθεῖν, καὶ τοὺς μὲν κλαῦσαι, ὑπὸ δὲ τῶν θρηνηθῆναι, καὶ παρ᾿ ἄλλων ἀντιλαβεῖν ὃν προεισηνέγκαμεν ἄλλοις τῶν δακρύων ἔρανον; Τοιοῦτος ὁ βίος ἡμῶν, ἀδελφοί, τῶν ζώντων πρόσκαιρα· τοιοῦτο τὸ ἐπὶ γῆς παίγνιον· οὐκ ὄντας γενέςθαι, καὶ γενομένους ἀναλυθῆναι. Ὄναρ ἐσμὲν οὐχ ἱστάμενον, φάσμα τι μὴ κρατούμενον, πτῆσις ὀρνέου παρερχομένου, ναῦς ἐπὶ θαλάσσης ἴχνος οὐκ ἔχουσα, κόνις, ἀτμίς, ἑωθινὴ δρόσος, ἄνθος καιρῷ φυόμενον καὶ καιρῷ λυόμενον. Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει· καλῶς ὁ θεῖος Δαβὶδ περὶ τῆς ἀσθενείας ἡμῶν ἐφιλοσόφησεν· καὶ ἐν ἐκείνοις πάλιν τοῖς ῥήμασι· Τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι· καὶ παλαιστῶν μέτρον τὰς ἀνθρωπίνας ἡμέρας ὁρίζεται. Τί δ᾿ ἂν εἴποις πρὸς Ἱερεμίαν, ὃς καὶ τῇ μητρὶ μέμφεται τῆς γεννήσεως ἀλγῶν, καὶ ταῦτα ἐπ᾿ ἀλλοτρίοις πταίσμασι; Πάντα εἶδον, φησὶν ὁ Ἐκκλησιαστής, πάντα ἐπῆλθον λογισμῷ τὰ ἀνθρώπινα, πλοῦτον, τρυφήν, δυναστείαν, δόξαν τὴν ἄστατον, σοφίαν τὴν ὑποφεύγουσαν πλέον ἢ κρατουμένην, πάλιν τρυφήν, σοφίαν πάλιν, ἐπὶ τὰ αὐτὰ πολλάκις ἀνακυκλούμενος, γαστρὸς ἡδονάς, παραδείσους, πλῆθος οἰκετῶν, πλῆθος κτημάτων, οἰνοχόους καὶ οἰνοχόας, ᾄδοντας καὶ ᾀδούσας, ὅπλα, δορυφόρους, ἔθνη προσπίπτοντα, φόρους συλλεγομένους, ὀφρῦν βασιλείας, ὅσα περιττὰ τοῦ βίου, ὅσα τῶν ἀναγκαίων, οἷς ὑπὲρ πάντας ἦλθον βασιλεῖς τοὺς ἔμπροσθεν, καὶ τί ἐπὶ πᾶσι τούτοις; Πάντα ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος, εἴτ᾿ οὖν ὁρμή τις ψυχῆς ἀλόγιστος, καὶ περισπασμὸς ἀνθρώπου, τοῦτο κατακριθέντος, ἴσως ἐκ τοῦ παλαιοῦ πτώματος· τἀλλά, τέλος λόγου, φησὶ, τὸ πᾶν ἄκουε, τὸν Θεὸν φοβοῦ. Ἐνταῦθα τῆς ἀπορίας ἵσταται· καὶ τοῦτό σοι μόνον τῆς ἐνταῦθα ζωῆς τὸ κέρδος, ὁδηγηθῆναι διὰ τῆς ταραχῆς τῶν ὁρωμένων καὶ σαλευομένων ἐπὶ τὰ ἑστῶτα καὶ μὴ κινούμενα. Μὴ τοίνυν πενθῶμεν Καισάριον, οἵων ἀπηλλάγη κακῶν εἰδότες, ἀλλ᾿ ἡμᾶς αὐτούς, οἵοις ὑπελείφθημεν, καὶ οἷα θησαυρίσομεν, εἰ μὴ γνησίως Θεῷ προσθέμενοι καὶ παραδραμόντες τὰ παρατρέχοντα πρὸς τὴν ἄνω ζωὴν ἐπειγοίμεθα, ἔτι ὑπὲρ γῆς ὄντες καταλιπόντες τὴν γῆν, καὶ τῷ πνεύματι φέροντι πρὸς τὰ ἄνω γνησίως ἀκολουθήσαντες. Ταῦτα καὶ ἀλγεινὰ τοῖς ὀλιγοψύχοις, καὶ κοῦφα τοῖς ἀνδρικοῖς τὴν διάνοιαν. Σκοπῶμεν δὲ οὕτως. Οὐκ ἄρξει Καισάριος· ἀλλ᾿ οὐδὲ ἀρχθήσεται πρὸς ἄλλων. Οὐ φοβήσει τινάς· ἀλλ᾿ οὐδὲ δείσει βαρὺν δεσπότην, πολλάκις τὸν οὐδὲ ἄρχεσθαι ἄξιον. Οὐ συνάξει πλοῦτον· ἀλλ᾿ οὐδὲ ὑπόψεται φθόνον, ἢ ψυχὴν ζημιωθήσεται κακῶς συνάγων, καὶ τοσοῦτον ἀεὶ προσλαμβάνειν ζητῶν ὅσον ἐκτήσατο. Τοιαύτη γὰρ ἡ τοῦ πλουτεῖν νόσος, ὅρον τοῦ δεῖσθαι πλείονος οὐκ ἔχουσα, ἀλλὰ τὸ ποτὸν ἀεὶ δίψους ἔτι ποιουμένη φάρμακον. Οὐκ ἐπιδείξεται λόγους· ἀλλ᾿ ὑπὸ λόγων γε θαυμασθήσεται. Οὐ φιλοσοφήσει τὰ Ἱπποκράτους καὶ Γαληνοῦ, καὶ τῶν ἀντιθέτων ἐκείνοις· ἀλλ᾿ οὐδὲ κακοπαθήσει νόσοις, ἰδίας ἐπ᾿ ἀλλοτρίαις συμφοραῖς λύπας καρπούμενος. Οὐκ ἀποδείξει τὰ Εὐκλείδου καὶ Πτολεμαίου καὶ Ἥρωνος· ἀλλ᾿ οὐδὲ ἀλγήσει τοῖς ἀπαιδεύτοις φυσῶσι μείζονα. Οὐ καλλωπιεῖται τοῖς Πλάτωνος καὶ Ἀριστοτέλους καὶ Πύρρωνος καὶ Δημοκρίτοις δή τισι καὶ Ἡρακλείτοις καὶ Ἀναξαγόραις, Κλεάνθαις τε καὶ Ἐπικούροις, καὶ οὐκ οἶδ᾿ οἷστισι τῶν ἐκ τῆς σεμνῆς Στοᾶς καὶ Ἀκαδημίας· ἀλλ᾿ οὐδὲ φροντίσει ὅπως διαλύσῃ τούτων τὰς πιθανότητας. Τί με δεῖ μνημονεύειν τῶν ἄλλων; Ἀλλὰ ταῦτα δὴ τὰ τίμια πᾶσι καὶ περισπούδαστα· οὐ παραστήσεται γαμετήν, οὐ παῖδας· ἀλλ᾿ οὐδὲ θρηνήσει τούτους ἢ θρηνηθήσεται ὑπὸ τούτων, ἢ καταλιπὼν ἄλλοις ἢ καταλειφθεὶς συμφορᾶς ὑπόμνημα. Οὐ κληρονομήσει χρημάτων· ἀλλὰ κληρονομηθήσεται ὑφ᾿ ὧν χρησιμώτατον καὶ ὧν αὐτὸς ἠθέλησεν, ἵνα πλούσιος ἐνθένδε μεταναστῇ, πάντα μεθ᾿ ἑαυτοῦ φερόμενος. Ὢ τῆς φιλοτιμία!ς ὢ τῆς καινῆς παρακλήσεω!ς ὢ τῆς μεγαλοψυχίας τῶν ἐπιβαλλομένων! Ἠκούσθη κήρυγμα πάσης ἀκοῆς ἄξιον, καὶ μητρὸς πάθος κενοῦται δι᾿ ὑποσχέσεως καλῆς καὶ ὁσίας, δοῦναι τὰ πάντα τῷ παιδί, τὸν ἐκείνου πλοῦτον ὑπὲρ ἐκείνου δῶρον ἐντάφιον, καὶ μηδὲν ὑπολειφθῆναι τοῖς προσδοκήσασιν. Οὔπω ταῦτα ἱκανὰ πρὸς παραμυθίαν; Προσοίσω τὸ μεῖζον φάρμακον. Πείθομαι σοφῶν λόγοις, ὅτι ψυχὴ πᾶσα καλή τε καὶ θεοφιλής, ἐπειδὰν τοῦ συνδεδεμένου λυθεῖσα σώματος ἐνθένδε ἀπαλλαγῇ, εὐθὺς μὲν ἐν συναισθήσει καὶ θεωρίᾳ τοῦ μένοντος αὐτὴν καλοῦ γενομένη, ἅτε τοῦ ἐπισκοτοῦντος ἀνακαθαρθέντος, ἢ ἀποτεθέντος, ἢ οὐκ οἶδ᾿ ὅ τι καὶ λέγειν χρή, θαυμασίαν τινὰ ἡδονὴν ἥδεται καὶ ἀγάλλεται καὶ ἵλεως χωρεῖ πρὸς τὸν ἑαυτῆς δεσπότην, ὥσπερ τι δεσμωτήριον χαλεπὸν τὸν ἐνταῦθα βίον ἀποφυγοῦσα, καὶ τὰς περικειμένας ἀποσεισαμένη πέδας ὑφ᾿ ὧν τὸ τῆς διανοίας πτερὸν καθείλκετο, καὶ οἷον ἤδη τῇ φαντασίᾳ καρποῦται τὴν ἀποκειμένην μακαριότητα· μικρὸν δ᾿ ὕστερον καὶ τὸ συγγενὲς σαρκίον ἀπολαβοῦσα, ᾧ τὰ ἐκεῖθεν συνεφιλοσόφησε, παρὰ τῆς καὶ δούσης καὶ πιστευθείσης γῆς, τρόπον ὃν οἶδεν ὁ ταῦτα συνδήσας καὶ διαλύσας Θεός, τούτῳ συγκληρονομεῖ τῆς ἐκεῖθεν δόξης· καὶ καθάπερ τῶν μοχθηρῶν αὐτοῦ μετέσχε διὰ τὴν συμφυΐαν, οὕτω καὶ τῶν τερπνῶν ἑαυτῆς μεταδίδωσιν, ὅλον εἰς ἑαυτὴν ἀναλώσασα, καὶ γενομένη σὺν τούτῳ ἑν καὶ πνεῦμα καὶ νοῦς καὶ θεός, καταποθέντος ὑπὸ τῆς ζωῆς τοῦ θνητοῦ τε καὶ ῥέοντος. Ἄκουε γοῦν οἷα περὶ συμπήξεως ὀστῶν τε καὶ νεύρων φιλοσοφεῖται τῷ θείῳ Ἰεζεκιήλ, ὅσα μετ᾿ ἐκεῖνον τῷ θείῳ Παύλῳ περὶ σκηνώματος ἐπιγείου καὶ οἰκίας ἀχειροποιήτου, τοῦ μὲν καταλυθησομένου, τῆς δὲ ἀποκειμένης ἐν οὐρανοῖς· καὶ τὴν μὲν ἀπὸ τοῦ σώματος ἐκδημίαν ἐνδημίαν πρὸς τὸν Κύριον εἶναι φάσκοντος, τὴν δὲ σὺν τούτῳ ζωὴν ὡς ἐκδημίαν ὀδυρομένου, καὶ διὰ τοῦτο ποθοῦντος καὶ σπεύδοντος τὴν ἀνάλυσιν. Τί μικροψυχῶ περὶ τὰς ἐλπίδας; τί γίνομαι πρόσκαιρος; Ἀναμένω τὴν τοῦ ἀρχαγγέλου φωνήν, τὴν ἐσχάτην σάλπιγγα, τὸν οὐρανοῦ μετασχηματισμόν, τὴν γῆς μεταποίησιν, τὴν τῶν στοιχείων ἐλευθερίαν, τὴν κόσμου παντὸς ἀνακαίνισιν. Τότε Καισάριον αὐτὸν ὄψομαι, μηκέτι ἐκδημοῦντα, μηκέτι φερόμενον, μηκέτι πενθούμενον, μηκέτ᾿ ἐλεούμενον, λαμπρόν, ἔνδοξον, ὑψηλόν, οἷός μοι καὶ κατ᾿ ὄναρ ὤφθης πολλάκις, ὦ φίλτατε ἀδελφῶν ἐμοὶ καὶ φιλαδελφότατε, εἴτε τοῦ βούλεσθαι τοῦτο ἀνατυποῦντος, εἴτε τῆς ἀληθείας. Νυνὶ δὴ ἀφεὶς τοὺς θρήνους εἰς ἐμαυτὸν βλέψω, μή τι θρήνων ἄξιον λάθω φέρων, καὶ τὰ ἐμαυτοῦ περισκέψομαι. Υἱοὶ ἀνθρώπων (μέτεισι γὰρ πρὸς ὑμᾶς ὁ λόγο)ς, ἕως πότε βαρυκάρδιοι καὶ παχεῖς τὴν διάνοιαν; ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος, μέγα τι τὸν ἐνταῦθα βίον καὶ τὰς ὀλίγας ταύτας ἡμέρας πολλὰς ὑπολαμβάνοντες, καὶ τὴν διάζευξιν ταύτην, τὴν ἀσπαστὴν καὶ ἡδεῖαν, ὡς δή τι βαρὺ καὶ φρικῶδες ἀποστρεφόμενοι; Οὐ γνωσόμεθα ἡμᾶς αὐτούς; οὐ τὰ φαινόμενα ῥίψομεν; οὐ πρὸς τὰ νοούμενα βλέψομεν; Οὐκ, εἴ τι καὶ λυπεῖσθαι χρή, τοὐναντίον ἀνιασόμεθα τῇ παροικίᾳ μηκυνομένῃ, κατὰ τὸν θεῖον Δαβίδ, σκηνώματα σκοτασμοῦ καὶ τόπον κακώσεως καὶ ἰλὺν βυθοῦ καὶ σκιὰν θανάτου τὰ τῇδε ἀποκαλοῦντα, ὅτι βραδύνομεν ἐν τοῖς τάφοις οἷς περιφέρομεν, ὅτι ὡς ἄνθρωποι ἀποθνήσκομεν τὸν τῆς ἁμαρτίας θάνατον, θεοὶ γεγονότες; Τοῦτον ἐγὼ φοβοῦμαι τὸν φόβον, τούτῳ καὶ νύκτωρ καὶ μεθ᾿ ἡμέραν σύνειμι, καὶ οὐκ ἐᾷ με ἀναπνεῖν ἡ ἐκεῖθεν δόξα καὶ τὰ ἐκεῖσε δικαιωτήρια· ὧν τῆς μὲν ἐφίεμαι, μέχρι καὶ τοῦ δύνασθαι λέγειν· Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, τὰ δὲ φρίττω καὶ ἀποστρέφομαι. Ἐκεῖνο δὲ οὐ δέδοικα, μή μοι τὸ σῶμα τοῦτο διαρρυὲν καὶ διαφθαρὲν παντελῶς οἰχήσεται, ἀλλὰ μὴ τὸ τοῦ Θεοῦ πλάσμα τὸ ἔνδοξον, ἔνδοξον γὰρ κατορθοῦν, ὥσπερ ἄτιμον ἁμαρτάνον, ἐν ᾧ λόγος, νόμος, ἐλπίς, τὴν αὐτὴν τοῖς ἀλόγοις ἀτιμίαν κατακριθῇ, καὶ μηδὲν πλέον ᾖ μετὰ τὴν διάζευξιν· ὡς ὄφελόν γε τοῖς πονηροῖς καὶ τοῦ ἐκεῖθεν πυρὸς ἀξίοις. Εἴθε νεκρώσαιμι τὰ μέλη τὰ ἐπὶ τῆς γῆς· εἴθε πάντα τῷ πνεύματι δαπανήσαιμι, τὴν στενὴν καὶ ὀλίγοις βατὴν ὁδεύσας, μὴ τὴν πλατεῖαν καὶ ἄνετον· ὡς τά γε μετὰ τοῦτο λαμπρὰ καὶ μεγάλα, καὶ μείζων ἢ κατὰ τὴν ἀξίαν ἐλπίς. Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; Τί τὸ καινὸν τοῦτο περὶ ἐμὲ μυστήριον; Μικρός εἰμι καὶ μέγας, ταπεινὸς καὶ ὑψηλός, θνητὸς καὶ ἀθάνατος, ἐπίγειος καὶ οὐράνιος· ἐκεῖνα μετὰ τοῦ κάτω κόσμου, ταῦτα μετὰ τοῦ Θεοῦ· ἐκεῖνα μετὰ τῆς σαρκός, ταῦτα μετὰ τοῦ πνεύματος. Χριστῷ συνταφῆναί με δεῖ, Χριστῷ συναναστῆναι, συγκληρονομῆσαι Χριστῷ, υἱὸν γενέσθαι Θεοῦ, θεὸν αὐτόν. Ὁρᾶτε ποῖ προιὼν ἀνήγαγεν ἡμᾶς ὁ λόγος. Μικροῦ καὶ χάριν ὁμολογῶ τῷ πάθει, ᾧ τοιαῦτα ἐφιλοσόφησα, καὶ δι᾿ ὃ μᾶλλον ἐραστὴς ἐγενόμην τῆς ἐνθένδε ἀπαναστάσεως. Τοῦτο ἡμῖν τὸ μέγα μυστήριον βούλεται· τοῦτο ἡμῖν ὁ ἐνανθρωπήσας δι᾿ ἡμᾶς καὶ πτωχεύσας Θεός, ἵνα ἀναστήσῃ τὴν σάρκα καὶ ἀνασώσηται τὴν εἰκόνα καὶ ἀναπλάσῃ τὸν ἄνθρωπον, ἵνα γενώμεθα οἱ πάντες ἑν ἐν Χριστῷ, γενομένῳ τὰ πάντα ἐν πᾶσιν ἡμῖν τελείως ὅσαπέρ ἐστιν αὐτός, ἵνα μηκέτι ὦμεν ἄρρεν καὶ θῆλυ, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, τὰ τῆς σαρκὸς γνωρίσματα, μόνον δὲ φέρωμεν ἐν ἡμῖν αὐτοῖς τὸν θεῖον χαρακτῆρα, παρ᾿ οὗ καὶ εἰς ὃν γεγόναμεν, τοσοῦτον ἀπ᾿ αὐτοῦ μορφωθέντες καὶ τυπωθέντες ὥστε καὶ ἀπὸ μόνου γινώσκεσθαι. Καὶ εἴημέν γε ὅπερ ἐλπίζομεν, κατὰ τὴν μεγάλην Θεοῦ τοῦ μεγαλοδώρου φιλανθρωπίαν, ὃς μικρὰ αἰτῶν μεγάλα χαρίζεται νῦν τε καὶ εἰς τὸν ἔπειτα χρόνον τοῖς γνησίως αὐτὸν ἀγαπῶσι· πάντα στέγοντες, πάντα ὑπομένοντες διὰ τὴν εἰς αὐτὸν ἀγάπην τε καὶ ἐλπίδα, ἐπὶ πᾶσιν εὐχαριστοῦντες, δεξιοῖς τε ὁμοίως καὶ ἀριστεροῖς, ἡδέσι λέγω καὶ ἀνιαροῖς, ἐπειδὴ καὶ ταῦτα σωτηρίας ὅπλα πολλάκις οἶδεν ὁ λόγος, αὐτῷ παρακατατιθέμενοι τὰς ἡμετέρας ψυχάς, τὰς τῶν προκαταλυόντων, ὥσπερ ἐν ὁδῷ κοινῇ τῶν ἑτοιμοτέρων· ὃ δὴ καὶ αὐτοὶ ποιήσαντες, ἐνταῦθα τοῦ λόγου λήξωμεν, ἀλλὰ καὶ ὑμεῖς τῶν δακρύων, ἐπὶ τὸν τάφον ἤδη σπεύδοντες τὸν ὑμέτερον, ὃν δῶρον παρ᾿ ὑμῶν ἔχει Καισάριος λυπηρόν τε καὶ μόνιμον, γονεῦσι μὲν ἑτοιμασθέντα καὶ γήρᾳ κατὰ καιρόν, παιδὶ δὲ καὶ νεότητι δωρηθέντα παρὰ τὸ εἰκός, καὶ οὐκ ἀπεικὸς τῷ διέποντι τὰ ἡμέτερα. Ὦ δέσποτα πάντων καὶ ποιητὰ καὶ διαφερόντως τοῦδε τοῦ πλάσματος, ὦ Θεὲ τῶν σῶν ἀνθρώπων καὶ πάτερ καὶ κυβερνῆτα, ὦ ζωῆς καὶ θανάτου κύριε, ὦ ψυχῶν ἡμετέρων ταμία καὶ εὐεργέτα, ὦ ποιῶν τὰ πάντα καὶ μετασκευάζων τῷ τεχνίτῃ Λόγῳ κατὰ καιρὸν καὶ ὡς αὐτὸς ἐπίστασαι τῷ βάθει τῆς σῆς σοφίας καὶ διοικήσεως, νῦν μὲν δέχοιο Καισάριον ἀπαρχὴν τῆς ἡμετέρας ἀποδημίας· εἰ δὲ τὸν τελευταῖον πρῶτον, συγχωροῦμεν τοῖς σοῖς λόγοις, οἷς τὸ πᾶν φέρεται· δέχοιο δὲ καὶ ἡμᾶς ὕστερον ἐν καιρῷ εὐθέτῳ, οἰκονομήσας ἐν τῇ σαρκὶ ἐφ᾿ ὅσον ἂν ᾖ συμφέρον· καὶ δέχοιό γε διὰ τὸν σὸν φόβον ἑτοιμασθέντας, καὶ οὐ ταρασσομένους, οὐδὲ ὑποχωροῦντας ἐν ἡμέρᾳ τῇ τελευταίᾳ, καὶ βίᾳ τῶν ἐντεῦθεν ἀποσπωμένους, ὃ τῶν φιλοκόσμων ψυχῶν πάθος καὶ φιλοσάρκων, ἀλλὰ προθύμως πρὸς τὴν αὐτόθεν ζωὴν τὴν μακραίωνά τε καὶ μακαρίαν, τὴν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ 8.

Εἰς τὴν ἀδελφὴν ἑαυτοῦ Γοργονίαν ἐπιτάφιος.

1. Ἀδελφὴν ἐπαινῶν, τὰ οἰκεῖα θαυμάσομαι· οὐ μὴν ὅτι οἰκεῖα, διὰ τοῦτο ψευδῶς· ἀλλ᾿ ὅτι ἀληθῆ, διὰ τοῦτο ἐπαινετῶς· ἀληθῆ δὲ, οὐχ ὅτι δίκαια μόνον, ἀλλ᾿ ὅτι καὶ γινωσκόμενα. Καὶ τὸ πρὸς χάριν οὐ συγχωρεῖται, κἂν ἐθελήσωμεν· ἀλλὰ μέσος ἵσταται, οἷόν τις βραβευτὴς ἔντεχνος, τοῦ λόγου καὶ τῆς ἀληθείας ὁ ἀκροατής, οὔτε τὸ παρ᾿ ἀξίαν ἐπαινῶν, καὶ τὸ κατ᾿ ἀξίαν ἀπαιτῶν, ὅ γε δίκαιος. Ὥστε οὐ τοῦτον ἐγὼ φοβοῦμαι τὸν φόβον, μή τι τὴν ἀλήθειαν ὑπερδράμωμεν· ἀλλὰ τοὐναντίον, μή τι τῆς ἀληθείας ἐλλείπωμεν, καὶ παρὰ πολὺ τῆς ἀξίας ἐλθόντες, ἐλαττώσωμεν τὴν δόξαν τοῖς ἐγκωμίοις· ἐπειδὴ χαλεπὸν καὶ πρᾶξιν ἐξισῶσαι καὶ λόγον τοῖς ἐκείνης καλοῖς· μήτε οὖν τι ἀλλότριον ἐπαινείσθω πᾶν, ὃ μὴ δίκαιον· μήτε ἀτιμαζέσθω τὸ οἰκεῖον, εἰ τίμιον· ἵνα μὴ τῷ μὲν κέρδος ἡ ἀλλοτριότης ᾖ, τῷ δὲ εἰς ζημίαν περιστῇ τὸ τῆς οἰκειότητος. Ἀμφοτέρως γὰρ ἂν ὁ τοῦ δικαίου βλάπτοιτο λόγος, κἀκείνων ἐπαινουμένων, καὶ τούτων σιωπωμένων· ὅρῳ δὲ καὶ κανόνι τῇ ἀληθείᾳ χρώμενοι, καὶ πρὸς ταύτην βλέποντες μόνον, ἄλλο δὲ οὐδὲν σκοποῦντες, ὧν οἱ πολλοί τε καὶ εὔωνοι, οὕτω καὶ ἐπαινεσόμεθα καὶ σιωπησόμεθα τὰ ἐπαίνων ἢ σιωπῆς ἄξια.
2. Πάντων δ᾿ ἀτοπώτατον, εἰ ἀποστερεῖν μέν τι τοὺς ἰδίους, ἢ λοιδορεῖσθαι, ἢ κατηγορεῖν, ἢ ἄλλο τι ἀδικεῖν ἢ μικρὸν ἣ μεῖζον, οὐκ εὐαγὲς εἶναι θήσομεν, ἀλλὰ καὶ πάντων κάκιστον τὴν κατὰ τῶν οἰκειοτάτων παρανομίαν· λόγου δὲ ἀποστεροῦντες, ὃ πάντων μάλιστα τοῖς ἀγαθοῖς ἐστιν ὀφειλόμενον, καὶ ᾧ τὴν μνήμην ἂν αὐτοῖς ἀθάνατον καταστήσαιμεν, ἔπειτα δίκαιόν τι ποιεῖν οἰησόμεθα, καὶ πλείω λόγον ἕξομεν τῶν πονηρῶν τὸ πρὸς χάριν αἰτιωμένων ἢ τῶν ἐπιεικῶν ἀπαιτούντων τὸ πρὸς ἀξίαν. Καὶ τοὺς μὲν ἔξωθεν ἐπαινεῖν οὐ κωλύει τὸ ἄγνωστον καὶ ἀμάρτυρον (καίτοι γε πολλῷ δικαιότερον ἦν), τοὺς γινωσκομένους δὲ ἡ φιλία κωλύσει, καὶ ὁ παρὰ τῶν πολλῶν φθόνος, καὶ τούτων μάλιστα τοὺς ἐνθένδε ἀπηλλαγμένους, καὶ οἷς ἄωρον τὸ χαρίζεσθαι, καταλιποῦσι μετὰ τῶν ἄλλων καὶ τοὺς ἐπαινοῦντας ἢ ψέγοντας.
3. Ἐπεὶ δὲ ἱκανῶς ὑπὲρ τούτων ἀπολελογήμεθα, καὶ ἀναγκαῖον ἡμῖν αὐτοῖς ἀπεδείξαμεν ὄντα τὸν λόγον, φέρε, προσβῶμεν ἤδη τοῖς ἐγκωμίοις, τὸ μὲν περὶ τὴν λέξιν γλαφυρὸν καὶ κομψὸν διαπτύσαντες (ἐπειδὴ καὶ ἀκαλλώπιστος ἡ ἐπαινουμένη, καὶ τοῦτο κάλλος αὐτῇ τὸ ἄκοσμον), τὴν δὲ ὀφειλομένην ὁσίαν ὡς ἄλλο τι χρέος τῶν ἀναγκαιοτάτων ἀποπληροῦντες, καὶ ἅμα τοὺς πολλοὺς εἰς ζῆλον καὶ μίμησιν τῆς αὐτῆς ἀρετῆς ἐκπαιδεύοντες, ἐπειδὴ τοῦτο ἡμῖν ἐν παντὶ καὶ λόγῳ καὶ ἔργῳ σπουδάζεται καταρτίζειν οὓς ἐπιστεύθημεν. Ἄλλος μὲν οὖν πατρίδα τῆς ἀπελθούσης ἐπαινείτω καὶ γένος, νόμους ἐγκωμίων αἰδούμενος· πάντως δὲ οὐκ ἀπορήσει πολλῶν καὶ καλῶν λόγων, εἰ βούλοιτο ταύτην κοσμεῖν καὶ τοῖς ἔξωθεν, ὥσπερ μορφὴν τιμίαν τε καὶ καλὴν χρυσῷ, καὶ λίθοις, καὶ τοῖς ἐκ τέχνης καὶ χειρὸς ὡραΐσμασιν· ἃ τὴν μὲν αἰσχρὰν ἐλέγχει τῇ παραθέσει, τῇ καλῇ δὲ οὐ προσθήκη κάλλους ἐστὶν ἡττώμενα. Ἐγὼ δὲ τοσοῦτον τῷ περὶ ταῦτα προςχρησάμενος νόμῳ, ὅσον τῶν κοινῶν γονέων ἐπιμνησθῆναι (καὶ γὰρ οὐδὲ ὅσιον παραδραμεῖν ἀγαθοῦ τοσούτου γεννήτοράς τε καὶ διδασκάλου)ς, ἐπ᾿ αὐτὴν ὡς τάχιστα τρέψω τὸν λόγον, καὶ οὐ ζημιώσω τῶν τὰ ἐκείνης ἐπιζητούντων τὸν πόθον.
4. Τίς οὖν οὐκ οἶδε τὸν νέον ἡμῶν Ἀβραὰμ, καὶ τὴν ἐφ᾿ ἡμῶν Σάῤῥαν; Γρηγόριον λέγω καὶ Νόνναν, τὴν τοῦδε σύζυγον (καλὸν γὰρ μηδὲ τὰ ὀνόματα παρελθεῖν, ὡς ἀρετῆς παράκλησιν), τὸν πίστει δικαιωθέντα, καὶ τὴν τῷ πιστῷ συνοικήσασαν· τὸν πατέρα πολλῶν ἐθνῶν παρ᾿ ἐλπίδα, καὶ τὴν πνευματικῶς ὠδίνουσαν· τὸν φυγόντα πατρῴων θεῶν δουλείαν, καὶ τὴν θυγατέρα καὶ μητέρα τῶν ἐλευθέρων· τὸν ἐξελθόντα συγγενείας καὶ οἴκου διὰ τὴν γῆν τῆς ἐπαγγελίας, καὶ τὴν αἰτίαν τῆς ἐκδημίας (τοῦτο γὰρ ἐκείνῃ μόνον, ἵνα τι τολμήσω, καὶ ὑπὲρ τὴν Σάῤῥαν)· τὸν παροικήσαντα καλῶς, καὶ τὴν προθύμως συμπαροικήσασαν· τὸν τῷ Κυρίῳ προσθέμενον, καὶ τὴν κύριον τὸν ἑαυτῆς ἄνδρα καὶ προσαγορεύουσαν καὶ νομίζουσαν, καὶ μέρος τι διὰ τοῦτο δικαιωθεῖσαν· ὧν ἡ ἐπαγγελία, καὶ ὧν ὁ Ἰσαὰκ, ὅσον τὸ ἐπ᾿ αὐτοῖς, καὶ ὧν τὸ δώρημα.
5. Ἧς ὁ ποιμὴν ὁ καλὸς εὐξαμένης τε καὶ ὁδηγησάσης, καὶ παρ᾿ ἧς ὁ τύπος τοῦ καλῶς ποιμαίνεσθαι· οὗ τὸ φυγεῖν τὰ εἴδωλα γνησίως, εἶτα καὶ φυγαδεύειν δαίμονας· καὶ ἧς τὸ μὴ ἁλῶν ποτε κοινωνῆσαι τοῖς ἐξ εἰδώλων· τὴν ὁμότιμον, καὶ ὁμόφρονα, καὶ ὁμόψυχον, καὶ οὐχ ἧττον ἀρετῆς καὶ τῆς πρὸς Θεὸν οἰκειώσεως ἢ σαρκὸς συζυγίαν· ἴσον μὲν μήκει βίου καὶ πολιαῖς, ἴσον δὲ φρονήσει καὶ λάμψει, κατ᾿ ἀλλήλους ἁμιλλωμένους, καὶ τῶν λοιπῶν ὑπεραίροντας· σαρκὶ μὲν ὀλίγα κατεχομένους, πνεύματι δὲ μετενηνεγμένους, καὶ πρὸ τῆς διαζεύξεως· ὧν οὐχ ὁ κόσμος, καὶ ὧν ὁ κόσμος· ὁ μὲν ὑπερορώμενος, ὁ δὲ προτιμώμενος· ὧν τὸ ἀποπλουτεῖν, καὶ ὧν τὸ πλουτεῖν διὰ τὴν καλὴν πραγματείαν· τὰ μὲν τῇδε διαπτυόντων, τὰ δὲ ἐκεῖθεν ἀντωνουμένων· ὧν βραχὺ μὲν τὸ τῆς ζωῆς ταύτης λείψανον, καὶ ὅσον ὑπελείφθη τῇ εὐσεβείᾳ, πολλὴ δὲ ἡ ζωὴ καὶ μακραίων ᾗ προκεκμήκασιν. Ἓν ἔτι προςθήσω τοῖς περὶ αὐτῶν λόγοις· οἳ καλῶς καὶ δικαίως ἀμφοτέροις τοῖς γένεσιν ἐμερίσθησαν· ὁ μὲν ἀνδρῶν εἶναι κόσμος, ἡ δὲ γυναικῶν, καὶ οὐ κόσμος μόνον, ἀλλὰ καὶ ἀρετῆς ὑπόδειγμα.
6. Παρὰ τούτων Γοργονίᾳ καὶ τὸ εἶναι, καὶ τὸ εὐδόκιμον· ἐντεῦθεν αὐτῇ τὰ τῆς εὐσεβείας σπέρματα· παρὰ τούτων καὶ τὸ ζῆσαι καλῶς, καὶ τὸ ἀπελθεῖν ἵλεως μετὰ τῶν χρηστοτέρων ἐλπίδων. Καλὰ μὲν δὴ καὶ ταῦτα, καὶ οἷα μὴ πολλοῖς ῥᾳδίως ὑπάρχει τῶν ἐπ᾿ εὐγενείᾳ μέγα κομώντων, καὶ φυσωμένων τοῖς ἄνωθεν· εἰ δὲ δεῖ φιλοσοφώτερον καὶ ὑψηλότερον περὶ αὐτῆς διελθεῖν, Γοργονίᾳ πατρὶς μὲν ἡ ἄνω Ἱερουσαλὴμ, ἡ μὴ βλεπομένη, νοουμένη δὲ πόλις, ἐν ᾗ πολιτευόμεθα, καὶ πρὸς ἣν ἐπειγόμεθα· ἧς πολίτης Χριστὸς, καὶ συμπολῖται πανήγυρις καὶ Ἐκκλησία πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ περὶ τὸν μέγαν πολιστὴν ἑορταζόντων τῇ θεωρίᾳ τῆς δόξης, καὶ χορευόντων χορείαν τὴν ἀκατάλυτον· εὐγένεια δὲ ἡ τῆς εἰκόνος τήρησις, καὶ ἡ πρὸς τὸ ἀρχέτυπον ἐξομοίωσις, ἣν ἐργάζεται λόγος καὶ ἀρετὴ, καὶ καθαρὸς πόθος, ἀεὶ καὶ μᾶλλον μορφῶν τὰ κατὰ Θεὸν, τοὺς γνησίους τῶν ἄνω μύστας, καὶ τὸ γιγνώσκειν ὅθεν, καὶ τίνες, καὶ εἰς ὃ γεγόναμεν.
7. Οὕτως ἐγὼ περὶ τούτων γινώσκω· καὶ διὰ τοῦτο εὐγενεστέραν τῶν ἀφ᾿ ἡλίου ἀνατολῶν τὴν ἐκείνης ψυχὴν καὶ οἶδα καὶ ὀνομάζω, κρείττονι ἢ κατὰ τοὺς πολλοὺς εὐγενείας καὶ δυσγενείας κανόνι καὶ στάθμῃ χρώμενος· καὶ οὐχ αἵμασιν, ἀλλὰ τρόπῳ τινὶ ταῦτα χαρακτηρίζων· οὐδὲ κατὰ φρατρίας κρίνων τοὺς ἐπαινουμένους ἢ ψεγομένους, ἀλλὰ καθ᾿ ἕκαστον. Ἐν εἰδόσι δὲ ὁ λόγος ὑπὲρ τῶν ἐκείνης καλῶν, καὶ ἄλλος ἄλλο τι συνεισφερέτω, καὶ βοηθείτω τῷ λόγῳ. Ἐπειδὴ μὴ πάντα περιλαβεῖν ἑνὶ δυνατὸν, μηδὲ τῷ λίαν δυνατῷ καὶ ἀκοὴν καὶ διάνοιαν.
8. Σωφροσύνῃ μέν γε τοσοῦτον διήνεγκε, καὶ τοσοῦτον ὑπερῆρε τὰς κατ᾿ αὐτὴν ἁπάσας, ἵνα μὴ λέγω τὰς παλαιὰς, ὧν ὁ πολὺς ἐπὶ σωφροσύνῃ λόγος, ὥστε εἰς δύο ταῦτα διῃρημένου πᾶσι τοῦ βίου, γάμου λέγω καὶ ἀγαμίας, καὶ τῆς μὲν οὔσης ὑψηλοτέρας τε καὶ θειοτέρας, ἐπιπονωτέρας δὲ καὶ σφαλερωτέρας, τοῦ δὲ ταπεινοτέρου τε καὶ ἀσφαλεστέρου, ἀμφοτέρων φυγοῦσα τὸ ἀηδὲς, ὅσον κάλλιστόν ἐστιν ἐν ἀμφοτέροις ἐκλέξασθαι, καὶ εἰς ἑν ἀγαγεῖν, τῆς μὲν τὸ ὕψος, τοῦ δὲ τὴν ἀσφάλειαν, καὶ γενέσθαι σώφρων ἄτυφος, τῷ γάμῳ τὸ τῆς ἀγαμίας καλὸν κεράσασα, καὶ δείξασα, ὅτι μήθ᾿ ἕτερον τούτων ἢ Θεῷ πάντως, ἢ κόσμῳ συνδεῖ, καὶ διίστησι πάλιν· ὥστε εἶναι τὸ μὲν παντὶ φευκτὸν κατὰ τὴν ἰδίαν φύσιν, τὸ δὲ τελέως ἐπαινετόν· ἀλλὰ νοῦς ἐστιν ὁ καὶ γάμῳ καὶ παρθενίᾳ καλῶς ἐπιστατῶν, καὶ, ὥσπερ ὕλη τις, ταῦτα τῷ τεχνίτῃ Λόγῳ ῥυθμίζεται καὶ δημιουργεῖται πρὸς ἀρετήν. Οὐ γὰρ ἐπεὶ σαρκὶ συνήφθη, διὰ τοῦτο ἐχωρίσθη τοῦ πνεύματος· οὐδ᾿ ὅτι κεφαλὴν ἔσχε τὸν ἄνδρα, διὰ τοῦτο τὴν πρώτην κεφαλὴν ἠγνόησεν· ἀλλ᾿ ὀλίγα λειτουργήσασα κόσμῳ καὶ φύσει, καὶ ὅσον ὁ τῆς σαρκὸς ἐβούλετο νόμος, μᾶλλον δὲ ὁ τῇ σαρκὶ ταῦτα νομοθετήσας, Θεῷ τὸ πᾶν ἑαυτὴν καθιέρωσεν. Ὃ δὲ κάλλιστον καὶ σεμνότατον, ὅτι καὶ τὸν ἄνδρα πρὸς ἑαυτῆς ἐποιήσατο, καὶ οὐ δεσπότην ἄτοπον, ἀλλ᾿ ὁμόδουλον ἀγαθὸν προςεκτήσατο. Οὐ μόνον δὲ, ἀλλὰ καὶ τὸν τοῦ σώματος καρπὸν, τὰ τέκνα λέγω, καὶ τέκνα τέκνων, καρπὸν τοῦ πνεύματος ἐποιήσατο, γένος ὅλον καὶ οἰκίαν ὅλην ἀντὶ μιᾶς ψυχῆς Θεῷ καθαγνίσασα, καὶ ποιήσασα γάμον ἐπαινετὸν διὰ τῆς ἐν γάμῳ εὐαρεστήσεως, καὶ τῆς καλῆς ἐντεῦθεν καρποφορίας· ἑαυτὴν μὲν, ἕως ἔζη, ὑπόδειγμα καλοῦ παντὸς τοῖς ἐξ ἑαυτῆς προστήσασα· ἐπεὶ δὲ προσεκλήθη, τὸ θέλημα τῷ οἴκῳ μετ᾿ αὐτὴν ἐγκαταλιποῦσα σιωπῶσαν παραίνεσιν.
9. Ὁ μὲν δὴ θεῖος Σολομὼν ἐν τῇ παιδαγωγικῇ σοφίᾳ, ταῖς Παροιμίαις λέγω, ἐπαινεῖ καὶ οἰκουρίαν γυναικὸς καὶ φιλανδρίαν, καὶ ἀντιτίθησι τῇ ἔξω περιπλανωμένῃ, καὶ ἀκρατήτῳ, καὶ ἀτίμῳ, καὶ τιμίων ψυχὰς ἀγρευούσῃ ἐν πορνικοῖς καὶ σχήμασι καὶ ὀνόμασι, τὴν ἔσω καλῶς ἀναστρεφομένην, καὶ ἀνδριζομένην τὰ γυναικὸς, πρὸς ἄτρακτον μὲν ἀεὶ τὰς χεῖρας ἐρείδουσαν, καὶ δισσὰς τῷ ἀνδρὶ χλαίνας παρασκευάζουσαν· ὠνουμένην δὲ κατὰ καιρὸν γεώργιον, σιτηγοῦσαν δὲ καλῶς τοῖς οἰκέταις, πλήρει δὲ τραπέζῃ τοὺς φίλους δεξιουμένην, καὶ τἄλλα ὅσα τὴν σώφρονα καὶ φιλεργὸν ἐκεῖνος ἀνύμνησεν. Ἐγὼ δὲ εἰ ἀπὸ τούτων ἐπαινοίην τὴν ἀδελφὴν, ἀπὸ τῆς σκιᾶς ἂν ἐπαινοίην τὸν ἀνδριάντα, ἢ ἀπὸ τῶν ὀνύχων τὸν λέοντα, παρεὶς τὰ μείζω καὶ τελεώτερα. Τίς μὲν ἦν φαίνεσθαι μᾶλλον ἀξία; Τίς δὲ ἧττον ἐφάνη, καὶ ἀπρόσιτον ἐτήρησεν ἑαυτὴν ἀνδρῶν ὄψεσιν; Τίς μᾶλλον ἔγνω μέτρα κατηφείας τε καὶ φαιδρότητος, ὡς μήτε τὸ κατηφὲς ἀπάνθρωπον δοκεῖν, μήτε τὸ καθ᾿ ἁπαλὸν ἀκόλαστον, ἀλλὰ τὸ μὲν συνετὸν, τὸ δὲ ἥμερον, καὶ ὅρον τοῦτο εἶναι κοσμιότητος, κραθέντος τοῦ φιλανθρώπου τῷ ἀναστήματι; Ἀκούετε τῶν γυναικῶν ὅσαι λίαν ἐπιδεικτικαὶ καὶ ῥᾴθυμοι, καὶ τὸ κάλυμμα τῆς αἰδοῦς ἀτιμάζουσαι. Τίς μὲν οὕτως ὀφθαλμὸν ἐσωφρόνισεν; Τίς δὲ τοσοῦτον γέλωτος κατεγέλασεν, ὡς μέγα δοκεῖν ἐκείνῃ καὶ ὁρμὴν μειδιάματος; Τίς μᾶλλον ἀκοῇ θύρας ἐπέθηκεν; τίς δὲ τοῖς θείοις λόγοις ἠνέῳξε, μᾶλλον δὲ, τίς νοῦν ἐπέστησεν ἡγεμόνα γλώσσῃ λαλεῖν τὰ τοῦ Θεοῦ δικαιώματα; Τίς τάξιν οὕτως ἐστείλατο χείλεσιν;
10. Εἴπω καὶ τοῦτο βούλεσθε τῶν ἐκείνης καλῶν· ὃ τῇ μὲν ἄξιον οὐδενὸς ἐδόκει, οὐδ᾿ ὅσαι σώφρονες ἀληθῶς καὶ κόσμιαι τὸν τρόπον· μέγα δὲ δοκεῖν πεποιήκασιν αἱ λίαν φιλόκοσμοι καὶ φιλόκαλοι καὶ οὐδὲ λόγῳ καθαιρόμεναι τῶν τὰ τοιαῦτα ἐκπαιδευόντων. Οὐ χρυσὸς ἐκείνην ἐκόσμησε τέχνῃ πονηθεὶς εἰς κάλλους περιουσίαν, οὐ ξανθαὶ πλοκαμίδες διαφαινόμεναί τε καὶ ὑποφαινόμεναι, καὶ βοστρύχων ἕλικες, καὶ σοφίσματα σκηνοποιούντων τὴν τιμίαν κεφαλὴν ἀτιμότατα, οὐκ ἐσθῆτος περιῤῥεούσης καὶ διαφανοῦς πολυτέλεια, οὐ λίθων αὐγαὶ καὶ χάριτες χρωννῦσαι τὸν πλησίον ἀέρα, καὶ τὰς μορφὰς περιλάμπουσαι· οὐ ζωγράφων τέχναι καὶ γοητεύματα, καὶ τὸ εὔωνον κάλλος, καὶ ὁ κάτωθεν πλάστης ἀντιδημιουργῶν, καὶ κατακρύπτων τὸ τοῦ Θεοῦ πλάσμα ἐπιβούλοις χρώμασι, καὶ διὰ τῆς τιμῆς αἰσχύνων, καὶ προτιθεὶς τὴν θείαν μορφὴν εἴδωλον πορνικὸν λίχνοις ὄμμασιν, ἵνα κλέψῃ τὸ νόθον κάλλος τὴν φυσικὴν εἰκόνα τηρουμένην Θεῷ καὶ τῷ μέλλοντι. Ἀλλὰ πολλοὺς μὲν ᾔδει καὶ παντοίους γυναικῶν κόσμους τοὺς ἔξωθεν, τιμιώτερον δὲ οὐδένα τοῦ ἑαυτῆς τρόπου, καὶ τῆς ἔνδον ἀποκειμένης λαμπρότητος. Ἓν μὲν ἔρευθος ἐκείνῃ φίλον, τὸ τῆς αἰδοῦς· μία δὲ λευκότης, ἡ παρὰ τῆς ἐγκρατείας. Τὰς δὲ γραφὰς καὶ ὑπογραφὰς, καὶ τοὺς ζῶντας πίνακας, καὶ τὴν ῥέουσαν εὐμορφίαν, ταῖς ἐπὶ θεάτρων παρῆκε καὶ τῶν τριόδων, καὶ ὅσαις αἰσχύνη καὶ ὄνειδος τὸ αἰσχύνεσθαι.
11. Ταῦτα μὲν δὴ τοιαῦτα· τῆς δὲ φρονήσεως καὶ τῆς εὐσεβείας οὐκ ἔστιν ὅστις ἂν ἐφίκοιτο λόγος, ἢ πολλὰ ἂν εὑρεθείη τὰ παραδείγματα, πλὴν τῶν ἐκείνης καὶ κατὰ σάρκα καὶ κατὰ πνεῦμα πατέρων, πρὸς οὓς μόνους ὁρῶσα, καὶ ὧν οὐδὲν ἐλαττουμένη τὴν ἀρετὴν, ἑνὶ τούτῳ καὶ μόνον ἡττᾶτο καὶ πάνυ προθύμως, ὅτι παρ᾿ ἐκείνων τὸ ἀγαθὸν, κἀκείνους ῥίζαν καὶ ᾔδει καὶ ὡμολόγει τῆς οἰκείας ἐλλάμψεως. Τί μὲν τῆς διανοίας ἐκείνης ὀξύτερον, ἥν γε καὶ κοινὴν σύμβουλον οὐχ οἱ ἐκ γένους μόνον, οὐδ᾿ οἱ ἐκ τοῦ αὐτοῦ λαοῦ, καὶ τῆς μιᾶς μάνδρας, ἀλλὰ καὶ οἱ κύκλῳ δὲ πάντες ἐγίνωσκον, καὶ νόμον ἄλυτον τὰς ἐκείνης ἐποιοῦντο ὑποθήκας καὶ παραινέσεις; Τί δὲ τῶν λόγων ἐκείνων εὐστοχώτερον; τί δὲ τῆς σιωπῆς συνετώτερον; Ἀλλ᾿ ἐπειδή γε σιωπῆς ἐμνήσθην, προσθήσω τὸ οἰκειότατον ἐκείνης, καὶ γυναιξὶ πρεπωδέστατον, καὶ τῷ παρόντι καιρῷ χρησιμώτατον. Τίς μὲν ἔγνω τὰ περὶ Θεοῦ μᾶλλον ἔκ τε τῶν θείων λογίων καὶ τῆς οἰκείας συνέσεως; Τίς δὲ ἧττον ἐφθέγξατο ἐν τοῖς γυναικείοις ὅροις τῆς εὐσεβείας μείνασα; Ὃ δ᾿ οὖν ὠφείλετο τῇ γε ἀληθῶς εὐσεβεῖν ἐγνωκυίᾳ, καὶ οὗ καλὴ μόνον ἡ ἀπληστία, τίς μὲν ἀναθήμασιν οὕτω ναοὺς κατεκόσμησεν, ἄλλους τε καὶ τὸν οὐκ οἶδ᾿ εἰ μετ᾿ ἐκείνην κοσμηθησόμενον; Μᾶλλον δὲ, τίς οὕτω ναὸν ἑαυτὸν τῷ Θεῷ ζῶντα παρέστησεν; Τίς δὲ τοσοῦτον ἐδόξασεν ἱερέας, ἄλλους τε καὶ τὸν ἐκείνῃ τῆς εὐσεβείας συναγωνιστὴν καὶ διδάσκαλον, οὗ τὰ καλὰ σπέρματα καὶ ἡ καθιερωμένη τῶν τέκνων τῷ Θεῷ συζυγία;
12. Τίς δὲ τὸν οἶκον ἑαυτῆς μᾶλλον προὔθηκε τοῖς ζῶσι κατὰ Θεὸν, τὴν καλὴν δεξίωσιν καὶ πλουτίζουσαν; Καὶ ὃ τούτου μεῖζόν ἐστι, τίς οὕτως ἐδεξιοῦτο τῇ αἰδοῖ καὶ τοῖς κατὰ Θεὸν διαβήμασιν; Καὶ τὰ ἐπὶ τούτοις, τίς μὲν νοῦν ἔδειξεν ἀπαθέστερον ἐν τοῖς πάθεσι; τίς δὲ συμπαθεστέραν ψυχὴν τοῖς κάμνουσι; τίς χεῖρα δαψιλεστέραν τοῖς δεομένοις; Ὡς ἔγωγε καὶ τὰ τοῦ Ἰὼβ ἂν ἐπ᾿ αὐτὴν θαῤῥήσας καλλωπισαίμην· Θύρα δὲ αὐτῆς παντὶ ἐλθόντι ἠνέῳκτο· ἔξω δὲ οὐκ ηὐλίζετο ξένος. Ὀφθαλμὸς ἦν τυφλῶν, ποῦς δὲ χωλῶν, μήτηρ δὲ ὀρφανῶν. Τῆς δὲ εἰς χήρας εὐσπλαγχνίας τί χρὴ μεῖζον εἰπεῖν, ἢ ὅτι τὸ μὴ χήρα κληθῆναι καρπὸν ἠνέγκατο; Κοινὸν μὲν ἦν ἡ ἐκείνης ἑστία τοῖς πενομένοις ἀφ᾿ αἵματος καταγώγιον· κοινὰ δὲ τὰ ὄντα πᾶσι τοῖς δεομένοις οὐχ ἧττον ἢ ἑκάστοις τὰ ἑαυτῶν. Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησι· καὶ διὰ τὸ τῆς ἐπαγγελίας ἄπτωτον καὶ ἀψευδέστατον πολλὰ ταῖς ἐκεῖθεν ληνοῖς ἐναπέθετο, πολλὰ Χριστὸν καὶ διὰ πολλῶν τῶν εὖ παθόντων ἐδεξιώσατο· καὶ τὸ κάλλιστον, ὅτι μὴ τὸ δοκεῖν παρ᾿ αὐτῇ πλεῖον τῆς ἀληθείας· ἀλλ᾿ ἐν τῷ κρυπτῷ καλῶς ἐγεώργει τῷ βλέποντι τὰ κρυπτὰ τὴν εὐσέβειαν. Πάντα τοῦ κοσμοκράτορος ἥρπασεν· πάντα μετήνεγκεν εἰς τὰς ἀσφαλεῖς ἀποθήκας. Οὐδὲν ἀφῆκε τῇ γῇ πλὴν τοῦ σώματος. Πάντων ἠλλάξατο τὰς ἐκεῖθεν ἐλπίδας· ἕνα τοῖς παισὶ πλοῦτον ἀφῆκε, τὴν μίμησιν καὶ τὴν ἐπὶ τούτοις φιλοτιμίαν.
13. Καὶ οὐ τὰ μὲν τῆς μεγαλοψυχίας τοιαῦτα καὶ οὕτως ἄπιστα, τὸ δὲ σῶμα παρέδωκε τῇ τρυφῇ, καὶ ταῖς ἀκαθέκτοις τῆς γαστρὸς ἡδοναῖς, τῷ λυςσῶντι κυνὶ καὶ σπαράττοντι, ὡς ἂν θαῤῥοῦσα ταῖς εὐποιίαις, ὅπερ πάσχουσιν οἱ πολλοὶ, τῆς εἰς τοὺς πένητας εὐσπλαγχνίας τὸ τρυφᾷν ἐξωνούμενοι, καὶ οὐ καλῷ τὸ κακὸν ἰώμενοι, καλοῦ δὲ τὸ φαῦλον ἀντιλαμβάνοντες· ἢ νηστείαις μὲν τὸν χοῦν κατεπάλαισεν, ἑτέρῳ δὲ τὸ τῆς χαμευνίας παρῆκε φάρμακον· ἢ τοῦτο μὲν ἐξεῦρε τῇ ψυχῇ τὸ βοήθημα, ὕπνῳ δὲ μέτρον ἧττον ἑτέρου τινὸς ἐπέθηκεν· ἢ τοῦτο μὲν ἐνομοθέτησεν ὥσπερ ἀσώματος, ἐκλίθη δὲ εἰς γῆν, ἑτέρων παννυχιζόντων ἐν ὀρθῷ σώματι, ὃ δὴ μάλιστα φιλοσόφων ἀνδρῶν τὸ ἀγώνισμα· ἢ τοῦτο μὲν οὐ μόνον γυναικῶν, ἀλλὰ καὶ ἀνδρῶν ὤφθη τῶν γενναιοτάτων ἀνδρικώτερα, ψαλμῳδίας δὲ τόνον ἔμφρονα, ἢ θείων λογίων ἔντευξιν, ἢ ἀνάπτυξιν, ἢ μνήμην εὔκαιρον, ἢ κλίσιν γονάτων κατεσκληκότων, ἢ ὥσπερ τῷ ἐδάφει συμπεφυκότων, ἢ δάκρυον ῥύπου καθάρσιον ἐν καρδίᾳ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως, ἢ εὐχὴν ἄνω τιθεῖσαν, καὶ νοῦν ἀπλανῆ καὶ μετάρσιον· ταῦτα πάντα, ἢ τούτων τί ἐστιν ὅστις ἀνδρῶν ἢ γυναικῶν ἐκείνην ὑπερβεβηκέναι καυχήσαιτο; Ἀλλ᾿ ἐκεῖνο μέγα μὲν εἰπεῖν, ἀληθὲς δὲ, ὅτι τὸ μὲν ἐζήλου τῶν καλῶν, τοῦ δὲ ἦν ζῆλος· καὶ τὸ μὲν εὗρε, τὸ δὲ ἐνίκησεν. Καὶ εἰ καθ᾿ ἕν τι τούτων ἔσχε τὸ ἁμιλλώμενον, ἀλλὰ τῷ γε μία τὰ πάντα συλλαβεῖν, πάντων ἐκράτησεν. Οὕτω μὲν τὰ πάντα κατορθώσασα, ὡς οὐδεὶς ἄλλος ἑν καὶ μετρίως· οὕτω δ᾿ εἰς ἄκρον ἕκαστον, ὥστε καὶ ἀντὶ πάντων ἑν ἐξαρκεῖν καὶ μόνον.
14. Ὢ πιναροῦ σώματος καὶ ἐνδύματος, ἀρετῇ μόνον ἀνθοῦντο!ς Ὢ ψυχῆς διακρατούσης τὸ σῶμα, καὶ δίχα τροφῆς σχεδὸν, ὥσπερ ἄϋλον! μᾶλλον δὲ σώματος βιασαμένου νεκρωθῆναι καὶ πρὸ τῆς διαζεύξεως, ἵν᾿ ἐλευθερίαν λάβῃ ψυχὴ, καὶ μὴ παραποδίζηται ταῖς αἰσθήσεσιν! Ὢ νυκτῶν ἀΰπνων, καὶ ψαλμῳδίας, καὶ στάσεως ἐξ ἡμέρας εἰς ἡμέραν ἀποληγούση!ς Ὢ Δαβὶδ, ταῖς πισταῖς μόνον ψυχαῖς οὐ μακρὰ μελῳδήσα!ς Ὢ μελῶν ἁπαλότητος ἐπὶ γῆς ἐῤῥιμμένων, καὶ παρὰ τὴν φύσιν τραχυνομένων! Ὢ πηγαὶ δακρύων σπειρομένων ἐκ θλίψεως, ἵν᾿ ἐν ἀγαλλιάσει θερίσαιεν! Ὢ βοῆς νυκτερινῆς νεφέλας διερχομένης, καὶ φθανούσης πρὸς τὸν οὐράνιον! Ὢ θερμότητος πνεύματος, κυνῶν κατατολμώσης νυκτερινῶν δι᾿ ἐπιθυμίαν εὐχῆς, καὶ κρυμῶν, καὶ ὑετῶν, καὶ βροντῶν, καὶ χαλάζης, καὶ ἀωρία!ς Ὢ γυναικεία φύσις τὴν ἀνδρείαν νικήσασα διὰ τὸν κοινὸν ἀγῶνα τῆς σωτηρίας, καὶ σώματος διαφορὰν οὐ ψυχῆς τὸ θῆλυ καὶ τὸ ἄῤῥεν ἐλέγξασ!α Ὢ τῆς μετὰ λουτρὸν ἁγνείας, καὶ τῆς νύμφης Χριστοῦ ψυχῆς ἐν καθαρῷ νυμφῶνι τῷ σώματ!ι Ὢ πικρὰ γεῦσις, καὶ Εὔα μῆτερ καὶ γένους καὶ ἁμαρτίας, καὶ ὄφι πλάνε καὶ θάνατε, τῇ ἐκείνης ἐγκρατείᾳ νενικημέν!α Ὢ Χριστοῦ κένωσις, καὶ δούλου μορφὴ, καὶ παθήματα, τῇ ἐκείνης νεκρώσει τετιμημέν!α
15. Ὤ! πῶς ἢ καταριθμήσομαι τὰ ἐκείνης ἅπαντα, ἢ τὰ πλείω παρεὶς μὴ ζημιώσω τοὺς ἀγνοοῦντας; Ἀλλά μοι καλὸν ἤδη προσθεῖναι τῆς εὐσεβείας καὶ τὰ ἐπίχειρα· καὶ γάρ μοι ποθεῖν πάλαι δοκεῖτε καὶ ζητεῖν ἐν τῷ λόγῳ, οἱ τὰ ἐκείνης καλῶς εἰδότες, οὐ τὰ παρόντα μόνον, οὐδὲ οἷς νῦν ἐκεῖθεν ἀγάλλεται, ἃ κρείττω καὶ διανοίας, καὶ ἀκοῆς ἀνθρωπίνης, καὶ ὄψεως, ἀλλὰ καὶ οἷς ἐντεῦθεν αὐτὴν ὁ δίκαιος μισθαποδότης ἠμείψατο· ἐπεὶ καὶ τοῦτο ποιεῖ πολλάκις εἰς οἰκοδομὴν τῶν ἀπίστων, τοῖς μικροῖς τὰ μεγάλα πιστούμενος, καὶ τοῖς ὁρωμένοις τὰ μὴ ὁρώμενα. Ἐρῶ δὲ τὰ μὲν γνώριμα τοῖς πᾶσι, τὰ δὲ ἀπόῤῥητα τοῖς πολλοῖς· καὶ τοῦτο ἐκείνης φιλοσοφησάσης, τὸ μὴ καλλωπίζεσθαι τοῖς χαρίσμασιν. Ἴστε τὰς μανείσας ἡμιόνους, καὶ τὴν συναρπαγὴν τοῦ ὀχήματος, καὶ τὴν ἀπευκτὴν ἐκείνην περιτροπὴν, καὶ τὴν ἄτοπον ἕλξιν, καὶ τὰ πονηρὰ συντρίμματα, καὶ τὸ γενόμενον ἐντεῦθεν σκάνδαλον τοῖς ἀπίστοις, εἰ οὕτω δίκαιοι παραδίδονται, καὶ τὴν ταχεῖαν τῆς ἀπιστίας διόρθωσιν· ὅτι πάντα συντριβεῖσα καὶ συγκοπεῖσα καὶ ὀστᾶ καὶ μέλη, καὶ ἀφανῆ καὶ φαινόμενα, καὶ οὔτε ἰατρὸν ἄλλον πλὴν τοῦ παραδόντος ἠνέσχετο· ὁμοῦ μὲν καὶ ὄψιν ἀνδρῶν αἰδουμένη καὶ χεῖρας (τὸ γὰρ κόσμιον κἀν τοῖς πάθεσι διεσώσατ)ο· ὁμοῦ δὲ καὶ τὴν ἀπολογίαν ζητοῦσα παρὰ τοῦ ταῦτα παθεῖν συγχωρήσαντος, οὔτε παρ᾿ ἄλλου τινὸς ἢ ἐκείνου τῆς σωτηρίας ἔτυχεν· ὡς μὴ μᾶλλον ἐπὶ τῷ πάθει πληγῆναί τινας, ἢ ἐπὶ τῷ παραδόξῳ τῆς ὑγιείας καταπλαγῆναι, καὶ διὰ τοῦτο δόξαι συμβῆναι τὴν τραγῳδίαν, ἵν᾿ ἐνδοξασθῇ τοῖς πάθεσι· παθοῦσα μὲν ὡς ἄνθρωπος, ἰαθεῖσα δὲ ὑπὲρ ἄνθρωπον, καὶ διήγημα δοῦσα τοῖς ὕστερον, μέγιστον μὲν εἰς ἀπόδειξιν τῆς ἐν τοῖς πάθεσι πίστεως καὶ τῆς πρὸς τὰ δεινὰ καρτερίας, μεῖζον δὲ τῆς τοῦ Θεοῦ περὶ τοὺς τοιούτους φιλανθρωπίας. Τῷ γὰρ, Ὅτ᾿ ἂν πέσῃ οὐ καταῤῥαχθήσεται, περὶ τοῦ δικαίου καλῶς εἰρημένῳ, προσετέθη καινότερον, τὸ κἂν καταῤῥαγῇ, τάχιστα ὀρθωθήσεται, καὶ δοξασθήσεται. Εἰ γὰρ παρὰ τὸ εἰκὸς ἔπαθεν, ἀλλὰ καὶ ὑπὲρ τὸ εἰκὸς ἐπανῆλθε πρὸς ἑαυτὴν, ὡς μικροῦ κλαπῆναι τῇ ὑγιείᾳ τὸ πάθος, καὶ περιφανεστέραν γενέσθαι τὴν θεραπείαν ἢ τὴν πληγήν.
16. Ὢ συμφορᾶς ἐπαινουμένης καὶ θαυμασία!ς Ὢ πάθους ἀπαθείας ὑψηλοτέρο!υ Ὢ τοῦ, Πατάξει καὶ μοτώσει, καὶ ὑγιάσει, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστήσει, φέροντος μὲν εἰς μεῖζον καὶ μυστικώτερον, ὥσπερ οὖν ἤνεγκεν, οὐχ ἧττον δὲ τοῖς ταύτης ἁρμόζοντος πάθεσ!ι Τοῦτο μὲν οὖν, ὃ πᾶσι πρόδηλον καὶ τοῖς πόῤῥωθεν, ἐπεὶ καὶ εἰς πάντας τὸ θαῦμα διῆλθε, καὶ ἐν ταῖς πάντων κεῖται γλώςσαις καὶ ἀκοαῖς τὸ διήγημα μετὰ τῶν ἄλλων τοῦ Θεοῦ θαυμασίων τε καὶ δυνάμεων. Τὸ δὲ μέχρι νῦν ἀγνοούμενον τοῖς πολλοῖς καὶ κρυπτόμενον δι᾿ ἣν εἶπον φιλοσοφίαν, καὶ τὸ τῆς εὐσεβείας ἄτυφόν τε καὶ ἀκαλλώπιστον, εἴπω κελεύεις, ὦ ποιμένων ἄριστε καὶ τελεώτατε, ὁ τοῦ ἱεροῦ προβάτου ἐκείνου ποιμὴν, καὶ τοῦτο νεύεις λοιπόν; Ἐπειδὴ καὶ μόνοι τὸ μυστήριον ἐπιστεύθημεν, καὶ μάρτυρες ἀλλήλοις ἐσμὲν τοῦ θαύματος· ἢ ἔτι τῇ ἀπελθούσῃ τὴν πίστιν φυλάξωμεν; Ἀλλά μοι δοκεῖ, ὥσπερ τότε καιρὸς εἶναι τῆς σιωπῆς, οὕτω νῦν τῆς ἐξαγορεύσεως, οὐ μόνον εἰς τὴν τοῦ Θεοῦ δόξαν, ἀλλὰ καὶ εἰς παράκλησιν τῶν ἐν θλίψεσιν.
17. Ἔκαμνεν αὐτῇ τὸ σῶμα, καὶ διέκειτο πονήρως, καὶ ἡ νόσος ἦν τῶν ἀήθων καὶ ἀλλοκότων· πύρωσις μὲν ἀθρόα παντὸς τοῦ σώματος, καὶ οἷον βρασμός τις, καὶ ζέσις αἵματος, εἶτα πῆξις τούτου, καὶ νάρκη, καὶ ὠχρίασις ἄπιστος, καὶ νοῦ καὶ μελῶν παράλυσις· καὶ τοῦτο οὐκ ἐκ μακρῶν τῶν διαστημάτων, ἀλλ᾿ ἦν ὅτε καὶ λίαν συνεχῶς· καὶ τὸ κακὸν οὐκ ἀνθρώπινον ἐνομίζετο, καὶ οὔτε ἰατρῶν ἤρκουν τέχναι λίαν ἐπιμελῶς διασκεπτομένων περὶ τοῦ πάθους, καὶ καθ᾿ ἑαυτὸν ἑκάστου, καὶ σὺν ἀλλήλοις, οὔτε γονέων δάκρυα, πολλὰ πολλάκις δεδυνημένα, οὔτε πάνδημοι λιταὶ καὶ ἱκεσίαι, ἃς, ὡς ὑπὲρ τῆς ἑαυτοῦ σωτηρίας ἕκαστος, ἐποιοῦντο πᾶς ὁ λαός· καὶ γὰρ ἦν ἅπασι σωτηρία τὸ ἐκείνην σώζεσθαι, ὥςπερ τοὐναντίον, πάθος κοινὸν τὸ τῇ ἀῤῥωστίᾳ κακοπαθεῖν.
18. Τί οὖν ἡ μεγάλη καὶ τῶν μεγίστων ἀξία ψυχὴ, καὶ τίς ἡ ἰατρεία τοῦ πάθους; Ἐνταῦθα γὰρ ἤδη καὶ τὸ ἀπόῤῥητον. Πάντων ἀπογνοῦσα τῶν ἄλλων, ἐπὶ τὸν πάντων ἰατρὸν καταφεύγει, καὶ νυκτὸς ἀωρίαν τηρήσασα, μικρὸν ἐνδούσης αὐτῇ τῆς νόσου, τῷ θυσιαστηρίῳ προσπίπτει μετὰ τῆς πίστεως, καὶ τὸν ἐπ᾿ αὐτῷ τιμώμενον ἀνακαλουμένη μεγάλῃ τῇ βοῇ, καὶ πάσαις ταῖς κλήσεσι, καὶ πασῶν αὐτὸν τῶν πώποτε δυνάμεων ὑπομνήσασα (σοφὴ γὰρ ἐκείνη καὶ τὰ παλαιὰ καὶ τὰ νέ)α, τέλος εὐσεβῆ τινα καὶ καλὴν ἀναισχυντίαν ἀναισχυντεῖ· μιμεῖται τὴν τοῖς κρασπέδοις Χριστοῦ ξηράνασαν πηγὴν αἵματος. Καὶ τί ποιεῖ; τῷ θυσιαστηρίῳ τὴν κεφαλὴν ἑαυτῆς προςθεῖσα μετὰ τῆς ἴσης βοῆς, καὶ δάκρυσι τοῦτο πλουσίοις, ὥσπερ τις πάλαι τοὺς πόδας Χριστοῦ καταβρέχουσα, καὶ μὴ πρότερον ἀνήσειν ἢ τῆς ὑγιείας τυχεῖν ἀπειλοῦσα· εἶτα τῷ παρ᾿ ἑαυτῆς φαρμάκῳ τούτῳ τὸ σῶμα πᾶν ἐπαλείφουσα, καὶ εἴ πού τι τῶν ἀντιτύπων τοῦ τιμίου σώματος ἢ τοῦ αἵματος ἡ χεὶρ ἐθησαύρισεν, τοῦτο καταμιγνῦσα τοῖς δάκρυσιν, (ὢ τοῦ θαύματο!)ς ἀπῆλθεν εὐθὺς αἰσθομένη τῆς σωτηρίας, κούφη καὶ σῶμα, καὶ ψυχὴν, καὶ διάνοιαν, μισθὸν ἐλπίδος λαβοῦσα τὸ ἐλπιζόμενον, καὶ τῇ τῆς ψυχῆς εὐρωστίᾳ κομισαμένη τὴν τοῦ σώματος. Ταῦτα μεγάλα μὲν, οὐ ψευδῆ δέ. Τούτοις πιστεύετε ἅπαντες, καὶ νοσοῦντες, καὶ ὑγιαίνοντες· ἵν᾿ οἱ μὲν ἔχητε τὴν ὑγίειαν, οἱ δὲ ἀπολάβητε. Καὶ ὅτι μὴ κόμπος τὸ διήγημα, δῆλον ἐξ ὧν ζώσης κατασιγήσας, νῦν ἐξεκάλυψα· καὶ οὐδ᾿ ἂν νῦν ἐδημοσίευσα, εὖ ἴστε, εἰ μή τις ἔσχε με φόβος θαῦμα τοσοῦτον κατακρύψαι καὶ πιστοῖς καὶ ἀπίστοις, καὶ τοῖς νῦν καὶ τοῖς ὕστερον.
19. Τὰ μὲν δὴ τοῦ βίου τοιαῦτα· καὶ τὰ πλείω παραλελοίπαμεν διὰ τὴν συμμετρίαν τοῦ λόγου, καὶ τοῦ μὴ δοκεῖν ἀπλήστως ἔχειν περὶ τὴν εὐφημίαν· τάχα δ᾿ ἂν ἀδικοίημεν τελευτὴν ὁσίαν καὶ περιβόητον, εἰ μὴ καὶ τῶν ταύτης καλῶν ἐπιμνησθείημεν· καὶ ταῦτα οὕτως ἐκείνης ποθουμένης τε καὶ ζητουμένης. Μνησθήσομαι δὲ, ὡς ἂν οἷόν τε ᾖ συντομώτατα. Ἐπόθει μὲν τὴν ἀνάλυσιν (καὶ γὰρ εἶχε πολλὴν πρὸς τὸν καλοῦντα τὴν παῤῥησίαν), καὶ τὸ σὺν Χριστῷ εἶναι πάντων προετίθει τῶν ὑπὲρ γῆς· καὶ οὐδεὶς οὕτως ἐρᾷ σώματος τῶν λίαν ἐρωτικῶν τε καὶ δυσκαθέκτων, ὡς ἐκείνη τὰς πέδας ἀποῤῥίψασα ταύτας, καὶ τὴν ἰλὺν ὑπερβᾶσα, μεθ᾿ ἧς βιωτεύομεν, μετὰ τοῦ καλοῦ καθαρῶς γενέσθαι, καὶ τὸν ἐρώμενον ἀπολαβεῖν ὅλον, προσθήσω δ᾿ ὅτι καὶ τὸν ἐραστὴν, οὗ νῦν μικραῖς ἐλλαμπόμεθα ταῖς αὐγαῖς, καὶ ὅσον γινώσκειν, οὗ κεχωρίσμεθα. Διαμαρτάνει δὲ οὐδὲ ταύτης τῆς ἐπιθυμίας, οὕτως οὔσης ἐνθέου καὶ ὑψηλῆς, καὶ ὃ τούτου μεῖζόν ἐστι, προαπολαύει τοῦ καλοῦ διὰ τῆς προγνώσεως καὶ τῆς πολλῆς ἀγρυπνίας. Ταύτην εἷς ὕπνος τῶν ἡδίστων ἀμείβεται, καὶ ὄψις μία προθεσμίᾳ περιλαβοῦσα τὴν ἐκδημίαν, καὶ τὴν ἡμέραν ταύτην γνωρίσασα, ὡς ἂν τὸ ἑτοιμασθῆναι καὶ μὴ ταραχθῆναι τοῦ Θεοῦ πρυτανεύοντος.
20. Αὐτῇ μὲν οὖν ὑπόγυιον τὸ τῆς καθάρσεως καὶ τελειώσεως ἦν ἀγαθὸν, ἣν κοινὴν δωρεάν, καὶ δευτέρου βίου κρηπῖδα παρὰ Θεοῦ πάντες λαβόντες ἔχομεν. Μᾶλλον δὲ πᾶς ὁ βίος κάθαρσις ἦν αὐτῇ καὶ τελείωσις· καὶ τὸ μὲν τῆς ἀναγεννήσεως εἶχεν ἐκ τοῦ Πνεύματος, τὸ δ᾿ ἀσφαλὲς ταύτης ἐκ τῶν προβεβιωμένων. Καὶ μόνῃ σχεδὸν, ἵν᾿ εἴπω τολμήσας, σφραγὶς, ἀλλ᾿ οὐ χάρισμα ἦν τὸ μυστήριον. Ἓν δὲ τοῖς πᾶσι προστεθῆναι ζητοῦσα τὴν τοῦ ἀνδρὸς τελείωσιν (βούλεσθε γράψω τὸν ἄνδρα συντόμως; ἀνδρὸς ἐκείνης, καὶ οὐκ οἶδ᾿ ὅ τι χρὴ πλέον εἰπεῖν), ἵν᾿ ὅλῳ τῷ σώματι Θεῷ καθιερωθῇ, καὶ μὴ ἐξ ἡμισείας ἀπέλθῃ τετελεσμένη, μηδ᾿ ὑπολείπηταί τι τῶν ἑαυτῆς ἀτελὲς, οὐδὲ ταύτης διαμαρτάνει τῆς δεήσεως παρὰ τοῦ θέλημα τῶν φοβουμένων αὐτὸν ποιοῦντος, καὶ εἰς πέρας ἄγοντος τὰ αἰτήματα.
21. Ὡς δὲ ἅπαντα εἶχεν αὐτῇ κατὰ νοῦν, καὶ οὐδὲν ἐνέδει τῶν ποθουμένων, καὶ ἡ κυρία πλησίον, οὕτως ἤδη τῷ θανάτῳ συσκευάζεται καὶ τῇ ἐκδημίᾳ, καὶ πληροῖ τὸν περὶ ταῦτα νόμον διὰ τῆς κατακλίσεως. Ἐπισκήψασα δὲ καὶ ἀνδρὶ, καὶ τέκνοις, καὶ φίλοις, ὅσα εἰκὸς τὴν φίλανδρον, καὶ φιλότεκνον, καὶ φιλάδελφον, καὶ λαμπρῶς περὶ τῶν ἐκεῖθεν φιλοσοφήσασα, καὶ πανηγύρεως ἡμέραν ποιησαμένη τὴν τελευταίαν, κοιμᾶται, πλήρης μὲν οὐ τῶν κατὰ ἄνθρωπον ἡμερῶν, ὅ τι μηδὲ συνηύχετο, ταύτας ἑαυτῇ πονηρὰς εἰδυῖα, καὶ τὰ πολλὰ μετὰ τοῦ χοὸς καὶ τῆς πλάνης, τῶν δὲ κατὰ Θεὸν καὶ λίαν πλήρης, ὡς οὐκ οἶδ᾿ εἴ τις ῥᾳδίως τῶν ἐν πλουσίᾳ τῇ πολιᾷ καταλυσάντων, καὶ πολλὰς ἐτῶν περιόδους ἀριθμησάντων. Οὕτως ἐκείνη λύεται, ἢ προσλαμβάνεται, κρεῖσσον εἰπεῖν, ἢ ἀφίπταται, ἢ μετοικίζεται, ἢ μικρὸν προαποδημεῖ τοῦ σώματος.
22. Ἀλλ᾿ οἷόν με μικρὸν τῶν ἐκείνης παρέδραμεν! τάχα δ᾿ ἂν οὐ συνεχώρησας, ὦ σὺ πάτερ ἐκείνης πνευματικὲ, ὁ καὶ τηρήσας ἀκριβῶς τὸ θαῦμα, καὶ ἡμῖν γνωρίσας· μέγα μὲν εἰς φιλοτιμίαν ἐκείνῃ, μέγα δὲ ἡμῖν εἰς ὑπόμνησιν ἀρετῆς, καὶ πόθον τῆς αὐτῆς ἀναλύσεως. Καί με φρίκη τις ὑποτρέχει, καὶ δάκρυον ὁμοῦ, μεμνημένον τοῦ θαύματος. Ἐλύετο μὲν ἤδη καὶ ἀνέπνει τὰ τελευταῖα, καὶ χορὸς περὶ αὐτὴν οἰκείων τε καὶ ξένων χαριζομένων τὰ προπεμπτήρια· καὶ μητρὸς γηραιᾶς ἐπίνευσις, καὶ ψυχῆς σπαραγμὸς ζηλοτυπούσης τὴν ἐκδημίαν, καὶ φίλτρον ἁπάντων ἀγωνίᾳ σύγκρατον, τῶν μὲν ὅ τι ἀκούσωσι ποθούντων, μνήμης ἐμπύρευμα, τῶν δὲ ὅ τι φθέγξονται, τολμῶντος δὲ οὐδενός. Καὶ κωφὰ τὰ δάκρυα, καὶ ἡ τῆς λύπης ὠδὶν ἀθεράπευτος (οὐδὲ γὰρ ὅσιον ἐδόκει θρήνοις τιμᾷν τὴν οὕτω χωριζομένην), σιγὴ δὲ βαθεῖα, καὶ τελετή τις ὁ θάνατος. Ἡ δὲ ἄπνους τε καὶ ἀκίνητος, καὶ ἄφθογγος, τὸ φαινόμενυν, καὶ ἡ σιωπὴ τοῦ σώματος ἐδόκει παράλυσις, οἷον ἤδη τῶν φωνητικῶν ὀργάνων νενεκρωμένων, διὰ τὴν τοῦ κινοῦντος ἐγχώρησιν. Ἠρέμα δὲ τῶν χειλέων κινουμένων αἰσθόμενος ὁ πάντα τηρῶν τὰ ἐκείνης ἐπιμελῶς ποιμὴν, διὰ τὸ ἐν πᾶσι θαῦμα, καὶ παραθεὶς τὰ ὦτα τοῖς χείλεσι (τὸ γὰρ θαῤῥεῖν εἶχε καὶ παρὰ τοῦ τρόπου καὶ παρὰ τῆς συμπαθείας), αὐτὸς διήγησαι τὸ τῆς ἡσυχίας μυστήριον, ὅ τί ποτε ἦν καὶ οἷον· οὐδεὶς ἀπιστήσει σοῦ λέγοντος. Ψαλμῳδία τὸ ὑπολαλούμενον ἦν, καὶ ψαλμῳδίας τὰ ἐξόδια ῥήματα· εἰ δὲ χρὴ τἀληθὲς εἰπεῖν, μαρτυρία τῆς παῤῥησίας, μεθ᾿ ἧς ἡ ἔξοδος. Καὶ μακάριος ὅστις μετ᾿ ἐκείνων ἀναπαύεται τῶν ῥημάτων· Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω. Ταῦτα καὶ ἐψάλλετό σοι, καλλίστη γυναικῶν, καὶ συνέβαινεν· καὶ ἡ ψαλμῳδία τὸ γινόμενον ἦν, καὶ μετὰ τῆς ἐκδημίας ὁ ἐπιτάφιος· ὦ καλῶς ἀπὸ τῶν παθῶν εἰρηνεύσασα σύ, καὶ τὸν ὀφειλόμενον τοῖς ἀγαπητοῖς ὕπνον ἀπολαβοῦσα πρὸς τῷ κοινῷ τῆς κοιμήσεως, ὡς εἰκὸς τὴν καὶ ζήσασαν καὶ ἀπελθοῦσαν ἐν τοῖς τῆς εὐσεβείας ῥήμασιν.
23. Κρείσσω μὲν οὖν εὖ οἶδα καὶ μακρῷ τιμιώτερα τὰ παρόντα σοι νῦν ἢ κατὰ τὰ ὁρώμενα, ἦχος ἑορταζόντων, ἀγγέλων χορεία, τάξις οὐρανία, δόξης θεωρία, τῆς τε ἄλλης καὶ τῆς ἀνωτάτω Τριάδος ἔλλαμψις καθαρωτέρα τε καὶ τελεωτέρα, μηκέτι ὑποφευγούσης τὸν δέσμιον νοῦν καὶ διαχεόμενον ταῖς αἰσθήσεσιν, ἀλλ᾿ ὅλης ὅλῳ νοῒ θεωρουμένης τε καὶ κρατουμένης, καὶ προσαστραπτούσης ταῖς ἡμετέραις ψυχαῖς ὅλῳ τῷ φωτὶ τῆς θεότητος. Πάντων ἀπολαύοις, ὧν ἔτι ὑπὲρ γῆς εἶχες τὰς ἀποῤῥοίας διὰ τὸ γνήσιον τῆς πρὸς αὐτὰ νεύσεως. Εἰ δέ τίς σοι καὶ τῶν ἡμετέρων ἐστὶ λόγος, καὶ τοῦτο ταῖς ὁσίαις ψυχαῖς ἐκ Θεοῦ γέρας, τῶν τοιούτων ἐπαισθάνεσθαι, δέχοιο καὶ τὸν ἡμέτερον λόγον ἀντὶ πολλῶν καὶ πρὸ πολλῶν ἐνταφίων, ὃν Καισαρίῳ μὲν πρὸ σοῦ, καὶ σοὶ μετ᾿ ἐκεῖνον ἀποδεδώκαμεν, ἐπειδή γε ἀδελφῶν ἐπιταφίοις ἐταμιεύθημεν. Εἰ δὲ καὶ ἡμᾶς τιμήσειέ τις μεθ᾿ ὑμᾶς τοῖς ἴσοις, οὐκ ἔχω λέγειν· πλὴν τιμηθείημέν γε μόνον τὴν ἐν Θεῷ τιμὴν, καὶ παροικοῦντες καὶ κατοικοῦντες ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τῷ Πατρὶ σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΛΟΓΟΣ 9.

Ἀπολογητικὸς εἰς τὸν ἑαυτοῦ πατέρα Γρηγόριον, συμπαρόντος αὐτῷ Βασιλείου, ἡνίκα ἐπίσκοπος ἐχειροτονήθη Σασίμων.

1. Πάλιν ἐπ᾿ ἐμὲ χρίσμα καὶ Πνεῦμα· καὶ πάλιν ἐγὼ πενθῶν καὶ σκυθρωπάζων πορεύομαι. Θαυμάζετε ἴσως· καὶ Ἡσαΐας, πρὶν μὲν ἰδεῖν τὴν δόξαν Κυρίου, καὶ τὸν θρόνον τὸν ὑψηλόν τε καὶ ἐπηρμένον, καὶ τὰ περὶ αὐτὸν σεραφὶμ, οὐδὲν τοιοῦτον φθέγγεται, οὔτε ἀποδυσπετεῖ, οὔτε δέδοικεν· ἀλλὰ τοῦ μὲν Ἰσραὴλ καταβοᾷ, ἑαυτοῦ δὲ φείδεται καὶ ἀπέχεται, ὡς οὐδὲν ὑπαιτίου. Ἐπεὶ δὲ ταῦτ᾿ εἶδε, καὶ τῆς φωνῆς ἤκουσε τῆς ἁγίας καὶ μυστικῆς, ὥςπερ τι μᾶλλον ἑαυτοῦ συναισθόμενος· Ὢ τάλας, φησὶν, ἐγὼ, ὅτι κατανένυγμαι, καὶ ὅσα ἑξῆς τοῦ λόγου, ἵνα φύγω τὴν βλασφημίαν. Εὑρίσκω δὲ καὶ Μανωὲ τὸν παλαιὸν ἐκεῖνον ἐν τοῖς κριταῖς, καὶ Πέτρον ὕστερον, τὸ τῆς Ἐκκλησίας ἔρεισμα· τὸν μὲν, Ἀπολώλαμεν, ὦ γύναι, λέγοντα, Θεὸν ἑωράκαμεν, ἐπειδὴ κρείττονος ὄψεως ᾔσθετο ἢ κατὰ τὴν ἑαυτοῦ φύσιν καὶ δύναμιν· τὸν δὲ οὐκ ἐνεγκόντα τὴν τοῦ Σωτῆρος ἐπιστασίαν τε καὶ ἐνέργειαν, ἣν ἐν τῇ ἁλείᾳ τοῖς συμπλέουσιν ἐπεδείξατο, καὶ διὰ τοῦτο θαυμάζοντα μὲν, ἀποπέμποντα δὲ τοῦ πλοίου, καὶ τὴν αἰτίαν προστιθέντα, ὅτι μὴ εἴη ἄξιος θείας ἐπιφανείας καὶ ὁμιλίας.
2. Καὶ τοῦ ἑκατοντάρχου δὲ ὅταν ἀκούω ἐν τοῖς Εὐαγγελίοις, τὴν μὲν δύναμιν ἀπαιτοῦντος, τὴν δὲ παρουσίαν παραιτουμένου, ὡς οὐ χωρούσης αὐτοῦ τῆς στέγης θεῖον ἀξίωμά τε καὶ μέγεθος, οὐκ ἔχω μέμφεσθαι τῆς δειλίας ἐμαυτὸν ταύτης καὶ τῆς σκυθρωπότητος. Ὀφθαλμοῦ μὲν γὰρ ἀτονίαν ἥλιος, ψυχῆς δὲ ἀῤῥωστίαν ἐλέγχει Θεὸς ἐπιδημῶν· καὶ τοῖς μέν ἐστι φῶς, τοῖς δὲ πῦρ, ἑκάστῳ κατὰ τὴν ὑποκειμένην ὕλην τε καὶ ποιότητα. Τί ὑπολαμβάνομεν περὶ τοῦ Σαούλ; Ἐχρίσθη μὲν γὰρ, καὶ μετέσχε τοῦ Πνεύματος, καὶ ἦν τότε πνευματικὸς, οὐδ᾿ ἂν ἐγὼ περὶ αὐτοῦ φαίην ἑτέρως, ἀλλὰ καὶ προεφήτευσε, καὶ οὕτω παρ᾿ ἐλπίδα καὶ τὸ εἰκὸς, ὥστε καὶ παροιμίαν γενέσθαι τὸ θαῦμα ἐκεῖνο· Εἰ καὶ Σαοὺλ ἐν προφήταις; εἰς ἔτι καὶ νῦν λεγόμενόν τε καὶ ἀκουόμενον. Ἐπεὶ δὲ οὐχ ὅλον ἑαυτὸν ἐμπαρέσχε τῷ Πνεύματι, οὐδὲ ἐστράφη καθαρῶς εἰς ἄνδρα ἄλλον, ὡς κεχρημάτιστο, ἀλλ᾿ ἐνέμεινέ τι τοῦ παλαιοῦ τῆς κακίας σπινθῆρος, καὶ τοῦ πονηροῦ σπέρματος, καὶ ἦν ἐν αὐτῷ μάχη πνεύματος καὶ σαρκός· τί χρὴ πάντα ἐκτραγῳδεῖν τὰ ἐκείνου; ἴστε τὸ ἐναντίον πνεῦμα, καὶ τὸν ψάλτην, ᾧ κατεπῄδετο. Πλὴν ἐκεῖνο κἀντεῦθεν γνώριμον, ὅτι, κἂν μὴ τῶν ἀναξίων ἡ χάρις ἅπτηται, μηδὲ πονηροῦ καὶ ἀναρμόστου παντελῶς τοῦ ὀργάνου (εἰς γὰρ κακότεχνον ψυχὴν μὴ εἰσελεύσεσθαι σοφίαν εἴρηται καλῶς, κἀγὼ πείθομα)ι, ἀλλὰ φυλάξαι γε τὴν ἀξίαν καὶ τὴν ἁρμονίαν, ὡς ὁ ἐμὸς λόγος, ἔργον οὐκ ἔλαττον, ἢ ἀπαρχῆς ἁρμοσθῆναι καλῶς καὶ ἀξιωθῆναι, διὰ τὸ τρεπτὸν καὶ ἀλλοιωτὸν τῆς ἀνθρωπίνης ἕξεώς τε καὶ φύσεως· ᾧ γε καὶ ἡ χάρις αὐτὴ πολλάκις, ἵν᾿ εἴπω τῶν ἡμετέρων κακῶν τὸ σχετλιώτατόν τε καὶ παραδοξότατον, τύφον ἐμποιήσασα καὶ μετεωρίσασα, κατήνεγκεν ἀπὸ Θεοῦ τοὺς οὐ καλῶς προσεγγίσαντας, καὶ κατεβλήθημεν ἐν τῷ ἐπαρθῆναι, ἵνα γένηται καθ᾿ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία, διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον.
3. Ταῦτά ἐστιν, ἃ ἐγὼ δεδοικὼς, πικρίας ἐνεπλήσθην καὶ κατηφείας, καί τι τοιοῦτον ἔπαθον, οἷον πρὸς τὰς ἀστραπὰς οἱ παῖδες, ἡδονὴν ἐκπλήξει μιγνύντες ἐκ τοῦ θεάματος· ἠγάπησά τε ὁμοῦ τὸ Πνεῦμα, καὶ ἐφοβήθην· καὶ χρόνου τινὸς ἐδεήθην, εἰς ἐμαυτὸν συστραφεὶς, ἐκνῆψαι καὶ γενέσθαι τῆς ἀσφαλεστέρας μοίρας καὶ κρείττονος, ἵνα, τοῦ λυποῦντος ὑπεξελθόντος, ὥσπερ ζιζανίων ἐν σπέρματι, καὶ τῶν φαύλων λογισμῶν εἰξάντων τοῖς ἀμείνοσι, νικήσῃ καθαρῶς τὸ Πνεῦμα, καί με λαβὸν ἔχῃ πρὸς τὴν ἑαυτοῦ διακονίαν καὶ λειτουργίαν, πρὸς τὸν καταρτισμὸν τοῦ λαοῦ τούτου, πρὸς ψυχῶν κυβέρνησιν, πρὸς διδασκαλίαν τὴν ἐν λόγῳ, καὶ τὴν ἐν ἔργῳ, καὶ ὑποδείγματι, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, πρὸς ποιμαντικὴν εὔθετον, ἀποσπῶσαν κόσμου, Θεῷ προσάγουσαν, δαπανῶσαν σῶμα, πνεύματι προστιθεῖσαν, σκότος φεύγουσαν, φωτὶ χαίρουσαν, θῆρας ἐλαύνουσαν, μάνδραν συνάγουσαν, κρημνοὺς φυλασσομένην καὶ ἐρημίας, ὄρεσι καὶ ὕψεσι προσελαύνουσαν. Περὶ ὧν μοι δοκεῖ καὶ ὁ θαυμασιώτατος Μιχαίας λέγειν, χαμόθεν ἡμᾶς ἀνέλκων ἐπὶ τὰ ἡμέτερα ὕψη· Ἐγγίσατε ὄρεσιν αἰωνίοις. Ἀνάστα καὶ πορεύου, ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις, κἂν δοκῇ τισιν εἶναι τὰ χαμαιπετῆ καὶ κάτω στρεφόμενα.
4. Ταύτην με διδάξατε τὴν ποιμαντικὴν, ὦ φίλοι λοιπὸν ἐμοὶ ποιμένες καὶ συμποιμένες. Ταύτης δότε μοι τὰ συνθήματα, σύ τε ὁ κοινὸς Πατὴρ, καὶ πολλοὺς τῷ χρόνῳ καταρτίσας καὶ παραμείψας ποιμένας, σύ τε ὁ τῆς ἐμῆς φιλοσοφίας βασανιστὴς καὶ κριτής. Ἀλλ᾿ (ὅπως μοι φιλοσόφως δέξῃ τὸν λόγον), ἢ δυνάμεθα, καὶ ἐν μέσῃ ζάλῃ στρεφόμενοι καὶ περιηχούμενοι, ποιμαίνειν ἐπιστημόνως, καὶ ἐκτρέφειν τὸ ποίμνιον; Ὁ φιλανθρωπότερος ἐν προβάτοις (εἰ μή μοι δυσχεραίνῃ)ς, ἡνίκα τῆς ἀλόγου νομῆς μετείχομεν, ἢ ἐν ποιμέσιν, ἡνίκα τῆς πνευματικῆς ἠξιώθημεν. Ἔχεις μὲν, ὅπερ ἐπόθεις, ὑπὸ χεῖρας ἡμᾶς, καὶ νενίκηκας τὸν ἀήττητον· καὶ ἰδού σοι μετὰ καὶ τῶν ἄλλων ὁ λόγος, ὃν εἰδὼς ἐπεζήτεις, καὶ ὃν ἐπαινῶν, ἔβαλλες ἀργοῦντα πολλαῖς τῶν σῶν λόγων καὶ πυκναῖς ταῖς νιφάσιν.
5. Ἀλλ᾿ ἔχω τι τῇ φιλίᾳ καὶ μέμψασθαι· τίς δικάσει μοι τῶν κοινῶν φίλων; ἢ τίς ἀδέκαστος ἔσται κριτής, ἵνα τὴν δικαίαν ἐνέγκῃ ψῆφον, ἀλλὰ μὴ τὸ τῶν πολλῶν πάθῃ, καὶ λάβῃ ἐν κρίσει πρόσωπον; Εἴπω κελεύεις τὴν μέμψιν, καὶ οὐκ ἐπαφήσεις μοι πάλιν τὸν λόγον; Ἐγένετό τι καὶ σοὶ πρὸς ἡμᾶς ἀπόῤῥητον, ὦ θαυμάσιε, πρᾶγμα ὄντως ἀπόῤῥητόν τε καὶ ἄπιστον, καὶ οὔπω πρότερον περὶ ἡμῶν ἀκουσθέν. Οὐκ ἐπείσθημεν, ἀλλ᾿ ἐβιάσθημεν. Ὢ τοῦ θαύματο!ς Ὡς γέγονε πάντα καιν!ά Καὶ ὅσον διέστησεν ἡμᾶ!ς τί βούλει καὶ εἴπω, τὸν θρόνον, ἢ τὸ τῆς χάριτος μέγεθος; Πλὴν ἡγοῦ, καὶ κατευοδοῦ, καὶ βασίλευε, καὶ ποίμαινε ἡμᾶς ποιμαίνοντας. Ὡς ἕτοιμοί γε ἡμεῖς ἕπεσθαι, καὶ ὑπὸ τῆς σῆς ποιμαντικῆς ψυχῆς ἄγεσθαι τῆς ὑψηλῆς καὶ ἐνθέου· εἰρήσεται γὰρ τἀληθὲς, εἴ τι καὶ παρὰ τὸν νόμον ἐξ ἀγάπης τετολμήκαμεν. Δίδαξον τὴν σὴν ἀγάπην περὶ τὰ ποίμνια, τὸ σὸν ἐπιμελές τε ὁμοῦ καὶ εὐσύνετον, τὴν ἐπιστασίαν, τὰς ἀγρυπνίας, τὴν τῶν σῶν σαρκῶν ὑποχώρησιν, ἣν τῷ πνεύματι ὑπεχώρησαν, τὸ τοῦ σοῦ χρώματος ἄνθος τῇ ποίμνῃ κάμνοντος, τὸ ἐν πραΰτητι σύντονον, τὸ ἐν τῷ πρακτικῷ γαληνόν τε καὶ ἥμερον (πρᾶγμα οὐκ ἐν πολλοῖς εὑρισκόμενον, οὐδὲ πολλὰ ἔχον τὰ παραδείγματ)α, τοὺς ὑπὲρ τῆς ποίμνης πολέμους, τὰς νίκας ἃς ἐν Χριστῷ σὺ νενίκηκας.
6. Εἰπὲ τίσι τῶν νομῶν προσακτέον, ἐπὶ ποίας πηγὰς ἰτέον, καὶ τίνας φευκτέον, ἢ νομὰς, ἢ νάματα· τίνας ποιμαντέον τῇ βακτηρίᾳ, τίνας τῇ σύριγγι· πότε ἀκτέον ἐπὶ νομὰς, καὶ πότε ἀνακλητέον ἀπὸ νομῶν· πῶς πολεμητέον τοῖς λύκοις, καὶ πῶς τοῖς ποιμέσιν οὐ πολεμητέον· καὶ μάλιστα ἐν τῷ νῦν καιρῷ, ὅτε ποιμένες ἠφρονεύσαντο, καὶ διέσπειραν τὰ πρόβατα τῆς νομῆς, ἵνα τοῖς ἁγιωτάτοις προφήταις τὰ αὐτὰ συνοδύρωμαι. Πῶς τὸ ἀσθενὲς ἐνισχύσω, καὶ τὸ πεπτωκὸς ἀναστήσω, καὶ τὸ πλανώμενον ἐπιστρέψω, καὶ τὸ ἀπολωλὸς ἐκζητήσω, καὶ φυλάξω τὸ ἰσχυρόν; Πῶς ταῦτα καὶ μάθω, καὶ φυλάξω κατὰ τὸν ὀρθὸν τῆς ποιμαντικῆς λόγον, καὶ τὸν ὑμέτερον· ἀλλὰ μὴ γένωμαι κακὸς ποιμὴν, τὸ γάλα κατεσθίων, καὶ τὰ ἔρια περιβαλλόμενος, καὶ τὰ παχύτερα κατασφάζων ἢ ἀπεμπολῶν, καὶ τὰ ἄλλα παρεὶς τοῖς θηρίοις καὶ τοῖς κρημνοῖς, ποιμαίνων ἐμαυτὸν, οὐ τὰ πρόβατα, ὅπερ ὠνειδίζοντο οἱ πάλαι προεστῶτες τοῦ Ἰσραήλ. Ταῦτα διδάσκοιτέ με, καὶ τούτοις στηρίζοιτε τοῖς λόγοις, καὶ μετὰ τούτων ποιμαίνοιτε καὶ συμποιμαίνοιτε τῶν παραγγελμάτων, καὶ σώζοιτε, ὥσπερ τῇ διδασκαλίᾳ, οὕτω καὶ ταῖς εὐχαῖς, ἐμέ τε καὶ τὸ ἱερὸν τοῦτο ποίμνιον, εἰς ἀσφάλειαν ἐμοὶ, εἰς καύχημα ὑμῖν ἐν ἡμέρᾳ ἐπιφανείας καὶ ἀποκαλύψεως τοῦ μεγάλου Θεοῦ, καὶ ἀρχιποιμένος ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾿ οὗ καὶ μεθ᾿ οὗ ἡ δόξα Πατρὶ παντοκράτορι σὺν τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι καὶ νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ 10.

Εἰς ἑαυτὸν, καὶ εἰς τὸν πατέρα καὶ Βασίλειον τὸν μέγαν, μετὰ τὴν ἐπάνοδον ἐκ φυγῆς.

1. Οὐδὲν ἰσχυρότερον γήρως, καὶ οὐδὲν φιλίας αἰδεσιμώτερον. Ὑπὸ τούτων ἤχθην ὑμῖν ἐγὼ δέσμιος ἐν Χριστῷ, δεθεὶς οὐκ ἀλύσεσι σιδηραῖς, ἀλλὰ τοῖς ἀλύτοις δεσμοῖς τοῦ Πνεύματος. Τέως δὲ ᾤμην ἰσχυρὸς εἶναί τις καὶ ἀήττητος, καὶ, ὦ τῆς ἀλογία!ς οὐκ ἐδίδουν τοὺς λόγους οὐδὲ τοῖς ἐμοῖς ἐρασταῖς τούτοις καὶ ἀδελφοῖς, ἵν᾿ ἔχω τὴν ἀπραγμοσύνην, καὶ τὸ φιλοσοφεῖν ἐν ἡσυχίᾳ, πάντα παρεὶς τοῖς βουλομένοις, ἐμαυτῷ δὲ προσλαλῶν καὶ τῷ Πνεύματι. Ἡλίου περιενόουν τὸν Κάρμηλον, καὶ Ἰωάννου τὴν ἔρημον, καὶ τῶν οὕτω φιλοσοφούντων τὸ ὑπερκόσμιον· καὶ ζάλην τὰ παρόντα ἐνόμιζον, καὶ πέτραν τινὰ ἐζήτουν, ἢ κρημνὸν, ἢ τειχίον, ὑφ᾿ οἷς σκεπασθήσομαι. Ἄλλων, ἔλεγον, ἔστωσαν αἱ τιμαὶ καὶ οἱ πόνοι, ἄλλων οἱ πόλεμοι καὶ τὰ νικητήρια· ἐμοὶ δὲ ἀρκείτω φεύγοντι τοὺς πολέμους, εἰς ἐμαυτὸν βλέποντι ζῇν οὕτως, ὅπως ἂν δύνωμαι, καθάπερ ἐπὶ λεπτῆς σχεδίας διαπεραιουμένῳ μικρόν τι πέλαγος· καὶ μικρὰν τὴν ἐκεῖθεν μονὴν, τῷ πενιχρῷ τῆς ἐντεῦθεν πολιτείας κατακτωμένῳ. Ταπεινοτέρων ὁ λογισμὸς ἴσως, ἀλλ᾿ οὖν ἀσφαλεστέρων· ἴσον ἀπέχειν καὶ ὕψους καὶ πτώματος.
2. Ταῦτα ἕως ἐξῆν γράφειν ἔτι σκιὰς καὶ ὀνείρατα, καὶ τοῖς ματαίοις ἀναπλασμοῖς ἑστιᾷν τὴν διάνοιαν· νῦν δὲ τί; Φιλία παρεστήσατό με, καὶ πολιὰ πατρὸς ἐχειρώσατο· γῆρας φρονήσεως, προθεσμία βίου, λιμὴν ἀσφαλέστερος, καὶ φιλία πλουτοῦντος Θεῷ, καὶ πλουτίζοντος. Ἤδη γὰρ ἀποπέμπομαι τὴν ὀργήν (ἀκουσάτωσαν πραεῖς, καὶ εὐφρανθήτωσαν)· καὶ πρὸς τὴν χεῖρα ἥμερον βλέπω τὴν τυραννήσασαν, καὶ προσγελῶ τῷ Πνεύματι, καὶ ἡ καρδία καθίσταταί μοι, καὶ ὁ λογισμὸς ἐπανέρχεται, καὶ ἡ φιλία, καθάπερ τις φλὸξ, κατασβεσθεῖσα καὶ ἀπομαρανθεῖσα, πάλιν ἐκ μικροῦ σπινθῆρος ἀναζῇ καὶ ἀνάπτεται. Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου, καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου. Εἶπα· Οὐ μὴ προσθῶ ἔτι πιστεῦσαι φιλίᾳ. Καὶ ἵνα τί μοι ἐλπίζειν ἐπ᾿ ἄνθρωπον; ὅτι πᾶς ἄνθρωπος δολίως πορεύεται, καὶ πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ τὸν πλησίον αὐτοῦ, καὶ πάντες ἦμεν τοῦ αὐτοῦ χοὸς καὶ φυράματος, καὶ τοῦ αὐτοῦ ξύλου τῆς κακίας γεγεύμεθα· σκηνὴν δὲ ἄλλος ἄλλην εὐπρεπεστέραν προβέβληται; καὶ τί μοι τῆς φιλίας ἐκείνης ὄφελος, ἔλεγον, τῆς ζηλωτῆς καὶ περιβοήτου, ἀρξαμένης ἀπὸ κόσμου, καὶ προελθούσης εἰς πνεῦμα; Τί δαὶ τῆς μιᾶς στέγης τε καὶ τραπέζης; ἢ τί τῶν κοινῶν παιδευτῶν τε καὶ παιδευμάτων; τί δαὶ τῆς ὑπὲρ ἀδελφοὺς ἀνακράσεως, ἢ τῆς γνησίας συμπνοίας ὕστερον, εἰ μηδὲ τοσοῦτον ὑπῆρξέ μοι κάτω μένειν ἐν καιρῷ δυναστείας καὶ ὕψους, ὁπότε τὸ ἐναντίον τοῖς πολλοῖς σπουδάζεται καὶ ἐπιτυγχάνεται, τὸ παραδυναστεύειν λέγω, καὶ τῆς τῶν φίλων μετέχειν εὐημερίας;
3. Τί μοι πάντα λέγειν τὰ τῆς λύπης καὶ τῆς ἀκηδίας, ἣν ζόφον ἐγὼ καλῶ, τοῦ νοῦ εὑρήματα; Καὶ γὰρ ταῦτα, καὶ τούτων ἦν ἀτοπώτερα· κατηγορήσω γὰρ αὐτὸς ἐγὼ τῆς ἐμῆς εἴτε ἀπονοίας εἴτε ἀνοίας. Ἀλλὰ νῦν μεταλαμβάνω καὶ μεθαρμόζομαι ὡς πολὺ τούτων καὶ ἀληθέστερα, καὶ ἡμῖν πρεπωδέστερα. Καὶ ἵνα εἰδῇς τὸ γνήσιον τῆς ἡμετέρας μεταβολῆς, ὦ θαυμάσιε, οὐ λύεις μόνον τὴν σιωπὴν ἣν ἐμέμψω, καὶ ἧς πολλὰ κατεβόησας, ἀλλὰ καὶ συνηγόρους ἔχεις τοὺς λόγους. Τοῦτο μὲν ἤδη τῆς ἡμετέρας φιλίας καθαρῶς, καὶ τοῦ ἐν ἡμῖν Πνεύματος. Ἀλλὰ τίς ἡ συνηγορία; καὶ εἴ τι ἁμαρτάνω, αὐτὸς ἐπανόρθου, ὥσπερ καὶ τἄλλα εἴωθας. Οὐκ ἤνεγκας τὸ πνεῦμα τῆς φιλίας ποιῆσαι δεύτερον· ἐπεὶ τῶν μὲν ἄλλων ἴσως ἡμεῖς, ἡμῶν δὲ τὸ Πνεῦμά σοι πολλῷ τιμιώτερον. Οὐκ ἤνεγκας ἐν τῇ γῇ κατακεκρύφθαι καὶ κατωρύχθαι τὸ τάλαντον· οὐκ ἤνεγκας ἐπὶ πολὺ τὸν λύχνον τῷ μοδίῳ περικαλύπτεσθαι, ὅτι δὴ τοῦτο τὸ ἐμὸν φῶς, καὶ τὴν ἐμὴν ἐργασίαν ὑπολαμβάνεις. Ἐζήτησας τῷ Παύλῳ σοι προστεθῆναι καὶ τὸν Βαρνάβαν· ἐζήτησας Σιλουανῷ καὶ Τιμοθέῳ προςγενέσθαι καὶ Τίτον, ἵνα σοι τρέχῃ τὸ χάρισμα διὰ τῶν γνησίως ὑπὲρ σοῦ μεριμνώντων, καὶ κύκλῳ ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ πληρώσῃς τὸ Εὐαγγέλιον.
4. Διὰ τοῦτο εἰς μέσον ἄγεις, καὶ ὑποχωροῦντος λαμβάνῃ, καὶ παρὰ σεαυτὸν καθίζεις· τοῦτο τὸ ἐμὸν ἀδίκημα, φαίης ἂν, καὶ κοινωνὸν ποιῇ τῶν φροντίδων καὶ τῶν στεφάνων. Διὰ τοῦτο χρίεις ἀρχιερέα, καὶ περιβάλλεις τὸν ποδήρη, καὶ περιτίθης τὴν κίδαριν, καὶ προσάγεις τῷ θυσιαστηρίῳ τῆς πνευματικῆς ὁλοκαυτώσεως, καὶ θύεις τὸν μόσχον τῆς τελειώσεως, καὶ τελειοῖς τὰς χεῖρας τῷ Πνεύματι, καὶ εἰσάγεις εἰς τὰ Ἅγια τῶν ἁγίων ἐποπτεύσοντα, καὶ ποιεῖς λειτουργὸν τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος καὶ, οὐκ ἄνθρωπος. Εἰ δὲ καὶ ἄξιον ὑμῶν τε τῶν χριόντων, καὶ ὑπὲρ οὗ, καὶ εἰς ὃν ἡ χρίσις, οἶδε τοῦτο ὁ Πατὴρ τοῦ ἀληθινοῦ καὶ ὄντως Χριστοῦ, ὃν ἔχρισεν ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους αὐτοῦ, χρίσας τὴν ἀνθρωπότητα τῇ θεότητι, ὥστε ποιῆσαι τὰ ἀμφότερα ἕν· καὶ αὐτὸς ὁ Θεὸς καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, δι᾿ οὗ τὴν καταλλαγὴν ἐσχήκαμεν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὃ ἔθετο ἡμᾶς εἰς τὴν διακονίαν ταύτην, ἐν ᾗ καὶ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπ᾿ ἐλπίδι τῆς δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ 11.

Τοῦ αὐτοῦ, εἰς Γρηγόριον Νύσσης, τὸν τοῦ μεγάλου Βασιλείου ἀδελφόν, ἐπιστάντα μετὰ τὴν χειροτονίαν.

1. Φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα τῶν ὄντων οὐδὲν, οὐδέ τις σταθμὸς τῆς καλλονῆς αὐτοῦ. Φίλος πιστὸς σκέπη κραταιὰ, καὶ ὠχυρωμένον βασίλειον. Φίλος πιστὸς θησαυρὸς ἔμψυχος. Φίλος πιστὸς ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν. Φίλος πιστὸς κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη, κατὰ καιρὸν ἀνοιγόμενά τε καὶ μεταλαμβανόμενα. Φίλος πιστὸς λιμὴν ἀναψύξεως. Ἂν δὲ καὶ συνέσει διαφέρῃ, πηλίκον; Εἰ δὲ καὶ παιδείαν ἄκρος, καὶ παιδείαν παντοίαν, τήν τε ἡμετέραν λέγω καὶ τήν ποτε ἡμετέραν, ὅσῳ λαμπρότερον; Εἰ δὲ καὶ υἱὸς φωτὸς, ἢ ἄνθρωπος τοῦ Θεοῦ, ἢ ἐγγίζων Θεῷ, ἢ ἀνὴρ ἐπιθυμιῶν τῶν κρειττόνων. ἤ τι τῶν τοιούτων ὀνομάζεσθαι ἄξιος, οἷς ἡ Γραφὴ τιμᾷ τοὺς ἐνθέους, καὶ ὑψηλοὺς, καὶ τῆς ἄνω μερίδος, τοῦτο μὲν ἤδη δῶρον Θεοῦ, καὶ φανερῶς ὑπὲρ τὴν ἀξίαν τὴν ἡμετέραν. Εἰ δὲ καὶ παρὰ φίλου πρὸς ἡμᾶς ἥκων, καὶ τούτου τήν τε ἀρετὴν ὁμοτίμου, καὶ τὴν φιλίαν τὴν ἡμετέραν, ἔτι τερπνότερόν τε καὶ χαριέστερον, καὶ μύρου τοῦ κοσμοῦντος πώγωνά τε ἱερέως καὶ ὤαν ἐνδύματος εὐωδέστερον.
2. Ἆρ᾿ οὖν ἱκανὰ ταῦτα, καὶ μετρίως ὑμῖν τὸν ἄνδρα ὁ λόγος ἔγραψεν; Ἢ δεῖ, καθάπερ τοὺς ἐπιμελεῖς τῶν ζωγράφων, πολλάκις ἐπιβάλλειν τὰ χρώματα, ἵνα τελεωτέραν ὑμῖν τὴν τοῦ λόγου γραφὴν παραστήσωμεν; Καὶ δὴ γράψομεν ὑμῖν τελεώτερόν τε καὶ σαφέστερον. Τίς νομοθετῶν ἐπιφανέστατος; Μωϋσῆς. Τίς ἱερέων ἁγιώτατος; Ἀαρών· οὐχ ἧττον ἀδελφοὶ τὴν εὐσέβειαν ἢ τὰ σώματα· μᾶλλον δὲ ὁ μὲν Θεὸς Φαραὼ, καὶ τοῦ Ἰσραὴλ προστάτης καὶ νομοθέτης, καὶ τῆς νεφέλης εἴσω χωρῶν, καὶ θείων μυστηρίων ἐπόπτης τε καὶ μυσταγωγὸς, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς τεχνίτης, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος· ἱερεῖς δὲ ὁμοίως ἀμφότεροι. Μωσῆς γὰρ, φησὶ, καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ· ὁ μὲν ἄρχων ἀρχόντων, καὶ ἱερεὺς ἱερέων, χρώμενος μὲν ὅσα γλώσσῃ τῷ Ἀαρὼν, αὐτὸς δὲ τὰ πρὸς Θεὸν ἐκείνῳ γινόμενος· ὁ δὲ μετ᾿ ἐκεῖνον μὲν εὐθὺς, πολὺ δὲ πρὸ τῶν ἄλλων ἀξίᾳ τε καὶ τῇ πρὸς Θεὸν ἐγγύτητι. Ἀμφότεροι βασανίζοντες Αἴγυπτον, θάλασσαν τέμνοντες, τὸν Ἰσραὴλ διεξάγοντες, τοὺς ἐχθροὺς βαπτίζοντες, ἄρτον ἄνωθεν ἕλκοντες, ὕδωρ ἄπιστον ἐν ἐρήμῳ, τὸ μὲν ἐκδιδόντες, τὸ δὲ γλυκαίνοντες· ἀμφότεροι καταπολεμοῦντες τὸν Ἀμαλὴκ ἐκτάσει χειρῶν ἁγίᾳ, καὶ τύπῳ μυστηρίου μείζονος· ἀμφότεροι πρὸς τὴν γῆν τῆς ἐπαγγελίας, καὶ ὁδηγοῦντες καὶ σπεύδοντες. Μή τι γνωριμώτερον τῆς εἰκόνος; Οὐ σαφῶς ὑμῖν τὸν ὁμώνυμον ἐμοὶ καὶ ὁμόψυχον ὁ ζωγράφος λόγος ἀνετυπώσατο;
3. Τούτων ὁ μὲν ἔχρισεν ἡμᾶς, καὶ κρυπτομένους εἰς μέσον ἤγαγεν· οὐκ οἶδ᾿ ὅ τι παθὼν, ἢ πῶς κινηθεὶς ἀναξίως τοῦ ἐν αὐτῷ πνεύματος· καὶ γὰρ εἰ τραχύτερος ὁ λόγος, ὅμως εἰρήσεται· πάντα οἴσει φιλία καὶ πάσχουσα καὶ ἀκούουσα. Ὁ δὲ παρακαλέσων ἥκει, καὶ συμβιβάσων, καὶ προσημερώσων τῷ Πνεύματι. Μέγα μὲν, ὅτι καὶ νῦν, ἐμοί (πῶς δὲ οὐ μέγιστον; ὅς γε παντὸς ὑμᾶς τοῦ βίου προεστησάμην)· μέμφομαι δὲ, ὅτι τῆς χρείας ὕστερος. Πῶς μετὰ τὴν ἧτταν καὶ καταδρομὴν ἡ συμμαχία, ὦ φίλων ἄριστε καὶ συμμάχων; καὶ μετὰ τὴν ζάλην ὁ κυβερνήτης, καὶ μετὰ τὴν οὐλὴν τὸ φάρμακον; Πότερον ὡς φιλάδελφος ᾐσχύνθης τὴν τυραννίδα; Ἢ καὶ αὐτὸς ὡς δυνάστης ἐδυσχέρανας τὴν ἀπειθείαν; Ποτέρῳ τῶν ἀδελφῶν ἐγκαλεῖς, καὶ πότερον ἀφιεὶς τῆς μέμψεως; Φθέγξομαί τι πρὸς σὲ τῶν τοῦ Ἰὼβ ῥημάτων, καὶ αὐτὸς ἀλγῶν, καὶ πρὸς φίλον, εἰ καὶ μὴ τοιοῦτον, μηδὲ ἐφ᾿ ὁμοίοις τοῖς πάθεσιν. Ποτέρῳ πρόσκεισαι; Ἢ τίνι μέλλεις βοηθεῖν; Ἆρ᾿ οὐχ ᾧ πολλὴ ἰσχύς; Οὐχ ᾧ πολλὴ σοφία καὶ ἐπιστήμη; Τοῦτο γὰρ ὁρῶ πολλοὺς τῶν νῦν κριτῶν πάσχοντας, οἳ ῥᾷον ἂν τοῖς ὑψηλοῖς τὰ μέγιστα συγχωρήσαιεν ἢ τοῖς ταπεινοῖς τὰ ἐλάχιστα. Τοῦτο μὲν οὖν αὐτὸς ἂν εἰδείης· οὐ γὰρ ἐμοί τι θέμις περὶ σοῦ τῶν οὐ καλῶν ἀποφαίνεσθαι, ὅς σε καλοῦ παντὸς ὅρον καὶ κανόνα τίθεμαι· καὶ ἅμα μὴ ταχὺς εἶναι εἰς κρίσιν, ὑπὸ τῆς Γραφῆς νενουτέθημαι. Ἐγὼ δὲ τὸν λόγον ὑποσχεῖν ἕτοιμος, καί σοι, καὶ παντὶ τῷ βουλομένῳ διὰ φιλίαν, τῆς ἐμῆς, εἴτε ἀπειθείας, ὡς ἄν τινες ὀνομάσαιεν, εἴτε προμηθείας, ὡς ἐμαυτὸν πείθω, καὶ ἀσφαλείας, ὡς ἂν εἰδείης μὴ πάντη ἀτόπῳ φίλῳ χρώμενος καὶ ἀμαθεῖ· ἀλλ᾿ ἔστιν ἃ καὶ συνορᾷν δυναμένῳ τῶν πολλῶν ἄμεινον, καὶ θαῤῥοῦντι μὲν ἃ θαῤῥεῖν ἄξιον, φοβουμένῳ δὲ οὗ ἐστι φόβος, καὶ ἃ μηδὲ φοβεῖσθαι τοῖς νοῦν ἔχουσι φοβερώτερον.
4. Τί οὖν δοκεῖ, καὶ τί βέλτιον; Νῦν ὑπόσχωμεν τὰς εὐθύνας ὑμῖν, τοῦτο κελεύετε, καὶ οὐκ ἀποδοκιμάζετε τὸν καιρόν; (Ὃ δέ ἐστι πανήγυρις, ἀλλ᾿ οὐ δικαστήριον.) Ἢ τοῦτο μὲν εἰς ἄλλον καιρὸν καὶ σύλλογον ἀποθώμεθα; Καὶ γάρ ἐστι μακρότερος, ἢ κατὰ τὸν παρόντα καιρὸν ὁ λόγος. Ἡμεῖς δὲ τί φθεγξόμεθα πρὸς ὑμᾶς τῆς πανηγύρεως ἄξιον, ἵνα μὴ νήστεις ὑμᾶς ἀπολύσωμεν αὐτοὶ, καὶ ταῦτα ὄντες οἱ ἑστιάτορες; Ἁγνίσωμεν ἡμᾶς αὐτοὺς, ἀδελφοὶ, τοῖς μάρτυσι· μᾶλλον δὲ, ᾧ κἀκεῖνοι δι᾿ αἵματος καὶ τῆς ἀληθείας ἡγνίσθησαν. Ἐλευθερωθῶμεν παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος· νιψώμεθα, καθαροὶ γενώμεθα· παραστήσωμεν καὶ αὐτοὶ τὰ σώματα ἡμῶν καὶ τὰς ψυχὰς, θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ταύτην ἡμῶν καὶ ἔντευξιν. Οὐδὲν γὰρ οὕτω τῷ καθαρῷ τίμιον, ὡς καθαρότης ἢ κάθαρσις. Ἀθλήσωμεν διὰ τοὺς ἀθλητάς· νικήσωμεν διὰ τοὺς νικητάς· μαρτυρήσωμεν τῇ ἀληθείᾳ διὰ τοὺς μάρτυρας. Τοῦτο τοῖς ἄθλοις αὐτῶν χαρισώμεθα, τὸ καὶ αὐτοὶ στεφανῖται γενέσθαι, καὶ τῆς αὐτῆς κληρονόμοι δόξης, τῆς τε παρ᾿ ἡμῶν ὑπαρχούσης αὐτοῖς καὶ τῆς ἐν οὐρανοῖς ἀποκειμένης, ἧς ὑπομνήματα καὶ χαρακτῆρες μικροί τινες τὰ ὁρώμενα. Πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας ἀγωνισώμεθα, πρὸς τοὺς ἀφανεῖς διώκτας τε καὶ τυράννους, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις, καὶ περὶ τὰ οὐράνια πρὸς τὸν ἔνδον καὶ ἐν ἡμῖν αὐτοῖς τὸν ἐν τοῖς πάθεσι πόλεμον, πρὸς τὰς καθ᾿ ἑκάστην ἡμέραν τῶν ἔξωθεν συμπιπτόντων ἐπαναστάσεις.
5. Ἐνέγκωμεν θυμὸν ὡς θηρίον, καὶ γλῶσσαν ὡς τομὸν ξίφος, καὶ ἡδονὴν ὡς πῦρ κατασβέσωμεν. Θώμεθα ταῖς ἀκοαῖς θύρας, καλῶς ἀνοιγομένας καὶ κλειομένας· καὶ τὸν ὀφθαλμὸν σωφρονίσωμεν· παιδαγωγήσωμεν ἁφὴν λυσσῶσαν, καὶ γεῦσιν σπαράττουσαν, μὴ θάνατος ἀναβῇ διὰ τῶν θυρίδων ἡμῶν· οὕτω γὰρ ἡγοῦμαι καλεῖσθαι τὰ αἰσθητήρια· καὶ γέλωτος ἀμετρίας καταγελάσωμεν. Μὴ κάμψωμεν γόνυ τῇ Βαὰλ διὰ τὴν χρείαν, μηδὲ διὰ φόβον τῇ εἰκόνι τῇ χρυσῇ προσκυνήσωμεν. Ἓν φοβηθῶμεν μόνον, τὸ φοβηθῆναί τι Θεοῦ πλέον, καὶ καθυβρίσαι τὴν εἰκόνα διὰ κακίας. Ἐν πᾶσι τὸν θυρεὸν τῆς πίστεως ἀναλάβωμεν, καὶ πάντα τὰ βέλη τοῦ πονηροῦ διαφύγωμεν. Καὶ οὗτος δεινὸς ὁ πόλεμος, καὶ αὕτη παράταξις μεγάλη, καὶ τοῦτο μέγα τρόπαιον. Εἰ οὕτως συνεληλύθαμεν, ἢ συντρέχομεν, ὄντως κατὰ Χριστὸν ἡ πανήγυρις, ὄντως τοὺς μάρτυρας τετιμήκαμεν, ἢ τιμήσομεν, ὄντως χορεύομεν ἐπινίκια. Εἰ δὲ γαστρὸς ἡδοναῖς χαριούμενοι, καὶ τρυφήσοντες πρόσκαιρα, καὶ εἰσοίσοντες τὰ κενούμενα, καὶ κραιπάλης χωρία ταῦτα, οὐ σωφροσύνης ὑπολαμβάνοντες, καὶ πραγματειῶν καιροὺς καὶ πραγμάτων, ἀλλ᾿ οὐκ ἀναβάσεως ἢ θεώσεως, ἵν᾿ οὕτως εἰπεῖν τολμήσω, ἧς οἱ μάρτυρες μεσιτεύουσι, πρῶτον μὲν οὐδὲ τὸν καιρὸν ἐπιγινώσκω. Τί γὰρ τὰ ἄχυρα πρὸς τὸν σῖτον; Τί δὲ θρύψις σαρκὸς πρὸς μαρτύρων παλαίσματα; Ἐκεῖνα τῶν θεάτρων, ταῦτα τῶν ἐμῶν συλλόγων· ἐκεῖνα τῶν ἀκολάστων, ταῦτα τῶν σωφρονούντων· ἐκεῖνα τῶν φιλοσάρκων, ταῦτα τῶν λυομένων ἀπὸ τοῦ σώματος. Ἔπειτα βούλομαι μὲν εἰπεῖν τι καὶ τολμηρότερον, φείδομαι δὲ τῆς βλασφημίας αἰδοῖ τῆς ἡμέρας· πλὴν οὐ ταῦτα ἀπαιτοῦσι παρ᾿ ἡμῶν οἱ μάρτυρες· οὕτω γὰρ εἰπεῖν μετριώτερον.
6. Μὴ τοίνυν ἀνάγνως τελῶμεν, ἀδελφοὶ, τὰ ἅγια, μηδὲ τὰ ὑψηλὰ ταπεινῶς, μηδ᾿ ἀτίμως τὰ τίμια, μηδὲ, συνελόντα εἰπεῖν, χοικῶς τὰ τοῦ πνεύματος. Πανηγυρίζει καὶ Ἰουδαῖος, ἀλλὰ κατὰ τὸ γράμμα· ἑορτάζει καὶ Ἕλλην, ἀλλ᾿ ὡς ἀρέσκει τοῖς δαίμοσιν. Ἡμῖν δὲ, ὡς πάντα πνευματικὰ, πρᾶξις, κίνημα, βούλημα, λόγος, ἄχρι καὶ βαδίσματος καὶ ἐνδύματος, ἄχρι καὶ νεύματος, εἰς πάντα τοῦ λόγου φθάνοντος καὶ ῥυθμίζοντος τὸν κατὰ Θεὸν ἄνθρωπον· οὕτω καὶ τὸ πανηγυρίζειν, καὶ τὸ φαιδρύνεσθαι. Οὐ γὰρ κωλύω τὴν ἄνεσιν, ἀλλὰ κολάζω τὴν ἀμετρίαν. Ἂν οὕτω συνιῶμεν, καὶ οὕτω πανηγυρίζωμεν, μέγα μὲν, ὅτι καὶ αὐτοὶ τευξόμεθα τῶν αὐτῶν ἄθλων, εἰπεῖν, καὶ τῆς αὐτῆς δόξης κληρονομήσομεν· ἃ γὰρ οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἀνθρώπινός ποτε νοῦς ἀνετυπώσατο, κατ᾿ ἐξουσίαν πλάττων μακαριότητα, ταῦτα νομίζομεν ἀποκεῖσθαι τοῖς καθῃραμένοις δι᾿ αἵματος, καὶ τὴν Χριστοῦ θυσίαν μιμησαμένοις· ἀλλὰ τήν γε λαμπρότητα τῶν ἁγίων μαρτύρων ὀψόμεθα, οὐδὲ γὰρ τοῦτο μικρὸν, ὡς ὁ ἐμὸς λόγος, καὶ εἰς τὴν χαρὰν τοῦ αὐτοῦ Κυρίου εἰσελευσόμεθα, καὶ τῷ φωτὶ τῆς μακαρίας καὶ ἀρχικῆς Τριάδος, εὖ οἶδ᾿, ὅτι ἐλλαμφθησόμεθα τρανότερόν τε καὶ καθαρώτερον, εἰς ἣν πεπιστεύκαμεν, καὶ ᾗ λατρεύομεν, καὶ ἣν ὁμολογοῦμεν ἔμπροσθεν Θεοῦ καὶ ἀνθρώπων, μηδὲν δεδοικότες, μηδὲν αἰσχυνόμενοι, μὴ τοὺς ἔξωθεν ἐχθροὺς, μὴ τοὺς ἐν ἡμῖν αὐτοῖς ψευδοχρίστους καὶ πολεμίους τοῦ Πνεύματος. Καὶ ὁμολογοίημεν μέχρι τῆς ἐσχάτης ἀναπνοῆς ἐν πολλῇ παῤῥησίᾳ τὴν καλὴν παρακαταθήκην τῶν ἁγίων Πατέρων, τῶν ἐγγυτέρω Χριστοῦ, καὶ τῆς πρώτης πίστεως, τὴν σύντροφον ἡμῖν ἐκ παίδων ὁμολογίαν, ἣν πρώτην ἐφθεγξάμεθα, καὶ ᾗ τελευταῖον συναπέλθοιμεν, τοῦτο, εἰ μή τι ἄλλο, ἐντεῦθεν ἀποφερόμενοι, τὴν εὐσέβειαν.
7. Ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ καταλλάξας ἡμᾶς ἑαυτῷ διὰ τοῦ σταυροῦ, διὰ τῆς ἁμαρτίας πολεμωθέντας· ὁ εὐαγγελισάμενος εἰρήνην τοῖς ἐγγὺς, καὶ τοῖς μακράν, τοῖς τε ὑπὸ νόμον καὶ τοῖς ἔξω νόμου· ὁ τῆς ἀγάπης πατὴρ, ἡ ἀγάπη· ταῦτα γὰρ πρὸ τῶν ἄλλων χαίρει καλούμενος, ἵνα νομοθετήσῃ καὶ τοῖς ὀνόμασι τὸ φιλάδελφον, ὁ τὴν καινὴν ἐντολὴν δοὺς ἐν τῷ τοσοῦτον ἀγαπᾷν ἀλλήλους, ὅσον καὶ ἠγαπήμεθα· ὁ δοὺς καὶ τυραννεῖν καλῶς, καὶ τυραννεῖσθαι διὰ τὸν φόβον, καὶ ἀναδύεσθαι σὺν λόγῳ, καὶ θαῤῥεῖν πάλιν διὰ τὸν λόγον· ὁ καὶ τὰ μεγάλα ποίμνια καταρτίζων, καὶ τὰ μικρὰ μεγαλύνων διὰ τῆς χάριτος, αὐτὸς, κατὰ τὸ πλῆθος τῆς ἑαυτοῦ χρηστότητος, ἡμᾶς μὲν παρακαλέσαι παρακλήσει πολλῇ, καὶ εἰς τὰ ἔμπροσθεν ἄγοι συμποιμαίνων καὶ διασώζων τὸ ποίμνιον· ὑμᾶς δὲ καταρτίσειεν εἰς πᾶν ἔργον ἀγαθὸν, καὶ πνευματικῶς πανηγυρίζειν τοῖς μάρτυσι πείσειε, καὶ τῆς ἐκεῖθεν τρυφῆς καταξιώσειεν, ἔνθα πάντων εὐφραινομένων ἡ κατοικία, καὶ ὀφθέντας ἐν δικαιοσύνῃ τῆς ἑαυτοῦ δόξης κορέσειεν, ἐποφθείσης ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, ἡ τιμὴ καὶ ἡ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ 12.

Εἰς τὸν πατέρα ἑαυτοῦ, ἡνίκ᾿ ἐπέτρεψεν αὐτὸν φροντίζειν τῆς Ναζιανζοῦ Ἐκκλησίας.

1. Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα Πνεῦμα, καὶ δίδωμι τὰ ἐμαυτοῦ πάντα, καὶ ἐμαυτὸν τῷ Πνεύματι, καὶ πρᾶξιν, καὶ λόγον, καὶ ἀπραξίαν, καὶ σιωπήν· μόνον ἐχέτω με, καὶ ἀγέτω, καὶ κινείτω καὶ χεῖρα, καὶ νοῦν, καὶ γλῶσσαν, ἐφ᾿ ἃ δεῖ καὶ βούλεται· καὶ ἀπαγέτω πάλιν ἀφ᾿ ὧν δεῖ, καὶ ὧν ἄμεινον. Ὄργανόν εἰμι θεῖον, ὄργανον λογικὸν, ὄργανον καλῷ τεχνίτῃ τῷ Πνεύματι ἁρμοζόμενον καὶ κρουόμενον. Χθὲς ἐνήργει τὴν σιωπήν; τὸ μὴ λέγειν ἐφιλοσόφουν. Σήμερον κρούει τὸν νοῦν; ἠχήσω τὸν λόγον, καὶ φιλοσοφήσω τὸ φθέγγεσθαι. Καὶ οὔτε λάλος οὕτως εἰμὶ, ὡς λέγειν ἐπιθυμεῖν, τὸ σιωπᾷν ἐνεργούμενος· οὔτε σιωπηλὸς οὕτω καὶ ἀμαθής, ὡς ἐν καιρῷ λόγου τιθέναι φυλακὴν τοῖς χείλεσιν· ἀλλὰ καὶ κλείω καὶ ἀνοίγω τὴν ἐμὴν θύραν Νῷ, καὶ Λόγῳ, καὶ Πνεύματι, τῇ μιᾷ συμφυΐᾳ τε καὶ θεότητι.
2. Φθέγξομαι μὲν οὖν, ἐπειδὴ τοῦτο κελεύομαι, φθέγξομαι δὲ πρός τε τὸν ἀγαθὸν τοῦτον ποιμένα, καὶ τὴν ἱερὰν ποίμνην ὑμᾶς, ἅ μοι δοκεῖ βέλτιον εἶναι, ἐμέ τε εἰπεῖν, καὶ ὑμᾶς ἀκοῦσαι σήμερον. Τί ὅτι τοῦ συμποιμαίνοντος ἐδεήθης; Ἀπὸ σοῦ γὰρ ὁ λόγος ἄρξεται, ὦ φίλη καὶ τιμία μοι κεφαλὴ, καὶ τῆς Ἀαρὼν ἐκείνης ἀξία, καθ᾿ ἧς στάζει τὸ πνευματικόν τε καὶ ἱερατικὸν ἐκεῖνο μύρον ἄχρι πώγωνος καὶ ἐνδύματος. Τί ὅτι, πολλοὺς στηρίζειν ἔτι καὶ χειραγωγεῖν δυνάμενος, καὶ μέντοι καὶ χειραγωγῶν ἐν τῇ ἰσχύι τοῦ Πνεύματος, βακτηρίαν ὑποβάλλῃ τοῖς πνευματικοῖς ἔργοις καὶ ἔρεισμα; Ἢ τοῦτο εἰδὼς καὶ ἀκούων, ὅτι καὶ μετὰ Ἀαρὼν ἐκείνου τοῦ πάνυ ἐχρίσθησαν Ἐλεάζαρ καὶ Ἰθάμαρ οἱ υἱοὶ Ἀαρών; τὸν γὰρ Ναδὰβ καὶ Ἀβιοὺδ ἐκὼν ὑπερβήσομαι, δέει τῆς βλασφημίας· καὶ Μωϋσῆς ἀνθ᾿ ἑαυτοῦ τὸν Ἰησοῦν ἀναδείκνυσιν ἔτι ζῶν ἀντὶ νομοθέτου καὶ στρατηγοῦ, τοῖς ἐπὶ τὴν γῆν τῆς ἐπαγγελίας ἐπειγομένοις; Καὶ τὸ μὲν γὰρ τοῦ Ἀαρὼν καὶ τοῦ Ὢρ ὑποστηριζόντων τὰς χεῖρας Μωϋσέως ἐπὶ τοῦ ὄρους, ἵν᾿ ὁ Ἀμαλὴκ καταπολεμηθῇ τῷ σταυρῷ, πόῤῥωθεν σκιαγραφουμένῳ καὶ τυπουμένῳ, δοκῶ μοι παρήσειν ἑκὼν, ὡς οὐ σφόδρα οἰκεῖον ἡμῖν καὶ πρόσφορον· οὐ γὰρ συννομοθέτας ᾑρεῖτο τούτους Μωϋσῆς, ἀλλ᾿ εὐχῆς βοηθοὺς, καὶ καμάτου χειρῶν ἐρείσματα.
3. Σοὶ δὲ τί πάσχει; τί κάμνει; Τὸ σῶμα; Ὑποστηρίζειν ἕτοιμος· ἀλλὰ καὶ ὑπεστήριξα, καὶ ἐστηρίχθην, ὡς ὁ Ἰακὼβ ἐκεῖνος, πατρικαῖς εὐλογίαις. Ἀλλὰ τὸ πνεῦμα; Τίς ἰσχυρότερος, καὶ θερμότερος, καὶ νῦν μάλιστα, ὅσῳ τὰ τῆς σαρκὸς ὑποβαίνει καὶ ὑπεξίσταται, ὥσπερ φωτὶ, τὸ ἀντιφράττον καὶ ἀντικείμενον, καὶ κωλύον τὴν λαμπηδόνα; Φιλεῖ γὰρ ὡς τὰ πολλὰ ἀντιπολεμεῖν ταῦτα ἀλλήλοις καὶ ἀντικαθέζεσθαι· καὶ σῶμα μὲν εὐεκτεῖν, καμνούσης ψυχῆς, ψυχὴν δὲ θάλλειν καὶ ἄνω βλέπειν, τῶν ἡδονῶν ὑποβαινουσῶν καὶ συναπομαραινομένων τῷ σώματι. Σοῦ δὲ καὶ ἄλλως ἐθαύμασα τὸ ἀρχαικὸν καὶ γενναῖον, πῶς οὐδὲ τοῦτο ἔδεισας, σφόδρα τῶν νῦν ὑπάρχον καιρῶν, μή σοι τὸ πνεῦμα πρόφασις νομισθῇ, καὶ σαρκικῶς ταῦτα λαμβάνειν δοκῶμεν τοῖς πολλοῖς, πνευματικῶς προσποιούμενοι. Ἐπειδὴ μέγα τὸ πρᾶγμα καὶ τυραννικὸν, καὶ θαυμασίαν οἵαν ἔχον ἀπόλαυσιν, οἱ πολλοὶ νομίζεσθαι πεποιήκασιν· κἂν ἔτι στενοτέρας τις ἢ κατὰ ταύτην προστατῇ καὶ ἐξηγῆται ποίμνης, καὶ πλέον φερούσης τῶν ἡδέων τὰ μοχθηρά. Τοῦτο μὲν δὴ τῆς σῆς εἴτε ἁπλότητος εἴτε φιλοτεκνίας, ὑφ᾿ ἧς οὔτε τι τῶν πονηρῶν, οὔτε αὐτὸς παραδέχῃ, οὔτε περὶ τῶν ἄλλων ῥᾳδίως ὑπολαμβάνεις· (βραδὺ γὰρ εἰς ὑπόνοιαν κακοῦ τὸ πρὸς κακίαν δυσκίνητον·) ἐμοὶ δὲ καὶ δεύτερον πρὸς τὸν εἴτε σὸν εἴτε καὶ ἐμὸν λαὸν τοῦτον βραχέα διαλεχθῆναι.
4. Τετυραννήμεθα, ὦ φίλοι καὶ ἀδελφοί· ὑμᾶς γὰρ, εἰ καὶ μὴ τότε, ἀλλὰ νῦν ἐπιβοησόμεθα· τετυραννήμεθα γήρᾳ πατρὸς καὶ φίλου, ἵνα μετρίως εἴπω, χρηστότητι. Καί μοι βοηθεῖτε, ὅστις ἂν οἷός τε ᾖ, καὶ δότε χεῖρα πιεζομένῳ, καὶ διελκομένῳ ὑπὸ πόθου καὶ πνεύματος· ὁ μὲν εἰσηγεῖται δρασμοὺς, καὶ ὄρη, καὶ ἐρημίας, καὶ ἡσυχίαν ψυχῆς καὶ σώματος, καὶ τὸν νοῦν εἰς ἑαυτὸν ἀναχωρῆσαι, καὶ συστραφῆναι ἀπὸ τῶν αἰσθήσεων, ὥστε ὁμιλεῖν ἀκηλιδώτως Θεῷ, καὶ ταῖς τοῦ Πνεύματος αὐγαῖς καθαρῶς ἐναστράπτεσθαι, μηδενὸς ἐπιμιγνυμένου τῶν κάτω καὶ θολερῶν, μηδὲ τῷ θείῳ φωτὶ παρεμπίπτοντος, ἕως ἂν ἐπὶ τὴν πηγὴν ἔλθωμεν τῶν τῇδε ἀπαυγασμάτων, καὶ στῶμεν τοῦ πόθου καὶ τῆς ἐφέσεως, λυθέντων τῶν ἐσόπτρων τῇ ἀληθείᾳ. Βούλεται τὸ δὲ εἰς μέσον ἄγειν, καὶ καρποφορεῖν τῷ κοινῷ βούλεται, καὶ τοῦτο ὠφελεῖσθαι, τὸ ὠφελεῖν ἀλλήλους, καὶ δημοσιεύειν τὴν ἔλλαμψιν, καὶ προσάγειν Θεῷ λαὸν περιούσιον, ἔθνος ἅγιον, βασίλειον ἱεράτευμα, ἐν πλείοσι εἰκόνα κεκαθαρμένην. Κρεῖσσον γὰρ εἶναι καὶ πλεῖον, ὥσπερ φυτοῦ παράδεισον, καὶ ἀστέρος ἑνὸς οὐρανὸν ὅλον σὺν τοῖς ἑαυτοῦ κάλλεσι, καὶ μέλους σῶμα, οὕτω καὶ Θεῷ κατορθοῦντος ἑνὸς ὅλην Ἐκκλησίαν κατηρτισμένην· καὶ χρῆναι μὴ τὸ ἑαυτοῦ μόνον σκοπεῖν, ἀλλὰ καὶ τὸ τῶν ἄλλων. Ἐπεὶ καὶ Χριστὸς οὕτως, ᾧ μένειν ἐξὸν ἐπὶ τῆς ἰδίας τιμῆς καὶ θεότητος, οὐ μόνον ἐκένωσεν ἑαυτὸν μέχρι τῆς τοῦ δούλου μορφῆς, ἀλλὰ καὶ σταυρὸν ὑπέμεινεν αἰσχύνης καταφρονήσας, ἵν᾿ ἐν τοῖς ἑαυτοῦ πάθεσιν ἀναλώσῃ τὴν ἁμαρτίαν, καὶ ἀποκτείνῃ τῷ θανάτῳ τὸν θάνατον. Ἐκεῖνα μὲν δὴ τῆς ἐπιθυμίας τὰ πλάσματα, ταῦτα δὲ τοῦ Πνεύματος τὰ διδάγματα. Μέσος δὲ ὢν πόθου καὶ πνεύματος, καὶ οὐκ ἔχων τίνι τὸ πλέον χαρίσομαι, ὅ μοι δοκῶ κάλλιστον εὑρηκέναι καὶ ἀσφαλέστατον, κοινώσομαι καὶ ὑμῖν, ἵνα μοι συνδοκιμάσητε καὶ συλλάβησθε τοῦ βουλεύματος.
5. Ἔδοξέ μοι κράτιστον εἶναι καὶ ἀκινδυνότατον, μέσην τινὰ τραπέσθαι τοῦ πόθου καὶ τῆς δειλίας, καὶ τὸ μὲν τῇ ἐπιθυμίᾳ δοῦναι, τὸ δὲ τῷ πνεύματι· τοῦτο δὲ ἂν γενέσθαι, μήτε πάντῃ φυγόντος τὴν λειτουργίαν, ὥστε ἀθετῆσαι τὴν χάριν, ἐπισφαλὲς γὰρ, μήτε μεῖζον ἢ κατ᾿ ἐμαυτὸν ἀραμένου φορτίον, βαρὺ γάρ· καὶ τὸ μὲν κεφαλῆς ἄλλου, τὸ δὲ δυνάμεως· μᾶλλον δὲ ἀπονοίας ἀμφότερα. Εὐσεβείας δὲ εἶναι ἅμα καὶ ἀσφαλείας μετρῆσαι τῇ δυνάμει τὴν λειτουργίαν· καὶ ὥσπερ τροφῆς τὴν μὲν κατὰ δύναμιν προσίεσθαι, τὴν δὲ ὑπὲρ δύναμιν ἀποπέμψασθαι· οὕτω γὰρ σώματι μὲν εὐεξίαν παραγίνεσθαι, ψυχῇ δὲ ἀσφάλειαν τῷ μετριάζειν ἐν ἀμφοτέροις. Διὰ τοῦτο νῦν μὲν δέχομαι τῷ καλῷ πατρὶ συνδιαφέρειν τὴν ἐπιμέλειαν, ὥσπερ ἀετῷ μεγάλῳ καὶ ὑψιπέτῃ νεοσσὸς οὐκ ἄχρηστος ἐγγύθεν συμπαριπτάμενος· μετὰ δὲ τοῦτο δώσω τῷ Πνεύματι τὴν ἐμὴν πτέρυγα φέρειν ᾗ βούλεται, καὶ ὡς βούλεται· καὶ οὐδεὶς ὁ βιασόμενος, οὐδὲ ἀπάξων ἑτέρωθι, μετὰ τούτου βουλευόμενον. Ἡδὺ μὲν γὰρ πατρὸς πόνοι κληρονομούμενοι, καὶ τὸ συνηθέστερον ποίμνιον τοῦ ξένου καὶ ἀλλοτρίου· προσθείην δ᾿ ἂν, ὅτι καὶ Θεῷ τιμιώτερον, εἰ μή με ἀπατᾷ τὸ φίλτρον, καὶ κλέπτει τὴν αἴσθησιν ἡ συνήθεια· οὔπω δὲ χρησιμώτερον τοῦ ἑκόντας ἑκόντων ἄρχειν, οὐδὲ ἀσφαλέστερον· ἐπειδὴ μὴ πρὸς βίαν ἄγειν τοῦ ἡμετέρου νόμου, μηδὲ ἀναγκαστῶς, ἀλλ᾿ ἑκουσίως. Τοῦτο μὲν γὰρ οὐδ᾿ ἂν ἄλλην ἀρχὴν συστήσειεν, ἐπειδὴ φιλεῖ τὸ βίᾳ κρατούμενον ἐλευθεριάζειν ποτὲ καιροῦ λαβόμενον· τὴν δὲ ἡμετέραν οὐκ ἀρχὴν, ἀλλὰ παιδαγωγίαν, καὶ πάντων μάλιστα συντηρεῖ τὸ ἑκούσιον. Βουλομένων γὰρ, οὐ τυραννουμένων, τὸ τῆς εὐσεβείας μυστήριον.
6. Οὗτος ὁ παρ᾿ ἐμοῦ λόγος ὑμῖν, ὦ ἄνδρες, ἁπλῶς τε καὶ μετὰ πάσης εὐνοίας εἰρημένος, καὶ τοῦτο τὸ τῆς ἐμῆς διανοίας μυστήριον. Νικώῃ δὲ ὅ τι ἂν καὶ ὑμῖν καὶ ἡμῖν μέλλῃ συνοίσειν, τοῦ Πνεύματος ἄγοντος τὰ ἡμέτερα (πάλιν γὰρ εἰς ταυτὸν ὁ λόγος ἀνέρχετα)ι, ᾧ δεδώκαμεν ἡμᾶς αὐτοὺς, καὶ τὴν χρισθεῖσαν κεφαλὴν τῷ ἐλαίῳ τῆς τελειώσεως ἐν Πατρὶ παντοκράτορι, καὶ τῷ μονογενεῖ Λόγῳ, καὶ τῷ ἁγίῳ Πνεύματι καὶ Θεῷ. Μέχρι γὰρ τίνος τῷ μοδίῳ τὸν λύχνον περικαλύψομεν, καὶ φθονήσομεν τοῖς ἄλλοις τῆς τελείας θειότητος, δέον ἐπὶ τὴν λυχνίαν ἤδη τιθέναι καὶ λάμπειν πάσαις Ἐκκλησίαις τε καὶ ψυχαῖς, καὶ παντὶ τῷ τῆς οἰκουμένης πληρώματι, μηκέτι εἰκαζόμενον, μηδὲ τῇ διανοίᾳ σκιαγραφούμενον, ἀλλὰ καὶ φανερῶς ἐκλαλούμενον; Ἥπερ δὴ τελεωτάτη τῆς θεολογίας ἀπόδειξις τοῖς ταύτης ἠξιωμένοις τῆς χάριτος ἐν αὐτῷ Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα, τιμὴ, κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΛΟΓΟΣ 13.

Εἰς τὴν χειροτονίαν Δοαρῶν ὁμιλία ἐκδοθεῖσα Εὐλαλίῳ ἐπισκόπῳ.

1. Δέξασθε τὸν ἡμέτερον λόγον, ἀδελφοὶ, κἂν ἐλάχιστος ᾖ, κἂν παρὰ πολὺ τῆς ἀξίας λειπόμενος· πλὴν ὅμως σταθμίζειν οἶδεν ὁ Δεσπότης Θεὸς τῇ δικαίᾳ κρίσει τὸν ἔλεον· δέχεται γὰρ καὶ Παύλου τὴν φυτείαν, ὡς Παύλου, καὶ Ἀπολλὼ τὴν ἀρδείαν, καὶ τὰ δύο λεπτὰ τῆς χήρας, καὶ τοῦ τελώνου τὴν ταπείνωσιν, καὶ τοῦ Μανασσῆ τὴν ἐξαγόρευσιν. Δέξασθε λόγον νεόκτιστον ἐπὶ νεοκτίστῳ ποιμένι· δέξασθε φωνὴν εὐχαριστήριον ἐπὶ τοῖς ὀρωμένοις θαύμασι. Μικροὶ μὲν ἡμεῖς καὶ ἐλάχιστοι ἐν υἱοῖς Ἰσραήλ· εὐχαριστεῖν δὲ πλουσίως οὐδὲν κωλύει καὶ τοὺς μικρούς. Τὴν μὲν οὖν τελεωτέραν εὐφημίαν ἀποδώσουσι τῷ Θεῷ πάντως οἱ τελεώτεροι· ἡμεῖς δὲ τὴν κατὰ δύναμιν εἰσοίσομεν σήμερον. Τοιγαροῦν ᾄσατε τῷ Κυρίῳ ᾆσμα καινόν· ὅτι θαυμαστὰ ἐποίησεν. Ἐκυμαινόμεθα, ἐπολεμούμεθα, ἐξωθούμεθα· τὰ μὲν ἤδη παρῆν τῶν δεινῶν, τὰ δὲ ἤμελλεν. Ἀλλὰ τίς ἔστησε τὴν καταιγίδα εἰς αὔραν; Τίς συνέτριψεν ὅπλον, καὶ ῥομφαίαν, καὶ πόλεμον; Τίς τοὺς ἐξωσμένους καὶ ἀπεῤῥιμμένους ἡμᾶς εἰσεδέξατο; Οὐχὶ σὺ ὁ Θεὸς, ὁ ἐνεργήσας ταῦτα; Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ.
2. Οὗτος ἔτεμε θάλασσαν· οὗτος ἔτρεψεν ἐν ἐρήμῳ λαὸν φυγάδα, ξένον ὑετὸν χαρισάμενος· οὗτος πέτραν ἐπήγασεν· οὗτος κατεπολέμησε τὸν Ἀμαλὴκ, χειρῶν ἀποῤῥήτῳ καὶ μυστικῷ σχήματι. Τοῦτο γὰρ ἴσχυσαν ἱερέως χεῖρες ἐπὶ τοῦ ὄρους αἰρόμεναι, καὶ εἰς εὐχὴν τυπούμεναι, ὃ πολλαὶ μυριάδες οὐκ ἴσχυσαν. Οὗτος τείχη κατέσεισεν ἀμάχως καὶ ἀπολέμως· καὶ, ἵνα τὰ τελευταῖα λέγω, οὗτος κατήνεγκε τὸν Γολιὰθ κατὰ τοῦ μεγάλου Δαβὶδ τολμήσαντα, τὸν ἐπηρμένον, καὶ ἀλαζόνα, καὶ ἀπόγονον τῶν γιγάντων. Διὰ ταῦτα οὖν ὁμοθυμαδὸν λέγωμεν· Εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν· καὶ, Χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν· ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων· ἄλλα τε ὅσα ψυχὴ περιχαρὴς ἐπὶ Θεοῦ μεγαλοδωρεᾷ φθέγγεται. Οὐκ ἤλθομεν βάλλειν μάχαιραν, ἀλλ᾿ εἰρήνην. Οὐκ ἤλθομεν ἐπ᾿ ἀτιμίᾳ τοῦ μεγάλου ποιμένος, τοῦ τῆς λαμπρᾶς προκαθεζομένου πόλεως· τίμιον ἴσμεν, κεφαλὴν γινώσκομεν, ἅγιον καλοῦμεν, καὶ ἀδικούμενοι· μόνον ἔστω φιλότεκνος, καὶ πάσης προνοῶν Ἐκκλησίας. Προσθήκην ἱερέων ἐπραγματευσάμεθα, οὐχ ὑφαίρεσιν· αἱρετικῶν ἀνατροπὴν, οὐκ ὀρθοδόξων ἐλάττωσιν.
3. Τί φῂς, ὦ παῖ Δαθὰν καὶ Ἀβειρὼν, καὶ στρατηγὲ ἀσωφρόνιστε, ὁ κατὰ Μωϋσέως τολμήσας, καὶ χεῖρας ἐπαφεὶς ἡμῖν, ὥσπερ ἐκεῖνοι τὰς γλώςσας τῷ μεγάλῳ θεράποντι; Οὐκ ἔφριξας; Οὐκ ἐνετράπης; Οὐκ ἔῤῥευσάν σοι ταῦτα διανοουμένῳ κατὰ γῆς αἱ σάρκες; Εἶτα τὰς χεῖρας ταύτας ἀνατείνεις τῷ Θεῷ; Εἶτα δῶρα προσάξεις; Εἶτα ὑπερεύξῃ λαοῦ; Φοβοῦμαι μή ποτε τοσοῦτον ἡ ῥομφαία τοῦ Θεοῦ κατιωθῇ, καὶ ἠρεμήσειεν. Οὔτε τῷ ποιμένι τῷ σῷ μέγα τι ἐχαρίσω, καὶ σαυτὸν τὰ μέγιστα ἐζημίωσας, ἀλλοτριώσας σεαυτὸν τῆς τοῦ Θεοῦ χάριτος.
4. Νῦν δὲ, ὦ ποιμένων ἄριστε καὶ τελεώτατε, δεῦρό μοι καὶ τὸν σὸν ἀπολάμβανε λαὸν σὺν ἡμῖν τε καὶ πρὸ ἡμῶν, ὃν ἐνεχείρισέ σοι τὸ Πνεῦμα τὸ ἅγιον, ὃν προσάγουσιν ἄγγελοι, ὃν ὁ βίος καὶ ὁ τρόπος ἐπίστευσεν. Εἰ δὲ διὰ πειρασμῶν καὶ κωλυμάτων τὸν θρόνον κληρονομεῖς, μὴ θαυμάσῃς· οὐδὲν τῶν μεγάλων ἀδόκιμον, οὐδὲν ἀβασάνιστον. Ἕπεται γὰρ φύσει τοῖς μὲν ταπεινοῖς τὸ ῥᾴδιον, τοῖς δὲ ὑψηλοῖς τὸ δύςκτητον. Ἤκουσας τοῦ εἰπόντος, Ὅτι δεῖ ἡμᾶς διὰ πολλῶν θλίψεων εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· εἰπὲ καὶ αὐτός· Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. Ὢ τοῦ θαύματο!ς Τὸ ἑσπέρας· ηὐλίσθη κλαυθμὸς, καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις. Ἔα ληρεῖν τοὺς πολεμοῦντας καὶ περιχάσκειν, ὡς κύνας ὑλακτοῦντας διακενῆς· ἡμεῖς δὲ μὴ πολεμώμεθα. Δίδασκε προςκυνεῖν Θεὸν τὸν Πατέρα, Θεὸν τὸν Υἱὸν, Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον, ἐν τρισὶν ὑποστάσεσιν, ἐν μιᾷ δόξῃ τε καὶ λαμπρότητι. Τὸ ἀπολωλὸς ἐκζήτει· τὸ ἀσθενὲς ἐνίσχυε· τὸ ἰσχυρὸν φύλασσε. Τοσαύτην ἀπαιτοῦμέν σε τὴν ἐν τοῖς πνευματικοῖς εὐδοκίμησιν, ὅσην ἐπὶ τῶν κοσμικῶν συνέγνωμεν. Τὴν μὲν οὖν τελεωτέραν ὅπλισιν δέχοιο παρὰ τῶν μειζόνων στρατηγῶν, δι᾿ ἧς δυνήσῃ τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι, καὶ παραστῆσαι τῷ Κυρίῳ λαὸν περιούσιον, ἔθνος ἅγιον, βασίλειον ἱεράτευμα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου