Τετάρτη 5 Αυγούστου 2015

ΣΕΠΤΕΜΒΡΙΟΥ 14!! ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ ΕΓΚΩΜΙΑ ΕΙΣ ΤΟΝ ΤΙΜΙΟΝ ΣΤΑΥΡΟΝ


ΣΕΠΤΕΜΒΡΙΟΥ 14!! ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ

ΕΓΚΩΜΙΑ ΕΙΣ ΤΟΝ ΤΙΜΙΟΝ ΣΤΑΥΡΟΝ

Στάσις Α΄. Ἀκροστιχίς: Ξύλον τὸ πανάγιον προσκυνῶ. Ἦχος πλ. α΄. Ἡ ζωὴ ἐν τάφῳ.
Ἡ ζωὴ τῶν πάντων, ἐν τῶ ξύλῳ Χριστέ, προσηλώθης καὶ ζωὴν τὴν αἰώνιον, ἐκπηγάζεις τοῖς πιστεύουσι εἰς Σέ.
Ξενοτρόπως Λόγον, καὶ Υἱὸν τοῦ Θεοῦ, τὸν ἐν γῇ μετὰ σαρκὸς ἐνδημήσαντα, ἐπεδόξασας Πανάγιε Σταυρέ.
Ὑψωθεὶς ἐν τόπῳ, τοῦ κρανίου Σταυρέ, τὴν γῆν πᾶσαν εὐλογεῖς τῆ σῇ χάριτι, καὶ τοῖς πᾶσιν ἐφαπλοῖς τὰς δωρεάς.
Λυτρωτὴν τοῦ κόσμου, καὶ Σωτῆρα Χριστόν, τὸν Ἀδὰμ ἐν Παραδείσῳ εἰσάξαντα, ἐπεβάστασα πανέντιμε Σταυρέ.
Οὐρανῶν δυνάμεις, σὲ κυκλοῦσι Σταυρέ, τὸν Δεσπότην τοῦ παντὸς εὐλαβούμεναι, καὶ πιστῶς σὲ προσκυνοῦσι γηγενεῖς.
Νεουργεῖ τὴν φύσιν, τὴν φθαρεῖσαν τὸ πρίν, τῇ πικρᾷ τοῦ ξύλου γεύσει ὁ Κύριος, διὰ σοῦ ξύλον πανένδοξον Σταυροῦ.
Τρόπαια τῆς νίκης, σῇ δυνάμει Σταυρέ, ἐπεγείρονται καὶ δαίμονες πίπτουσι, καὶ θρηνεῖ τῶν δυσμενῶν πᾶσα πληθύς.
Ὅ τὴν κτίσιν πᾶσαν, καταυγάζων φωτί, τὰς ἀκτῖνας συνεσκότασεν ἥλιος, Βασιλέα κατιδὼν ἐν τῷ Σταυρῷ.
Πλοῦτον ἀπολαύει, διὰ σοῦ ὦ Σταυρέ, ὅν ἀπώλεσε Ἀδὰμ καὶ ἐνδύεται, ἀφθαρσίας τὴν θεότευκτον στολήν.
Ἄσμασιν ἐνθέοις, σὲ ὑμνοῦμεν Σταυρέ, ὑπερύμνητον λατρεύοντες Κύριον, τὸν ἐν σοὶ ἀναρτηθέντα δι’ ἠμᾶς.
Νηστευόντων πέλεις, ἡ ἰσχὺς ὦ Σταυρέ, ἀγρυπνούντων ἀδιάσειστονν ἔρεισμα, εὐσεβούντων ἀντιλήπτωρ τε θερμός.
Ἄνακτι τὸ πάλαι, συμμαχήσας Σταυρέ, τῶν βαρβάρων κατεβλήθη τὸ φρύαγμα, καὶ ὑψώθη κέρας ἅπαν τῶν πιστῶν.
Γένος τῶν ἀνθρώπων, γόνυ κάμπτει πιστῶς, τῇ δυνάμει σου Σταυρὲ πανσεβάσμιε, προσκυνῶν καὶ μεγαλύνων σὲ ἀεί.
Ἱερέων χεῖρες, σὲ ὑψοῦσι Σταυρέ, ἀνυμνοῦντες τὸν τὰς χεῖρας ἁπλώσαντα, διεστῶτά τε συνάψαντα ἐν σοί.
Ὄλβιόν σε ξύλον, τῆς ζωῆς θησαυρόν, τὸν ἀτίμητον βαστάσαν ἐν πίστει σε, μακαρίζω τρισμακάριστε Σταυρέ.
Νέφος τῆς ἀγνοίας, ἀπελαύνεις Σταυρέ, καὶ φωτίζεις οἰκουμένης τὰ πέρατα, ταῖς ἀχράντοις τῶν ἀκτίνων σου βολαῖς.
Πυλωροὶ τοῦ Ἅδου, σὲ ἰδόντες Σταυρέ, ἐπικράνθησαν νεκροὺς γὰρ ἀπώλεσαν, οὕς κατεῖχον ἀπ’ αἰῶνος ἐν δεσμοῖς.
Ῥητορεύσεις πᾶσαι, προφητῶν ἐπὶ σοί, πολυθρύλητε Σταυρὲ πέρας ἔλαβον, ὑποπόδιον ἐγένου γὰρ Θεοῦ.
Ὀλεθρίων στίφη, δειματοῦνται ἐν σοί, καὶ πληθὺς τῶν πιστευόντων ἀγάλλεται, χαροπάροχε καὶ Τίμιε Σταυρέ.
Σοφιστῶν τὰ χείλη, κοσμοσῶστα Σταυρέ, ἐνεφράγησαν τῇ θείᾳ σοφίᾳ σου, καὶ μωρία διηλέγθη τῶν ἐθνῶν.
Κέδρων πᾶσα φύσις, ἐπαγάλλου ἀεί, ἐν τῷ ξύλῳ σου Θεὸς γὰρ ἀνήρτηται, τὸν Ἀδὰμ συνανυψώσας ἐκ φθορᾶς.
Ὕδατα τὸ πάλαι, τὰ πικρὰ τῆς Μεῤῥᾶς, τῇ προσψαύσει τοῦ Σταυροῦ ἐγλυκάνθησαν, ὁ θεόπτης ὅν ἐπέῤῥιψε Μωσῆς.
Νότος καὶ ἡ Δύσις, σὲ αἰνοῦσι πιστῶς, καὶ Ἑῴα καὶ Βοῤῥᾶς προσκυνοῦσί σε, πᾶσαν κτίσιν ἁγιάζεις γὰρ Σταυρέ.
Ὦ χαρίεν ξύλον, τὸ βαστάσαν ἐν σοί, τὸν Πανάγιον Θεόν με ἁγίασον, προσκυνοῦντά σε ἐν χείλεσι ψυχῆς.
Δόξα. Τριαδικόν.
Ἄναρχον Πατέρα, καὶ Υἱὸν σὺν Αὐτῷ, τὸν συνάναρχον πιστοὶ προσκυνήσωμεν, σὺν τῶ Πνεύματι τῷ θείῳ καὶ σεπτῶ.
Καὶ νῦν. Θεοτοκίον.
Παραδείσου πύλη, ἥν ῥομφαίᾳ Ἀγνή, τῆ φλογίνῃ Χερουβὶμ διεφύλαττον, διηνοίχθη τῶ Σταυρῷ τοῦ Σοῦ Υἱοῦ.

Καὶ πάλιν:
Ἡ ζωὴ τῶν πάντων, ἐν τῶ ξύλῳ Χριστέ, προσηλώθης καὶ ζωὴν τὴν αἰώνιον, ἐκπηγάζεις τοῖς πιστεύουσι εἰς Σέ.


Στάσις Β΄. Ἀκροστιχίς: Ἐν ᾧ οἱ πόδες σου ἔστησαν Κύριε. Ἦχος πλ. α΄. Ἄξιον ἐστί.
Ἄξιον ἐστί, μεγαλύνει σε Σταυρὲ Κυρίου, ᾍδου τυραννὶς ἐν σοὶ γὰρ κατήργηται, καὶ ἠνέωκται Βασίλειον Ζωῆς.
Ἔθνη τὰ τὸ πρίν, βυθισθέντα ἀγνωσίας σκότει, φῶς ἀληθινὸν κατεῖδον καὶ ἄδυτον, διὰ σοῦ ὦ φωτοπάροχε Σταυρέ.
Νάμασι Σταυρέ, θεοῤῥύτοις τὰς ψυχὰς ἀρδεύεις, καὶ τὴν πρὶν ξηρὰν κατάκαρπον ἔδειξας, εὐλογίας ὡς φυτὸν ἀειθαλές.
Ὥσπερ θησαυρόν, καὶ ἀσύλητον ζωῆς ταμεῖον, ἐκ λαγόνων γῆς Ἐλένη ἀνεῦρέ σε, τιμιώτατε καὶ ἄφθορε Σταυρέ.
Ὅπλον κατ’ ἐχθρῶν, ἀπροσμάχητον Σταυρὲ ὑπάρχεις, τούτων πανσθενῶς συντρίβον τὰς φάλαγγας, καὶ τὴν νίκην χαριζόμενον πιστοῖς.
Ἴνδαλμα σαθρόν, τὸ τῆς πλάνης κραταιῶς καθεῖλες, Τίμιε Σταυρὲ πεσόντων ἡ ἔγερσις, ισταμένων συμμαχία τε στεῤρά.
Πύλας τῆς Ἐδέμ, τὰς κλεισθείσας τη τοῦ ξύλου γεύσει, Ξύλον τοῦ Σταυροῦ καὶ πάλιν ἠνέωξε, τῆ εὐσπλάγχνῳ τοῦ Θεοῦ ἠμῶν Βουλη.
Ὄμμασι ψυχῆς, ἀτενίσωμεν Σταυρὸν τὸν θεῖον, ἥλιος Χριστὸς ἐν ᾧ ὄμμα ἔμυσε, καὶ ἠλίου συνεσκότασε τὸ φῶς.
Δύναμις Σταυρέ, ἠ ἀήττητος Θεοῦ ὐπάρχεις, τὸν γὰρ ἰσχυρὸν καὶ βύθιον δράκοντα, κατεβύθισας ἐν αἵματι Χριστοῦ.
Ἔφαναν ἐν γῇ, ἀστραπαὶ θεότητός σου Λόγε, ξύλῳ τοῦ Σταυροῦ σαρκὶ κρεμαμένου σου, καὶ ἡ κτίσις ἐσαλεύθη Λυτρωτά.
Στίγματα Χριστέ, τῇ σαρκί σου ἐν Σταυρῷ ὑπέστης, λόγχῃ τε πλευρὰν ἐνύγης καὶ ἔβλυσε, σὺν τῷ αἵματι τὸ ὕδωρ τῆς ζωῆς.
Στίφη ὦ Σταυρέ, δειματοῦνται διὰ σοῦ δαιμόνων, καὶ Ἀγγελικοὶ χοροὶ ὕμνον μέλπουσι, ἀσιγήτως τῷ τῆς δόξης Βασιλεῖ.
Ὄψονται λαοί, τὸ σωτήριόν σου Θεοῦ Λόγε, πᾶσαι πατριαὶ ἐθνῶν τε σκιρτήσουσι, τὸν Σταυρόν σου προσπτυσσόμενοι πιστῶς.
Ὕβρεις καρτερῶν, καὶ ὀνείδη Ζωοδότα φέρων, ῥάπισμα χειρὶ ἐδέξω ἥν ἔπλασας, καὶ Σταυρὸν καὶ τὴν θεόσωμον Ταφήν.
Εὔφρανον πιστούς, τῇ δυνάμει τοῦ Σταυροῦ σου Σῶτερ, καὶ τῶν λυπηρῶν τὰ νέφη διάλυσον, θείας νίκας χορηγῶν τῶ Βασιλεῖ.
Σκέπασον ἡμᾶς, ὁρατῶν ἐξ ἀντιπάλων Λόγε, βέλη νοητῶν ἐχθρῶν τε κατάσβεσον, τῇ ῥομφαίᾳ τοῦ Σταυροῦ σου Δυνατέ.
Τεῖχος εἶ Σταυρέ, τὸ στεῤῥότατον παντὸς τοῦ κόσμου, πόλεις καθελὼν ἐχθροῦ κοσμοκράτορος, καὶ τειχίζων διανοίας τῶν πιστῶν.
Ἥλους προσκυνῶ, δι’ ὧν ὤρυξαν Σου Σῶτερ, χεῖρας ἐν Σταυρῷ καὶ πόδας μακρόθυμε, καὶ ἰάθη ἐκ τοῦ ἄλγους ὁ Ἀδάμ.
Στήριξον ἠμᾶς, ἐν τῶ φόβῳ σου ὁ γῆν σαλεύσας, ὅτε ἐν Σταυροῦ τῶ ξύλῳ σὲ ἔπηξαν, τῆ χειρί Σου πᾶσαν κτίσιν δὲ κρατῶν.
Ἄθροισμα πιστῶν, σὲ προσπτύσσονται Σταυρὲ Κυρίου, καὶ Ἀγγελικοὶ χοροὶ ἐν φόβῳ κυκλοῦσί σε, ὡς τὸ σκῆπτρον Βασιλεώς τ’ Οὐρανοῦ.
Νέκρωσον Σταυρέ, τῶν παθῶν ἠμῶν τὴν τυραννίδα, ὁ τὸν νεκρωτὴν τοῦ ᾏδου δεξάμενος, καὶ ζωῆς ἐν σοὶ πηγὴν τὸν Ἰησοῦν.
Κράτει σου Σταυρέ, κατεπόθη τῆς φθορᾶς τὸ κράτος, καὶ οἱ γηγενεῖς Θεῷ κατηλλάγημεν, γεγονότες ἄφθαρσίας κοινωνοί.
Ὕψωσε Μωσῆς, τὸν χαλκοῦν ἐν τῇ ἐρήμῳ ὄφιν, προδιατυπῶν Θεὸν τὸν ἐν μέσῳ σου, ὑψωθέντα ὦ Πανάγιε Σταυρέ.
Ῥάβδῳ Μωϋσῆς, διεβίβασεν Ἰσραηλίτας, ἐν τῇ ἐρυθρᾷ θαλάσσῆ τὸν πάνσεπτον, διαγράψας καὶ ἀήττητον Σταυρόν.
Ἴδον τὸν Σταυρόν, τὰ ἀλλόφυλα τὸ πάλαι ἔθνη, καὶ ὁλοσχερῶς ἐν τούτῳ ἡττήθησαν, ἥν ἀνύψωσε Ἰησοῦς ὁ τοῦ Ναυῆ.
Ἔλαμψε Σταυρός, Κωνσταντίνῳ Βασιλεῖ τὸ πάλαι, ἐν τῷ οὐρανῶ φωτὸς ἐναργέστερον, καὶ ἐθάῤῥυνε λαὸν τὸν εὐσεβῇ.
Χαίροις τῆς χαρᾶς, τῆς ἀλήκτου ὦ Σταυρὲ ταμείον, χαίροις τῆς ζωῆς τῆς θείας ὀ πρόξενος, καὶ θαυμάτων οὐρανίων παροχεῦ.
Δόξα. Τριαδικόν.
Ἄναρχον ἀρχήν, τὸν Πατέρα τὸν Υἱὸν καὶ Πνεῦμα, τὸ ἰσοσθενὲς πιστοὶ καὶ ὁμότιμον, προσκυνήσωμεν Θεὸν τὸν ἀληθῆ.
Καὶ νῦν. Θεοτοκίον.
Πρέσβευε ἀεί, τῷ Υἱῷ σου καὶ Θεῶ Παρθένε, τω ὑπὲρ ἡμῶν Σταυρὸν ὑπομείναντα, τῶν πταισμάτων δοῦναι πᾶσι ἱλασμόν.
Καὶ πάλιν:
Ἄξιον ἐστί, μεγαλύνει σε Σταυρὲ Κυρίου, ᾍδου τυραννὶς ἐν σοὶ γὰρ κατήργηται, καὶ ἠνέωκται Βασίλειον Ζωῆς.


Στάσις Γ΄. Ἀκροστιχίς: Σωτηρίας πρόξενον τῆς αἰωνίου. Ἰσιδώρας. Ἦχος γ΄. Αἱ γενεαὶ πᾶσι.
Αἱ γενεαὶ νῦν πᾶσαι, πίστει προσκυνοῦσι, Σταυρὸν τὸν ζωηφόρον.
Σταύρωσιν Θεέ μου, ὑπέμεινας ἐν ξύλῳ, Ἀδὰμ ἵνα θεώσῃς.
Ὡς βότρυς ζωηφόρος, γλυκὺ καὶ θεῖον νᾶμα, Σταυρὸς ἡμῖν προχέει.
Τάξεις τῶν Ἀγγέλων, Σταυρὸν δορυφοροῦσιν, ἐν ᾧ Χριστὸς ἐτάθη.
Ἥλιος ἀκτῖνας, συνέστειλε τὸ Πάθος, αἰδούμενος τοῦ Κτίστου.
Ῥεῖθρα ἀενάου, ζωῆς ἡμῖν βλυστάνει, Σταυροῦ τὸ θεῖον ξύλον.
Ἰσχὺς κατὰ δαιμόνων, παθῶν τε πολυτρόπων, Σταυρὸς Χριστοῦ ὑπάρχει.
Ἄνακτι τῶ θείῳ, τὰς νίκας ἐδωρήσω, Σταυρὲ Χριστοῦ ἐν μάχαις.
Σπόγγον σοι προσῆξαν, χολῆς καὶ ὄξους πλήρη, ἐν τῷ Σταυρῶ Σωτήρ μου.
Πύλαι καὶ τὰ κλεῖθρα, ἐθραύσθησαν τοῦ ᾍδου, Χριστοῦ Σταυρῷ παγέντος.
Ῥάβδον σωτηρίας, στεῤῥάν τε βακτηρίαν, Σταυρὸν πιστοὶ πλουτοῦμεν.
Ὅπλον καὶ ἀσπίδα, κατέχομεν τὸ ξύλον, Σταυροῦ κατ’ ἐναντίων.
Ξίφος ἀποτέμνον, τὰς κέφαλας δαιμόνων, Σταυρὸς ἐστὶ Κυρίου.
Ἔλεγχος Ἑβραίων, καὶ πάντων τῶν ἀπίστων, Σταυρὲ Κυρίου πέλεις.
Νεῖλος ὥσπερ ἄλλος, Σταυρὲ χαρίτων ῥεῖθρα, προχέεις ἀκενώτως.
Ὄμματα καρδίας, αὐγάζει ξενοτρόπως, Σταυρὸς Χριστοῦ ὁ μέγας.
Νάρδος ὡς τιμία, Σταυρὸς εὐωδιάζει, ψυχὰς πιστῶν ἐνθέως.
Τεῖχος εὐσεβούντων, ἀπόρθητον ὑπάρχεις, Σταυρὲ κατὰ βαρβάρων.
Ἥπλωσε παλάμας, Χριστὸς ἐθελουσίως, Σταυροῦ τῷ θείῳ ξύλῳ.
Στίγματα σαρκί σου, τῇ ἀκηράτῳ Λόγε, ἐν τῷ Σταυρῷ ὑπέστης.
Ἄληκτον παρέχεις, καὶ θείαν εὐφροσύνην, Σταυρὲ τοῖς σὲ τιμῶσι.
Ἰάσεων εἰργάσω, Θεὸν τοῖς σὲ τιμῶσι, Σταυρὲ Χριστοῦ παμμάκαρ.
Ὤρυξαν τοῖς ἥλοις, χεῖράς σου καὶ πόδας, Χριστὲ Σταυροὺ ἐν ξύλῳ.
Νυγείσης τῆς πλευρᾶς σου, τῇ Λόγχῃ πανοικτίρμον, ζωῆς ἐῤῥύη ὕδωρ.
Ἰδών σε Ζωοδότα, Ληστὴς ἐπὶ τοῦ ξύλου, τὸ Μνήσθητι ἐβόα.
Ὅρμον τῆς εἰρήνης, τῆς θείας εὕρομέν σε, Σταυρὲ γαληνηφόρε.
Ὕψωσε τὸν ὄφιν, Μωσῆς ἐν τη ἐρήμῳ, Σταυροῦ τυπώσας κέρας.
Ἰάσεις ἀναβλύζων, ψυχῶν τε καὶ σωμάτων, Σταυρὲ τροπαιοφόρε.
Σκῆπτρον Βασιλέως, τοῦ Οὐρανίου πέλεις, Σταυρὲ σημειοφόρε.
Ἰκρίῳ προσεπάγης, τοῦ ξύλου Θεοῦ Λόγε, καὶ πέπτωκεν ὁ πλάνος.
Δυνάμεις αἱ τοῦ σκότους, ἐτρόμαξαν ὁρῶσαι, Σταυρὸν τὸν φωτοφόρον.
Ὡς χρυσὸς προῆλθε, ἐκ τῶν τῆς γῆς ταμείων, Σταυρὸς ὁ λαμπροφόρος.
Ῥάβδῳ τοῦ Σταυροῦ σου, ἐπέζευσε λαός σου, τὴν Ἐρυθρὰν ἀβρόχως.
Ἄλγος πρωτοπλάστων, Σταυρῶ σου Ἐλεῆμον, εἰς χαρμονὴν ἐτράπη.
Σβέννυσι τὴν φλόγα, ῥομφαίας τῆς πυρίνης, Σταυρὸς ὁ τροπαιοῦχος.
Χαίροις θεῖον Ξύλον, καὶ πάνσεπτον Κυρίου, Σταυρὲ θαυμάτων κρήνη.
Δόξα. Τριαδικόν.
Σέβω τῆς Τριάδος, τὴν μίαν Βασιλείαν, Πατέρα, Λόγον, Πνεῦμα.
Καὶ νῦν. Θεοτοκίον.
Στάμνον ζωηφόρον, τοῦ μάννα ἔγνωμέν σε, Μαρία Θεοτόκε.

Καὶ πάλιν: Αἱ γενεαὶ νῦν πᾶσαι, πίστει προσκυνοῦσι, Σταυρὸν τὸν ζωηφόρον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου