Κανονικὲς Ἀποκρίσεις τοῦ Μητροπολίτη Ρόδου Νείλου Διασορηνοῦ.
3. Ἐρώτηση: Τί χρὴ ποιῆσαι μετὰ τὴν θανὴν τῶν μοιχαλίδων τις; Ἀπόκρισις: Μὴ θάπτεσθαι
ὑπὸ Ἱερέως, ἐὰν μὴ μετανοήσωσι καὶ χωρισθῶσι ζῶντες, ὥς φησι καὶ ὁ Μέγας Βασίλειος
ἐν κανόνι λβ´. Ὅτι καὶ εἰς τὴν νῆσον Ῥόδον, διὰ νὰ εὐλογήσῃ τις Πνευματικὸς μοιχαλίδα,
ἐφυλακίσθη ὑπὸ τοῦ ἄρχοντος τῆς νήσου μῆνας ἕξ, ἐκαθῃρέθη ὑπὸ τοῦ ἀρχιερέως· μετὰ
παρακλήσεως πλείστης πολλῶν ἀνθρώπων καὶ αὐτοῦ πολλῶν δακρύων, μᾶλλον δὲ διὰ τὴν
στέρησιν τῶν πνευματικῶν, ὅτι ἐν τοῖς ὄρεσιν ἦν κατοικῶν ἐν μοναστηρίῳ, ἐσυγχωρήθη
τοῦ ἐξαγορεύειν μόνου. Καὶ πρόσεχε, οἱ μοιχοὶ μετὰ ἀφορισμοῦ μὴ ἐσθίειν ἀντίδωρον
ἢ κοινωνίας, ἕως οὗ μετανοήσωσι. 18. Ἐρώτηση: Φυλακτάρια, ἢ βοτάνα χωρὶς γοητείας,
ἢ ποτήριον εἰς τὴν κεφαλὴν μεθ᾿ ὕδατος, διὰ τὸν ἥλιον, ἢ κουνενὸν εἰς τὸν ὀμφαλόν,
τὶ κωλύει διὰ τὸν πόνον; Ἀπόκριση: Φυλακτάρια, ἔχοντα μόνον εὐαγγέλιον χωρὶς χαρακτήρων,
ἢ καὶ βότανα χωρὶς γοητείας, ἢ καὶ ποτήριον μεθ᾿ ὕδατος, ἢ κουνενὸν χωρὶς ἐπῳδῆς
καὶ γοητείας, ἵνα ἐλευθερωθῇ συντόμως τὸ ἄλγος τοῦ σώματος, ὁ Θεὸς δίδει τὴν ἴασιν,
καὶ οὐχ ἁμαρτάνεις, ὅτι οὔκ ἐστι γοητεία τοῦτο· ὁ κανὼν τοὺς γόητας καὶ ἐπῳδοὺς
καὶ φαρμακοὺς κωλύει. Εἰ δὲ τὰ φάρμακα, ἕκαστον ἔχει τὴν αὐτοῦ ἐνέργειαν διὰ τήν
τοῦ Θεοῦ βοηθείας, ὥσπερ καὶ οἱ ἰατροὶ καὶ ἅγιοι Ἀνάργυροι διὰ τῆς βοτάνης καὶ Θεοῦ
δυνάμεως ἐθεράπευον.
ΙΩΑΣΑΦ ΜΗΤΡΟΠΟΛΙΤΗΣ ΕΦΕΣΟΥ
Κανονικές Ἀποκρίσεις τοῦ Μητροπολίτη Ἐφέσου Ἰωάσαφ.
44. Ἐρώτηση: Ποῖα ἁμαρτήματα κωλύουσι μὴ εὔχεσθαι ὑπὲρ τοῦ τεθνηκότος; Ἀπόκριση:
Ὁ παλακὴν κεκτημένος καὶ μήτε εὐλογηθῆναι βουλόμενος, μήτε ἀποστῆναι ταύτης, ἐὰν
ἁρπασθῇ μενῶν ἐν τῇ κακίᾳ, ὁ τοιοῦτος οὔτε κοινωνίας ἀξιωθήσεται, οὔτε λειτουργιῶν·
ὁμοίως καὶ ὁ ἐπιμένων τοῖς τόκοις, καὶ συναποθανὼν αὐτοῖς, καὶ ὁ βλασφημῶν καὶ ὑβρίζων
τὴν πίστιν καὶ τὸν σταυρὸν καὶ ἐξομολογήσονται, οὔτε κοινωνίας, οὔτε μνημοσύνων
ἄξιοι. Φησὶ γὰρ ἡ θεία Γραφὴ ὡς ἀπὸ προσώπου τοῦ θεοῦ· «ἐὰν στῇ Μωϋσῆς καὶ Σαμουὴλ
ὑπὲρ αὐτῶν, οὐκ εἰσακουσθήσομαι αὐτῶν». Ὁ γὰρ ἀπὸ τῶν τοιούτων δεχόμενος τι, ἐμμενόντων
τοῖς κακοῖς καὶ μὴ μετανοησάντων, συγκοινωνεῖ τοῖς ἔργοις αὐτῶν. Ἐὰν δὲ προσεύξηται
ὑπὲρ αὐτῶν, νομίζει, ὅτι καὶ ὁ Θεὸς [συγ]κοινωνὸς γίνεται τούτοις. Καὶ διὰ τοῦτο
τολμᾷ προσεύχεσθαι, μὴ εἰδώς, ὅτι δύσι κακοῖς ἔνοχον ἑαυτὸν ὑποδείκνυσι· λυπεῖ γὰρ
τὸν Θεὸν πρῶτον, εἶτα κἀκείνους ποιεῖ μηδὲ νομίζειν κακὸν πράττειν, ἐπειδὴ προσδέχεται
τὰ δῶρα αὐτῶν. Τὸ αὐτὸ νόμισον καὶ ἐπὶ ἀδίκων, καὶ ἁρπάγων, καὶ πλεονεκτῶν, ἐὰν
μὴ φθάσωσιν ἐξομολογησάμενοι καὶ ἀποστάντες τῶν κακῶν· εἰ γὰρ ὁ Ἠσαῦ κατεκρίθη,
καὶ ταῦτα ἀπὸ τῶν οἰκείων προσενεγκῶν, διότι τὰ ἐλάττω καὶ εὐτελῆ προσήνεγκε, πολλῷ
μᾶλλον οἱ τοιοῦτοι. 51. Ἐρώτηση: Ἐάν τις διὰ θλίψιν ἄκραν δαρεὶς οἰκείαις χερσί,
ἀποθάνῃ, εἰ δὲ καὶ γυνὴ οὖσα τύχῃ, ἔχουσα ἐν γάστρι, τὶ γίνεται; Ἀπόκριση: Τὸν τοιοῦτον
ὡς αὐτόχειρον γεγονότα, οὐδὲ ταφῆς ἀξιοῦσθαι δίκαιον, οὐδὲ ψαλμωδίας· πλὴν διὰ φιλανθρωπίαν
γίνεται συγκατάβασις ὀλίγη· περὶ δὲ τοῦ ἐμβρύου, εἰ μὲν ἐγγὺς τοῦ καιροῦ ἐστὶ καὶ
τετελειωμένον, γίνεται ἀνατομὴ παρὰ τῶν ἰατρῶν εἰ δὲ μῆγε, συνθάπτεται τῇ μητρί.
52. Ἐρωτήσῃ: Ἐὰν εἰς ὄχλησιν καὶ μάχην τύψῃ τις τὸν ἕτερον καιρίως, καὶ τελευτήσῃ
ὁ πληγεὶς αὐτῇ τῇ ὥρᾳ, τὶ δεῖ ποιεῖν; Ἀπόκριση. Καὶ λέγομεν ὅτι ὁ μὲν καθυποβάλλεται
τοῖς ἐπιτιμίοις τοῦ φονέως· ὁ δὲ ψάλλεται καὶ θάπτεται καὶ μνημονεύεται, ὡς ἔθος
[ἐστίν]. 45. Ἐρώτηση: Εἰ ἔστιν ἁμαρτία γοητεύειν πληγὰς ἢ ὀθόνας τιθέναι ἐπάνω τῶν
πληγῶν; Ἀπόκριση: Τοῦτο παντελῶς ἀλλότριον ἔνι χριστιανοῦ· εἰ γὰρ καὶ ὀνόματα ἁγίων
ἐπιλέγουσιν ἐν τῇ γοητείᾳ, ἀλλὰ πρὸς ἀπάτην ἐξεῦρε τοῦτο ὁ διάβολος, κατὰ μικρὸν
ἀπάγων τοὺς χρωμένους ἀπὸ Θεοῦ καὶ πρὸς ἑαυτὸν μεθιστῶν· τοὺς γοῦν τοιούτους οἱ
νόμοι ἀφειδῶς κολάζουσιν, ὁμοίως καὶ τοὺς τὰ φυλακτὰ ποιοῦντας, καὶ τοὺς ταῦτα βαστάζοντας
κανονίζουσιν οἱ ἅγιοι πατέρες μὴ κοινωνῆσαι ἐπὶ χρόνους ε´· καὶ μετανοίας ς´. Τὸ
αὐτό ἐστι καὶ ἐπὶ τῶν ποιούντων τὰς λεγομένας πεντάλφας καὶ διδόντων ἀνθρώποις ἢ
κτήνεσι διὰ ἴασιν λύσσης.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου