Ἐπιστολὴ τοῦ Γενναδίου Κωνσταντινουπόλεως, πρὸς ἅπαντας τοὺς ὁσιωτάτους μητροπολίτας
καὶ πρὸς τὸν πάπαν Ῥώμης. Περὶ τῶν Σιμωνιακῶν.
Τῷ θεοφιλεστάτῳ συλλειτουργῷ (τῷδε), Γεννάδιος καὶ ἡ ἐνδημοῦσα τῇ βασιλίδι Κωνσταντινουπόλει,
νέᾳ Ῥώμῃ, ἁγία σύνοδος. Ὁ Δεσπότης ἡμῶν καὶ Θεὸς καὶ Σωτὴρ Ἰησοῦς Χριστός, ἐγχειρίσας
τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς τοῦ Εὐαγγελίου τὸ κήρυγμα καὶ διδασκάλους τούτους ἀνὰ
πᾶσαν τὴν οἰκουμένην ἀνθρώποις ἐξαποστείλας, παρεκελεύσατο διαρρήδην, ἣν εἰλήφασι
παρ᾿ αὐτοῦ δωρεάν, ταύτην καὶ αὐτοὺς τοῖς ἀνθρώποις μεταδιδόναι δωρεάν, μὴ κτωμένους
ὑπὲρ αὐτῆς χαλκὸν ἢ ἄργυρον ἢ χρυσὸν ἤ τινα περιουσίαν ἄλλην ὅλως, ὑλικὴν ἢ γεώδη·
μὴ γὰρ εἶναι τῶν ἐπουρανίων καὶ πνευματικῶν χαρισμάτων ἀμοιβὴν τὰ γεηρὰ καὶ ἐπίκηρα.
Ταύτην τὴν ἐντολὴν οὐ μόνον ἐκείνοις, ἀλλὰ καὶ ἡμῖν δι᾿ ἐκείνων ἐνετείλατο, οὕς
εἰς τὸν οἰκεῖον βαθμόν τε καὶ τόπον ὑπεισαγαγεῖν κατηξίωσε. Καὶ δεῖ, καθάπερ ἐκεῖνοι
τότε, καὶ ἡμᾶς νῦν ἀκριβῶς φυλάττειν τε καὶ παρατηρεῖν καὶ μὴ σοφίζέσθαι τὰ ἄσοφα,
μηδὲ κύβον ἀναρριπτεῖν ἐπικίνδυνον. Δωρεάν, φησίν, ἐλάβετε, δωρεὰν δότε. Μὴ κτήσησθε
χαλκόν, μηδὲ ἄργυρον, μήτε χρυσὸν εἰς τὰς ζώνας ἡμῶν. Ἁπλοῦς καὶ σαφὴς ὁ τῆς ἐντολῆς
ταύτης λόγος ἐστίν, οὐδὲν ποικῖλον ἔχων, οὐδὲ δυσέφικτον, οὐδὲ σοφιστικῆς δεόμενον
ἐξηγήσεως, παρ᾿ ἐμοῦ, φησίν, ἐδέξασθε τὸ τῆς ἱερωσύνης ἀξίωμα. Εἰ μὲν ὑπὲρ αὐτοῦ
μοι μικρὸν ἢ μέγα τι κατεβάλεσθε καὶ τοῦτο ὑμῖν πέπραται παρ᾿ ἐμοῦ, πωλεῖτε καὶ
ὑμεῖς ἑτέροις αὐτό, εἰ δὲ δωρεὰν εἰλήφατε, δότε καὶ ὑμεῖς δωρεάν. Τί τῆς ἐντολῆς
ταύτης σαφέστερον; Τί δὲ τοῖς πειθαρχοῦσι λυσιτελέστερον; Οὐαὶ τῷ ὄντι τοῖς κτήσασθαι
τὴν τοῦ Θεοῦ δωρεὰν ἢ διδόναι ταύτην διὰ χρημάτων ὑπειληφόσιν· εἰς γὰρ χολὴν πικρίας
καὶ σύνδεσμον ἀδικίας οἱ τοιοῦτοι κατὰ τὴν ἀπόφασιν τοῦ ἁγίου Πέτρου ὑπάρχουσι,
συλληφθέντες ὑπὸ τῆς ἑαυτῶν φιλαργυρίας. Ὅθεν καὶ τῶν ὁσίων καὶ μακαρίων Πατέρων
τῶν τῆς ἁγίας καὶ μεγάλης οἰκουμενικῆς συνόδου τῆς ἐν Χαλκηδόνι συναχθείσης, τῷ
δεσποτικῷ τούτῳ νόμῳ συνᾴδων ὁ περὶ τούτου κανών, ἡμῖν σαφῶς οὑτωσί λέξεσιν αὐταῖς
ἐκπεφώνηται· Εἴ τις ἐπίσκοπος ἐπὶ χρήμασι χειροτονίαν ποιήσαιτο καὶ εἰς πρᾶσιν καταγάγοι
τὴν ἄπρατον χάριν, καὶ χειροτονήσοι ἐπὶ χρήμασιν ἐπίσκοπον ἢ χωρεπίσκοπον ἢ πρεσβύτερον
ἢ διάκονον ἢ ἕτερόν τινα τῶν ἐν τῷ κλήρῳ καταριθμουμένων, ἤ προβάλοιτο ἐπὶ χρήμασιν
οἰκονόμον ἢ ἔκδικον ἢ παραμονάριον ἢ ὅλως τινὰ τοῦ κλήρου, δι᾿ αἰχροκέρδειαν οἰκείαν,
ὁ τοῦτο ἐπιχειρήσας, ἐλεγχθείς, κινδυνευέτω περὶ τὸν οἰκεῖον βαθμόν, καὶ ὁ χειροτονούμενος
μηδὲν ἐκ τῆς κατ᾿ ἐμπορίαν ὠφελείσθω χειροτονίας ἢ προβολῆς, ἀλλ᾿ ἔστω ἀλλότριος
τῆς ἀξίας ἢ τοῦ φροντίσματος, οὗπερ ἐπὶ χρήμασιν ἔτυχεν. Εἰ δέ τις καὶ μεσιτεύων
φανείη τοῖς αἰσχροῖς τούτοις καὶ ἀθεμίτοις λήμμασι, καὶ οὗτος, εἰ μὲν κληρικὸς εἴη,
τοῦ οἰκείου ἐκπιπτέτω βαθμοῦ· εἰ δέ λαϊκὸς ἢ μονάζων, ἀναθεματιζέσθω. Κάλλιστα καὶ
λίαν εὐσεβῆ τοῦ κανόνος τῶν ἁγίων Πατέρων ὑπάρχει τὰ παραγγέλματα, πᾶσαν ἔφοδον
σατανικὴν καὶ πᾶν ἐγχείρημα διαβολικόν, κατὰ τῆς πνευματικῆς φερόμενον δωρεᾶς, ἀπωθούμενά
τε καὶ ἀνακόπτοντα. Οὐ βούλεται γὰρ οὐδαμῶς διὰ χρημάτων γίνεσθαι τῆς χειροτονίας
τὴν προβολὴν ἢ ὑποδέχεσθαι, οὔτε παρὰ τοῦ ταύτην ἐνεργοῦντος, οὔτε παρὰ τοῦ τῆς
χειροτονίας τὴν προβολὴν ὑποδεχομένου. Ἀλλ᾿ οὐδὲ πρὸ τοῦ καιροῦ τῆς χειροτονίας,
οὐδὲ μετὰ τὸν καιρὸν τῆς χειροτονίας, οὐδὲ κατὰ τὸν καιρὸν αυτὸν τῆς χειροτονίας,
ὑπὲρ τῆς χειροτονίας δίδοσθαι χρήματα συγχωρεῖ, καθόλου γὰρ τὴν ἐπὶ τῷ πράγματι
τούτῳ δωροδοκίαν ἀπέφησεν. Ὅμως ἐπειδὴ νῦν καίτοι προδήλως τούτων οὕτω κεκωλυμένων,
ἐφωράθησάν τινες κατὰ τὴν Γαλατῶν, ὀλιγωροῦντες καὶ παραβαίνοντες δι᾿ αἰσχροκέρδειαν
καὶ φυλαργυρίαν τὰ σωτήρια ταῦτα καὶ φιλάνθρωπα παραγγέλματα, εὖ ἔχειν ἔδοξε καὶ
ἡμῖν, αὐτὰ ταῦτα πάλιν ἀνανεώσασθαι μετὰ τῆς ἁγίας συνόδου, τῆς ἐνδημούσης ἐν ταύτῃ
τῇ βασιλευούσῃ νέᾳ Ῥώμῃ, ὥστε, δίχα πάσης ἐπινοίας καὶ πάσης προφάσεως καὶ παντὸς
σοφισμοῦ, τὴν ἀσεβῆ καὶ βδελυρὰν ταύτην, οὐκ οἶδ᾿ ὅπως, ἐπεισελθοῦσαν συνήθειαν
ταῖς ἁγιωτάταις ἐκκλησίαις, παντελῶς ἐκτεμεῖν, ἵνα ἀληθῶς ἀκαπηλεύτου καὶ καθαρᾶς
παρὰ τῶν ἀρχιερέων τῆς ἐπὶ τῶν χειροτονουμένων ἀναρρήσεως γινομένης, ἄνωθεν ἡ τοῦ
ἁγίου Πνεύματος χάρις ἐπιφοιτᾷ, ὡς νῦν γε, οὐκ οἶδα, εἰ διὰ χρημάτων τὴν προβολὴν
ποιουμένων, καὶ οὐ τῆς χειρὸς καθαρῶς ἐνεργούσης, ἐπιφοιτᾷ τῷ προχειριζομένῳ κατὰ
τὴν φωνὴν τοῦ κηρύγματος, καὶ οὐχὶ συστέλλεται μᾶλλον ἡ τοῦ ἁγίου Πνεύματος χάρις.
Ἴσθι τοίνυν τὰ πάντα, θεοσεβέστατε, πάντα τὸν ὁντιναοῦν ἁλισκόμενον ἐπὶ τοιούτῳ
τινὶ ἐπίσκοπον ἢ χωρεπίσκοπον ἢ περιοδευτὴν ἢ πρεσβύτερον ἢ διάκονον ἢ ἄλλον ὁντιναδήποτε
τοῦ κανόνος, ἢ λαικόν, κοινῷ δόγματι τῶν ἀρχιερέων κατακεκρίσθαι καὶ κοινῇ ψήφῳ,
καθὼς περὶ τούτου καὶ ὁ τῶν ἁγίων Πατέρων κανὼν φθάσας διαλαλεῖ. Δεῖ γὰρ εἶναι χάριν
τὴν χάριν καὶ μηδαμοῦ παρ᾽ αὐτῇ μεσιτεύειν ἀργύριον
. Ἔστω τοίνυν καὶ ἔστιν ἀποκήρυκτος
καὶ πάσης ἱερατικῆς ἀξίας τε καὶ λειτουργίας ἀλλότριος καὶ τῇ κατάρᾳ τοῦ ἀναθέματος
ὑποκείμενος ὅ τε ταύτην κτᾶσθαι διὰ χρημάτων οἰόμενος καὶ ὁ ταύτην παρέχειν ἐπὶ
χρήμασιν ὑπισχνούμενος, εἴτε κληρικός, εἴτε λαϊκὸς εἴη, κἂν ἐλέγχοιτο, κἂν μὴ ἐλέγχοιτο
τοῦτο ποιεῖν. Οὐ γὰρ οἷόν τε συμβιβασθῆναί ποτε τὰ ἀσύμβατα, οὐδὲ Θεῷ συμφωνῆσαι
τὸν μαμωνᾶν, ἢ τοὺς τούτῳ δουλεύοντας δουλεῦσαι Θεῷ, δεσποτικὴ καὶ αὕτη ἐστὶν ἀπόφασις
ἀναμφίλεκτος· Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Τούτοις ἐπιθαρροῦντες ἡμεῖς κατὰ
δύναμιν καὶ τούτοις ὑπείκοντες, μετὰ τοῦ ταῦτα φήσαντος, κατὰ τῶν ταῦτα παρανομούντων
τὴν ἀπόφασιν πεποιήμεθα. Φροντισάτω δὲ καὶ ἡ σὴ ὁσιότης, ταῦτα διὰ πάσης φυλακῆς
ποιουμένη, δῆλα καταστῆσαι δι᾿ ἀντιγράφων, καὶ τοῖς ὑπὸ σὲ θεοφιλεστάτοις ἐπισκόποις
καὶ περιοδευταῖς, καὶ τοῖς ἄλλοις ἅπασιν, ἵνα ἐν ἑνὶ πνεύματι καὶ μιᾷ ψυχῇ πάντες
ὁμοῦ χριστιανοὶ συμφραξάμενοι κατὰ τοῦ κοινοῦ δυσμενοῦς, ἰσχύσωμεν σὺν Θεῷ τὴν ὑπ᾿
ἐκείνου φυτευθεῖσαν ἐν ἡμῖν τῆς φιλαργυρίας ῥίζαν, ἅμα πᾶσιν αὐτῆς τῶν κακῶν τοῖς
βλαστήμασιν ἐκτεμεῖν. Πᾶσαν τὴν σὺν σοὶ ἐν Χριστῷ ἀδελφότητα προσαγορεύομεν. Ἐρρωμένως
ἐν Κυρίῳ ὑπερεύχου ἡμῶν, θεοφιλέστατε ἀδελφέ. Γεννάδιος ἐπίσκοπος Κωνσταντινουπόλεως,
νέας Ρώμης, ὑπέγραψα.
ΚΑΝΟΝΕΣ ΕΚ ΤΟΥ ΚΑΝΟΝΙΚΟΥ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΝΗΣΤΕΥΤΟΥ
Κανὼν α´ τοῦ Ἰωάννου τοῦ Νηστευτοῦ. Ὅπως τοὺς τῆς μετανοίας χρόνους ὁ Νηστευτὴς
συνέτεμε;
Τό δὲ οὕτω συντέμνειν ἡμᾶς, φησί, τοὺς τῆς μετανοίας χρόνους, οὐκ ἂν δόξειε μὴ
λόγον σῷζον τῆς ὀρθῶς, ὡς οἶμαι, λογιζομένοις. Ἐπεὶ γάρ, οὔτε παρὰ τῷ μεγάλῳ Πατρὶ
Βασιλείῳ, οὔτε μὴν παρὰ τοῖς ἀρχαιοτέροις τῶν θεσπεσίων ἡμῶν Πατέρων, νηστεία τις
ἢ ἀγρυπνία ἢ γονυκλισιῶν ἀριθμὸς ὡρίσθη τοῖς ἁμαρτάνουσι, μόνη δὲ τῆς ἱερᾶς ἀποχὴ
κοινωνίας, δεῖν ἡμεῖς ᾠήθημεν, τοῖς γνησίως μετανοοῦσι καὶ τὴν σάρκα σκληραῖς ἀγωγαῖς
κατατρύχειν προθυμουμένοις καὶ βίον εὐγνωμόνως μετιέναι τῆς πρῴην κακίας ἀντίρροπον,
κατὰ τὸ μέτρον τῆς ἐγκρατείας ἀντιμετρεῖν αὐτοῖς καὶ τὴν τοῦ χρόνου τῆς μετανοίας
ἐλάττωσιν. Οἷον, εἴ τις οἴνου μὴ πίνειν ἐπὶ ῥηταῖς ἡμέραις καταδέξαιτο, ἐνιαυτὸν
καὶ ἡμεῖς ἐκρίναμεν ἀφαιρεῖν ἕνα, τῆς ὁρισθείσης τῷ αὐτοῦ πταίσματι πρὸς τῶν Πατέρων
ἐπιτιμίας. Ὡσαύτως, εἰ κρέως ἐγκράτειαν ἐπαγγέλλεται πρὸς καιρόν, ἕτερον ἡμεῖς χρόνον
ἐκκόπτειν ἐδοκιμάσαμεν, ἢ τυροῦ καὶ ᾠῶν, ἤ ἰχθύος ἢ ἐλαίου, καὶ οὕτω καθ᾿ ἑκάστην
ἐγκράτειαν ἑνὸς τῶν τοιούτων εἰδῶν, ἕνα χρόνον περιαιρεῖν. Οὐ μὴν ἀλλὰ καὶ εἰ συχναῖς
γονάτων κλίσεσι τὸ θεῖον ἐξευμενίζειν αἱρεῖται, ὁμοίως ποιεῖν· καὶ μάλιστα, εἰ φιλότιμον
πρὸς ἐλεημοσύνην καὶ τῆς δυνάμεως οὐκ ἀποδέουσαν τὴν προαίρεσιν ἐπιδείκνυται. Εἰ
δὲ καὶ μετὰ τὸ παράπτωμα τὸν θεοφιλῆ τις καὶ μονότροπον βίον ὑπῆλθεν, ἔτι συντομωτέραν
αὐτῷ μνηστεύειν ἄφεσιν καλῶς ἔχειν ἐδοκιμάσαμεν, διὰ βίου μέλλοντι κακοπάθειαν μετιέναι,
ἀγωγῇ τοιᾷδε προσήκουσαν.
Κανὼν β´ τοῦ Ἰωάννου τοῦ Νηστευτοῦ.
Ἡ διὰ τῶν λογισμῶν ἐπὶ τὴν καρδίαν τῆς ἡδονῆς προσβολή, ὡς ἁμαρτία μήπω ἀπηργασμένη
καὶ ἀνεπιτίμητος τὸ παράπαν.
Κανὼν γ´ τοῦ Ἰωάννου τοῦ Νηστευτοῦ.
Ὁ συνδυασμὸς μετανοίαις ἀποπλύνεται δώδεκα.
Κανὼν δ´ τοῦ Ἰωάννου τοῦ Νηστευτοῦ.
Ἡ πάλη ἢ στεφάνων ἢ τιμωρίας ἀξία.
Κανὼν ε´ τοῦ Ἰωάννου τοῦ Νηστευτοῦ.
Ἡ συγκατάθεσις, αἰτία καὶ ἀρχὴ τῶν ἐπιτιμίων.
Κανὼν ς´ τοῦ Ἰωάννου τοῦ Νηστευτοῦ.
Ὁ μολυνθεὶς καθ᾿ ὕπνους τῷ τῆς ἐκκρίσεως πάθει, ἡμέραν μίαν τῆς κοινωνίας ἐκβάλλεται,
τὸν δὲ πεντηκοστὸν ᾄσας ψαλμὸν καὶ τεσσαράκοντα ἐννέα μετανοίας ποιήσας, οὕτω τοῦ
ῥύπου καθαρθῆναι πιστεύεται.
Κανὼν ζ´ τοῦ Ἰωάννου τοῦ Νηστευτοῦ.
Ὁ δὲ ἐγρηγορότος τοῦ σώματος μολυνθείς, εἰς ἑβδόμην ἡμέραν τῆς κοινωνίας εἴργεται,
τὸν πεντηκοστὸν καθ᾿ ἑκάστην ᾄδων καὶ τεσσαράκοντα ἐννέα μετανοίας ποιῶν.
Κανὼν η´ τοῦ Ἰωάννου τοῦ Νηστευτοῦ.
Ὁ μαλακίαν διαπραξάμενος, τεσσαράκοντα ἡμέρας ἐπιτιμᾶται, ξηροφαγίᾳ διαιτώμενος
καὶ μετανοίας ἑκάστης ποιῶν ἑκατόν.
Κανὼν θ´ τοῦ Ἰωάννου τοῦ Νηστευτοῦ
Ἡ δὲ εἰς ἀλλήλους μῖξις, οἷα διπλῆν ἐργαζομένη τὴν μαλακίαν, μέχρις ὀγδοήκοντα
ἡμερῶν τὸ δηλωθὲν ἐπιτίμιον δέχεται.
Κανὼν ι´ τοῦ Ἰωάννου τοῦ Νηστευτοῦ.
Εἰ δέ τις τῶν τοῦ κλήρου πρὸ τοῦ ἱερωθῆναι τῷ τῆς μαλακίας περιπέπτωκε πάθει,
μὴ θαρρῶν ἴσως ὡς παρὰ τοῦτο μόνον τῆς ἱερωσύνης ἀποπεμφθήσεται, ἀποχρῶσαν πρότερον
δεξάμενος ἐπιτίμησιν, οὕτως εἰς ἱερωσύνην ἐρχέσθω. Εἰ δὲ τούτῳ μετὰ τὴν ἱερωσύνην
ἑάλω, ἐπὶ ἐνιαυτὸν ἕνα ταύτης ἀργήσας καὶ τοῖς εἰωθόσιν σωφρονισθείς, πρὸς τὴν ἱερωσύνην
ἐπανιέτω. Εἰ δὲ μετὰ τὴν ἐπίγνωσιν τῆς ἁμαρτίας δὶς ἢ τρὶς τοῦτο ἐργάσαιτο, τῆς
ἱερωσύνης παυσάμενος, εἰς ἀναγνωστῶν τάξιν ἐρχέσθω.
Κανὼν ια´ τοῦ Ἰωάννου τοῦ Νηστευτοῦ.
Ἀλλὰ καὶ τῶν γυναικῶν, ἡ εἰς ἀσπασμοὺς ἀνδρὸς ἐλθοῦσα καὶ ἐπαφάς, μὴ μέντοι διαφθαρεῖσα,
τὸ τῆς μαλακίας ἐπιτίμιον δέχεται.
Κανὼν ιβ´ τοῦ Ἰωάννου τοῦ Νηστευτοῦ.
Παντὶ τῷ πορνεύσαντι Μοναχῷ, ἤ λαϊκῷ, διετῆ χρόνον μὴ κοινωνεῖν ὑποτιθέμεθα,
εἴγε μετὰ τὴν ἐννάτην προθυμεῖται ξηροφαγίᾳ χρῆσθαι, καὶ μετανοίας ποιεῖν διακοσίας
πεντήκοντα· ἐὰν δ᾿ ἀμελῶς ἔχῃ, τὸν ὁρισθέντα τοῖς Παντράσι πληροῦτω χρόνον.
Κανὼν ιγ´ τοῦ Ἰωάννου τοῦ Νηστευτοῦ.
Τὸν μοιχὸν μετὰ τρία ἔτη τῆς Κοινωνίας μετέχειν ἀξιοῦμεν, μὴ δυσχεραίνοντα τὴν
μετὰ τὴν ἐννάτην ξηροφαγίαν, ἀλλὰ καὶ μετανοίας ἑκάστης βάλλοντα ν´ ῥαθύμως διακείμενον,
τὸ τέλος τοῦ καιροῦ περιμένειν, ὃ οἱ Πατέρες ὡρίσαντο.
Κανὼν ιδ´ τοῦ Ἰωάννου τοῦ Νηστευτοῦ.
Τὸν τῇ ἰδίᾳ ἐπιμανέντα ἀδελφῇ, μετὰ ἔτη γ´ τῆς Κοινωνίας ἀξιοῦσθαι κελεύομεν·
εἰ μέχρις ἑσπέρας νηστεύεινν αἱρῆται καὶ ξηροφαγεῖν, καὶ μετανοίας καθ᾿ ἑκάστην
φ´ ποιεῖν.
Κανὼν ιε´ τοῦ Ἰωάννου τοῦ Νηστευτοῦ.
Τὸν τῇ ἰδίᾳ νύμφη ἐπιμιγέντα, εἰς δύο τῆς Κοινωνίας ἐκβάλλομεν, εἰ
μετὰ τὴν θ´ εἴη ξηροφαγῶν καὶ μετανοίας καθ᾿ ἑκάστην τριακοσίας εἴη
ποιῶν. Ἀμελείᾳ δὲ δουλεύων,
τὰ ὁρισθέντα τοῖς Πατράσιν ἔτη πληρούτω.
Κανὼν ις´ τοῦ Ἰωάννου τοῦ Νηστευτοῦ.
Τοῖς αὐτοῖς ἐπιτιμίοις ὑπόκειται καὶ ὁ τῇ ἰδίᾳ ἐπιμανείς πενθερᾷ, τῆς γυναικὸς
αὐτοῦ μὴ χωριζόμενος, κατὰ τὸν λέγοντα νόμον· Τὰ ἐξ ἀρχῆς βέβαια ἐκ τῶν ἐπισυμβαινόντων
οὐκ ἀκυροῦται.
Κανὼν ιζ´ τοῦ Ἰωάννου τοῦ Νηστευτοῦ.
Τὰς ἐν ἀφέδρῳ γυναίκας, μηδενὸς τῶν ἁγίων ἄπτεσθαι μέχρις ἑπτὰ ἡμερῶν, ὁ β´ κανὼν
τοῦ ἁγίου Διονυσίου, ἀλλὰ δὴ καὶ ὁ ζ´ τοῦ Τιμοθέου διακελεύεται. Τοῦτο καὶ ὁ παλαιὸς
παραγγέλει νόμος. Ἀλλ᾿ οὐδὲ ἀνδράσι μίγνυσθαι συγχωρεῖ, συμβαίνει γὰρ παρὰ τοῦτο
ἀσθενῆ καὶ ἐξίτηλα γίνεσθαι τὰ σπειρόμενα. Ἐντεῦθεν καὶ ὁ θεῖος Μωϋσῆς τὸν τοῦ λελωβημένου
πατέρα κατέλευσεν, ὅτι δι᾿ ἀκρασίαν τῆς γυναικὸς τὸν καθάρισμὸν οὐ ἀνέμεινε. Τὴν
δὲ ἐν τῷ καιρῷ τῆς αὖτῆς ἀκαθαρσίας καταφρονήσασαν καὶ ἁψαμένην τῶν θείων μυστηρίων,
τεσσαράκοντα ἡμέρας ἀκοινώνητον εἶναι κελεύουσιν.
Κανὼν ιη´ τοῦ Ἰωάννου τοῦ Νηστευτοῦ.
Τὸν ἀῤῥενομανήσαντα τρία ἔτη τῆς Κοινωνίας εἴργεσθαι τὸν τοιοῦτον ἔδοξε, κλαίοντα
καὶ νηστεύοντα καὶ πρὸς ἑσπέραν ξηροφαγοῦντα καὶ μετανοίας διακοσίας ποιοῦντα. Περὶ
πλείονος δὲ τὴν ῥᾳστώνην ποιούμενος, τὰ ιε´ ἔτη πληρούτω.
Κανὼν ιθ´ τοῦ Ἰωάννου τοῦ Νηστευτοῦ.
Παιδίον δὲ πρός τινος φθαρέν, εἰς ἱερωσύνην οὐκ ἔρχεται. Εἰ γὰρ κἀκεῖνο διὰ τὸ
ἀτελὲς τῆς ἡλικίας οὐχ ἥμαρτεν, ἀλλὰ τὸ αὐτοῦ σκεῦος ἐῤῥάγη καὶ εἰς ἱερὰν ὑπουργίαν
ἄχρηστον γέγονεν. Εἰ δὲ εἰς τοὺς μηροὺς τὴν ῥοὴν ἐδέξατο, προσφόρως ἐπιτιμώμενον,
εἰς ἰερωσύνην προβῆναι οὐ κωλυθήσεται.
Κανὼν κ´ τοῦ Ἰωάννου τοῦ Νηστευτοῦ.
Τὸν ἑκούσιον μὲν φόνον εὶς πενταετίαν, τὸν ἀκούσιον δὲ εὶς τριετίαν τῆς Κοινωνίας
ἐκβάλλομεν, εἴγε μετὰ τὴν μέχρις ἑσπέραν νηστείαν ὁ αὐτόχειρ ἀκροτάτῃ χρῆται ξηροφαγίᾳ
καὶ μετανοίας προθυμεῖται καθ᾿ ἑκάστην ποιεῖν τριακοσίας· νωθρῶς δὲ διακείμενος,
τῶν Πατέρων τὸν ὅρον πληρούτω.
Κανὼν κα´ τοῦ Ἰωάννου τοῦ Νηστευτοῦ.
Τὰς φθειρούσας τὰ ἔμβρυα κατ᾿ ἐπιτήδευσιν καὶ τὰς διδούσας καὶ λαμβανούσας φάρμακα,
ὥστε ἀμβλωθρίσαι καὶ ἄωρα τὰ βρέφη ἐκπεσεῖν, ἡμεῖς μέχρι τῶν ε´ ἤ καὶ τριῶν ἐτῶν
τὸ πλεῖον, οἰκονομεῖσθαι ταύτας ὁριζόμεθα.
Κανὼν κβ´ τοῦ Ἰωάννου τοῦ Νηστευτοῦ.
Ἡ δὲ ἀκουσίως τὸ βρέφος ἀποβαλοῦσα, εἰς ἕν ἔτος τὴν ἐπιτίμησιν δέχεται.
Κανὼν κγ´ τοῦ Ἰωάννου τοῦ Νηστευτοῦ.
Ἡ δὲ τῷ βρέφει ἐπικοιμώμενη καὶ ἀποπνίξασα, μετὰ ἔτη τρία τῆς κοινωνίας ἀξιοῦται,
κρεῶν ρηταῖς ἡμέραις ἀπεχομένη καὶ τυροῦ, καὶ τὰ λοιπὰ ἐμπόνως ἐπιτελοῦσα. Καὶ εἰ
μὲν ἐκ ραθυμίας ἢ ἀκρασίας τῶν γονέων τοῦτο συνέβη, φόνῳ ἑκουσίῳ παρείκασται, εἰ
δὲ ἐξ ἐπιβουλῆς τοῦ ἀντικειμένου, συγγνώμης τὸ πρᾶγμα ἄξιον. Πλὴν καὶ τοῦτο δεῖται
μετρίων ἐπιτιμίων, δι᾿ ἕτερα γὰρ πταίσματα ἡ ἐγκατάλειψις αὕτη γέγονεν.
Κανὼν κδ´ τοῦ Ἰωάννου τοῦ Νηστευτοῦ.
Παιδίου ἀβαπτίστου ἀποθανόντος τῇ τῶν οἰκείων γονέων ἀμελείᾳ, εἰς γ´ ἔτη οἱ γονεῖς
τῆς κοινωνίας ἐκβάλλονται, ξηροφαγοῦντες ἐν αὐτοῖς καὶ γονάτων κλίσεσι τὸ θεῖον
ἐξιλεούμενοι, κλαυθμῷ τε καὶ τῇ κατὰ δύναμιν ἐλεημοσύνῃ, ποιοῦντες καθ᾿ ἑκάστην
μετανοίας μ´.
Κανὼν κε´ τοῦ Ἰωάννου τοῦ Νηστευτοῦ.
Μοναχή, ἑτέραις συνεγνωκυῖα μοιχείαν ἢ παιδοφθορίαν καὶ μὴ φανεροῦσα τῇ προεστώσῃ,
ἴσον ἔχει τὸ ἐπιτίμιον τῇ πραττούσῃ, κατὰ τὸν οα´ κανόνα τοῦ μεγάλου Βασιλείου.
Κανὼν κς´ τοῦ Ἰωάννου τοῦ Νηστευτοῦ.
Τὰς ἐκτιθεμένας τὰ οἰκεῖα βρέφη πρὸς ταῖς ἐσόδοις τῶν ἐκκλησιῶν ὡς φονευτρίας
ὁ νόμος κολάζει, κἂν τινες ἀνελόμενοι ταῦτα περιποιήσωνται.
Κανὼν κζ´ τοῦ Ἰωάννου τοῦ Νηστευτοῦ.
Τὸν ἑκουσίως μετανοοῦντα κλέπτην, ἕως μ´ ἡμερῶν τῆς κοινωνίας ἀπείργομεν, τὸν
δὲ ἐλεγχθέντα, ἕως μηνῶν ἕξ, μετὰ τὴν θ´ ξηροφαγοῦντα, καὶ μετανοίας ρ´ καθ᾿ ἑκάστην
ποιοῦντα.
Κανὼν κη´ τοῦ Ἰωάννου τοῦ Νηστευτοῦ.
Ὁ δὲ δημοσίου κλοπῆς ἑαλωκὼς περὶ τὰ λεγόμενα κεφαλαιώδη κλέμματα, εἰς ἱερωσύνην
οὐκ ἔρχεται, ἀλλ᾿ εἰ καὶ μετὰ ταύτην τῷ πάθει περιπέσειε τούτῳ, τῆς ἱερωσύνης ἀπογυμνοῦται,
κατὰ τὸν κε´ τῶν ἁγίων Ἀποστόλων.
Κανὼν κθ´ τοῦ Ἰωάννου τοῦ Νηστευτοῦ.
Τὸν τυμβωρύχον εἰς ἔτος ἓν ὁρίζομεν εἶναι ἀκοινώνητον, μετὰ τὴν θ´ ξηροφαγοῦντα καὶ μετανοίας διακοσίας ἑκάστης ἡμέρας βάλλοντα.
Κανὼν λ´ τοῦ Ἰωάννου τοῦ Νηστευτοῦ.
Ἡ ἱεροσυλία ἐν ἐλάττονι χρόνῳ ἢ ἡ μοιχεία κολάζεται, κατὰ τὸν ἅγιον Γρηγόριον
Νύσσης, οἰκονομεῖται δὲ ἕως τριετίας.
Κανὼν λα´ τοῦ Ἰωάννου τοῦ Νηστευτοῦ.
Τοὺς ἐξ ἀνάγκης (ἢ χωρὶς ἀνάγκης) ἐπιορκήσαντας, ἕνα χρόνον τὴν Κοινωνίαν δεῖν
ᾠήθημεν ὑπερτίθεσθαι, μετὰ τὴν ἐνάτην ξηροφαγοῦντας, καὶ διακοσίας πεντήκοντα καθ᾽
ἑκάστην μετανοίας ποιοῦντας.
Κανὼν λβ´ τοῦ Ἰωάννου τοῦ Νηστευτοῦ.
Τοῖς γοητείαν ἢ φαρμακείαν ἐξαγορεύουσιν, ἐπὶ τρία ἔτη τῆς μετανοίας τὴν οἰκονομίαν
συντέμνει, εἴτε προθυμηθεῖεν ἡμέρας ἑκάστης περὶ πλείστου τὴν νηστείαν ποιεῖσθαι,
καὶ μετὰ ὥραν ἐνάτην ἀπεσκληκυίᾳ καὶ ξηρᾷ τροφῇ χρῆσθαι, καὶ ὅσον ἀτέχνως ἀποζῆν,
ἀλλὰ καὶ προσκυνήσεις ποιεῖν διακοσίας πεντήκοντα, τὸ μέτωπον εὐλαβῶς τῇ γῇ προσερείδοντας.
Τούτοις εὐθύνει καὶ τῶν γυναικῶν τὰς ποιούσας περίαπτα, καὶ μαντείας μετερχομένας.
Κανὼν λγ´ τοῦ Ἰωάννου τοῦ Νηστευτοῦ.
Γυνὴ οὔτε λαϊκή, οὔτε μονάζουσα, δι᾿ οἰονδήποτε πταῖσμα τῆς Ἐκκλησίας χωρίζεται,
ὅτι μὴ μόνον τῆς κοινωνίας, Λέγει γὰρ ὁ κανών, ὅτι τοῦτο ποιοῦμεν, διὰ τὸ πολλὰς
ὑπό αἰσχύνης ἑαυτὰς διαχειρίσασθαι, ὥσπερ οὔτε πρεσβύτερος, οὔτε διάκονος, διὰ τό·
«Οὐκ ἐκδικήσεις δὶς ἐπὶ τὸ αὐτό».
Κανὼν λδ´ τοῦ Ἰωάννου τοῦ Νηστευτοῦ.
Ἐμπεσόντος τινὸς ἀκαθάρτου εἰς φρέαρ ἢ εἰς ἔλαιον ἢ εἰς οἶνον, ὁ τούτου γευσάμενος
ἐπὶ τρεῖς ἡμέρας κρέατος καὶ τυροῦ μὴ ἀπτέσθω, ἑπτὰ δὲ μὴ κοινωνείτω.
Κανὼν λε´ τοῦ Ἰωάννου τοῦ Νηστευτοῦ.
Ὁ μετὰ τὴν θείαν ἐμέσας μετάληψιν, μ´ ἡμέρας τῆς θείας ἀφίσταται κοινωνίας, τὸν
ν´ ᾄδων ψαλμὸν καθ᾿ ἑκάστην καὶ μετανοίας ποιῶν ν´, κἂν ὁπωσδήποτε τοῦτο συμβῇ.
Εἰ γὰρ καὶ μὴ τέως ἀφορμὴν αὐτὸς οἴεται δοῦναι, ἀλλά γε δι᾿ ἕτερά τινα ἴδια πταίσματα
τοῦτο πάντως παρεχωρήθη.
Τὰ παρακάτω ἐπιτίμια βρέθηκαν στὸ Κανονικὸν τοῦ Ἰωάννου τοῦ Νηστευτοῦ σὲ χειρόγραφο
Κώδικα.
Ἐὰν τινας πέσῃ μὲ τὴν μητρυιάν του, τρία ἔτη ἐπιτιμᾶται, νηστεύων
δηλονότι ἕως
ἑσπέρας, καὶ ξηροφαγῶν καὶ ποιῶν καθ᾿ ἑκάστην γονυκλισίας πεντακοσίας.
Ἐὰν πέσῃ
μὲ μητέρα καὶ θυγατέρα ἐν τἀυτῷ, τέσσαρα ἔτη ἐπιτιμᾶται, ξηροφαγῶν μετὰ
τὴν ἐννάτην,
καὶ ποιῶν γονυκλισίας τριακοσίας καθ᾿ ἑκάστην. Ἐάν τινας ἀρσενοκοιτήση
δύω ἀδελφούς,
ὁμοίως ἐπιτιμᾶται. Ἐὰν ἀρσενοκοιτήσῃ τις τὸν γαμβρόν του, τέσσαρα ἔτη
ἐπιτιμᾶται,
ξηροφαγῶν μετὰ τὴν ἐννάτην, καὶ ποιῶν καθ᾿ ἑκάστην γονυκλισίας
διακοσίας. Ἐὰν τις
ἀρσενοκοιτήσῃ τὸν ἀδελφόν του, ὀκτὼ χρόνους ἐπιτιμᾶται, ξηροφαγῶν μετὰ
τὴν ἐννάτην,
καὶ ποιῶν καθ᾿ ἑκάστην γονυκλισίας τετρακοσίας. Ἐὰν δέ τις ἀδελφὸς
μικρότερος ἀρσενοκοιτηθῇ
ἀπὸ τὸν μεγαλῄτερον, χωρὶς νὰ ἀρσενοκοιτήσῃ αὐτός, τρεῖς χρόνους
ἐπιτιμᾶται, ξηροφαγῶν
μετὰ τὴν θ´ καὶ ποιῶν γονυκλισίας ἑκατόν. Ἐὰν τις πέσῃ μὲ τὴν θυγατέρα
του μίαν
φοράν, πέντε χρόνους ἐπιτιμᾶται· εἰ δὲ περισσότερον, ἓξ χρόνους καὶ
ἑπτά, ξηροφαγῶν
μετὰ τὴν ἐννάτην, καὶ ποιῶν καθ᾿ ἑκάστην γονυκλισίας πεντακοσίας. Ἐὰν
τις πέσῃ μὲ
τὴν μητέρα του μίαν φοράν, ἑπτὰ χρόνους ἐπιτιμᾶται· εἰ δὲ πολλάκις,
δώδεκα χρόνους,
ξηροφαγὼν μετὰ τὴν θ´ καὶ ποιῶν γονυκλισίας πεντακοσίας. Ἐὰν τις πέσῃ μὲ
τὴν ἐκ
τοῦ ἁγίου βαπτίσματος θυγατέρα του μίαν φοράν, ὀκτὼ χρόνους ἐπιτιμᾶται·
εἰ δὲ περισσότερον,
δέκα χρόνους, ξηροφαγῶν μετὰ τὴν θ´ καὶ ποιῶν γονυκλισίας πεντακοσίας.
Ἐὰν τις πέσῃ
μὲ τὴν συντέκνισσάν του, ὀκτὼ χρόνους ἐπιτιμᾶται, ξηροφαγῶν μετὰ τὴν
ἐννάτην, καὶ
ποιῶν γονυκλισίας τριακοσίας καθ᾿ ἑκάστην. Ἐὰν τινας πέσῃ εἰς κτῆνος
πολλάκις, ἔχων
καὶ γυναῖκα, ὀκτὼ χρόνους ἐπιτιμᾶται· εἰ δὲ οὐκ εἶχε γυναῖκα, καὶ ἅπαξ, ἤ
δίς, ἤ
τὸ πολὺ τρὶς ἔπεσε, τρεῖς χρόνους ἐπιτιμᾶται, ξηροφαγῶν μετὰ τὴν
ἐννάτην, καὶ ποιῶν
μετανοίας τριακοσίας. Τὰ αὐτὰ ἐπιτιμία νὰ λαμβάνῃ καὶ ἡ γυνὴ ὅπου πέσει
μὲ κτῆνος.
Ἐὰν τις πέσῃ μὲ τὴν πρώτην τοῦ ἐξαδέλφην, δύω χρόνους ἐπιτιμᾶται,
ξηροφαγῶν μετὰ
τὴν θ´ καὶ ποιῶν καθ᾿ ἑκάστην γονυκλισίας πεντακοσίας. Ἐὰν τις πέσῃ μὲ
ἐθνικήν,
ἤγουν Ἑβραίαν, ἢ Τούρκισσαν, ἤ καὶ αἱρετικήν, μὴ ἔχων γυναῖκα νόμιμον,
τρεῖς χρόνους
ἐπιτιμᾶται, ξηροφαγῶν μετὰ τὴν ἐννάτην, καὶ ποιῶν καθ᾿ ἑκάστην
γονυκλισίας διακοσίας.
Παρομοίως ἐπιτιμᾶται καὶ ἡ γυνὴ ἡ μὴ ἔχουσα ἄνδρα νόμιμον, ἐὰν μὲ
Ἑβραῖον πέσῃ,
ἤ μὲ Τοῦρκον, ἤ μὲ αἱρετικόν, ἤγουν Λατῖνον ἤ Ἀρμένιον. Εἰ δὲ ὁ ἄνδρας
ἔχων γυναῖκα,
καὶ ἡ γυνὴ ἔχουσα ἄνδρα νόμιμον, ἔπειτα πέσουν μὲ τὰ τοιαῦτα ἐθνικά, ἤ
αἱρετικὰ
πρόσωπα, τέσσαρας ἤ πέντε χρόνους ἐπιτιμῶνται, ξηροφαγοῦντες μέχρις θ´
καὶ ποιοῦντες
καθ᾿ ἑκάστην γονυκλισίας διακόσιας πεντήκοντα. Ἐὰν δὲ γυνὴ Πρεσβυτέρου ἤ
Διακόνου
μοιχευθῇ, τρεῖς χρόνους ἐπιτιμᾶται, ξηροφαγοῦσα μετὰ τὴν ἐννάτην, καὶ
γονυκλισίας
ποιοῦσα καθ᾿ ἑκάστην τριακοσίας, βαρύτερα δηλαδὴ ἀπὸ τὰς ἄλλας
μοιχαλίδας, καθ᾿ ὅτι φονεύουσι τοὺς ἄνδρας των, μὲ τὸ νὰ γίνωνται αἴτιαι
νὰ καθαιροῦνται τῆς Ἱερωσύνης
μὲ τὴν τοιαύτην μοιχείαν. Οἱ δὲ ἄνδρες αὐτῶν, ἐάν μὲν θέλουν νὰ τὰς
ἔχουν, καθαιροῦνται
τῆς ἱερωσύνης, εἰ δὲ θέλουν νὰ ἔχουν τὴν ἱερωσύνην, χωρίζονται ἀπὸ
αὐτάς, πρὸ τοῦ
νὰ συνευρεθοῦν μὲ αὐτὰς ὕστερον ἀπὸ τὴν μοιχείαν, κατὰ τὸν η´ τῆς ἐν
Νεοκαισαρείᾳ.
Ἐὰν δέ τις γυνὴ πέσῃ μὲ δύω ἀδελφούς, τρεῖς χρόνους ἐπιτιμᾶται,
ξηῥοφαγοῦσα μετὰ
τὴν ἐννάτην, καὶ μετανοίας ποιοῦσα καθ᾿ ἑκαστην διακοσίας. Ἐὰν γυνὴ πέσῃ
μὲ εὐνοῦχον,
τρεῖς χρόνους ἐπιτιμᾶται, ξηροφαγοῦσα μετὰ τὴν ἐννάτην, καὶ γονυκλισίας
ποιοῦσα
καθ᾿ ἑκάστην τριακοσίας. Ἐὰν τινας ἀρσενοκοιτήσῃ τὴν γυναῖκά του, ὀκτὼ
χρόνους ἐπιτιμᾶται,
ξηροφαγῶν μετὰ τὴν ἐννάτην, καὶ ποιῶν καθ᾿ ἑκάστην μετανοίας διακοσίας.
ΑΠΟΚΡΙΣΙΣ ΑΓΙΟΥ ΑΝΑΣΤΑΣΙΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ
Ἀπόκρισις τοῦ Ἀναστασίου τοῦ Σιναΐτου, ἐρωτηθέντος, πότερον καλόν, τὸ συνεχῶς
κοινωνεῖν, ἤ ἐκ διαλλειμάτων;
Τοῦ ἀποστόλου λέγοντος· Δοκιμαζέτω ἕκαστος ἑαυτὸν καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω
καὶ ἐκ τοῦ ποτηρίου πινέτω, ὁ γὰρ ἀναξίως ἐσθίων καὶ πίνων, κρῖμα ἑαυτῷ ἐσθίει καὶ
πίνει, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου. Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι,
καὶ κοιμῶνται ἱκανοί· εἰ γὰρ ἑαυτοὺς διακρίνομεν, οὐκ ἂν ἐκρινόμεθα, κρινόμενοι
δέ, ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Εὔδηλον ὅτι χρὴ προαγνίζειν
καὶ προκαθαίρειν ἑαυτοὺς ἀπὸ πάσης ἐναντίας πράξεως καὶ οὕτω προσιέναι τῇ θείᾳ μυσταγωγίᾳ,
ἵνα μὴ εἰς ὄλεθρον ψυχῆς καὶ σώματος γένηται. Φησὶ γὰρ ὁ Θεὸς διὰ Μωσέως πρὸς τὸν
Ἰσραήλ· Πᾶς ἄνθρωπος, ὃς ἂν ἔλθῃ ἀπὸ παντὸς τοῦ σπέρματος ὑμῶν πρὸς τὰ ἅγια, ὅσα
ἂν ἁγιάζωσιν οἱ υἱοὶ Ἰσραὴλ τῷ Κυρίῳ, καὶ ἡ ἀκαθαρσία αὐτῶν ἐπ᾽ αὐτοῖς, ἐξολοθρεύσει
Κύριος τὴν ψυχὴν ἐκείνην. Καὶ πάλιν· Εὐλαβεῖς ποιήσατε τοὺς υἱοὺς Ἰσραὴλ ἀπὸ τῶν
ἀκαθαρσιῶν αὐτῶν ἐν τῷ μιαίνειν αὐτοὺς τὴν σκηνήν μου. Ἔνθεν γὰρ ὁ ἀπόστολος λέγει
πρὸς τοὺς ἀναξίως κοινωνοῦντας, ὡς εἴρηται, ὅτι διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς
καὶ ἄρρωστοι, καὶ κοιμῶνται ἱκανοί, τουτέστιν ἀσθενοῦσι καὶ τελευτῶσι. Διὸ δὴ καὶ
ὁ θεῖος Δαυίδ, ὅτε ἔμελλεν ἐσθίειν καὶ οἱ σὺν αὐτῷ τοὺς ἄρτους τῆς προθέσεως, οἵτινες
ὑπῆρχον προτύπωσις τοῦ Σώματος τοῦ Χριστοῦ, τοῦτο εὐθὺς ἠρώτησεν ὁ ἀρχιερεὺς τῷ
Δαυίδ, εἰ καθαροί εἰσιν ἀπὸ κοίτης γυναικός, καὶ τότε δέδωκεν αὐτοῖς τοὺς ἄρτους.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου