Σελίδες

Πέμπτη 16 Νοεμβρίου 2017

ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΘΕΟΦΙΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ


Κανὼν α´ τοῦ Θεοφίλου Ἀλεξανδρείας. Περὶ τῆς ἐν τῇ παραμονῇ τῶν Θεοφανείων νηστείας, εἰ τύχῃ ἐν Κυριακῇ.

Προσφώνησις, τῶν Ἁγίων θεοφανείων ἐπιστάντων ἐν Κυριακῆ. Καὶ τὸ ἔθος καὶ τὸ πρέπον ἡμᾶς ἀπαιτεῖ πᾶσαν Κυριακὴν τιμᾶν καὶ ἐν ταύτῃ πανηγυρίζειν, ἐπειδήπερ ἐν ταύτῃ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν ἐκ νεκρῶν ἀνάστασιν ἡμῖν ἐπρυτάνευσε. Διὸ ἐν ταῖς ἱεραῖς Γραφαῖς καὶ πρώτη κέκληται, ὡς ἀρχὴ τῆς ζωῆς ἡμῖν ὑπάρχουσα, καὶ ὀγδόη, ἅτε δὴ ὑπεραναβεβηκυΐα τῶν Ἰουδαίων σαββατισμόν, Ἐπεὶ οὖν συνέβη τὴν τῶν ἁγίων Θεοφανείων νήστιμον ἡμέραν εἶναι, ταύτην οἰκονομήσωμεν καὶ πρὸς ἑκάτερον ἐπιστημόνως χωρήσομεν, ἵνα, μεταλαμβάνοντες ὀλίγων φοινίκων, ἐκκλίνωμεν ἅμα καὶ τὰς αἱρέσεις τὰς μὴ τιμώσας τὴν ἀναστάσιμον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἡμέραν, καὶ τὸ ὀφειλόμενον τῇ νηστίμῳ ἡμέρᾳ ἀποδῶμεν, περιμένοντες τὴν ἑσπερινὴν σύναξιν, ἥτις ἐνταῦθα, Θεοῦ θέλοντος, τελεῖται. Συναχθῶμεν τοίνυν ἀπὸ ὥρας ἐνάτης ἐνταῦθα.

Κανὼν β´ τοῦ Θεοφίλου Ἀλεξανδρείας. Περὶ τοῦ πῶς χρηστέον τοῖς ἀρειανίσασιν ἐπισκόποις.

Περὶ τῶν κοινωνησάντων τοῖς Ἀρειανοῖς καὶ μέχρι τοῦ νῦν τὰς ἐκκλησίας κατεχόντων, ὡς ἔχει τὸ ἔθος γινέσθω. Οὕτω μέν τοι, ὥστε ἑτέρους καταστῆναι, μαρτυρουμένους ἐν ὀρθοδοξίᾳ, κἀκείνους αὐλίζεσθαι. Οὕτως οἰκονομουμένων καὶ τούτων, ὥσπερ καὶ ἐν ταῖς ἄλλαις πόλεσι πεποιήκασιν οἱ ἐν τῇ Θηβαΐδι ὀρθόδοξοι ἐπίσκοποι, οἱ καταστάντες παρὰ Ἀπόλλωνος τοῦ ἐπισκόπου καὶ κοινωνήσαντες τοῖς ἔχουσι τὰς ἐκκλησίας Ἀρειανοῖς ἐπιτιμάσθωσαν, εἴ γε γνώμῃ ἑαυτῶν πεποιήκασι τοῦτο. Εἰ δὲ ὑπήκοοι γεγόνασι τῷ οἰκείῳ ἐπισκόπῳ, αὐλιζέσθωσαν ὡς μὴ ἐπεγνωκότες τὸ εὔλογον. Καὶ εἰ μὲν πάντες οἱ λαοὶ τούτους ἀποποιοῦνται μετὰ τῶν ἄλλων, ἕτεροι χειροτονείσθωσαν· εἰ δὲ ἀντιποιοῦνται αὐτῶν μετ᾿ ἐκείνων, οἷς κεκοινωνήκασι, ταύτης καὶ οὗτοι ἀποπειράσθωσαν τῆς συνηθείας, ᾗ ἐχρήσαντο οἱ ἐν Θηβαΐδι πάντες ὀρθόδοξοι ἐπίσκοποι.

Κανὼν γ´ τοῦ Θεοφίλου Ἀλεξανδρείας. Περὶ πρεσβυτέρου, εἰ ἐβιάσατο πρὸ τῆς χειροτονίας αὐτοῦ γυναῖκα ἀποταξαμένην, ζῶντος τοῦ ἰδίου ἀνδρός.

Περὶ Βίστου, καταστάντος Ἐρέβῃ πρεσβυτέρου, ζητητέον· καὶ εἰ μὲν ἀποταξαμένην τινὰ ζῶντος τοῦ ἀνδρὸς ἐβιάσατο, μὴ συγχωρείσθω εἶναι πρεσβύτερος, ὅπου γε οὐδὲ ὡς λαϊκὸς ὀφείλει συνάγεσθαι, τῆς Ἐκκλησίας εἰωθυίας τοὺς τοιούτους χωρίζειν. Οὐ φέρει δὲ τοῦτο πρόκριμα τῷ ἐπισκόπῳ Ἀπόλλωνι, εἰ ἐξ ἀγνοίας αὐτὸν κατέστησε, τῆς ἁγίας συνόδου κελευσάσης, τοὺς ἀναξίους μετὰ τὴν χειροτονίαν ἐλεγχομένους ἐπὶ ἐγκλήματι ἐκβάλλεσθαι.

Κανὼν δ´ τοῦ Θεοφίλου Ἀλεξανδρείας. Περὶ κληρικοῦ, ὃν καθεῖλεν ὁ οἰκεῖος ἐπίσκοπος.

Περὶ δὲ Σούρ, ἐπειδὴ ὁ ἐπίσκοπος Ἀπόλλων διεβεβαιώσατο καὶ ἀπεσταλκέναι τοῦτον καὶ ἀλλότριον τῆς Ἐκκλησίας πεποιηκέναι, ἔστω οὕτως ὡς ἀπεφήνατο ὁ ἐπίσκοπος, χρωμένου ἐκείνου ταῖς οἰκείαις δικαιολογίαις, εἴ γε βούλεται καὶ μέμφεται τὴν ἀπόφασιν τοῦ ἐπισκόπου.

Κανὼν ε´ τοῦ Θεοφίλου Ἀλεξανδρείας. Περὶ διακόνου, εἰ πρὸ τοῦ βαπτίσματος τὴν οἰκείαν ἀδελφιδῆν ἔγημε.

Περὶ δὲ Πανούφ, τοῦ καταστάντος διακόνου ἐν τῇ Λυκῷ, δεῖ ζητῆσαι καί, εἰ μὲν εὑρεθείη οὗτος ἔτι κατηχούμενος τυγχάνων, τὴν ἀδελφιδῆν ἑαυτοῦ πρὸς γάμου κοινωνίαν δεξάμενος, μετὰ δὲ τὸ βάπτισμα εἰς κλῆρον ἀχθείς, μενέτω ἐν τῷ κλήρῳ, εἴ γε κεκοίμηται ἐκείνη καὶ μετὰ τὸ βάπτισμα οὐκ ἐκοινώνησεν αὐτῇ. Εἰ δὲ πιστὸς τυγχάνων τὴν αὐτὴν ἀδελφιδῆν ἑαυτοῦ πρὸς γάμου κοινωνίαν ἐδέξατο, ἔστω τοῦ κλήρου ἀλλότριος, οὐ γὰρ πρόκριμα τῷ ἐπισκόπῳ φέρει Ἀπόλλωνι, εἰ ἐξ ἀγνοίας κατέστησεν αὐτόν.

Κανὼν ς´ τοῦ Θεοφίλου Ἀλεξανδρείας. Περὶ ἀναγνώστου, εἰ ἐπόρνευσε, καὶ αὖθις ἐχειροτονήθη.

Περὶ Ἰακὼβ χρὴ ζητῆσαι, εἰ ἀναγνώστης ὤν, ἐγκλήματι πορνείας ὑπεύθυνος ἐδείχθη καὶ παρὰ τῶν πρεσβυτέρων ἐξεβλήθη, εἶτα κεχειροτόνηται, οὗτος βαλλέσθω, ἀκριβοῦς ἐξετάσεως γενομένης καὶ μὴ μόνον ἐκ ψιθυρισμῶν ἢ κακολογιῶν ὑποψίας εἰς αὐτὸν γενομένης. Εἰ δὲ μὴ εὑρεθείη ὑπεύθυνος, μενέτω ἐν τῷ κλήρῳ, οὐ γὰρ δεῖ ταῖς ματαίαις διαβολαῖς προσέχειν.

Κανὼν ζ´ τοῦ Θεοφίλου Ἀλεξανδρείας. Περὶ τοῦ γίνεσθαι τὰς χειροτονίας, συμμαρτυρούντων καὶ τῶν ἁγίων.

Περὶ τῶν ὀφειλόντων χειροτονεῖσθαι, οὗτος ἔστω τύπος, ὥστε πᾶν τὸ ἱερατεῖον συμφωνεῖν καὶ αἱρεῖσθαι, καὶ τότε τὸν ἐπίσκοπον δοκιμάζειν καί, συναινοῦντος αὐτῷ τοῦ ἱερατείου, χειροτονεῖν ἐν μέσῃ τῇ ἐκκλησίᾳ, παρόντος τοῦ λαοῦ καὶ προσφωνοῦντος τοῦ ἐπισκόπου, εἰ καὶ ὁ λαὸς δύναται αὐτῷ μαρτυρεῖν. Χειροτονία δὲ λαθραίως μὴ γινέσθω, τῆς γὰρ Ἐκκλησίας εἰρήνην ἐχούσης, πρέπει παρόντων τῶν ἁγίων τὰς χειροτονίας ἐπὶ τῆς ἐκκλησίας γίνεσθαι. Ἐν δὲ τῇ ἐνορίᾳ, εἰ μὲν κοινωνήσαντές εἰσί τινες ταῖς τῶν κοινωνησάντων γνώμαις, μὴ ἄλλως χειροτονείσθωσαν, ἀλλὰ τῶν ἀληθῶς ὀρθοδόξων κληρικῶν δοκιμαζόντων, παρόντος πάλιν τοῦ ἐπισκόπου, καὶ προσφωνοῦντος παρόντι τῷ λαῷ, μόνον ἵνα μὴ περιδρομή τις γένηται.

Κανὼν η´ τοῦ Θεοφίλου Ἀλεξανδρείας. Περὶ τοῦ τίνες ἐκχωροῦνται γεύεσθαι τῶν μετὰ τὰ ἀναλισκόμενα εἰς τὴν θυσίαν.

Τὰ προσφερόμενα εἰς λόγον θυσίας, μετὰ τὰ ἀναλισκόμενα εἰς τὴν τῶν μυστηρίων χρείαν, οἱ κληρικοὶ διανεμέσθωσαν· καὶ μήτε κατηχούμενος ἐκ τούτων ἐσθιέτω ἢ πινέτω, ἀλλὰ μᾶλλον οἱ κληρικοὶ καὶ οἱ σὺν αὐτοῖς πιστοὶ ἀδελφοί.

Κανὼν θ´ τοῦ Θεοφίλου Ἀλεξανδρείας. Περὶ τοῦ μὴ παιδεύεσθαί τινα κληρικὸν χωρὶς ἀξιοπίστων μαρτύρων.

Ἐπειδὴ Ἱέραξ τόν δε, ὡσανεὶ ἐπὶ πορνείᾳ διαβαλλόμενον, οὐκ ὀφείλειν λέγει ἐν τῷ κλήρῳ εἶναι, ὁ δὲ ἐπίσκοπος Ἀπόλλων διϊσχυρίσατο τηνικαῦτα μηδέν κατήγορον ἐν μέσῳ ἐληλυθέναι κατ᾿ αὐτοῦ, ἐξεταζέσθω καὶ οὗτος· καὶ εἰ μὲν κατήγορος τις ἀνάφύεται πίστεως ἄξιος καὶ τὸ ἔγκλημα ἀποδείκνυται, φερομένων ἀξιοπίστων μαρτύρων, τῆς ἔκκλησίας ἐκβαλλέσθω, εἰ δὲ τοῦ κλήρου ἄξιός ἐστι καὶ ἐπὶ σωφροσύνῃ μαρτυρεῖται, μενέτω ἐν τούτῳ.

Κανὼν ι´ τοῦ Θεοφίλου Ἀλεξανδρείας. Περὶ ἐκλογῆς οἰκονόμου τῆς ἐπισκοπῆς.

Ὥστε γνώμῃ παντὸς τοῦ ἱερατείου οἰκονόμον ἀποδειχθῆναι ἕτερον, ἐφ᾿ ᾧ συντέθειται καὶ ὁ ἐπίσκοπος Ἀπόλλων, πρὸς τὸ τὰς ἐκκλησίας εἰς δέον ἀναλίσκεσθαι.

Κανὼν ια´ τοῦ Θεοφίλου Ἀλεξανδρείας. Περὶ τοῦ τὰς χήρας, καὶ πένητας, καὶ ξένους, ἐκ τῶν τῆς Ἐκκλησίας βοηθεῖσθαι.

Αἱ χῆραι καὶ οἱ πένητες καὶ οἱ παρεπιδημοῦντες ξένοι πάσης ἀναπαύσεως ἀπολαυέτωσαν, καὶ μή τις τὰ τῆς ἐκκλησίας ἰδιοποιείσθω.

Κανὼν ιβ´ τοῦ Θεοφίλου Ἀλεξανδρείας. Ὅτι οἱ Ναυατιανοὶ προσερχόμενοι χειροτονοῦνται.

Ἀφήγησις περὶ τῶν λεγομένων Καθαρῶν. Δεδήλωκέ μοι ἡ σὴ εὐλάβεια, ὥς τινες τῶν ὀνομαζόντων ἑαυτοὺς Καθαροὺς προσελθεῖν βούλονται τῇ Ἐκκλησίᾳ. Ἐπειδὴ τοίνυν ἡ μεγάλη σύνοδος, ἡ γενομένη ἐν Νικαίᾳ παρὰ τῶν μακαρίων Πατέρων ἡμῶν, ὥρισεν ὥστε χειροτονεῖσθαι τοὺς προσερχομένους, θέλησον κατὰ τὸν τύπον τοῦτον τοὺς ἐθέλοντας προσέρχεσθαι τῇ Ἐκκλησίᾳ χειροτονεῖν, εἴ γε ὁ βίος αὐτῶν ὀρθός ἐστι καὶ μη δὲν τούτοις ἀντίκειται.

Κανὼν ιγ´ τοῦ Θεοφίλου Ἀλεξανδρείας. Περὶ τῶν μετανοούντων συζυγῶν ἀπὸ τῆς παρανόμου συνοικεσίας, καὶ διὰ τοῦτο ταχθέντων εἰς τοὺς κατηχουμένους.

Ἀγάθωνι ἐπισκόπῳ. Ἀγνοῶν τοὺς τῆς Ἐκκλησίας νόμους, Μάξιμος διϊσχυρίσατο παρανόμῳ συμβιώσει συνῆφθαι καὶ ἐπειδὴ θορυβεῖ αὐτὸν τὸ ἀσύνακτον εἶναι, διεβεβαιώσατο, ἐπειδὴ ἀγνοίᾳ τὸ παράνομον ἔδρασεν, ἐκ συμφώνου ἀπέχεσθαι τῆς παρανόμου συμβιώσεως, κἀκείνης ἀγαπώσης τοῦτο. Ἐὰν τοίνυν δοκιμάσῃς ὅτι τοῦτο ποιοῦσιν ἐκ συμφώνου καὶ μὴ ἀπατῶσιν, ἐπειδὴ δεκαέτης ἐστὶ χρόνος, εἰ σκοπεῖς μετὰ κατηχουμένων αὐτοὺς συνάγεσθαι τέως, οὕτω διοίκησον. Εἰ δὲ συνορᾷς ὅτι ἀπατῆσαι βούλονται καὶ δεῖται τὰ κατ᾿ αὐτοὺς ἔτι στύψεως, ὄπερ ὁ Θεὸς ὑποβάλλει σοι, τοῦτο ποίησον, πανταχοῦ πρὸς τὸ ἐπέχον ὁδηγούμενος, ἐπὶ γὰρ τῶν τόπων τυγχάνων, τὰς γνώμας αὐτῶν μᾶλλον εἰδέναι δύνασαι.

Κανὼν ιδ´ τοῦ Θεοφίλου Ἀλεξανδρείας. Περὶ τῆς θεραπευσάσης τὴν ἀδικίαν, καὶ διὰ τοῦτο συγχωρηθείσης συνίστασθαι τοῖς πιστοῖς.

Μηνᾷ ἐπισκόπῳ. Νόμιμον πρᾶγμα πεποιήκασιν οἱ πρεσβύτεροι ἐν Γεμίνῳ τῇ κώμῃ, εἰ ἀληθεύει ἡ κομίζουσα τὸ γράμμα Εὐσταθία· φάσκει γάρ, ὅτι Κυράδιον ἀδικοῦσαν καὶ μὴ βουλομένην ἀναστεῖλαι τὴν ἀδικίαν, ἐχώρισαν τῆς συνάξεως. Ἐπειδὴ τοίνυν εὖρον ὡς, τὸ ἑαυτῆς κακὸν θεραπεύσασα, βούλεται συναχθῆναι, θέλησον παρασκευάσαι αὐτὴν ἀποθέσθαι πρῶτον τὴν ἀδικίαν καὶ πεῖσαι μετανοῆσαι, ἵν᾿ οὕτως, εἰ συνίδοις ὅτι νόμῳ Θεοῦ προσέρχεται, τῆς συνάξεως ὀρεγομένη, ἐπιστρέψῃς αὐτῇ μετὰ τῶν λαῶν συνάγεσθαι.

ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ

Κανὼν α´ τοῦ Ἁγίου Κυρίλλου Ἀλεξανδρείας. Περὶ τοῦ ποτνιωμένου διὰ τὸ ἐκβληθῆναι τῆς ἐπισκοπῆς.

Ἕκαστα τῶν καθ᾿ ἡμᾶς πραγμάτων, ὅταν εὐθὺ φέρηται κανονικῆς ευταξίας, οὐδένα μὲν ἡμῖν ἐντίκτει θόρυβον, ἀπαλλάττει δὲ καὶ τῆς παρά τινων δυσφημίας, μᾶλλον δὲ καὶ τὰς παρὰ τῶν εὖ φρονούντων εὐφημίας ἡμῖν προξενεῖ. Τίς γὰρ οὐκ ἂν ἀποδέξαιτο ψῆφον ἀπροσκλινῆ, ἥπερ ἂν γένοιτο παρά τινων; ἢ πῶς τὸ κρίνειν ὀρθῶς καὶ ἐννόμως οὐκ ἀνεπίπληκτον ἔσται, μᾶλλον δὲ παντὸς ἐπαίνου μεστόν; Καὶ ταῦτα γράφω νυνί, τῆς σῆς θεοσεβείας ἐν τοῖς ἑαυτῆς γράμμασι τοῖς σταλεῖσι πρὸς ἐμέ τε καὶ τὸν ὁσιώτατον καὶ θεοφιλέστατον ἀδελφὸν ἡμῶν καὶ συνεπίσκοπον Πρόκλον, ἐπίσκοπον μεν ὀνομαζούσης τὸν εὐλαβέστατον καὶ θεοσεβέστατον Πέτρον, αὐτοῦ κλαίοντος, καὶ τῆς ἐκνεμηθείσης αὐτῷ ἐκκλησίας παραλόγως κεκινῆσθαι λέγοντος. Ἦν δ᾿ ἀκόλουθον, ἢ τὸ τῆς ἱερωσύνης ὄνομα μετὰ τοῦ πράγματος ἔχειν αὐτόν, ἤγουν, εἴπερ μὴ ἦν ἄξιος τοῦ προεστᾶναι θείου θυσιαστηρίου, μηδ᾿ αὐτῇ τιμᾶσθαι τῇ κλήσει τῆς ἐπισκοπῆς. Ἀλλ᾿ ἴσως δόξειεν ἂν τῇ σῇ θεοσεβείᾳ σκληρὸς εἶναί τις καὶ ἀφιλάλληλος ὁ παρ᾿ ἐμοῦ λόγος· ἔχει δὲ οὐχ οὕτω κατὰ τὸ ἀληθές. Ἐλεῆσαι γὰρ τάχα που νομίζομεν τὸν πρεσβύτην, μόνην αὐτῷ τὴν κλῆσιν ἀφέντες. Μακρῷ δὲ ἦν ἄμεινον ἐννοῆσαι καὶ τὸ ἕτερον· φάσκει γὰρ δύνασθαι μὲν συστῆναι τῇ οἰκείᾳ ὑπολήψει, οὐ λαβεῖν δὲ καιρὸν ἀπολογίας, οὔτε μὴν ἀκρόασιν αὐτῷ προτεθῆναι κανονικήν. Εἰ δ᾿ ἐγεγόνει τι τοιοῦτον, αὐτὴ τῶν ὑπομνημάτων ἡ σύστασις διήλεγξεν ἂν αὐτόν, ἢ ἁλόντα τοῖς αἰτιάμασιν ἔνοχον ἀποπεφασμένον καὶ οὐδὲν ἔχοντα λοιπὸν εἰπεῖν ὡς ἠδικημένον, ἢ γοῦν ἐλεύθερον ἀποφήνασα πάλιν ἐδίδου τὸ προεστᾶναι τῆς ἐκκλησίας, ἣ καὶ ὑπὸ χεῖρα γέγονε τὴν ἑαυτοῦ. Οὐδενὸς δὲ πεπραγμένου τοιούτου, καταβοᾷ τοῦ πράγματος καὶ ἀδικίαν ἀφόρητον ὑποστῆναί φησι καὶ ἀθέσμως ἐκβεβλῆσθαι προσεπάγων, ὅτι καὶ ἡρπάγη πάντα τὰ προσόντα αὐτῷ χρήματα. Ἡ σὴ τοιγαροῦν ὁσιότης, ἐννοοῦσα καὶ τὸ τοῖς θείοις κανόσι δοκοῦν καὶ τὸ πρέπον τῇ Ἐκκλησίᾳ καὶ τοῖς τεταγμένοις εἰς ἱερὰν λειτουργίαν, ἔτι τε πρὸς τούτοις καὶ τὰ παρ᾽ ἡμῶν δυσωπηθεῖσα γράμματα, στησάτω τοῦ πρεσβύτου τὸ δάκρυον. Καὶ εἰ μὲν ἕλοιτο δικάσασθαι πρὸς τοὺς ἐπάγοντας αὐτῷ τὰς αἰτίας, δικαζέσθω κατὰ τὸ εἰωθὸς ἐπὶ τῆς σῆς θεοσεβείας, συμπαρόντων δηλονότι τῶν ὑπὸ τὴν αὐτῆς χεῖρα θεοσεβεστάτων ἐπισκόπων, ἐκτὸς εἰ μὴ παραιτοῖτό τινας ὡς ὑπόπτους. Οὐδένα μὲν γὰρ τῶν θεοσεβεστάτων ἐπισκόπων ἐχθρὰ φρονεῖν ἀδελφῷ πιστεύομεν. Ἵνα δὲ μὴ πρόφασις αὕτη γένηται, τὴν ἐσομένην ἐπ᾿ αὐτῷ κρίσιν παραλύουσα, πρὸς τὸ μὴ ἐν δίκῃ πεποιῆσθαι δοκεῖν, οὐδέν ἐστι τὸ λυποῦν ἀπεῖναι τοῦ συνεδρίου τῶν ἐν ὑποψίᾳ τινάς.

Κανὼν β´ τοῦ Ἁγίου Κυρίλλου Ἀλεξανδρείας. Περὶ ἀπολήψεως ὧν ἀφῃρέθη ὁ αὐτὸς χρημάτων, καὶ περὶ τοῦ μὴ λογοπραγεῖσθαι αὐτόν.

Τὰ δὲ ἀδίκως ληφθέντα παρ᾿ αὐτοῦ χρήματα, ἀναδοθῆναι δίκαιον κατὰ δύο τρόπους· Πρῶτον μέν, ὅτι οὐδὲ ἐχρῆν ὅλως γενέσθαι τι τοιοῦτον καὶ ὅτι λυπεῖ σφόδρα καὶ εἰς ἐσχάτην ἀκηδίαν καταφέρει τοὺς ἁπανταχόσε γῆς ὄντας θεοσεβεστάτους ἐπισκόπους τὸ ἀπαιτεῖσθαι λόγους τῆς οἰκονομίας τῶν παραπιπτόντων αὐτοῖς ἀναλωμάτων, εἴτε ἐκ προσόδων ἐκκλησιαστικῶν, εἴτ᾿ οὖν καὶ ἀπὸ τῆς τινῶν καρποφορίας. Ἕκαστος γὰρ ἡμῶν τῶν ἰδίων καιρῶν δώσει λόγον τῷ πάντων κριτῇ. Κειμήλια μὲν γὰρ καὶ κτήσεις ἀκινήτους, ἀνεκποιήτους ταῖς ἐκκλησίαις σῴζεσθαι χρή, θαρσεῖσθαι δὲ τοῖς κατὰ καιρὸν τὴν θείαν διέπουσαν ἱερωσύνην τῶν παραπιπτόντων ἀναλωμάτων τὴν οἰκονομίαν.

Κανὼν γ´ τοῦ Ἁγίου Κυρίλλου Ἀλεξανδρείας. Περὶ ἀτοπίας τοῦ προσάγειν ἐν τῇ Ἐκκλησίᾳ παραίτησιν.

Τοὺς δὲ τῆς παραιτήσεως λιβέλλους οὐ κατὰ προαίρεσιν οἰκείαν, ἀλλ᾿ ὡς ἐξ ἀνάγκης καὶ φόβου καὶ τῆς τινῶν ἀπειλῆς ἐπιδοῦναι φησί, καὶ ἑτέρως δὲ πρᾶγμά ἐστιν οὔτε τοῖς τῆς Ἐκκλησία; ἀρέσκον θεσμοῖς, λιβέλλους παραιτήσεων προσάγειν τινὰς τῶν ἱερουργῶν. Εἰ γὰρ εἰσιν ἄξιοι τοῦ λειτουργεῖν, ἔστωσαν ἐν τούτῳ, εἰ δὲ ἀνάξιοι, μὴ ἀπὸ παραιτήσεως ἐξίτωσαν, κατεγνωσμένοι δὲ μᾶλλον ἐπὶ πράγμασιν, ὧν ἄν τις πολλὴν ποιήσαιτο τὴν καταβοήν, ὡς ἔξω τρεχόντων πάσης ἀκολουθίας. Πρόσειπε τὴν παρὰ σοὶ ἀδελφότητα. Σὲ ἡ σὺν ἡμῖν ἐν Κυρίῳ προσαγορεύει.

Κανὼν δ´ τοῦ Ἁγίου Κυρίλλου Ἀλεξανδρείας. Περὶ ἐρεύνης πρὸς τοὺς μέλλοντας κληροῦσθαι.

Τοῖς κατὰ Λιβύην καὶ Πεντάπολιν ἐπισκόποις (Κανὼν α´, β´) Παντὸς τοῦ χρησίμου καὶ ἀναγκαίου πρὸς οἰκοδομὴν τῶν λαῶν, τελοῦντος δὲ καὶ ὑπόληψιν τῶν ἁγίων ἐκκλησιῶν, φροντίδα ποιεῖσθαι χρή. Γέγραπται γάρ, ὅτι εὐλαβεῖς ποιεῖτε τοὺς υἱοὺς Ἰσραήλ, Μοναστηρίων τοίνυν πατέρες τῶν κατὰ τὴν Θηβαίων ἐπαρχίαν, ἄνδρες εὐλαβεῖς καὶ οὐκ ἀθαύμαστον ἔχοντες πολιτείαν, ἐλθόντες ἐν Ἀλεξανδρείᾳ, ἐρωτώμενοί τε παρ᾿ ἐμοῦ τήν κατάστασιν τῶν αὐτόσε μοναστηρίων, ἐδίδασκον ὅτι σκανδαλίζονται πολλοὶ διὰ τοιαύτην αἰτίαν. Νεωστὶ γεγαμηκότες τινὲς καὶ οἷον ἐξ αὐτῶν καταβάντες τῶν νυμφώνων, συναρπάζουσί τινας τῶν θεοφιλεστάτων ἐπισκόπων καί, οὐδενὸς τάχα που τὰ κατ᾿ αὐτοὺς καταγγέλλοντος, χειροτονοῦνται κληρικοί, ἤγουν πρεσβύτεροι. Ἕτεροι δέ τινες ἐξ αὐτῶν τῶν μοναστηρίων, ὡς ἄτακτοι ἐκβαλλόμενοι, πάλιν ὑποτρέχουσι τὰς χειροτονίας καί, γενόμενοι κληρικοί, εἰσέρχονται καὶ ἐν αὐτοῖς τοῖς μοναστηρίοις, ὅθεν ἐκβέβληνται, καὶ βούλονται προσφέρειν καὶ ὅσα κληρικοῖς ἔθος πληροῦν καὶ ταῦτα δρᾷν, ὡς καί τινας τῶν εἰδότων αὐτοὺς παραιτεῖσθαι καὶ τὰς συνάξεις καὶ μὴ ἀνέχεσθαι κοινωνεῖν, λειτουργούντων ἐκείνων. Ἐπειδὴ τοίνυν πρὸς οἰκοδομήν, ὡς ἔφην, τῶν λαῶν πάντα χρὴ πράττεσθαι παρ᾽ ἡμῶν, ἐπιτηρείτω ταῦτα ἡ θεοσέβεια ὑμῶν. Καὶ εἰ μέλλει τις χειροτονεῖσθαι κληρικός, περιεργαζέσθω τὸν βίον αὐτοῦ· καὶ πότερόν ποτε γαμετὴν ἔχει ἢ οὐ· καὶ πῶς καὶ πότε ἠγάγετο· καὶ εἰ ἀπέσχετο· καὶ εἰ μή τίς ἐστι τῶν ἐκβεβλημένων ἢ παρ᾿ ἑτέρου θεοσεβεστάτου ἐπισκόπου ἢ ἐκ μοναστηρίου· καὶ τότε χειροτονείτω, ἀδιάβλητον εὑρεθέντα. Τηρήσομεν γὰρ οὕτω καθαρὸν καὶ τὸ ἑαυτῶν συνειδὸς καὶ ἀδιάβλητον τὴν ἱεράν σεπτήν λειτουργίαν.

Κανὼν ε´ τοῦ Ἁγίου Κυρίλλου Ἀλεξανδρείας. Περὶ κατηχουμένων βαπτίσεως εἰ ἐξοδεύειεν, καὶ τοι δι᾿ ἁμαρτίαν κεκωλυμένων.

Ἐὰν δὲ χωρισμὸν ὑπομείνωσί τινες, ἐπιτιμηθέντες πταισμάτων ἕνεκα, εἶτα μέλλωσι τελευτᾶν κατηχούμενοι ὄντες, βαπτιζέσθωσαν καὶ μὴ ἀποδημείτωσαν τῶν ἀνθρωπίνων ἀμέτοχοι τῆς χάριτος, ἤγουν ἀκοινώνητοι. Δοκεῖ γὰρ προσέχειν καὶ τοῦτο τοῖς τῆς Ἐκκλησίας θεσμοῖς. Προσείπατε τὴν παρ᾿ ὑμῖν ἀδελφότητα. Ὑμᾶς ἡ σὺν ἡμῖν ἐν Κυρίῳ προσαγορεύει.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου