Παρασκευή, 6 Μαΐου 2016

Λόγος στ΄ Περί ἐργασίας πνευματικῆς. Καί τίς ἦν ἡ ἐργασία τῶν παλαιῶν ἁγίων. Καί πῶς ταύτην κατορθῶσαι δυνάμεθα, ἵνα καί μέτοχοι, ὥσπερ ἐκεῖνοι, τοῦ Παναγίου γενώμεθα Πνεύματος.


Ἀδελφοί καί πατέρες, ἐπειδήπερ μεγάλα τινές οἰόμενοι περί ἑαυτῶν, ὡς οὐκ ὤφελεν, ἴσους ἑαυτούς ἡγοῦνται κατά τε πρᾶξιν καί γνῶσιν καί τελειότητα τῶν πάλαι ἁγίων θεοφόρων πατέρων ἡμῶν καί τοῦ αὐτοῦ πνεύματος, ᾧ ἔζων καί ἐκινοῦντο ἐκεῖνοι, συνιστάνοντες ἑαυτούς ἐκ λόγων μόνων καί δίχα τῶν ἔργων, πνεύματι ἀποπλανηθέντες οἰήσεως, ᾠήθην διά βραχέων οὕτω πως ἐν ἁπλότητι καί ὑπτιότητι λόγου πρός αὐτούς εἰπεῖν ὡς πρός ἕνα, διά τε τόν εἰρηκότα Θεόν· “Καί σύ στραφείς, τούς ἀδελφούς σου διόρθωσαι”, καί διά τήν κοινήν ἀγάπην ἥν ἐντελλόμεθα ἔχειν πρός τούς πλησίον ἡμῶν. Ἄρξομαι δέ ἐντεῦθεν τοῦ λέγειν ἐν ἀφελότητι καί παρακαλεῖν τήν ἀγάπην ὑμῶν.
Βούλῃ τοιγαροῦν ἀκοῦσαι τί ἐποίουν οἱ πατέρες ἡμῶν οἱ ἅγιοι, ἐν τοῖς ἑαυτῶν κελλίοις καθήμενοι; Ἀνάγνωθι τούς βίους αὐτῶν καί μάθε σύ πρῶτον τήν σωματικήν τέως πρᾶξιν αὐτῶν, (127) εἶτα ἐγώ σοι ἀναγγελῶ τήν πνευματικήν ἐργασίαν ἥν ἐκεῖνοι εἰργάζοντο. Οἱ γάρ τούς βίους συγγραψάμενοι τῶν ἁγίων, τάς πράξεις αὐτῶν ἐδήλωσαν τάς σωματικάς, τήν ἀκτημοσύνην, τήν νηστείαν, τήν ἀγρυπνίαν, τήν ἐγκράτειαν, τήν ὑπομονήν καί καθεξῆς τά λοιπά, ἵνα μή πάντα ἀπαριθμοῦντες τόν λόγον μηκύνωμεν, τήν δέ πνευματικήν αὐτῶν ἐργασίαν μικρόν τε καί ὡς ἐν ἐσόπτρῳ διά τῶν τοιούτων ἐδήλωσαν, ἵνα οἱ τούς κόπους ἐκείνων καί τήν πίστιν ἐκ τῶν ἔργων ἐπιδεικνύμενοι, ἔργοις αὐτοῖς καί τῶν πνευματικῶν χαρισμάτων αὐτῶν ἐν γνώσει καί μετοχῇ γένωνται, οἱ δέ γε λοιποί μηδέ ἀκοῦσαι περί τῶν τοιούτων ἀξιωθήσωνται. Ἐπεί δέ εἰς τοσοῦτον ἀνοίας βόθρον κατήχθημεν, ὡς καί δίχα τῶν ἔργων, ὧν ἐκεῖνοι εἰργάσαντο, ἴσως ἐκείνοις τήν χάριν ἔχειν καί ἡμᾶς οἴεσθαι, φέρε τόν περί ἐκείνων γυμνάσωμεν λόγον καί ἀπό τῶν μεμαρτυρημένων πραγμάτων τήν πληροφορίαν λαβόντες, σπουδάσωμεν τέως κατά πόδας ἐκείνων βαδίσαι, εἰ καί μή φθάσαι δυνηθῶμεν αὐτούς. Ἄνωθεν δέ τόν λόγον ἀρξάμενοι, κατ᾿ ὀλίγον ἕως ἡμῶν καταβαίνοντες ἔλθωμεν.

Τί οὖν ὁ μέγας Ἀντώνιος ἐν τῷ μνήματι καθεζόμενος ἔπραττε, καί τοι μήπω πνευματικήν ἐργασίαν ὅλως εἰδώς; Οὐχί ὡς νεκρόν ἑαυτόν ἐν τῷ μνήματι ἔκλεισε, μηδέν τῶν τοῦ κόσμου ἐπιφερόμενος, μηδέ μέριμναν ἔχων τήν οἱανοῦν ἐν αὐτῷ; Οὐχί ὅλος ἦν νεκρός ἐκ τοῦ κόσμου, καί κείμενος ἐν τῷ μνημείῳ τόν ζωῶσαι καί ἀναστῆσαι δυνάμενον ἐζήτει Θεόν; Οὐχί ἄρτῳ μόνῳ ἠρκεῖτο καί ὕδατι; Οὐχί πολλά παρά τῶν δαιμόνων ὑπέστη κακά καί ἠμιθανής ἔκειτο ἐκ τοῦ ἀφορήτου δαρμοῦ; Οὐχί ἐν τῇ ἐκκλησίᾳ ὡς (128) νεκροῦ ἀπενεχθέντος αὐτοῦ, ἡνίκα ἦλθεν εἰς ἑαυτόν, πάλιν αὐθόρμητος πρός τούς ἀντιπάλους ἀπῆλθεν; Εἰ μή γάρ πρός ἐκείνους ὑπέστρεψεν, ἀλλ᾿ ἐνέμεινε τῷ κόσμῳ καί εἰ μή μέχρι τέλους ἐνεκαρτέρησεν, εἰς θάνατον ἐκδεδωκώς ἑαυτόν τῇ προθυμίᾳ καί προαιρέσει, οὐκ ἄν τῆς πολυποθήτου θέας τοῦ Δεσπότου αὐτοῦ ἠξιώθη, οὐκ ἄν τῆς γλυκείας ἐκείνου φωνῆς ἀκήκοεν. Ἀλλά ἐζήτησεν ὁλοψύχως, ἔκρουσεν ἀόκνως, ὑπέμεινεν εἰς τέλος καί ἔλαβεν ἐπάξιον τόν μισθόν. Ἀποθανών γάρ, ὡς εἴρηται, τῇ προαιρέσει ὑπέρ Χριστοῦ, ἔκειτο ὡσεί νεκρός, ἕως οὗ ἦλθεν ὁ ζωογονῶν τούς νεκρούς καί ἀνέστησεν αὐτόν ἐκ τοῦ ᾅδου, τοῦ σκότους φημί τοῦ ψυχικοῦ, καί ἐξήγαγεν αὐτόν εἰς τό θαυμαστόν φῶς τοῦ προσώπου αὐτοῦ. Ὁπερ θεασάμενος καί τῶν λυπηρῶν ἐκείνων ἀπαλλαγείς καί περιχαρής γεγονώς ἔλεγε· “Κύριε, ποῦ ᾗς ἕως ἄρτι; “ Τό μέν οὖν εἰπεῖν “Ποῦ ᾗς;” ἀγνοοῦντος πάντως ἐστίν ὅπου καί ἦν· τό δέ εἰπεῖν “Ἕως ἄρτι” τήν θεωρίαν καί αἴσθησιν καί γνῶσιν τῆς τοῦ Δεσπότου παρουσίας ἐδήλωσεν. Εἰ τοίνυν οὕτως ἀποτάξασθαι ἡμεῖς οὐ βουλόμεθα καί καρτερῆσαι ὁμοίως ἐκείνῳ καί ὑπομεῖναι οὐ προαιρούμεθα, πῶς τόν Θεόν ἐν Ἁγίῳ Πνεύματι ὡς ἐκεῖνος ἰδεῖν ἀξιωθῶμεν καί πληρωθῆναι ἀγαλλιάσεως; Οὐδαμῶς.
Ἀλλά γάρ καί πρός ἕτερον, εἰ δοκεῖ, τόν λόγον ἰθύνωμεν. Τί ὁ μέγας Ἀρσένιος διεπράξατο ἐξ αὐτῆς ἀρχῆς τῆς ἀποταγῆς αὐτοῦ; Οὐχί τά βασίλεια καταλιπών καί τούς βασιλεῖς, τού σηρικοφόρους οἰκέτας καί πάντα τόν πλοῦτον αὐτοῦ, μόνος ὡς φτωχός καί πένης ἐν τῷ μοναστηρίῳ ἀφίκετο, ὅστις ποτέ ἦν σπουδάσας λαθεῖν, (129) φεύγων τήν δόξαν καί τόν ἀνθρώπινον ἔπαινον, ἵνα παρά Θεῷ δοξασθῇ; Τί οὖν ἄρα τούτοις μόνοις ἔμεινεν ἀρκεσθείς; μή γένοιτο· ἀλλά τί; Οὐδέ ὡς εὐτελής μετά εὐτελῶν ἀνθρώπων ἑαυτόν κατατάξαι ἠνέσχετο, ἀλλ᾿ ὡς κύνα ἐλογίσατο ἑαυτόν. Ῥιφέντος γάρ αὐτῷ παρά τοῦ ἡγουμένου τοῦ ἄρτου καί πεσόντος τούτου ἐπί τῆς γῆς, αὐτός τετραποδίσας, οὐ τῇ χειρί ἀλλά τῷ στόματι, ὡς κύων ἄρας τόν ἄρτον, οὕτως αὐτόν ἔφαγεν. Ἐν δέ τῷ κελλίῳ καθήμενος, οὐ μόνον εἰργάζετο, ἀλλά καί πολύ ἔλαττον τοῦ ἐργοχείρου αὐτοῦ εἰς τήν ἑαυτοῦ χρείαν ἀνήλισκεν, ὕδωρ πίνων βορβόρου ὄζοντος ὅμοιον. Διά τοῦτο καί ἐργαζόμενος καί εὐχόμενος διηνεκῶς ἔκλαιε καί τοῖς ἑαυτοῦ δάκρυσι κατεβρέχετο, ἀλλά καί ἀφ᾿ ἑσπέρας εὐχόμενος ἵστατο μέχρι πρωΐας καί τῇ πτωχείᾳ καί εὐτελείᾳ μέχρι τέλους ἐνεκαρτέρησε. Διά τί ; Διά τό παθεῖν πάντως καί ἰδεῖν καί αὐτόν, ὅπερ ὁ μέγας Ἀντώνιος ἰδεῖν καί παθεῖν ἠξιώθη. Πῶς οὖν οὐ γέγραπται καί ἐπί τούτου, ὅτι εἶδε τόν Κύριον; Μή τούς μέν κόπους αὐτός κατεβάλετο, ἐκεῖνον δέ ἰδεῖν οὐκ ἠξίωται; Οὐχί, ἀλλά καί αὐτός οὕτως ἰδεῖν τόν Θεόν ἠξιώθη, εἰ καί μή ὁ συγγραψάμενος τοῦτο οὕτως ἐδήλωσε φανερῶς· καί εἰ βούλει τοῦτο μαθεῖν ἀκριβῶς, τά παρ᾿ ἐκείνου αὐτοῦ, φημί τοῦ ἁγίου Ἀρσενίου, ἐκτεθέντα κεφάλαια δίελθε καί γνώσει ἐξ αὐτῶν ὅτι καί οὗτος θεόπτης ἐστίν ἀληθῶς.
Ὁ οὖν αὐτούς ἐκμιμούμενος ἔργῳ καί πόνοις τῆς αὐτῆς ὄντως καταξιωθήσεται χάριτος· εἰ δέ μή βούλεταί τις τήν ταπείνωσιν τούτων καί τήν ὑπομονήν ἐκμιμήσασθαι, τί καί λέγει τό πρᾶγμα ἀδύνατον; Εὐθυμίου δέ καί Σάβα καί τῶν καθεξῆς ἁγίων τάς πράξεις, τάς ὑπέρ ἄνθρωπον, τίς διηγήσεται; Εἴτε γάρ (130) πρό τοῦ τήν χάριν λαβεῖν τοῦ Πνεύματος, εἴτε καί μετά τό ταύτην λαβεῖν, τέως ἄνευ κόπων καί πόνων πολλῶν καί ἱδρώτων βίας τε καί στενοχωρίας καί θλίψεως οὐδείς διῆλθε τόν σκοτασμόν τῆς ψυχῆς, οὐδέ τό φῶς τοῦ Παναγίου Πνεύματος ἐθεάσατο. Βιαστή γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν καί βιασταί ἁρπάζουσιν αὐτήν, ἐπειδή καί διά πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τήν βασιλείαν τῶν οὐρανῶν. Ἡ δέ βασιλεία τῶν οὐρανῶν ἡ μετοχή ὑπάρχει τοῦ Πνεύματος τοῦ Ἁγίου· τοῦτο γάρ ἐστι τό εἰρημένον ὅτι ἡ βασιλεία τῶν οὐρανῶν ἐντός ἡμῶν ἐστιν, ἵνα τό Πνεῦμα τό Ἅγιον ἐντός ἡμῶν λαβεῖν καί ἔχειν σπουδάσωμεν. Μή οὖν λεγέτωσαν οἱ ἐκτός ὄντες διηνεκοῦς βίας καί στενοχωρίας καί εὐτελείας καί θλίψεως, ὅτι ἐντός ἡμῶν ἔχομεν τό Πνεῦμα τό Ἅγιον· ἄνευ γάρ ἔργων καί ἱδρώτων καί πόνων τῆς ἀρετῆς ὁ μισθός οὗτος οὐ δίδοταί τισι. Διό μοι καλῶς ἔχειν δοκεῖ καί τό παρά πολλοῖς οὕτω λεγόμενον· “Δεῖξον, φησίν, ἔργα καί ἀπαίτει μισθούς”.
Ἐγώ γάρ οἶδα ἄνθρωπον πρό τοῦ κόπους καταβαλέσθαι καί πρό τοῦ βιάσασθαι ἑαυτόν, εὐθύτητι διαλογισμῶν καί ψυχῆς ἁπλότητι ταῖς θείαις Γραφαῖς ἐγκύψαντα καί ὀλίγας ἡμέρας καί νύκτας ἀκόπως, ἵν᾿ εἴπω, ἀγρυπνήσαντα καί εὐξάμενον καί ἐπί τοσοῦτον ἐλλαμφέντα ὑπό τῆς ἄνωθεν χάριτος, ὡς ἔξω δόξαι αὐτόν γενέσθαι τοῦ σώματος καί τοῦ οἰκήματος καί τοῦ κόσμου παντός – νύξ γάρ ἦν καί ὡς ἡμέρα τελεία ἐγένετο -, ἀλλ᾿ ἐπεί ἀπόνως πλοῦτον ἔλαβε, συντόμως αὐτοῦ καί κατεφρόνησε. Διό καί ἀμελήσας, ὅλον ὁμοῦ τόν πλοῦτον ἀπώλεσε καί ἐπί (131) τοσοῦτον, ὡς μηδέν μνημονεύειν ὅλως αὐτόν, ὅτι ποτέ τοιαύτην δόξαν τεθέαται.
Πῶς οὖν οἱ μηδέ λαβεῖν ἀξιωθέντες ποτέ ἤ κατιδεῖν τήν δόξαν ταύτην ποσῶς, λέγουσιν ἔχειν ταύτην ὅλην ἐν ἑαυτοῖς, ἀπορῶ. Ἀλλ᾿ ὤ τῆς πωρώσεως, ὤ τοῦ σκοτασμοῦ, ὤ τῆς ἀγνοίας καί τῆς ματαίας οἰήσεως, ποῦ ποτε τοῦτο ἤ διά ποίων γραφῶν μεμαθήκασιν; Ὄντως ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν καί ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία καί ἔμειναν ἐν Αἰγύπτῳ, τουτέστιν ἐν τῷ σκότει τῶν παθῶν αὐτῶν καί τῶν ἡδονῶν.
Οἱ γάρ τήν γῆν τῆς ἐπαγγελίας ἰδεῖν ποθήσαντες, ἥν πραέων ὀφθαλμοί καί ταπεινῶν καί πτωχῶν βλέπειν καταξιοῦνται, πᾶσαν στενοχωρίαν καί πᾶσαν θλῖψιν καί εὐτέλειαν καταδέχονται καί ἀπό πάσης καί παντοίας σωματικῆς ἡδονῆς καί τιμῆς καί ἀνέσεως σφοδρῶς ἀπέχονται. Οὐ μόνον δέ ἀλλά καί ἀπό παντός ἀνθρώπου μικροῦ τε καί μεγάλου χωρίζονται, φεύγοντες αὐτούς ἀμίσως, ἵνα ταύτης καταξιωθῶσιν ἐπιβῆναι πρό τοῦ ἐκκοπῆναι τόν δρόμον αὐτῶν ἀπό τῆς ὁδοῦ τῆς παρούσης ζωῆς. Ταπεινούμενοι γάρ καί ὡς πονηροί καί προσκεκρουκότες πολλά ἐπ᾿ ἀληθῶς διακείμενοι, οὐ μήν ἀλλά γάρ καί ὡς ἐχθροί καί παραβάται τῶν ἐντολῶν τοῦ Θεοῦ στυγνοί καί λελυπημένοι διάγουσιν, ἐπιποθοῦντες μαθεῖν τό τί ἄν δέοι αὐτούς διαπράξασθαι πρός τό καταλλαγῆναι τῷ Δεσπότῃ Χριστῷ. Διά τοῦτο τοίνυν χαρίζεται αὐτοῖς ὁ Κύριος οὐ μόνον τό γνῶναι ὅ τι δέοι ποιῆσαι, ἀλλά καί ἰσχύς δίδοται αὐτοῖς παρ᾿ αὐτοῦ καί ὑπομονή εἰς τό ἐκπληρώσαντας πάντα ἅ δεῖ, αὐτόν ἐκεῖνον ἰδέσθαι καί κτήσασθαι (132) τόν ἐπί πάντων καί ἐπί πᾶσι Θεόν καί τηνικαῦτα ὡς ἐν οὐρανῷ διάγειν καί ἐκεῖσε τό πολίτευμα ἔχειν, κἄν ἐν σπηλαίοις κἄν ἐν ὄρεσι κἄν ἐν κελλίοις διάγωσι, κἄν ἐν μέσαις ἀναστρέφωνται πόλεσι, καί οὕτως ἀεί ἐν χαρᾷ καί εὐφροσύνῃ καί ἀγαλλιάσει ἀρρήτῳ δουλεύειν αὐτῷ.
Αὕτη τοιγαροῦν ἡ ἐργασία τῶν ἁγίων ἐστίν, αὕτη ἡ πρᾶξις τῶν ἐν Πνεύματι ἀγομένων Θεοῦ. Οἷος γέγονε καί ἐν τῇ καθ᾿ ἡμᾶς γενεᾷ ὁ ἅγιος καί μακαριώτατος εὐλαβής Συμεών, ὁ λάμψας δίκην ἡλίου μέσον τῆς περιωνύμου μονῆς τῶν Στουδίου, ὁ ἐν μέσῳ τοῦ κόσμου ποτέ ὤν καί τοῖς τοῦ κόσμου πράγμασι καί φίλοις καί συγγενέσιν, οὐ μόνον δέ ἀλλά καί ταῖς φροντίσι καί μερίμναις καί ἡδοναῖς τοῦ βίου ἐπί τοσοῦτον ἀποταξάμενος, ὡς μηδέ τήν μνήμην ὅλως ἔχειν αὐτῶν, ἀλλά καί ταύτην ἀφ᾿ ἑαυτοῦ ἐξορίσαι μακράν, ὁ ἀναστραφείς μέσον τοῦ πλήθους τῶν μοναχῶν καί τήν μακαρίαν ἐκείνην τότε λέξας φωνήν, “Ὀφείλει”λέγων “εἶναι ὁ μοναχός ἐν τῷ μοναστηρίῳ ὡς ὤν καί μή ὤν καί μή φαινόμενος, μᾶλλον δέ μηδέ γνωριζόμενος”, ἥν καί ἑρμηνεύων ἔλεγεν· “Ὡς ὤν μέν τῷ σώματι, μή ὤν δέ τῷ πνεύματι, μή φαινόμενος δέ εἰ μή μόνοις διά τοῦ Ἁγίου Πνεύματος τοῖς καθαροῖς τῇ καρδίᾳ, μή γνωριζόμενος δέ διά τό μή ἔχειν μετά τινός τι”. Ὤ μακαρίων ῥημάτων, δι᾿ ὧν ἡ ὑπέρ ἄνθρωπον ἀγγελική πολιτεία αὐτοῦ κηρύττεται, δι᾿ ὧν κεκτῆσθαι ἐν οὐρανοῖς τό πολίτευμα αὐτός ἑαυτῷ διά τοῦ Ἁγίου Πνεύματος μεμαρτύρηκεν, δι᾿ ὧν τήν μετά Θεοῦ ἡμῶν διαγωγήν ὑπέφηνε, (133) μή ἔχειν εἰπών μετά τινός τι. Ὅπερ οὐδείς κατορθῶσαι ἤ ἐπ᾿ ἀληθῶς εἰπεῖν δύναται, εἰ μή ὅλως ὅλῳ ἑνωθῇ τῷ Θεῷ· εἰ δέ καί εἴπῃ, πλανᾷ ἑαυτόν. Ὁ γάρ λέγων μή ἁμαρτάνειν τυφλός ἐστι μυωπάζων, τόν Θεόν δέ ὁ ἔχων ἁμαρτάνειν οὐ δύναται, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει, καθώς φησιν ὁ Ἰωάννης ἡ θεολογικωτάτη τῶν ἀποστόλων βροντή. Ὅτι δέ ἐκεῖνος τόν Θεόν ὅλον εἶχεν ἐν ἑαυτῷ καί ζῶν ἔλεγε καί ἀποθανών διά τῆς οἰκειοχείρου αὐτοῦ γραφῆς μεγάλῃ βοᾷ τῇ φωνῇ· “Θεόν κτῆσαι σεαυτῷ φίλον καί ἀνθρώπου βοηθείας οὐ δεηθήσῃ”. Καί πάλιν· “Θεόν κτῆσαι καί οὐ δεηθήσῃ βιβλίου”, καί τοῦτο ἐδήλωσεν ἐξ ἔργων αὐτῶν, βιβλίον ἐκ τοῦ ἰδίου κόπου, μᾶλλον δέ ἐκ τοῦ ἐνοικήσαντος αὐτῷ Πνεύματος συγγραψάμενος, μαθήσεως γραμμάτων ὑπάρχων ἀμύητος, ὁμολογοῦμεν δέ καί ἡμεῖς, συμμαρτυροῦντες τῷ ἁγίῳ ἡμῶν πατρί καί μή κρύπτονες τήν εὐεργεσίαν φειδοῖ τοῦ μή νομισθῆναι ἀλαζόνας ἡμᾶς παρά τισιν, ὅτι ὥσπερ δεξαμενή τις ἀπορρέοντος ὕδατος, οὕτως ὁ ἅγιος πατήρ ἡμῶν ἐκ τοῦ πληρώματος μετέλαβε τοῦ Δεσπότου ἡμῶν Χριστοῦ καί ἐπλήσθη τῆς χάριτος τοῦ Πνεύματος αὐτοῦ, ὅπερ ἐστίν ὕδωρ ζῶν· ὥσπερ δέ πάλιν ἀπό τῆς δεξαμενῆς τό ὑπερπλεονάσαν καί ἔξωθεν ὑπερεκχυνόμενον ὕδωρ λαμβάνει τις εἰς κόρον, οὕτω καί ἡμεῖς ἐκ τοῦ πατρός ἡμῶν τοῦ ἁγίου τήν ὑπερπλεονάσασαν καί ὑπερεκχυνομένην ἀεί ἐξ αὐτοῦ χάριν εἴδομεν καί ἐλάβομεν καί ἐπίομεν καί τάς ὄψεις ἐξ αὐτοῦ ἐνιψάμεθα, τάς χεῖρας καί τούς πόδας αὐτούς, εἶτα καί ὅλοι ὅλῳ τῷ σώματι ἐλουσάμεθα καί αὐτήν (134) τήν ψυχήν μετά τοῦ ἀθανάτου ὕδατος ἐκείνου. Ὤ μυστηρίου ξένου καί θαυμαστοῦ, ἀδελφοί.
Καί μή ἀπιστήσητε τοῦτο· οὐ γάρ ἐμοῦ μόνου ὁ λόγος ἤ ἐπ᾿ ἐμοί μόνῳ γέγονε, ἀλλ᾿ ἄκουε τοῦ εὐγγελιστοῦ Ἰωάννου, τί περί τοῦ ὕδατος τούτου φησί, μᾶλλον δέ αὐτοῦ τοῦ Υἱοῦ καί Λόγου τοῦ ζῶντος Θεοῦ, παρ᾿ οὗ καί Ἰωάννης τόν λόγον πεπλούτηκεν· “Ὁ πίνων γάρ, φησίν, ἐκ τοῦ ὕδατος τούτου – τοῦ αἰσθητοῦ δηλονότι- , διψήσει πάλιν· ὅστις δέ πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγώ δώσω αὐτῷ, οὐ μή διψήσῃ πώποτε, ἀλλά γενήσεται ἐν αὐτῷ πηγή ὕδατος ἁλλομένου εἰς ζωήν αἰώνιον”. Καί ἑρμηνεύων τοῦτο ὁ εὐαγγελιστής φησι· “Τοῦτο δέ ἔλεγε περί τοῦ Πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν”. Διά τοῦ τοιούτου γάρ ὕδατος ὥσπερ ῥύπος ἡ πονηρία ἐκπλύνεται ἀπό τῆς ψυχῆς· ἄνευ δέ τούτου πολλά πονήσας ὠφελήσει οὐδέν. Διά δέ τοῦτο καί μή δυνάμενοι ὅλως ἡμεῖς τό τάλαντον τοῦ Δεσπότου ἡμῶν κρύπτειν καί τήν γινομένην εἰς ἡμᾶς τοῦ Θεοῦ δωρεάν μή ἀναγγέλλειν, φανερῶς ὁμολογοῦμεν τό ἔλεος τοῦ Θεοῦ, ὅτι ἐνεπλήσθημεν ἀπλήστως οἱ ἀνάξιοι ἐκ τοῦ ὕδατος οὗ ἐλάβομεν διά τοῦ πατρός ἡμῶν ἀπό τοῦ Θεοῦ καί ἐκορέσθημεν ἀκορέστως εἰς δόξαν τοῦ ὀνόματος αὐτοῦ τοῦ ἁγίου, καί κατά τόν ἐνόν ἡμῖν τῆς δυνάμεως, ὡς ἔσχατοι καί ἀχρεῖοι, ἐδοξάσαμεν καί νῦν δοξάζομεν τόν Θεόν, τόν δοξάσαντα τόν πατέρα ἡμῶν τόν ἅγιον καί διά τοῦ πατρός ἡμῶν τούς ταπεινούς καί ἀναξίους ἡμᾶς. Μή οὖν οἰηθείη μέ τις ψεύδεσθαι καί κατά τῆς ἐμῆς ψυχῆς καί κατά τοῦ ἐμοῦ πατρός φθέγγεσθαι, κομπολόγον με καί τορνολόγον ἡγούμενος· εἰδώς γάρ εἰμι ὅτι ἀπολεῖ ὁ Θεός πάντας τούς λαλοῦντας τό ψεῦδος, καί τοῦτο (135) ποιεῖν με Παῦλος ὁ θεῖος διδάσκει, “Εὐλογητός ὁ Θεός “ λέγων, “καί Πατήρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ ὤν εὐλογητός εἰς τούς αἰῶνας, ἀλήθειαν λέγω καί οὐ ψεύδομαι. Οἶδα ἄνθρωπον πρό ἐτῶν δεκατεσσάρων “ καί τά ἑξῆς, καί πάλιν· “Ἡμεῖς δέ οὐ τό πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλά τό Πνεῦμα τό ἐκ τοῦ Θεοῦ, ἵνα ἴδωμεν τά ὑπό τοῦ Θεοῦ χαρισθέντα ἡμῖν, ἅ καί λαλοῦμεν”. Τί δέ καί ἐμαυτόν ὠφελήσαιμι ἤ τόν ἐμόν πατέρα τόν ἅγιον ἐκ τῶν ἐπαίνων κἄν ὅλως; Πάντως οὐδέν. Ἀλλά καθάπερ περί τῶν λοιπῶν ἁγίων ἄνωθεν εἰρηκώς, ἐκείνους μέν ἐκ τῶν λόγων οὐδέν ὠφέλησα, τούς δέ ἀκροατάς πρός ζῆλον διήγειρα καί πρός τήν ἐκείνων παρώτρυνα μίμησιν, οὕτω καί περί τοῦ ἁγίου Συμεών καί λέγων οὐ παύσομαι, ἀνάγκης δέ μοι ἐπικειμένης μή βουλόμενος λέγω καί περί ἡμῶν αὐτῶν τῶν ἀναξίων. Ἡ γάρ τῶν πολλῶν ἀπιστία τῶν λεγόντων εἰς βλάβην τῶν ἀκουόντων, μή δύνασθαι εἶναί τινα τοιοῦτον ἄρτι μήτε τοῖς ἔργοις εἰς τάς τῶν ἐκείνοις δοθέντων χαρισμάτων καταξιούμενον, ἀναγκάζει με καί ἄκοντα λέγειν ἅ λέγειν οὐ ἐβουλόμην οὐδέποτε καί δημοσιεύειν ὄντως τοῦ Θεοῦ τό φιλάνθρωπον, ἵνα τῶν ταῦτα λεγόντων τό ὀκνηρόν καί ῥᾴθυμον ἀπελέγχηται.
Ἐκοπίασεν ὁ μακάριος πατήρ ἡμῶν καί ἅγιος Συμεών, ὡς πολλούς τῶν πάλαι ἁγίων πατέρων ὑπερβαλέσθαι, θλίψεις δέ πειρασμούς τοσούτους ὑπέμεινε, ὡς ἐξισωθῆναι πολλοῖς τῶν περιφανεστέρων ἐν μάρτυσι. Διά ταῦτα οὖν ἐδοξάσθη ἀπό Θεοῦ καί ἐγένετο ἀπαθής καί ἅγιος, λαβών ἐν ἑαυτῷ ὅλον, (136) ὡς εἰπεῖν, τόν Παράκλητον· καί τότε, ὥσπερ προῖκα πατήρ υἱῷ κλῆρον δίδωσι, οὕτω κἀμέ τόν ἀνάξιον δοῦλον αὐτοῦ Πνεύματος Ἁγίου ἀκαματί καί δωρεάν ἔπλησε. Ποῖος γάρ, εἰπέ μοι, ἐξ ὑμῶν, μή ὅτι γε εἴπω διεπράξατο, ἀλλ᾿ ἔτι τά παρ᾿ ἐκείνου πραχθέντα καί ὡς δυνατόν ῥηθέντα, νοῆσαι καλῶς δύναται;
Πρῶτον γάρ πάντων τοῦτο ἔγραψεν, ὡς ἐν τάξει διδασκαλίας οὕτως εἰπών· “Ἀδελφέ, ταύτην ἡγοῦ λέγεσθαι ἀναχώρησιν τελείαν τοῦ κόσμου, τήν παντελῆ τοῦ ἰδίου θελήματος ἀπονέκρωσιν”. Ὤ μακαρίας φωνῆς, μᾶλλον δέ ψυχῆς τῆς οὕτω γενέσθαι ἀξιωθείσης καί τοῦ κόσμου παντός χωρισθείσης. Πρός γοῦν τούτους καί τούς τοιούτους ὁ Δεσπότης λέγει Χριστός· “Ὑμεῖς οὐκ ἐστέ ἐκ τοῦ κόσμου, ἀλλ᾿ ἐγώ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου. Δεῦτε προς με κἀγώ ἀναπαύσω ὑμᾶς”. Οἱ γάρ ἄλλως πως ἐν τοῖς ἑαυτῶν θελήμασι κἄν ὁπωσοῦν ἤ ἔν τισι καλοῖς τό δοκεῖν πορευόμενοι, οὐ μή ἴδωσι τήν ζωήν, ἥν οἱ ἀποτμηθέντες τοῦ κόσμου καί τῷ ἑαυτῶν ἀποθανόντες θελήματι βλέπουσιν.
Εἰ οὖν σύ ταπεινωθῆναι καί ὑποταγῆναι, θλιβῆναί τε καί ἀτιμασθῆναι, ἐξουδενωθῆναι καί λοιδορηθῆναι καί ὡς εἷς τῶν ἀφανῶν καί ἀφρόνων καί εὐτελῶν καί παραπεσόντων, ἀδελφέ, οὐ καταδέχῃ γενέσθαι, ἀλλ᾿ οὐδέ καταφρονηθῆναι παρά παντός ἀνθρώπου καί ὡς εἷς τῶν ἐπιλήπτων καί προσαιτούντων εἰς τάς πλατείας καί ῥύμας τῆς πόλεως λογισθῆναι, πῶς, εἰπέ, γένῃ ξένος τοῦ ἰδίου θελήματος; Εἰ γάρ ταῦτα πρός δοκιμήν καί πεῖραν ἐπερχόμενα φέρειν ἐν ὑπομονῇ πᾶσιν ἡμῖν ὁ Θεός ἐνετείλατο, μᾶλλον δέ οὐ πρός δοκιμήν καί πεῖραν, ἀλλά πρός (137) κάθαρσιν τῶν ψυχῶν ἡμῶν ἐπαγόμενα, ἡμεῖς ὑπομεῖναι ταῦτα οὐ θέλομεν, ἀλλά ζῇ ἐν ἡμῖν τό μή θέλειν ταῦτα παθεῖν, ὅπερ ἐστί τό γεῶδες φρόνημα τῆς σαρκός, πῶς νεκροί γενησόμεθα; Οὐδαμῶς. Εἰ δέ μή νεκροί τῷ κόσμῳ καί τοῖς ἐν κόσμῳ γενοίμεθα, πῶς οἱ μή γεγονότες διά Θεόν νεκροί ζήσομεν τήν ἐν Χριστῷ κεκρυμμένην ζωήν; Πῶς, ὡς ὁ ἅγιος εἶπε Συμεών, θεασόμεθα τόν Θεόν ἐνοικήσαντα ὡς φῶς ἐν ἡμῖν; Οὐδαμῶς, ἀδελφοί, μηδείς πλανάτω ὑμᾶς.
Ἀλλά μωρόν ἡγῇ τόν μακάριον Συμεών καί αἰσχύνῃ μιμήσασθαι τάς πράξεις αὐτοῦ; Μίμησαι Χριστόν τόν Θεόν. Πάθε καί αὐτός διά τήν σεαυτοῦ σωτηρίαν, ὡς ἐκεῖνος ἔπαθε διά σέ. Ἐκάλουν γάρ αὐτόν, ὡς ἀκούεις, διαμονῶντα, πλάνον, φάγον καί οἰνοπότην. Ἔλεγον γάρ· “Δαιμόνιον ἔχεις”, καί πάλιν· “Ἰδού ἄνθρωπος φάγος καί οἰνοπότης, φίλος τελωνῶν καί ἁμαρτωλῶν”. Ταῦτα δέ καί ὁ μακάριος πατήρ ἡμῶν, ὁ ἅγιος Συμεών, ὑπέρ ἡμῶν, μᾶλλον δέ δι᾿ ἡμᾶς ἤκουσε. Σύν τούτοις ἀκούεις πάλιν ὡς φονέα καί κακοῦργον δεδεμένον συρόμενον τόν Κύριον καί ὡς ἕνα τῶν εὐτελῶν παριστάμενον τῷ Πιλάτῳ, ῥάπισμα καταδεχόμενον ὑπό δούλου, εἰς φυλακήν ἐμβαλλόμενον καί ἀπό φυλακῆς ἐκβαλλόμενον, ὑπό στρατιωτῶν ῥαβδούχων ἀγόμενον, τῷ λαῷ ὑπό Πιλάτου παραδιδόμενον, “Λάβετε αὐτον” φάσκοντος “ὑμεῖς καί σταυρώσατε”. Ἐννόησον οὖν πῶς ἦν ἀποδοθείς μέσον αὐτῶν, ὁ ὑπεράνω πάντων τῶν οὐρανῶν καί τά (138) πάντα διακρατῶν τῇ χειρί αὐτοῦ, ὠθούμενος, ἀντωθούμενος, πυγμιζόμενος, ῥαπιζόμενος, ἐγγελώμενος, φραγγελόμενος, εἰς τό πραιτώριον εἰσαγόμενος, ὁ πάσῃ κτίσει καί αὐτοῖς τοῖς Σεραφείμ ἀθεώρητος, ἐκδυόμενος, τῷ κίονι προσδεσμούμενος, τεσσαράκοντα πλήρεις λαμβάνων πληγάς, τήν ἐπιθάνατον δηλούσας ἀπόφασιν. Εἶτα τί; Πορφύραν κοκκίνην παικτικῶς ἐνδυόμενον, κατά κεφαλῆς ῥαπιζόμενον καί “Τίς ἐστιν ὁ πταίσας σε;”ἐρωτώμενον ἀκάνθαις στεφανούμενον, προσκυνούμενόν τε καί ἐμπαιζόμενον, ἐμπτυόμενον καί εἰρωνικῶς ἀκούοντα· “Ἴδε ὁ βασιλεύς τῶν Ἰουδαίων”, ἐνδυόμενον πάλιν τά ἑαυτοῦ ἱμάτια, τόν τράχηλον σχοινίῳ δεσμούμενον καί ἐπί τόν θάνατον ἀπαγόμενον, εἶθ᾿ οὕτω τόν ἑαυτοῦ σταυρόν ἐπιφορτιζόμενον καί ἐπί τοῦ τόπου γινόμενον καί τοῦτον ὁρῶντα πηγνύμενον καί μόνον ὑπό τῶν φίλων καί μαθητῶν ἐγκαταλειπόμενον, μετά ταῦτα πάλιν ἀποδυόμενον, ἀναρτώμενον, τάς χεῖρας καί τούς πόδας ὑπό τῶν στρατιωτῶν καθηλούμενον καί κρέμασθαι ἀφιέμενον, χολήν ποτιζόμενον, λόγχῃ νυττόμενον, ὑπό ληστοῦ βλασφημούμενον, χλευαζόμενον καί ἀκούοντα· “Ὁ καταλύων τόν ναόν καί ἐν τρισίν ἡμέραις ἐγείρων, σῶσον σεαυτόν καί κατάβηθι ἀπό τοῦ σταυροῦ”, καί αὖθις· “Εἰ Υἱός ἐστι τοῦ Θεοῦ, καταβάτω νῦν ἀπό τοῦ σταυροῦ καί πιστεύσομεν εἰς αὐτόν”, καί οὕτω μετά τό ταῦτα πάντα παθεῖν, εὐχαριστοῦντα καί εὐχόμενον ὑπέρ τῶν φονευσάντων αὐτόν καί τήν ψυχήν εἰς χεῖρας παρατιθέντα τοῦ Πατρός αὐτοῦ.
(139) Οὐκ ἀρκοῦσι ταῦτά σοι πάντα εἰς μίμησιν, ἀδελφέ, ἀλλ᾿ αἰσχύνῃ οὕτω ταῦτα παθεῖν; Διά ποίων δέ ἄλλων ἔργων ἤ πῶς συνδοξασθήσῃ αὐτῷ; “Ὅστις γάρ, φησίν, ἐπαισχυνθῇ με καί τούς ἐμούς λόγους, ἐπαισχυνθήσομαι κἀγώ αὐτόν ἔμπροσθεν τοῦ Πατρός μου, τοῦ ἐν τοῖς οὐρανοῖς”. Διό καί ὁ Παῦλός φησιν· “Εἰ συμπάσχομεν καί συνδοξασθησόμεθα”. Εἰ δέ τά παθήματα αὐτοῦ, ἅ ὑπέστη ὑπέρ ἡμῶν, αἰσχυνόμεθα μιμήσασθαι καί παθεῖν, ὡς ἐκεῖνος ἔπαθεν, εὔδηλον ὅτι οὐδέ τῆς δόξης αὐτοῦ συμμέτοχοι γενησόμεθα· οὐ γάρ ἔργῳ ἀλλά λόγῳ μόνῳ ἐσμέν, οὕτως ἔχοντες, πιστοί· ἔργων δέ μή προσόντως, νεκρά ὑπάρχει ἡ πίστις ἡμῶν.
Διά τοῦτο τοιγαροῦν λέγω καί λέγων οὐ παύσομαι, ὅτι οἱ μή τά πάθη Χριστοῦ διά μετανοίας καί ὑπακοῆς μιμησάμενοι καί τοῦ θανάτου αὐτοῦ μέτοχοι γεγονότες, καθώς ἀνωτέρω λεπτομερῶς ἐδηλώσαμεν, οὔτε τῆς πνευματικῆς αὐτοῦ ἀναστάσεως συμμέτοχοι γενήσωνται, οὔτε Πνεῦμα λάβωσιν Ἅγιον. Διά γάρ τοῦ Ἁγίου Πνεύματος ἡ ἀνάστασις πάντων γίνεται· καί οὐ λέγω τήν ἐπί συντελείᾳ τῶν σωμάτων ἀνάστασιν – σαλπίσει γάρ τότε ὁ ἄγγελος καί τά νεκρά σώματα ἀναστήσονται -, ἀλλά τήν καθ᾿ ἑκάστην γινομένην τῶν νεκρῶν ψυχῶν πνευματικῶς πνευματικήν ἀναγέννησιν καί ἀνάστασιν, ἥν ὁ ἅπαξ ἀποθανών καί ἐγερθείς καί διά πάντων καί εἰς πάντας (140) τούς ἀξίως βιοῦντας ἀνιστάμενος καί τάς συναποθανούσας αὐτῷ τῇ προθέσει καί τῇ πίστει ψυχάς συνεγείρων, δίδωσι διά τοῦ Παναγίου αὐτοῦ Πνεύματος, δωρούμενος αὐταῖς ἀπεντεῦθεν ἤδη τήν βασιλείαν τῶν οὐρανῶν, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει πᾶσα δόξα εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου