Σελίδες

Πέμπτη 21 Ιανουαρίου 2016

Εις το πάθος του Κυρίου και εις τον Σταυρόν Αγίου Αθανασίου του Μέγα


Σταύρωσις του Κυρίου ημών Ιησού Χριστού
Αγίου Αθανασίου του Μέγα
«Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ,
ὅ ἐστι Κρανίου τόπος λεγόμενος,
ἔδωκαν αὐτῷ οἶνον πιεῖν μετὰ χολῆς μεμιγμένον.
Καὶ γευσάμενος,
οὐκ ἤθελε πιεῖν.
Σταυρώσαντες δὲ αὐτὸν,
διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ,
βάλλοντες κλῆρον·
ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Προφήτου·
∆ιεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς,
καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.
Καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ.»
Καὶ εἰς τὰ ἑξῆς.
Τὸ μὲν ἀναγνωσθὲν ῥητὸν εὐαγγελικόν ἐστι·
σαφηνείας δὲ τούτου χάριν καλὸν πρὸς τοὺς ἁγίους καταφυγεῖν,
καὶ παρ' αὐτῶν τὴν τούτου διάνοιαν ἐκλαβεῖν.
Ἐκείνους γὰρ μᾶλλον ἢ ἡμᾶς τοῖς Εὐαγγελίοις συνίστασθαι προσήκει.
Καὶ ἵνα μὴ περιερχόμενοι τοὺς πάντας ἐπιβραδύνωμεν τῷ λόγῳ,
ἀρκεῖ καὶ μόνος ὁ Ἀπόστολος πρὸς τὴν ἡμῶν πληροφορίαν γενέσθαι διδάσκαλος.
Γράφει γὰρ τοῖς Ἑβραίοις αὐτὸς ὁ μακάριος Παῦλος,
ὅτι ἀδύνατόν ἐστι ψεύσασθαι τὸν Θεόν·
καὶ ἀληθεύει μάλιστα λέγων,
καὶ οὐ ψεύδεται.
Τῶν μὲν γὰρ γενητῶν ἡ φύσις ἴδιον ἔχει τὸ τρέπεσθαι καὶ κινεῖσθαι ποικίλαις μεταβολαῖς·
ἐπειδήπερ καὶ μὴ ὄντα ποτὲ,
μεταβολὴν ἔσχεν εἰς τὸ εἶναι τῇ τοῦ πεποιηκότος χάριτι καὶ φιλανθρωπίᾳ·
καθὼς καὶ πάλιν ὁ Παῦλός φησιν·
«Ὁ καλῶν τὰ μὴ ὄντα ὡς ὄντα.»
Θεὸς δὲ, ὁ πάντων διὰ τοῦ Λόγου ποιητὴς τυγχάνων,
ὄντως ὢν, ἀμετάβλητον ἔχει σὺν τῷ λόγῳ τὴν φύσιν·
καὶ τοῦτο διὰ τοῦ προφήτου διδάσκει,
λέγων·
«Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι.»
∆ιὸ περὶ μὲν τῶν ἀνθρώπων ἐν Ψαλμοῖς ᾄδεται·
«Ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου·
Πᾶς ἄνθρωπος ψεύστης·»
περὶ δὲ τοῦ Θεοῦ Μωσῆς ἐν τῷ νόμῳ μαρτυρεῖ,
ὅτι «ὁ Θεὸς πιστός ἐστι καὶ ἀληθινός.»
Ὁ γοῦν χριστοφόρος ἀνὴρ,
ὡς ἐξ ἀμφοτέρων τούτων παιδευθεὶς,
καὶ αὐτὸς τὴν τοῦ Θεοῦ πρὸς τὰ γενητὰ διαφορὰν ἐξηγούμενος, γράφει·
«Γινέσθω δὲ ὁ Θεὸς ἀληθὴς,
πᾶς δὲ ἄνθρωπος ψεύστης.»
Ἀληθὴς δέ ἐστιν ὁ Θεὸς,
οὐχ ὡς μὴ ψευδόμενος·
οὐδὲν γάρ ἐστιν ἐναντίον αὐτῷ·
οὐδὲ ὡς ἄνθρωπος ἑτέρῳ μαρτυρῶν τὸ ἀληθές·
οὐδενὶ γὰρ ὑπεύθυνός ἐστιν·
ἀλλ' ὡς αὐτὴν τὴν ἀλήθειαν γεννῶν,
καὶ Πατὴρ ὑπάρχων τοῦ Κυρίου λέγοντος·
«Ἐγώ εἰμι ἡ ἀλήθεια·»
ἀληθείας δὲ φίλον τὸ ψεῦδος οὐκ ἄν ποτε γένοιτο.
Ὅθεν ἀληθείας μὲν κατὰ τὸν ψαλμῳδὸν ἐκζητῶν ὁ Κύριος,
τὸ δὲ ψεῦδος ἀφ' ἑαυτοῦ ῥίπτει,
καὶ ἀλλότριον ποιεῖ,
λέγων·
«Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι.»
Ἐψεύσαντο γὰρ οἱ Ἰουδαῖοι κατὰ τοῦ Σωτῆρος,
καὶ τὸν νόμον ἐπαγγειλάμενοι φυλάττειν,
οὐκ ἠλήθευσαν, ἀλλὰ παρηνόμουν κατὰ τοῦ δεδωκότος αὐτὸν,
θάνατον ἀντὶ χάριτος μηχανώμενοι τῷ Κυρίῳ.
Ἀπεβλήθησαν γοῦν εἰκότως,
καὶ ὃν, ψευσάμενοι,
κατὰ τοῦ Κυρίου θάνατον ἐπήγαγον,
τοῦτον αὐτοὶ καθ' ἑαυτῶν ἀληθῶς ἐπεσπάσαντο·
ὡς καὶ Ἀνανίας καὶ Σάπφειρα ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων·
οἵτινες, ἐπαγγελίαν τῷ Θεῷ δεδωκότες,
ἀπὸ τῆς ἐπαγγελίας ἐνοσφίσαντο·
καὶ τοὺς μὲν ἄλλους ἐλάνθανον·
ὁ δὲ τῆς ἀληθείας διάκονος Πέτρος τούτους ἀπωθεῖται, λέγων·
«Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ.»
Ἐν οἷς καὶ μέγιστον θαῦμα γέγονεν·
ὅπερ γὰρ μόνος ἠπίστατο Πέτρος,
τοῦτο τῷ θανάτῳ τῷ περὶ τὸν Ἀνανίαν πᾶσιν ἐφανέρωσεν·
ὥστε τοὺς πάντας εἰς εὐλάβειαν ἐλθεῖν,
καὶ τὸ παράδειγμα Σαπφείρας φοβηθῆναι.
∆εῖ γὰρ εἰδέναι καὶ μὴ ἀγνοεῖν,
ὅτι ἃ ἐπαγγελλόμεθα Θεῷ,
οὐκ ἔτι λοιπόν ἐστιν ἡμῶν,
ἀλλὰ Θεῷ διαφέρει.
Καὶ ἐὰν ἀποσύρωμεν ἀπὸ τούτων,
οὐχ ὡς τὰ ἡμῶν ἐσμεν λαμβάνοντες,
ἀλλ' ὡς τὰ τοῦ Θεοῦ ἱεροσυλοῦντες.
Ἡ δὲ ἐπαγγελία οὐ μέχρι χρημάτων μόνον,
ἀλλὰ καὶ μέχρι λόγου καὶ προαιρέσεως αὐτῆς φθάνει.
Οὐδὲ γὰρ εἴ τίς ἐστι πένης χρημάτων,
οὗτος καὶ προαιρέσεως.
Ἀμέλει τὸ μέγα ὄντως καὶ θεῖον μυστήριον ἡμῶν οὐκ ἐπὶ χρήμασιν ἔχει τὴν ὑπόσχεσιν,
ἀλλ' ἐπὶ προαιρέσει τελείᾳ,
καὶ τῇ κατὰ Θεὸν πίστει.
Πάντες γοῦν ἐπηγγειλάμεθα,
καὶ πάντες ἐσμὲν ἐπαγγελίας χρεῶσται·
ὥστε ἀνάγκη ἀποδιδόναι τὴν μὲν παρθένον,
τὴν παρθενίαν ὁποίαν καὶ ἐπηγγείλατο·
τὸν δὲ ἐγκρατῆ, τὴν ἐγκράτειαν·
τοὺς δὲ ἐν γάμῳ, τὴν Σωφροσύνην,
καὶ τὴν πρὸς ἀλλήλους ἀγάπην καὶ τιμήν·
καὶ τέλος πάντας τὴν εἰς Θεὸν πίστιν καὶ εὐλάβειαν καὶ δικαιοσύνην, καὶ ἀνδρίαν·
ἵνα μὴ ὡς ἀγνώμονας ἡμᾶς τὸ παράδειγμα τῶν περὶ Ἀνανίαν καὶ Σάπφειραν καταλάβῃ.
Τούτου γὰρ χάριν καὶ ὁ ἀποστολικὸς προασφαλίζεται λόγος·
ὅτι «Ἀπόδοτε πᾶσι τὰς ὀφειλὰς,
τῷ τὸν φόρον τὸν φόρον·
τῷ τὴν τιμὴν τὴν τιμήν.
Μηδενὶ μηδὲν ὀφείλετε,
εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾷν.»
Τοῦτο πεποίηκεν αὐτὸς ὁ ταῦτα κηρύττων.
Ὥσπερ οὖν παῤῥησιάζεται γράφων·
«Τὸν καλὸν ἀγῶνα ἠγώνισμαι·
τὸν δρόμον τετέλεκα,
τὴν πίστιν τετήρηκα·
λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος,
ὃν ἀποδώσει μοι ὁ δίκαιος κριτής.»
Μὴ ψευσάμενος γὰρ ἐφ' οἷς ἐπηγγείλατο,
ἀλλὰ καὶ τηρήσας τὴν πρὸς τὸν Θεὸν ὑπόσχεσιν,
ἔσχε καὶ αὐτὸς ἀδιάπτωτον τὴν ἐπαγγελίαν παρὰ τοῦ ἀληθινοῦ Θεοῦ.
Οὐκοῦν διὰ τοῦτο ἡμῖν συμβουλεύει λέγων·
«Μὴ ψεύδεσθε εἰς ἀλλήλους·»
καὶ πάλιν·
«Πᾶν ψεῦδος ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω.»
Θέλει γὰρ ἡμᾶς μιμητὰς ἑαυτοῦ γενέσθαι γράφων·
«Ἀλήθειαν λέγω, οὐ ψεύδομαι.»
Ἐπειδὴ καὶ εὐαγγελικόν ἐστι τοῦ Κυρίου ῥητὸν εἶναι ἡμῶν τὸ Ναὶ, ναὶ,
καὶ τὸ Οὒ, οὔ.
Μέχρι τούτου οἱ ἐν Χριστῷ βεβαιούτωσαν ἑαυτῶν τοὺς λόγους, καὶ μὴ, περαιτέρω βαίνοντες,
εἰς ὅρκους καταφεύγωμεν·
ὥστε καὶ φθαρτῶν χάριν χρημάτων ὀμνύναι τὸν Θεὸν,
μάλιστα Μωσέως νομοθετοῦντος·
«Οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ.»
Εἰ γὰρ ὅλως ἄξιος τυγχάνει τις ὀνομάσαι τὸν Θεὸν,
ἀξιόπιστός ἐστι καὶ χωρὶς ὅρκου πιστευθῆναι·
ὁ γὰρ πρὸς τὸ μεῖζον ἱκανὸς γενόμενος πολλῷ πλέον πρὸς τὸ ἔλαττον γένοιτ' ἂν ἱκανός.
Εἰ δὲ μή ἐστιν ἀξιόπιστος χωρὶς ὅρκου πιστευθῆναι,
οὐκ ἔστιν ἄρα ἄξιος οὐδὲ ὀνομάσαι τὸ ὄνομα Κυρίου,
οὐκ ἔστι πιστὸς ἐν λόγῳ.
Πῶς γὰρ ὅλως τούτῳ μαρτυρήσει ὁ Θεὸς ὀμνύοντι,
μὴ ἔχοντι πίστιν,
εἰς ἣν ὁ Κύριος ἐπιβλέπει;
Ἡ δὲ Σοφία τούτου μάρτυς ἐστὶν ἡ λέγουσα·
«Ἅγιον γὰρ Πνεῦμα παιδείας φεύξεται δόλον,
καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων,
καὶ οὐ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίαις.»
∆ιὰ τοῦτο καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοὺς ἐπικαλουμένους αὐτὸν πίστιν ἀπαιτεῖ πρῶτον,
ὡς ἐπὶ τοῦ τυφλοῦ λέγων·
«Πιστεύεις, ὅτι δύναμαί σοι τοῦτο ποιῆσαι;»
καὶ ἐπὶ τοῦ σεληνιαζομένου δέ φησιν,
ὅτι «Ἐὰν πιστεύῃς, γίνεται.»
Ἀπαιτεῖ δὲ τοῦτο ὁ Σωτὴρ,
οὐκ ἐπειδήπερ ἔχρῃζε τῆς παρ' ἑτέρων συνεργίας·
αὐτὸς γὰρ καὶ τῆς πίστεως Κύριος καὶ χορηγός ἐστιν·
ἀλλ' ἵνα μὴ ὡς προσώποις χαριζόμενος φανῇ,
ἀλλ' ὅτι τοῖς πιστεύουσιν ἐπινεύει·
καὶ ἵνα μὴ χωρὶς πίστεως δέξωνται τὰς εὐεργεσίας,
καὶ τῇ ἀπιστίᾳ ταύτας ἀπολέσωσι.
Θέλει γὰρ χαριζόμενος παραμένειν τὴν χάριν,
καὶ θεραπεύων ἀδιάπτωτον εἶναι τὴν θεραπείαν.
Ἠσφαλίζετο γοῦν τὸν παραλυτικὸν λέγων·
«Ἴδε, ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε,
ἵνα μὴ χεῖρόν σοί τι γένηται.»
Καὶ ὥσπερ ἄν τις ἰατρὸς εἰσιὼν πρὸς τοὺς κάμνοντας,
πυνθάνοιτο πρῶτον εἰ βούλοιντο θεραπεύεσθαι,
ἵνα μὴ αὐτοῦ φροντίζοντος,
κἀκείνων μὴ βουλομένων,
ἀνωφελὴς ἡ θεραπεία γένηται,
ἐναντιουμένων τῶν καμνόντων πρὸς τὴν τοῦ ἰατροῦ τέχνην·
οὕτω καὶ ὁ Κύριος τῶν θεραπευομένων ἐπυνθάνετο,
καὶ τοῖς πιστεύουσιν ἐχαρίζετο,
ἵνα τῇ πίστει καὶ τὴν χάριν κατασχεῖν δυνηθῶσι.
Γνώρισμα γὰρ τῆς ψυχῆς τῆς προαιρέσεως ἡ πίστις ἐστίν.
Τί τοίνυν τὸν Θεὸν καλοῦσι μάρτυρα οἱ μὴ πίστιν κατὰ ἀλήθειαν ἔχοντες;
Τὸ Πνεῦμα μαρτυρεῖ ἐν Ψαλμοῖς·
«Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ,» δι' ἧς μόνης ἐπικαλεῖσθαι δύναται ὁ Θεός.
Ὥστε τί ὀμνύουσι Θεὸν οἱ μηδὲ ἐν τοῖς μικροῖς πίστιν ἔχοντες;
ἄλλως τε καὶ ὁ ὅρκος ἀληθείας ἐστὶ μάρτυς,
καὶ οὐ τῶν χρημάτων σημαντικός.
Ὀμνύουσι γὰρ οἱ ἄνθρωποι,
οὐχ ἵνα τὰ πράγματα σημάνωσιν,
ἀλλ' ἵνα τὴν ἀλήθειαν πιστώσωνται,
καὶ ὅτι λέγοντες οὐ ψεύδονται.
Εἰ μὲν οὖν ἐστι τῷ ὀμνύοντι πίστις καὶ ἀλήθεια,
τίς ἡ χρεία τοῦ ὅρκου;
Εἰ δὲ μή ἐστιν ἐν αὐτῷ πίστις,
διὰ τί τοσοῦτον ἀσεβοῦμεν,
ὥστε δι' ἀνθρώπινα καὶ θνητὰ τὸν ὑπὲρ ἄνθρωπον Θεὸν καλεῖν μάρτυρα;
Εἰ γὰρ τὸν βασιλέα τὸν ἐπὶ γῆς εἰς τὰ ἔξω δικαστήρια καλεῖν μάρτυρα οὐ θέμις,
ὡς κρείττονα καὶ τῶν ἐγκαλούντων καὶ τῶν δικαζόντων,
τί τὸν ἀγένητον εἰς τὰ γενητὰ καλοῦμεν,
καὶ τὸν Θεὸν ὑπὸ ἀνθρώπων ποιοῦμεν καταφρονεῖσθαι;
Ἄπαγε!
Τοῦτο πᾶσαν ὑπερβάλλει παρανομίαν καὶ τόλμαν.
Τί οὖν δεῖ ποιεῖν;
Οὐδὲν πλέον ἢ εἶναι ἡμῶν τὸ Ναὶ, ναὶ,
καὶ τὸ Οὒ, οὔ·
καὶ καθόλου μὴ ψεύδεσθαι.
Οὕτως γὰρ ἡμεῖς ἀληθεύοντες,
δόξαιμεν καὶ ἐν τούτῳ μιμεῖσθαι τὸν ἀληθῆ Θεόν.
Ἴσως δέ τις ἐπὶ τούτοις εὐλόγως ἀντιθήσει λέγων·
Εἰ ὁ ὅρκος ἀπὸ ἀνθρώπων κεκώλυται,
καὶ ἐν τῷ μὴ ὀμνύναι τις μιμεῖται τὸ Θεῖον,
πῶς αὐτὸς ὁ Θεὸς ὀμνύναι λέγεται ἐν ταῖς θείαις Γραφαῖς;
Καὶ γὰρ καὶ τῷ Ἀβραὰμ ὤμοσεν,
ὥσπερ καὶ Μωσῆς μαρτυρεῖ,
καὶ ἐν Ὕμνοις δὲ γέγραπται·
«Ὤμοσε Κύριος,
καὶ οὐ μεταμεληθήσεται·
Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.»
∆όξει γὰρ ἢ ταῦτα μάχεσθαι τοῖς προλεχθεῖσιν,
ἢ ἐκ τούτων ἐπιτρίβεσθαι τοὺς ἀνθρώπους εἰς ὅρκους.
Ἀλλ' οὐκ ἔστιν οὕτω·
μὴ ταῦτά τις νομιζέτω.
Θεὸς γὰρ κατ' οὐδενὸς ὀμνύει.
Πῶς γὰρ,
αὐτὸς Κύριος καὶ ποιητὴς τῶν ἁπάντων ὑπάρχων;
Ἀλλ' εἰ χρὴ τἀληθῆ λέγειν,
ὁ λόγος ὅρκος αὐτοῦ ἐστι,
πληροφορῶν τοὺς ἀκούοντας,
καὶ πίστιν ἑκάστῳ παρέχων,
ὅτι ὃ ἐπηγγείλατο καὶ λαλεῖ,
πάντως καὶ γενήσεται.
Οὐ γὰρ ὡς ἄνθρωπος ὀμνύει Θεὸς,
ἀλλ' ἡμῖν ὁ λόγος αὐτοῦ ἀντὶ ὅρκου πρὸς ἀλήθειαν γίνεται.
Ἀνθρώποις δὲ λαλῶν ὀμνύναι λέγεται,
καὶ τοῦτο ἀνθρωπικώτερον λαλούντων τῶν ἁγίων·
ἵνα ἀφ' ὧν αὐτοὶ λέγοντες ἀξιοῦσιν,
ἀπὸ τού των αὐτοὶ πιστεύσωσι τῷ λαλοῦντι Θεῷ.
Ὡς γὰρ ἀνθρώπων τὸν λόγον ὅρκος βεβαιοῖ,
οὕτως ἃ λαλεῖ ὁ Θεὸς ἀνθ' ὅρκου λογιζέσθω διὰ τὸ βέβαιον καὶ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ.
Μαρτυρεῖ δὲ τῷ λεγομένῳ καὶ αὐτὸς ὁ γεγραμμένος ὅρκος·
«Ὤμοσε» γὰρ «Κύριος,
καὶ οὐ μεταμεληθήσεται,»
ὡς τοῦ ἀμεταμελήτου καὶ πάντως ἐσομένου κατὰ τὴν ἐπαγγελίαν ὅρκου τυγχάνοντος.
Τοῦτο δὲ καὶ αὐτὸς ὁ Θεὸς ἐν τῇ Γενέσει σημαίνει λέγων·
«Κατ' ἐμαυτοῦ ὤμοσα.»
Τοῦτο δὲ οὐχ ὅρκος ἐστίν.
Οὐδὲ γὰρ κατά τινος ὤμοσεν,
ὅπερ ἴδιόν ἐστιν ὅρκου·
ἀλλὰ καθ' ἑαυτοῦ,
ὅπερ τὴν τοῦ ὅρκου ὑπόνοιαν ἐκφεύγει,
καὶ ἐν ᾧ σημαίνει τὸ βέβαιον τῆς ἐπαγγελίας,
καὶ τὸ χρῆναι πάντως πιστεῦσαι τὸν ἀκούοντα.
Ἔστω δὲ καὶ ὁ ὑμνῳδὸς μάρτυς τῶν λεγομένων,
ἀναμιμνήσκων τὸν Θεὸν,
ψάλλων καὶ λέγων·
«Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε,
ἃ ὤμοσας τῷ ∆αβὶδ ἐν τῇ ἀληθείᾳ σου;»
Οὐ γὰρ κατὰ τῆς ἀληθείας ὀμνύει Θεός·
ἀλλ' ἅπερ ἀληθεύων λαλεῖ ὡς ὅρκος ἐστὶ τοῖς ἀνθρώποις πρὸς πίστιν.
Οὔτε οὖν Θεὸς κατὰ τοὺς ἀνθρώπους ὀμνύει,
οὔτε ἡμᾶς ἐκ τούτων εἰς ὅρκους ἐπιτρίβεσθαι χρή·
ἀλλὰ τοιαῦτα λέγωμεν καὶ πράττωμεν,
ὡς μὴ ὅρκου δεῖσθαι τοὺς ἀκούοντας,
ἀλλ' ἀφ' ἑαυτῶν ἔχειν τὰ λεγόμενα τῆς ἀληθείας τὴν μαρτυρίαν.
Ἐν τούτῳ γὰρ ὄντως μιμησόμεθα τὸ Θεῖον.
Ἀλλ' ἴσως καὶ τὸ κατὰ τοὺς Νινευΐτας ἄν τις ἐπερωτήσειεν οὕτως·
Εἰ ὁ λόγος ὅρκος ἐστὶ τοῦ Θεοῦ,
ὅτι λέγων ἀληθεύει καὶ οὐ ψεύδεται,
πῶς εἰρηκώς·
«Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται,»
οὐ πεπλήρωκε τὸν λόγον;
δόξει γὰρ καὶ τοῦτο μάχεσθαι πρὸς τὰ πρῶτα.
Ἀλλ' οὐ ψεύδεται ὁ Θεός·
μὴ γένοιτο!
οὐδὲ ὁ λόγος ἀπλήρωτος ἔμεινεν αὐτοῦ.
Τῇ γὰρ φιλανθρωπίᾳ τὴν ὀργὴν ἤμβλυνε,
καὶ τῇ μετανοίᾳ τῶν Νινευϊτῶν μᾶλλον ἐπέβλεψεν ἢ τῇ πρὸ ταύτης ἁμαρτίᾳ.
Καὶ ὁ λόγος δὲ τοῦ Θεοῦ οὐχ οὕτως ἦν,
ὥστε μετὰ τριήμερον κατασκαφῆναι τὴν Νινευΐ·
ἀλλ' ὅτι τρεῖς ἡμέρας ὑμῶν ἀνέξομαι·
ἵνα ἐν τῇ ἀνοχῇ τῶν τριῶν ἡμερῶν,
ἐξουσίαν ἔχωσι μετανοῆσαι,
ἢ τὴν μετὰ ταῦτα ὀργὴν ἐκλέξασθαι.
Τί γάρ φησιν ὁ προφήτης;
«Ἔτι τρεῖς ἡμέραι,
καὶ Νινευῒ καταστραφήσεται.»
Οὐκ εἶπε·
Μετὰ τρεῖς ἡμέρας καταστραφήσεται·
εἰ γὰρ ἂν, ἐγεγόνει πάντως·
ἀλλ' «Ἔτι τρεῖς ἡμέραι, καὶ καταστραφήσεται·»
ἵν' ἐν μὲν τῷ, «ἔτι,» λέγεσθαι,
τὴν ἀνοχὴν ἐννοῶμεν τοῦ Θεοῦ,
ἐν δὲ τῇ κατασκαφῇ τὴν μετὰ τὴν ἀνοχὴν,
εἰ μὴ μετανοήσαιεν,
γενησομένην ὀργήν.
Ἐπεὶ εἰ μὴ τοῦτον εἶχε τὸν τρόπον,
καὶ μετανοίας χάριν τῶν ἀνθρώπων ὑπερέθετο τὰς τρεῖς ἡμέρας,
τί τὸν Θεὸν ἐκώλυε καὶ παραυτὰ τὴν Νινευῒ ἀπολέσαι;
Ἀσθένεια;
Ἄπαγε! μηδὲ εἰς νοῦν ποτε τοῦτο τὸν ἡμέτερον ἔλθοι.
Κύριος γὰρ τῶν δυνάμεων καὶ ἰσχυρὸς καὶ δυνατός ἐστιν ὁ Θεός.
Ἀλλ' ἄγνοια τῶν πράξεων ἐκείνων;
μηδὲ τοῦτο λεγέσθω·
οἶδε γὰρ τὰ πάντα πρὶν γενέσεως αὐτῶν.
Τί οὖν ὑπολείπεται νοεῖν ἢ μακροθυμίαν καὶ φιλανθρωπίαν τοῦ ∆εσπότου;
ἣν καὶ ὁ προφήτης ἐπιστάμενος, ἔφευγε μὲν ἀποστελλόμενος τὸ πρῶτον,
τὸ δεύτερον δὲ ἀπολογούμενός φησιν·
«Ὦ Κύριε,
οὐχ οὗτοι οἱ λόγοι μου,
ἔτι ὄντος μου ἐν τῇ γῇ μου;
διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν εἰς Θαρσεῖς,
διότι ἔγνων,
ὅτι σὺ ἐλεήμων καὶ οἰκτίρμων,
μακρόθυμος καὶ πολυέλεος,
καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις.»
Ἔφυγε δὲ Ἰωνᾶς,
οὐχ ὡς ἀντιλέγων τῷ Θεῷ·
καὶ ἐλυπεῖτο,
οὐχ ὡς ἐπὶ τῇ ἀπωλείᾳ τῶν Νινευϊτῶν χαίρων·
ἀλλὰ τοῦτο ἐποίει διὰ τὴν Νινευϊτῶν κηδεμονίαν.
Ἐφοβεῖτο γὰρ μὴ ἀβέβαιος παρ' αὐτοῖς νομισθῇ,
καὶ λοιπὸν ἄρξωνται μηκέτι προφήταις πιστεύειν,
ἀλλὰ ἄπιστος παρ' αὐτοῖς ὁ προφητικὸς λόγος γένηται.
∆ιὰ τοῦτο γοῦν καὶ ἠθύμησεν,
ἵνα ἐλεγχθῇ παρὰ τοῦ ∆εσπότου,
καὶ φανερὸν τοῖς Νινευΐταις ἐκεῖ πᾶσι γένηται,
ὅτι οὐ διὰ τὸ ψεύσασθαι τὸν προφήτην,
ἀλλὰ διὰ φιλανθρωπίαν τοῦ Θεοῦ συγκεχώρηται τοῖς Νινευΐταις.
Ἤδει γὰρ ἐν τῇ «ἔτι» λέξει σημαινομένην μακροθυμίαν.
Καὶ τοῦτο τῆς θείας Γραφῆς ἐστι τὸ ἔθος.
Ὅταν γὰρ τὴν ἑαυτοῦ μακροθυμίαν σημαίνειν ἐθέλῃ ὁ Θεὸς,
διὰ τῆς λέξεως τῆς, «ἔτι,» ταύτην ἀπαγγέλλει·
ὡς ἐὰν λέγῃ διὰ μὲν τοῦ Ἡσαΐου·
«Τί ἔτι ποιήσω τῷ ἀμπελῶνί μου,
καὶ οὐκ ἐποίησα;»
διὰ δὲ τοῦ Ἱε ρεμίου·
«∆ιὰ τοῦτο ἔτι κριθήσομαι πρὸς ὑμᾶς,
λέγει Κύριος.»
Ἐν δὲ τῷ λέγειν,
«ἔτι,» δείκνυσι τὴν ἑαυτοῦ ἀγαθότητα καὶ ἀνοχήν.
Λέγει γάρ·
«∆ιέλθετε νήσους Χετιεὶμ,
καὶ εἰς Κηδὰρ ἀποστείλατε,
καὶ ἴδετε.»
Εἰ τοίνυν μὴ μακροθυμεῖν ἤθελεν,
οὐδὲ παραινέσεις αὐτοῖς ἐδίδου·
ὥστε διελθεῖν,
καὶ διελθόντας μαθεῖν ἐκ τῶν ἐναντίων τὴν πρὸς τὸ καλὸν σύγκρισιν.
Ἀμέλει ὅταν μηκέτι μακροθυμίαν,
ἀλλ' ὀργὴν ἡ πρᾶξις ἑκάστου προσκαλεῖται,
λοιπὸν ἀποφαίνεται λέγων·
«Οὐκέτι ἀνοίσω τὰς ἁμαρτίας ὑμῶν.»
∆ιὰ δὲ τοῦ ὧδε,
«οὐκέτι,» ῥήματος σημαινομένου,
δείκνυσι φανερῶς τὴν περὶ τῶν Νινευϊτῶν δηλουμένην διὰ τοῦ, «ἔτι,» μακροθυμίαν,
καὶ τοῦ λόγου τὴν ἀλήθειαν.
Ἀδύνατον γὰρ ἦν μὴ ἀληθεῦσαι τὸν Θεὸν λέγοντα,
καὶ μόνον βουλόμενον.
∆ιὰ τοῦτο τῷ Ἀβραὰμ ἐπαγγειλάμενος,
οὐκ ἐψεύσατο,
ἀλλὰ καὶ τὸν υἱὸν ἐχαρίζετο·
καὶ τὸν λαὸν ἐξήγαγεν ἐκ τῆς Αἰγύπτου διὰ τοῦ ἱεροφάντου Μωσέως.
Καὶ τὸν μὲν Ἰσαὰκ ἐπληροφόρει τῇ ὑποσχέσει,
καὶ πατέρα τοῦ τον ἐποίει τῶν δύο λαῶν·
τῷ δὲ Ἰακὼβ ἐπαγγειλάμενος ἐδείκνυε τὸν Ἰωσήφ.
Καὶ τῷ μὲν πιστοτάτῳ Μωσεῖ ἐδίδου τῶν λεγομένων τὴν πίστιν διὰ τῶν συμβαινόντων τῷ Φαραώ·
τῷ δὲ ∆αβὶδ ἐπαγγειλάμενος,
ἀπεδίδου τὴν ὑπόσχεσιν διὰ Σολομῶντος·
λέγω δὴ τὴν τοῦ ναοῦ οἰκοδομήν.
Καὶ τί μοι χρεία πολλῶν;
Οὐδέν ἐστιν,
ὃ λέγει ὁ Θεὸς,
καὶ ἀπλήρωτον τοῦτο μένει.
Κἂν παραυτίκα τις ὀλιγωρῇ ζητῶν τὸν λόγον,
ἀλλὰ τῷ χρόνῳ τὴν ἀπόδοσιν ἡ ὑπόσχεσις ἔχει,
καὶ τῷ χρόνῳ πάντως ἡ ἐπαγγελία πληροῦται.
Ἰδοὺ γὰρ καὶ τὰ πρὸ πολλοῦ λεχθέντα ὑπὸ τοῦ Κυρίου
καὶ τὰ πρὸ πολλῶν εἰρημένα χρόνων νῦν ἐν τοῖς Εὐαγγελίοις ὁρῶμεν πληρούμενα.
Ἡσαΐας μὲν γὰρ προεφήτευσεν ἐξ ἀπειρογάμου γυναικὸς τεχθήσεσθαι τὸν Ἐμμανουήλ·
αὐτὸς δὲ ἐκ Μαρίας τῆς Παρθένου γεννηθεὶς καὶ Θεὸς φαινόμενος, ἐπλήρου προφήτου τὸν λόγον.
Καὶ ὁ μὲν Μιχαίας προαπήγγειλε καὶ τὸν τόπον,
ἐν ᾧ μέλλει ὁ Χριστὸς γεννᾶσθαι·
αὐτὸς δὲ Κύριος, ἐν Βηθλεὲμ ἐπὶ φάτνης ἀνακείμενος, ἐδείκνυε τὸν προφήτην ἀληθῆ.
Καὶ ὁ μὲν Ζαχαρίας εὐηγγελίζετο τῇ Ἱερουσαλὴμ τὴν εἴσοδον τοῦ Σωτῆρος·
αὐτὸς δὲ ὁ Κύριος, ἀποστέλλων ἐπὶ τὸν ὄνον καὶ εἰσερχόμενος, ἐφ' ἑαυτοῦ τὴν προφητείαν ἀνεπλήρου.
Καὶ ὅλως, ἵνα μὴ τὸ καθέκαστον ὀνομάζω τῶν γεγραμμένων, αὐτὸς πλήρωμα τοῦ νόμου καὶ τῶν προφητῶν γέγονεν.
Ἃ γὰρ δι' αὐτῶν προαπήγγελλε,
ταῦτα παρὼν αὐτὸς ἐτελείου πληρῶν καὶ λέγων·
«Αὐτὸς ὁ λαλῶν πάρειμι.»
Ἰδοὺ οὖν καὶ νῦν τὰ πάλαι ἀναφωνούμενα περὶ τοῦ Σωτῆρος ἐν τοῖς Ψαλμοῖς, ἄρτι πάλιν πληροῦται διὰ τῆς τῶν στρατιωτῶν τόλμης.
Ἃ γὰρ προεσήμανε παθεῖν αὐτὸν,
ταῦτα νῦν οἱ δῆμοι Ἰουδαίων ἐνεργοῦσι,
διαμεριζόμενοι τὰ ἱμάτια τοῦ Σωτῆρος,
καὶ ποτίζοντες αὐτὸν ὄξος μετὰ χολῆς.
«Ταῦτα γὰρ,» φησὶν,
«ἐγίνετο, ἵνα πληρωθῶσιν αἱ Γραφαί·»
ἡ μὲν λέγουσα·
«∆ιεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς,
καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον·»
ἡ δὲ πάλιν·
«Ἔδω καν εἰς τὸ βρῶμά μου χολὴν,
καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.»
Πολλοὶ, τοῖς Εὐαγγελίοις ἐντυγχάνοντες, καὶ ἀκούοντες τὸ,
«Ἵνα πληρωθῇ τὸ γεγραμμένον,»
ἐνόμισαν τὰ γινόμενα δι' οὐδὲν ἕτερον γίνεσθαι,
ἢ ἵνα πληρωθῇ τὰ γεγραμμένα·
καὶ ἐκ τούτων ᾠήθησαν μὴ μόνον ἀναιτίους εἶναι τοὺς πράττοντας,
ἀλλὰ καὶ μᾶλλον ἀξίους ἐπαίνου,
ὅτι οὐχ ὡς ἁμαρτάνοντες,
ἀλλ' ὡς διακονοῦντες τοῖς γεγραμμένοις ἐνεργοῦσι·
μὴ γὰρ ἂν ἀληθεῖς γεγενῆσθαι τῶν προφητῶν τοὺς λόγους, εἰ μὴ τούτων ἦσαν αἱ πράξεις.
Μάλιστα δὲ ταῦτα ὑπέλαβον ἐκ τῶν εἰς τὸ κατὰ Ἰωάννην ῥητῶν κινηθέντες, ἔνθα,
τῶν Ἰουδαίων τὴν ἀπιστίαν διηγούμενος,
κατὰ τὴν Ἡσαΐου προφητείαν φησί·
«Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν, οὐκ ἐπίστευσαν·
ἵνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ,
ὃν εἶπε·
Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν;
καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;»
Εἰ γὰρ, ἵνα ὁ λόγος Ἡσαΐου πληρωθῇ,
οὐκ ἐπίστευον οἱ Ἰουδαῖοι,
οὐκ αὐτοὶ τῆς ἀπιστίας αἴτιοι,
ἀλλ' ὁ ταῦτα εἰρηκὼς, δι' ὃν καὶ ταῦτα πεπλήρωται.
Ἆρον γὰρ, φήσουσι, τὸν λόγον τοῦ προφήτου,
καὶ πάντως ἐκεῖνοι πιστεύσουσιν.
Ἀλλὰ ταῦτα καὶ ἡ τοιαύτη διάνοια πολὺ τῆς ἀληθείας ἀποδέει·
οὔτε γὰρ ὁ προφήτης αἴτιος τούτοις,
οὔτε οἱ Ἰουδαῖοι τῆς ἀπιστίας ἑαυτῶν ἀναίτιοι τυγχάνουσιν·
ἀλλ' ὁ μὲν προφήτης,
προβλέπων ἃ μέλλουσι πράττειν, ἀπήγγειλεν·
αὐτοὶ δὲ μετὰ ταῦτα πράττοντες,
ἐδείκνυον τοῦ προφήτου τὸν λόγον ἀληθῆ·
καὶ οὐχ ὡς διακονοῦντες τοῖς προφητικοῖς,
ἐτόλμων κατὰ τοῦ Σωτῆρος,
ἀλλὰ τῇ προαιρέσει θέλοντες ἔπραττον τὰ πράγματα·
ὥστε τὸν μὲν προφήτην μὴ αἴτιον αὐτοῖς γεγενῆσθαι,
ἀλλὰ τὴν προαίρεσιν αὐτῶν·
αὐτοὺς δὲ μᾶλλον αἰτίους γεγενῆσθαι τῷ προφήτῃ τοῦ ταῦτα αὐτὸν περὶ αὐτῶν εἰπεῖν.
Τοῦ μὲν γὰρ προφήτου ἴδιόν ἐστιν ὁρᾷν τὰ μέλλοντα, καὶ μὴ σφάλλεσθαι·
τῶν δὲ πράξεων ἕκαστος τὴν ἰδίαν προαίρεσιν αἰτίαν ἔχει.
Καὶ ὥσπερ ἡμεῖς τὰ ἐν ὀφθαλμοῖς ὁρῶντες,
οὐ σφαλλόμεθα βλέποντες, οὐδὲ ἄλλως μὲν βλέπομεν, ἄλλως δὲ γίνεται·
ἀλλ' ὡς γίνεται, βλέπομεν, καὶ ὡς βλέπομεν, γίνεται·
οὕτω καὶ οἱ προφῆται τὰ μέλλοντα ὡς παρόντα ἔβλεπον· καὶ ἃ ἔβλεπον, ἔδει γενέσθαι,
καὶ τὰ γινόμενα πάντως ὁρᾷν ἔδει.
Καὶ πάλιν,
ὥσπερ ἡμεῖς ἃ βλέπομεν ἐν ὀφθαλμοῖς,
ἀνάγκη πάντως εἶναι, τὰ γὰρ ὄντα βλέπομεν,
καὶ οὐκ ἔστιν ἄλλως γενέσθαι ἢ ὡς ὁρῶμεν·
οὕτω καὶ οἱ προφῆται,
ἃ προέβλεπον, ἔδει πάντως εἶναι,
καὶ μὴ ἄλλως γίνεσθαι ἢ ὡς προεωράκασιν.
Ἐπεὶ εἰ τὰ γενησόμενα μὴ προέβλεπον,
οὐκέτι ἂν ἦσαν προφῆται.
Καὶ καθόλου δὲ τοῦτο εἰδέναι δεῖ,
ὅτι οἱ προφῆται οὐ νόμων εἰσὶ διδάσκαλοι,
ἵνα μόνον, ἃ προστάττουσι, γίγνηται,
ἀλλὰ τῶν μελλόντων εἰσὶ προσημάντορες.
Οὐ γὰρ ἐπειδὴ λέγουσι,
διὰ τοῦτο καὶ γίνεται τὰ γινόμενα,
ἀλλ' ὅτι γίνεσθαι μέλλει,
διὰ τοῦτο καὶ προλέγουσι,
καὶ ἀνάγκη μὴ ψεύδεσθαι τοὺς προφήτας,
ὁρῶσι γὰρ ἀληθῶς.
Εἰ γὰρ καθ' ὑπόθεσιν μὴ προαπήγγελλον οἱ προφῆται,
ἀλλὰ τῶν Ἰουδαίων ἦν ἡ προαίρεσις,
ὥστε πράττειν ταῦτα.
Καὶ ὅλως οἱ ἅγιοι οὐκ ἀναγκαστικοὶ τῶν γιγνομένων εἰσίν·
ἀλλὰ τὴν προαίρεσιν τῶν πραττόντων προβλέποντες σημαίνουσι.
Καὶ ὥσπερ οἱ ἀνασκευάζοντες ἔλεγον·
Ἆρον τὸν λόγον τοῦ προφήτου,
καὶ πάντως οἱ Ἰουδαῖοι πιστεύσουσιν·
οὕτως φαίην ἂν κἀγώ·
Ἆρον τὰς πράξεις τῶν Ἰουδαίων,
καὶ πάντως οὐ προεφήτευε ἂν περὶ αὐτῶν ὁ Ἡσαΐας τοιαῦτα.
Ἐὰν τοίνυν ὁ Ἰωάννης λέγῃ·
«Οὐκ ἐπίστευον εἰς αὐτὸν οἱ Ἰουδαῖοι,
ἵνα πληρωθῇ ὁ λόγος Ἡσαΐου,»
μὴ τῷ λόγῳ τοῦ προφήτου τὴν αἰτίαν δῷς τῆς ἀπιστίας αὐτῶν,
ἀλλὰ τῇ πράξει αὐτῶν τῶν Ἰουδαίων.
Ἃ γὰρ οὗτοι νῦν ἔπραττον,
ταῦτα προέβλεπεν ὁ προφήτης ἐκ πολλοῦ·
καὶ ἔδει τοῦτον μὴ ψεύσασθαι,
ἀλλὰ γνωσθῆναι,
ὅτι τὰ νῦν γινόμενα προεώρακεν ἀληθῶς.
Ἵνα γὰρ ὁ λόγος αὐτοῦ ἀληθὴς τοῖς μετὰ ταῦτα φανῇ,
ἠλέγχθησαν ἄπιστοι καὶ κρυπτόμενοι.
Ἦσαν μὲν γὰρ τῇ προαιρέσει φαῦλοι·
ἐπειδὴ δὲ ἔκρυπτον αὐτῶν τὴν ἀπιστίαν,
ὁ λόγος ἔλεγχος γέγονεν αὐτῶν.
∆ιὰ τοῦτο γοῦν οὐκ ἐπίστευον,
ὅτι ἤλεγχεν αὐτοὺς ὁ λόγος κρυπτομένους;
Καὶ ἐὰν λέγῃ πάλιν·
Οὐκ ἠδύναντο πιστεύειν οἱ Ἰουδαῖοι,
ὅτι γέγραπται τὰ κατ' αὐτῶν·
μὴ τὸ ἀδύνατον τῇ προαιρέσει τῶν πραττόντων δῷς.
Ἐδύναντο γὰρ καὶ μεταβάλλεσθαι·
ἀλλὰ τὸ ἀδύνατον τὸ μὴ ψεύσασθαι τὸν προφήτην.
Ἐπειδὴ γὰρ ἀληθῶς ἑώρακε,
διὰ τοῦτο ἀδύνατον ἦν σφαλῆναι αὐτόν.
Οὐ γὰρ ἄλλως ἑώρακεν, ἢ ὡς γέγονε,
καὶ ἐφάνησαν ἄπιστοι.
Οὕτως καὶ τὸ κατὰ τὴν Παρθένον πεπλήρωται θαῦμα,
καὶ τὸ κατὰ Ἰωάννην ἀπέβη σήμερον,
καὶ πάντα τὰ προγεγραμμένα πεπλήρωται.
Οὐδὲ γὰρ ἐπειδὴ γέγραπται,
διὰ τοῦτο καὶ ἀπέβαινον,
ἀλλ' ὅτι ἐγίγνετο πάντως,
διὰ τοῦτο καὶ προελέχθη.
Οὕτως καὶ τὸ κατὰ τὸν μερισμὸν νῦν τῶν ἱματίων γέγονε·
καὶ ὡς γέγονεν, οὕτως καὶ προεωρᾶτο·
καὶ ὡς προεσημάνθη καὶ προαπηγγέλθη,
οὕτως καὶ πεπλήρωται καὶ πέπρακται.
Γέγραπται δὲ οὕτω·
«Σταυρώσαντες δὲ αὐτὸν,
διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ,
βάλλοντες κλῆρον·
ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου·
∆ιεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς,
καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.»
Ματθαῖος μὲν οὖν μετὰ τῶν ἄλλων εὐαγγελιστῶν ἁπλούστερον τὸν μερισμὸν γεγενῆσθαί φησι·
ὁ δὲ Ἰωάννης καὶ τὴν ποιότητα τοῦ μερισμοῦ,
καὶ τὴν αἰτίαν τοῦ γεγενημένου κλήρου διηγεῖται λέγων οὕτως·
«Οἱ οὖν στρατιῶται,
ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν,
ἔλαβον τὰ ἱμάτια αὐτοῦ,
καὶ ἐποίησαν τέσσαρα μέρη,
ἑκάστῳ στρατιώτῃ μέρος.
Τὸν δὲ χιτῶνα,
ἐπεὶ ἦν ἄῤῥαφος ἐκ τῶν ἄνω ὑφαντὸς διόλου,
εἶπον πρὸς ἀλλήλους·
Μὴ σχίσωμεν αὐτὸν,
ἀλλὰ λάχωμεν περὶ αὐτοῦ,
τίνος ἔσται·
ἵνα ἡ Γραφὴ πληρωθῇ·
∆ιεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς,
καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.»
Ἴσως τις τούτων ἀκούων ἐρυθριᾷ·
ἴσως τις ὁρῶν τὸν Κύριον παιζόμενον,
καὶ ἀπαγόμενον,
καὶ τυπτόμενον,
αἰσχύνεται·
ἴσως νῦν τις ὁρῶν τὸν Κύριον,
καὶ Σωτῆρα,
καὶ βασιλέα τοῦ παντὸς κρινόμενον ὑπὸ Πιλάτου,
καὶ σταυρούμενον ὑπὸ Ἰουδαίων,
δυσωπεῖται,
καὶ κάτω τὸν ὀφθαλμὸν ἔχει.
Οὐδὲ γὰρ οὐδὲ ἥλιος ἤνεγκε τὴν θέαν ἰδεῖν,
ἀλλ' ἐσκοτίζετο ὅλος,
ἵνα καὶ τοὺς ἄλλων ὀφθαλμοὺς ἀποστρέψῃ·
καὶ οὐκ ἐφρόντιζεν ἔτι τῆς ἐντολῆς τοῦ φαίνειν τοῖς ἀνθρώποις,
ἀλλὰ καὶ παραβαίνειν ἐτόλμα λοιπὸν,
ὁρῶν τὸν ἐντειλάμενον αὐτῷ ∆εσπότην ὑπὸ ἀνθρώπων πάσχοντα.
Ἀλλ' ἐὰν τὴν αἰτίαν μάθωμεν,
καὶ διὰ τί πέπονθεν ἴδωμεν,
οὐκέτι ἐρυθριῶμεν,
ἀλλὰ θαυμάζομεν τὴν ἀγαθότητα καὶ τὴν φιλανθρωπίαν αὐτοῦ·
καὶ καυχησόμεθα δὲ καὶ ἡμεῖς,
ὡς ὁ Παῦλος,
ἐν τῷ σταυρῷ·
ὅτι οὐκ αὐτὸς ὁ Κύριος δι' ἑαυτὸν,
ἀλλ' ἡμεῖς ἐν ἐκείνῳ πάσχοντες ἦμεν.
Τῶν μὲν γὰρ ἀνθρώπων ἡ ἁμαρτία πολλή τις ἦν,
καὶ πᾶσαν τὴν οἰκουμένην προκατειλήφει τοῦτο τὸ κακὸν,
μέγα μὲν τυγχάνον καὶ πρὸ τούτου,
κατ' ὀλίγον δὲ καὶ αὐξανόμενον,
καὶ ἀφόρητον γινόμενον τοῖς ἀνθρώποις.
Καὶ γὰρ καὶ ὁ θάνατος ἐπὶ πάντας καὶ κατὰ πάντων ἴσχυε βασιλεύειν.
Ὁ δὲ Κύριος ἡμῶν ἀθάνατος καὶ ἄφθαρτός ἐστι·
καὶ ὥσπερ ἀθάνατος καὶ ἄφθαρτος,
οὕτως ἀγαθὸς καὶ φιλάνθρωπος.
Ἀγαθοῦ γὰρ Πατρὸς ἀγαθὸς ὁ Λόγος ὑπάρχει·
διὸ οὐ παρεῖδεν ἀπολέσθαι τὸ γενόμενον,
οὐδ' ὑπέμεινε τῶν αὐτοῦ ποιημάτων ἄλλον γενέσθαι Κύριον·
ἀλλ' ὁρῶν τὸ μὲν τῆς κακίας ἀφόρητον,
καὶ τὸ θνητὸν γένος οὐχ ἱκανὸν ἀντιστῆναι πρὸς τὸν θάνατον,
οὐδὲ τὴν τιμωρίαν τῶν κακῶν δυνατὸν ἀποδοῦναι·
ὑπερῆρε γὰρ πᾶσαν τιμωρίαν ἡ τῆς κακίας ὑπερβολή·
ὁρῶν δὲ καὶ τὴν τοῦ Πατρὸς ἀγαθότητα,
ὁρῶν καὶ τὴν ἑαυτοῦ ἱκανότητα καὶ δύναμιν·
«Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία·»
κεκίνηται τῇ φιλανθρωπίᾳ,
καὶ οἰκτείρας τὴν ἀσθέ νειαν ἡμῶν,
ἐνεδύσατο ταύτην.
Αὐτὸς γὰρ,
ὡς ὁ προφήτης φησὶ,
τὰς ἀσθενείας ἡμῶν ἦρε,
καὶ τὰς νόσους ἐβάστασε.
Καὶ ἐλεήσας τὸ θνητὸν ἡμῶν,
περιεβάλετο τοῦτο.
Λέγει γὰρ ὁ Παῦλος·
«Ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου,
θανάτου δὲ σταυροῦ.»
Ἰδὼν δὲ καὶ τὸ πρὸς τὴν ἀπόδοσιν ἡμῶν τῆς τιμωρίας ἀδύνατον,
ἀνεδέξατο ταύτην αὐτός·
«Χριστὸς γὰρ γέγονεν ὑπὲρ ἡμῶν κατάρα.»
Καὶ οὕτω δὴ τὰ ἀνθρώπινα περιβαλόμενος καὶ ἀμφιεσάμενος,
δι' ἑαυτοῦ τὰ ἡμῶν προσήγαγε τῷ Πατρὶ,
ἵνα, ὡς αὐτὸς πάσχων,
ἀβλαβῆ τὸν ἄνθρωπον πάσχοντα κατασκευάσῃ,
καὶ μικρὰ μεγάλοις ἀντικαταλλάξηται.
Καταβέβηκε γὰρ,
ἵνα ἡμῶν τὴν ἄνοδον κατασκευάσῃ·
καὶ πεπείραται γενέσεως,
ἵνα ἡμεῖς δι' αὐτοῦ τῷ ἀγεννήτῳ φιλιάσωμεν.
Ἠσθένησε δι' ἡμᾶς,
ἵνα ἡμεῖς ἐγερθῶμεν ἐν δυνάμει,
καὶ εἴπωμεν, ὡς ὁ Παῦλος·
«Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Ἰησοῦ Χριστῷ.»
Ἔλαβε σῶμα φθαρτὸν,
ἵνα τὸ φθαρτὸν ἐνδύσηται τὴν ἀφθαρσίαν·
ἐνεδύσατο τὸ θνητὸν,
ἵνα τὸ θνητὸν ἐνδύσηται τὴν ἀθανασίαν.
Καὶ τέλος γέγονεν ἄνθρωπος καὶ ἀπέθανεν,
ἵνα ἡμεῖς,
οἱ ὡς ἄνθρωποι ἀποθνήσκοντες,
θεοποιηθῶμεν,
καὶ μηκέτι τὸν θάνατον ἔχωμεν βασιλεύοντα.
Θάνατος γὰρ ἡμῶν οὐ κατακυριεύει,
καὶ ὁ ἀποστολικὸς δὲ κηρύττει λόγος·
διὰ τοῦτο καὶ σταυροῦται,
ἵνα τὴν κατάραν ἐξαγοράσῃ,
καὶ ἡμεῖς τὴν εὐλογίαν κληρονομήσωμεν.
Πάσχων γὰρ αὐτὸς,
ἐβλάπτετο μὲν οὐδ' ὅλως,
ἐχαρίζετο δὲ μᾶλλον·
καὶ ἀποθνήσκων,
οὐκ ἔμενε νεκρὸς,
ἀλλὰ μᾶλλον καὶ τοὺς νεκροὺς ἐζωοποίει·
καὶ σφαγιαζόμενος δὲ οὐκ ἀπόλυτο,
ἀλλὰ τῷ αἵματι τῆς σφαγῆς πάντας ἁπλῶς ἐλυτροῦτο,
καὶ αὐτὸς ἔμενεν ἀπαθής.
Πῶς δὲ τοῦτο γέγονεν,
εἴ τις ἔροιτο,
ἀκουέτω.
∆ύο πραγμάτων ἐν τούτῳ γέγονε σύνοδος·
πραγμάτων δὲ λέγω οὐκ ἴσων,
ἀλλὰ καὶ κατὰ πάντα σύγκρισιν οὐκ ἐχόντων.
Θνητὸν γὰρ ἀθανάτῳ συνεπλέκετο,
καὶ φθαρτὸν σῶμα ἀφθάρτῳ λόγῳ συνεληλύθει.
Καὶ τὸ μὲν θνητὸν οὐκ ἔβλαπτε τὸ ἀθάνατον·
ἀπαθὲς γὰρ ἦν·
ἀλλ' ἔμενε μᾶλλον ἀπαθὲς καὶ αὐτὸ τῇ τοῦ θανάτου ἐπικρατείᾳ·
τὰ γὰρ κρατοῦντα τῶν κρατουμένων ἀεὶ κύρια τυγχάνει.
∆ιὰ γοῦν αὐτὸν τὸν συνόντα ἀθάνατον λόγον,
καὶ ὁ θάνατος ἐξηφανίζετο παραδόξως ἐν αὐτῷ,
ὡς ἀπὸ πυρὸς ἀφανίζεται καλάμη.
Ὁ δὲ Λόγος,
ἄφθαρτος ὢν,
ὠφελεῖ μᾶλλον τὸ φθαρτὸν συνὼν αὐτῷ·
τὸ γὰρ σκότος ὑπὸ τοῦ φωτὸς καταυγάζεται,
καὶ τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται.
∆ιὰ τοῦτο καὶ νῦν ὑπὸ τῶν δημίων ἐκδιδύσκεται,
οὓς ἡμεῖς ἐν τῷ Ἀδὰμ ἐνεδυσάμεθα,
δερματίνους χιτῶνας,
ἵνα ἀντὶ τούτων τὸν Χριστὸν ἐνδύσασθαι δυνηθῶμεν.
∆ιὰ τοῦτο καὶ τὰ ἱμάτια μερίζεσθαι ὑπομένει,
ἵνα ἡμεῖς τὸν ἐκ Πατρὸς ἀμέριστον ἔχωμεν Λόγον·
«Ἐγὼ γὰρ καὶ ὁ Πατὴρ,» φησὶν,
«ἕν ἐσμεν.»
∆ιὰ τοῦτο καὶ λαγχάνουσιν ἐπὶ τὸν χιτῶνα,
καὶ τοῦτο πάσχων παρορᾷ,
ἵνα ἡμῶν κλῆρος ὁ Χριστὸς γένηται,
καθὼς καὶ ὁ ψαλμῳδός φησι·
«Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου.»
Ὅθεν οὐδὲ ἀλλαχοῦ πάσχει,
οὐδὲ εἰς ἄλλον τόπον σταυροῦται,
ἢ εἰς τὸν Κρανίου τόπον,
ὃν Ἑβραίων οἱ διδάσκαλοί φασι τοῦ Ἀδὰμ εἶναι τάφον.
Ἐκεῖ γὰρ αὐτὸν μετὰ τὴν κατάραν τεθάφθαι διαβεβαιοῦνται.
Ὅπερ εἰ οὕτως ἔχει,
θαυμάζω τοῦ τόπου τὴν οἰκειότητα.
Ἔδει γὰρ τὸν Κύριον,
ἀνανεῶσαι θέλοντα τὸν πρῶτον Ἀδὰμ,
ἐν ἐκείνῳ τῷ τόπῳ παθεῖν,
ἵνα, ἐκείνου λύων τὴν ἁμαρτίαν,
ἀπὸ παντὸς αὐτὴν ἄρῃ τοῦ γένους·
καὶ ἐπειδὴ ἤκουσεν ὁ Ἀδάμ·
«Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ,»
διὰ τοῦτο πάλιν ἐκεῖ τέθειται,
ἵνα τὸν Ἀδὰμ εὑρὼν ἐκεῖ,
λύσῃ μὲν τὴν κατάραν,
ἀντὶ δὲ τοῦ·
«Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ,» λοιπὸν εἴπῃ·
«Ἔγειραι,
ὁ καθεύδων,
καὶ ἀνάστα ἐκ τῶν νεκρῶν,
καὶ ἐπιφαύσει σοι ὁ Χριστός·»
καὶ πάλιν·
«Ἀνάστα, καὶ δεῦρο, ἀκολούθει μοι,»
ἵνα μηκέτι τεθῇς ἐπὶ γῆς,
ἀλλ' ἐν οὐρανοῖς ἀνέλθῃς.
Ἀνάγκη γὰρ,
ἐγειρομένου τοῦ Σωτῆρος,
συνεγείρεσθαι τούτῳ καὶ τὸν Ἀδὰμ,
καὶ πάντας τοὺς ἐκ τοῦ Ἀδὰμ γενομένους.
Καὶ ὥσπερ,
ἀποθνήσκοντος τοῦ Ἀδὰμ,
ἐμένομεν καὶ ἡμεῖς δι' αὐτὸν νεκροὶ,
οὕτως ἐγειρομένου τοῦ κυριακοῦ σώματος,
ἀνάγκη λοιπὸν πάντας συνεγείρεσθαι αὐτῷ.
Αὕτη τοῦ Παύλου ἡ διάνοια τυγχάνει·
γράφει γὰρ Κορινθίοις λέγων·
«Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν,
οὕτως ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.»
Πῶς δὲ ἄγουσιν αὐτὸν ἐπὶ τὸν σταυρὸν,
ἀναγκαῖον ἰδεῖν τὰ γεγραμμένα·
πάντως γὰρ καὶ ταῦτα οὐκ ἀνωφελῆ,
οὐδὲ ἁπλῶς ἐν τοῖς Εὐαγγελίοις γέγραπται.
Μετὰ τὸ κριθῆναι τὸν Κύριον·
ἐκρίθη γὰρ,
καὶ ἔμπροσθεν ἐστάθη τοῦ ἡγεμόνος.
Καὶ μή τις αἰσχυνέσθω ταῦτα·
ὑπέμεινε γὰρ καὶ τοῦτο δι' ἡμᾶς,
ἵνα μὴ,
κατὰ τὸ σιωπώμενον ἐνεδρευθέντος αὐτοῦ,
κρύπτηται τῶν Ἰουδαίων ἡ ἐπιβουλή·
ἀλλ' ἵνα καὶ ἐκ κρίσεως φανερὰ τῶν ἐπιβουλευσάν των ἡ συκοφαντία γένηται.
Μὴ κριθέντος γὰρ τοῦ Σωτῆρος,
ἄδηλος ὑπενοεῖτο τῶν Ἰουδαίων ὁ κατ' αὐτοῦ φθόνος·
κριθέντος δὲ αὐτοῦ,
λοιπὸν οὐδένα λαθεῖν οὕτως ἠδυνήθη.
Καὶ Πιλᾶτος μὲν αὐτὸς,
τῷ μὲν Σωτῆρι ἐμαρτύρει τὸ ἀναίτιον καὶ καθαρόν·
τῶν δὲ Ἰουδαίων τὴν ἐπιβουλὴν ἐξῆγεν.
«Ἤδει γὰρ,» φησὶν,
«ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν.»
Οὐκ ἂν δὲ Πιλᾶτος ἔγνω τὸν φθόνον τῷ Ἰουδαίων,
εἰ μὴ ἐστάθη κρινόμενος ὁ Σωτήρ.
Μέγα πρᾶγμα καὶ παράδοξον ἀληθῶς πεποίηκεν ὁ Σωτήρ·
σιωπῶν ἐνήργει,
καὶ μὴ ἀπολογούμενος ἐποίει τὸν δικαστὴν ὁμολογεῖν τὴν συσκευὴν,
καὶ ὅτι μᾶλλον τοῖς ὄχλοις ἢ τῷ δικαίῳ πέπεισται.
Ἀπολογουμένου μὲν γὰρ,
ἦν ὑπονοῆσαι δειλίαν τοῦ θανάτου·
σιωπῶντος δὲ,
τὸ στεῤῥὸν καὶ τὴν ἀνδρείαν θαυμάσαι.
Καὶ τὸ οὕτως δὲ τὸν Πιλᾶτον ἀπολογεῖσθαι,
οὐδὲν ἦν ἕτερον,
ἢ πιστεῦσαι τὸν κρινόμενον εἶναι Θεόν.
Ἀμέλει,
κρινόμενος ὑπὸ Πιλάτου,
ἐχρημάτιζε τῇ τούτου γυναικί·
ἵνα τῇ μὲν σιωπῇ τὴν ἀνδρίαν καταπλαγῇ·
τῷ δὲ χρηματισμῷ γινώσκῃ,
ὅτι οὐκ ἄνθρωπον,
ἀλλὰ Θεὸν κρίνει.
Ἐφοβήθη οὖν ὁ κρίνων τὸν κρινόμενον,
καὶ μᾶλλον αὐτὸς ἐκρίνετο τῷ φόβῳ τοῦ κρινομένου
ἢ κρίνων αὐτὸς κατέπληττε τὸν Κύριον.
∆ιὸ καὶ ἐνίψατο τὰς χεῖρας λέγων·
«Ἀθῶός εἰμι ἀπὸ τοῦ αἵματος τούτου·»
εἰ καὶ ὕστερον,
κινηθεὶς τῇ τῶν Ἰουδαίων φιλίᾳ συνέδραμεν αὐτοῖς ἐπιβουλεύουσιν·
ὥστε καὶ εἰς σταυρὸν αὐτὸν παραδοῦναι.
Παραδίδοται τοίνυν ὁ Σωτὴρ,
καὶ παραδοθεὶς,
οὐ κατέπτηξε τὸν θάνατον,
ἀλλὰ καὶ μᾶλλον ἀπεδύσατο πρὸς αὐτὸν,
καὶ ἐδίωκε φεύγοντα τὸν ὄφιν.
Οὐ γὰρ ὡς ἀποθνήσκων ἦν ὁ Κύριος,
ἀλλ' ὡς τὸν θάνατον εἰς τοῦτο διώκων.
Ἔνθα δὴ ὁ δείλαιος διάβολος,
θεωρήσας τὸ κατὰ Πιλᾶτον θαῦμα,
ὅτι μᾶλλον ὁ κρίνων ἢ ὁ κρινόμενος κατέπτηξεν·
ὁρῶν δὲ καὶ τὴν μετὰ πεποιθήσεως αὐτοῦ νῦν ἀπόδυσιν, πάντα πειράζειν ἐσπούδαζε,
βουλόμενος γνῶναι, ὃ πρότερον οὐκ ἠδυνήθη,
πειράζων αὐτὸν ἐν τῷ ὄρει, μαθεῖν,
εἰ οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.
Τότε καταισχυνθεὶς,
ἐτήρει τὸν τοῦ θανάτου καιρόν·
νομίζων, ὅτι ἐν ᾧ πάντας καταδεδουλώκει,
δύνασθαι καὶ ἐν τῷ θανάτῳ τοῦτον πειράσαι.
Γέγραπται γὰρ παρὰ τῷ Λουκᾷ,
ὅτι συντελέσας πάντα πειρασμὸν ὁ διάβολος,
ἀπέστη ἀπ' αὐτοῦ ἄχρι καιροῦ.
Οὗτος δέ ἐστιν ἐκεῖνος ὁ καιρὸς,
ἐν ᾧ καὶ αὐτὸς ὁ πολέμιος ἐγίνωσκεν ἑαυτὸν καταπατηθήσεσθαι ὑπὸ πάντων,
εἰ καὶ τούτου διαπέσοι·
μόνον γὰρ τοῦτο αὐτῷ περιελείπετο λοιπὸν τὸ ἆθλον,
πάντων γυμνωθέντι.
∆ιὸ καὶ πάντα ποιεῖ τοῦ μαθεῖν ἕνεκεν,
εἰ οὗτός ἐστιν ὁ Σωτήρ·
καὶ τοῦτο ἐποίει, ἵνα,
ἐὰν ὄντως περὶ αὐτοῦ μάθῃ,
μηδὲ τολμήσῃ προσελθεῖν,
εἰδὼς τὴν ἀπρόσιτον καὶ θείαν αὐτοῦ δύναμιν.
Ὁ δὲ Κύριος,
θεωρῶν αὐτοῦ τὴν πανουργίαν,
ὅτι οὐ τιμῇ τῇ πρὸς αὐτὸν,
ἀλλὰ τῆς τῶν ἀνθρώπων χάριν δουλείας ἐθήρευε τοῦτο, ἵνα τυραννεύῃ κατὰ πάντων,
ὑπέκρυπτε τὴν ἑαυτοῦ θεότητα,
καὶ ὡς ἄνθρωπος ἐπολιτεύετο·
ἵνα, ὡς Θεῷ μὴ προσελθὼν,
ἀπαθὴς ἀπέλθῃ,
ἀλλ' ὡς ἀνθρώπου καταφρονήσας, προσέλθῃ,
καὶ λοιπὸν ὑπὸ ἀνθρώπων ἄρξηται καταπαίζεσθαι.
Καὶ ὥσπερ ἄν τις,
τὸν ἀντίπαλον αὐτοῦ θεωρῶν καταπτήσσοντα,
καὶ διὰ τοῦτο ἀποφεύγοντα λοιπὸν,
ἀσθένειαν σχηματίζοιτο πρὸς τὴν ἐκείνου πρόσκλησιν·
εἶτα ἐκεῖνος ὁ φεύγων,
πρὸς τὴν σχηματισθεῖσαν ἀσθένειαν ἀποβλέπων,
θαῤῥήσας προσέλθοι,
καὶ ὁ γενναῖος παλαιστὴς τῇ ἀσθενείᾳ προσκαλεσάμενος,
τῇ ἑαυτοῦ δυνάμει νικήσει·
οὕτω καὶ ὁ Κύριος ἀνθρωπίνῃ ἀσθενείᾳ προσκαλεσάμενος,
τῇ ἑαυτοῦ δυνάμει ἐνίσχυσε τὸν ἄνθρωπον κατὰ τοῦ ἐχθροῦ.
∆ιὰ τοῦτο παρὰ τὸν καιρὸν τοῦ θανάτου καὶ ἀδημονεῖ,
καὶ περίλυπος ἤρξατο γίνεσθαι·
καὶ ἐδέετο παρελθεῖν ἐκεῖνο τὸ ποτήριον,
καὶ ἐβόα·
«Τὸ μὲν πνεῦμα πρόθυμον,
ἡ δὲ σὰρξ ἀσθενής·»
ἵνα ὁ ἀντίδικος ἡμῶν,
ὡς ἀνθρώπῳ προσελθὼν,
πειραθῇ θείας δυνάμεως.
Τούτοις γοῦν ὑπαχθεὶς ὁ ἄθλιος,
ἐπαίχθη καὶ προσῆλθε τῷ Κυρίῳ,
Εἶτα, θεωρῶν τὴν ἀνδρείαν αὐτοῦ,
κατέπτησσε·
θεωρῶν δὲ καὶ τὴν τοῦ σώματος ἀσθένειαν,
πάλιν ἐτόλμα·
καὶ λοιπὸν ἦν ἰδεῖν τὸν μὲν διάβολον σὺν ὅλῃ τῇ στρατιᾷ αὐτοῦ,
καὶ ταῖς ἀρχαῖς,
καὶ ταῖς ἐξουσίαις αὐτοῦ φεύγοντα·
τὸν δὲ Κύριον ἀνθρωπίνοις ὅπλοις διώκοντα τὴν διαβολικὴν φάλαγγα.
Οὐ γὰρ πολὺ γέγονε τὸ διάστημα,
καὶ πάντων ἐσκύλευσε τὸν ἐχθρόν·
ὅτε καταισχυνθεὶς λοιπὸν δι' ἑαυτοῦ ἐκίνει πάντα κατὰ τοῦ Κυρίου·
Ἰουδαίους μὲν,
ἵνα συσκευάσωνται,
Πιλᾶτον δὲ ἵνα κατακρίνῃ·
τοὺς δὲ στρατιώτας,
ἵνα παίζωσι κατ' αὐτοῦ·
ἀλλὰ καὶ τοῦτο ἠγνόει καθ' ἑαυτοῦ ποιῶν·
τυφλὸν γὰρ ἡ κακία,
καὶ ἀπροόρατον ἡ πονηρία·
καθ' ἑαυτῆς τὰς χεῖρας ἀκονῶσα ἠγνόει.
Οἷον γὰρ εἴ τις ὄφεως τῇ χειρὶ ἐπιλάβοιτο,
καὶ θέλων καὶ ἑτέρῳ ῥῖψαι,
πάντως αὐτὸς ἐδάχθη·
ἢ καὶ πῦρ τῇ χειρὶ κρατῶν,
καὶ θέλων τὸν ἐχθρὸν ἀδικῆσαι,
οὐκ οἶδεν,
ὅτι πάντως αὐτὸς κα τακαίεται·
οὕτως ἡ κακία κατὰ τῶν χρωμένων αὐτῇ στρατεύεται,
καὶ μᾶλλον ἀδικεῖ τοὺς κατέχοντας ἢ πρὸς οὓς ἂν αὐτὴν ἀποστεῖλαι θέλωσιν.
Οὕτως ὁ Φαραὼ,
θέλων καταλαβεῖν, κατελήφθη·
καὶ ἀρξάμενος διώκειν, κατεδιώχθη·
καὶ ἀποκτεῖναι θελήσας, κατεποντίσθη.
Οὕτως ὁ Γολιὰθ, ἐν οἷς ἐπῄρετο, ἐν τούτοις ἀπετμήθη, καὶ σκυλεῦσαι θέλων, ἐσκυλεύθη.
Τοῦτον τὸν τρόπον πέπονθε καὶ ὁ ἄθλιος διάβολος·
πειράσαι γὰρ θέλων, ἐπειράσθη,
καὶ κινῶν τοὺς στρατιώτας,
μᾶλλον δὲ αὐτὸς ἐν τοῖς δημίοις κινούμενος,
καθ' ἑαυτοῦ πάντα ἐνήργει.
Ἄρτι γὰρ ἐσκυλεύετο,
καὶ ἀφανὴς ἦν τοῖς ἀνθρώποις ἡ νίκη·
ἀλλ' εἰς φανερὸν αὐτὴν ἤνεγκε,
καὶ ἄκων ὁ ἄθλιος·
ὡς γὰρ ἀπεδύσατο ὁ Κύριος,
καὶ γέγονε τὸ γενόμενον ἀοράτως κατὰ τοῦ διαβόλου τρόπαιον,
ἵνα καὶ τοῦτο φανερὸν γένηται,
εὐθέως μὲν ἐνέδυσαν αὐτὸν,
ὡς μὲν Ἰωάννης λέγει, πορφύραν,
ὡς δὲ Ματθαῖος καὶ Μάρκος, χλαμύδα κοκκίνην,
καὶ στέφανον ἐξ ἀκανθῶν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ,
καὶ κάλαμον ἐπὶ χεῖρα ἐδίδουν·
καὶ οὕτω προσάγοντες,
ἐγονυπέτουν αὐτῷ.
Θαῦμα καινὸν καὶ παράδοξον,
καὶ νίκης ἀληθῶς μεγάλης γνώρισμα!
ὃν γὰρ ὡς ἄνθρωπον ἔκριναν,
τοῦτον ἀποθνήσκοντα λοιπὸν ὡς Θεὸν προσεκύνουν·
καὶ ὃν ἐξουθένουν ὡς εὐτελῆ,
τοῦτον ὁμολόγουν βασιλέα·
καὶ ἀφ' οὗ τὰ τυχόντα ἱμάτια ἦραν,
τούτῳ πορφύραν περιετίθουν·
καὶ ὃν οὐκ εἰδότες ὕβριζον,
τοῦτον προφήτην καὶ ἄκοντες προσηγόρευον·
καὶ ὃν ἔπαιζον τύπτοντες,
τούτῳ τὰ νικητήρια ἀπεδίδουν,
τὴν κοκκίνην χλαμύδα,
καὶ τὸν ἐξ ἀκανθῶν στέφανον,
καὶ τὸν κάλαμον.
Εἰ γὰρ καὶ ὡς ὑβρίζοντες ἐποίουν ταῦτα,
ἀλλ' ἠγνόουν,
ὅτι καὶ ἄκοντες ἐσκυλεύοντο ὑπ' αὐτοῦ.
Ἐπειδὴ γὰρ τῇ ἁμαρτίᾳ πεφονοκτόνητο ἡ γῆ ὑπὸ τοῦ διαβόλου,
καὶ πλεῖον ὑδάτων αἵμασιν ἦν βεβαμμένη,
ἐξ ἀρχῆς μὲν χάνασα καὶ δεξαμένη τοῦ δικαίου Ἄβελ τὸ αἷμα,
ὕστερον δὲ λοιπὸν αἵματα ἐφ' αἵμασι μισγόντων τῶν ἀνθρώπων,
κατὰ τὸ γεγραμμένον·
«Ἀρὰ καὶ ψεῦδος, καὶ κλοπὴ,
καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς,
καὶ αἵματα ἐφ' αἵμασι μίσγουσι.»
Καὶ ἦν διὰ τοῦτο καὶ κατηραμένη ἡ γῆ,
λέγοντος τοῦ Θεοῦ·
«Καὶ νῦν ἐπικατάρατος ἡ γῆ,
ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα Ἄβελ τοῦ ἀδελφοῦ σου.»
Ἦν δὲ καὶ πρότερον διὰ τὴν παράβασιν τοῦ Ἀδὰμ καταρασάμενος αὐτὴν ὁ ∆εσπότης λέγων·
«Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου.
Ἐν λύπαις φαγῇ αὐτὴν ἐν πάσαις ταῖς ἡμέραις τῆς ζωῆς σου.»
Καὶ ὅλως ἦν αἱμάτων πάντα μεστὰ,
καὶ ἄκανθαι πανταχοῦ ἐφύοντο διὰ τὴν κατάραν.
Καὶ τούτων ἔχων τὸ χειρόγραφον,
ἐπῄρετο κατὰ πάντων ὁ ἐχθρὸς,
καὶ ἐτυράννευεν ὡς ὑποχειρίους πάντας ἔχων.
Τούτου ἕνεκεν σκυλεύσας αὐτὸν ἁπάντων ὁ Κύριος,
λοιπὸν ἀπαγόμενος εἰς τὸν θάνατον,
περιέκειτο ταῦτα·
ἵνα δείξῃ τοῦ θανάτου τὸ κατόρθωμα,
ὅτι οὐχ ἁπλῶς,
ἀλλ' ὑπὲρ τῆς σωτηρίας ἡμῶν γέγονε.
Καὶ τὰ μὲν αἵματα ἐν τῇ κοκκίνῃ χλαμύδι εἶχε,
τὰς δὲ ἀκάνθας ἐν τῷ στεφάνῳ,
τὸ δὲ χειρόγραφον ἐν τῷ καλάμῳ,
ἐν ᾧ καὶ πάλαι κατέγραφεν ἡμῶν ὁ διάβολος·
ἵνα σὺν τῷ θανάτῳ καὶ ταῦτα λοιπὸν ἐξαφανίσῃ,
καὶ τὴν κτίσιν ἀπὸ τούτων καθάρῃ·
καὶ ἀντὶ μὲν τῶν ἀκανθῶν τὸ ξύλον τῆς ζωῆς χαρίσηται·
ἀντὶ δὲ τῶν τῆς ἁμαρτίας αἱμάτων τῷ ἰδίῳ αἵματι τὴν γῆν καὶ τοὺς πάντας καθαρίσῃ·
καὶ ἀντὶ τῆς κατάρας μα καρίσῃ λοιπὸν τοὺς ἐν τῇ γῇ,
λέγων·
«Μακάριοι οἱ πραεῖς,
ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.»
∆ιὰ τοῦτο γὰρ,
τὰ ἡμῶν αἵματα βαστάσας,
τὸ ἴδιον εἰς αὐτὴν ἐξεκένωσεν,
ἀφ' οὗ καὶ ἀντὶ ἀκανθῶν ἀγαθὰ καὶ ζωὴ πέφυκεν εἰς αὐτήν·
εἰς ἣν ἀποβλέπων ὁ ἅγιος ∆αβίδ φησι·
«Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων.»
Καὶ ἄλλως δὲ τὸν στέφανον τῶν ἀκανθῶν ἐφόρει,
ἵνα τὰς μερίμνας ἡμῶν ἐξαφανίσῃ τοῦ βίου.
Ἐπέῤῥιψε γὰρ ὁ ἄθλιος καὶ ἄκων τὰς μερίμνας ἡμῶν ἐπ' αὐτὸν οὐκ εἰδὼς, ὅτι,
ταύτας βαστάζων ὁ Κύριος,
τοὺς πάντας ἀμερίμνους κατ' ἐκείνου κατασκευάσει·
ὥστε τὸν μὲν σπόρον τοῦ λόγου ἐλεύθερον ἔχειν ἀπὸ τῶν ἀκανθῶν,
ἐν δὲ ταῖς εὐχαῖς τὸ ἀπερίσπαστον.
Αὐτὸς γὰρ περὶ ἡμῶν ὠδυνᾶτο καὶ ἐμερίμνα,
ἵνα ἡμεῖς ἀνώδυνοι γενώμεθα.
∆ιὰ τοῦτο δὲ πάλιν καὶ τὸν κάλαμον ἐλάμβανε παρ' αὐτῶν ὁ Κύριος,
καὶ αὐτὸς ὁ διάβολος ἐπεδίδου τοῦτον τῷ Κυρίῳ,
οὐκ εἰδὼς, ὅτι καθ' ἑαυτοῦ τὸ ξίφος ἀκονᾷ.
Λέγεται γὰρ ὁ κάλαμος ἀναιρετικὸς εἶναι τῶν ὄφεων,
καὶ τούτῳ μᾶλλον ἢ ἑτέρῳ καταράσσεσθαι αὐτούς.
Ἐπεὶ τοίνυν αὐτὸς ὁ Κύριος Σαβαὼθ,
ὡς Ἡσαΐας λέγει,
ἐδίωκε τὸν φεύγοντα δράκοντα, τὸν ὄφιν,
τὸν μέγαν διάβολον·
τούτου ἕνεκεν αὐτοῦ τὸ ἀναιρετικὸν ἐλάμβανε παρ' αὐτῶν ὁ Κύριος, ἵνα, τοῖς ἰδίοις ἐξασθενήσαντος τοῦ διαβόλου, τοῖς τοῦ Κυρίου ἐνδυναμωθῶσιν οἱ ἄνθρωποι.
Οἷον δέ τι πεποίηκεν ὁ ∆αβὶδ ἐπὶ τοῦ Γολιὰθ,
λαβὼν τοῦ ἐχθροῦ τὸ ξίφος,
καὶ ἐν αὐτῷ τὴν κεφαλὴν τοῦ ἐχθροῦ τεμών.
Τοῦτο νῦν καὶ ὁ Σωτὴρ πεποίηκε,
λαβὼν τὸν κάλαμον παρ' αὐτῶν,
ἵνα μὴ μόνον ἡμᾶς ἐλευθερώσῃ ἀπὸ τῆς ἀπάτης τοῦ ὄφεως,
ἀλλὰ καὶ αὐτὸν τὸν ὄφιν ἀνέλῃ τῷ καλάμῳ,
καὶ δείξῃ νεκρόν.
Οὕτω δὲ οὖν παιχθεὶς ὁ ἄθλιος,
καὶ ἰδὼν ἑαυτὸν ἐκπεσόντα τούτων,
ἐν οἷς ἐπῄρετο καθ' ἡμῶν·
ἰδὼν δὲ αὐτὸν ἐκβληθέντα ἐκ τῆς γῆς,
καὶ τὴν γῆν καθαριζομένην ἀπὸ τῶν αἱμάτων καὶ τῶν ἀκανθῶν,
καὶ ἰδὼν ἑαυτὸν ἀπολέσαντα τὸ χειρόγραφον καὶ τὸν κάλαμον, ἐν ᾧ κατέγραφεν ἡμῶν,
τολμᾷ πάλιν ἀτόλμητα, πλεῖον ἑαυτὸν καὶ ἐν τούτῳ πλήττων.
Ἀκούσας γὰρ ὁ πονηρὸς λέγοντος τοῦ Κυρίου·
«Τὸ πνεῦμα πρόθυμον,
ἡ δὲ σὰρξ ἀσθενὴς,» νομίσας,
ὅτι ὁ Λόγος συνησθένει τῷ σώματι,
καὶ οὐ μᾶλλον τῇ δυνάμει τοῦ Λόγου συνισχύετο καὶ τὸ σῶμα,
πάλιν ἐπιχειρεῖ παράνομα·
καὶ τοὺς μὲν δημίους παροξύνει κατὰ τοῦ Σωτῆρος,
αὐτὸς δὲ τῶν ἀκανθῶν εἴχετο,
καὶ περὶ αὐτὰς ἐκυλίετο,
πρᾶγμα πάσχων ἐναντίον.
Ἔχων γὰρ αὐτὰς ἀπώλεσε,
καὶ ᾠήθη μὴ ἔχων δύνασθαι λαβεῖν αὐτάς·
ἀλλ' οὐ πρότερον εἴληφεν,
εἰ μὴ τὴν καθ' ἡμῶν ἐν αὐταῖς κειμένην κατάραν ἐκούφισεν ὁ Σωτήρ.
Βαστάσαντος γὰρ τοῦ Κυρίου ταύτην,
πάλιν ἔλαβε τὰς ἀκάνθας καὶ τὴν χλαμύδα·
οὐκ ἔτι μὲν ἰσχύοντα καθ' ἡμῶν,
ἐκείνων δὲ τὴν πονηρίαν ἐλέγχοντα.
Νῦν μὲν γὰρ αὐτὸς ὁ διάβολος ἐν μὲν ταῖς ἀκάνθαις ὡς ἐν κέντροις ἐστὶ λακτίζων καθ' ἡμῶν.
Λέγεται δὲ αὐτῷ περὶ τῆς κοκκίνης χλαμύδος·
ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔστι καθαρὸν,
οὕτως οὐδὲ σὺ ἔσῃ καθαρὸς,
διότι τὴν γῆν μου ἀπώλεσας,
καὶ τὸν λαόν μου ἀπέκτεινας.
∆ιὰ τοῦτο καὶ νῦν,
κινῶν τοὺς δημίους κατὰ τοῦ Σωτῆρος,
ἐλάκτιζεν ὡς ἐν κέντροις ταῖς ἀκάνθαις,
καὶ μᾶλλον ἐπλήττετο ἢ ἔπληττεν.
Οὓς γὰρ ἐκίνει κατὰ τοῦ Σωτῆρος,
οὗτοι κατ' αὐτοῦ ὡπλίζοντο.
Λαμβάνοντες γὰρ τὸν κάλαμον παρὰ τοῦ Κυρίου,
καὶ νομίζοντες αὐτὸν τύπτειν, ἐτύφλωττον,
τὸν κινήσαντα αὐτοὺς διάβολον κόπτοντες ἐν ταῖς ἀκάνθαις.
Καὶ ὥσπερ τὰ ἔθνη,
ἀναβάντα κατὰ τῆς Ἱερουσαλὴμ,
ἔκοπτον ἀλλήλους ἐν τῇ κοιλάδι Ἰωσαφὰτ,
καὶ ὡς οἱ διώκοντες τὸν Ἰσραὴλ,
ἐλθόντες παρὰ τὰς ὄχθας,
ἀλλήλοις συνεπλέκοντο,
καὶ ἀλλήλους κατελάμβανον·
οὕτως καὶ νῦν οἱ διώκοντες τὸν Κύριον,
ἀλλήλους ἔκοπτον ἀγνοοῦντες,
βλάπτοντες μὲν αὐτὸν οὐδὲν,
ἑαυτοὺς δὲ μᾶλλον ἀδικοῦντες.
Ὥσπερ γὰρ ἐὰν πέτραν τῇ χειρὶ κόπτειν θέλοι τις,
τὴν μὲν πέτραν οὐ τέμνει,
τὴν δὲ χεῖρα τραυματίζει·
τοῦτον τὸν τρόπον καὶ οἱ κατὰ τοῦ Κυρίου πράττοντες,
ὡς κατὰ ἀφθάρτου τολμῶντες,
διεφθείροντο,
καὶ ὡς κατὰ ἀθανάτου ἐπιχειροῦντες,
αὐτοὶ μᾶλλον ἀπέθνησκον.
Καὶ τό γε χείριστον,
ὅτι διὰ τῶν αὐτοῦ μελῶν ἔπασχεν·
ὃ μάλιστα γέγονε τῷ πανούργῳ πρὸς τελείαν αἰσχύνην.
Ὅλως μὲν γὰρ ὑπὸ τοῦ Κυρίου πληττόμενος,
ἠδύνατο καυχᾶσθαι·
ὅτε δὲ ὑφ' ὧν ἐδουλεύετο,
ὑπὸ τούτων κόπτεται,
τοῦτο πᾶσαν αἰσχύνην ὑπερῆρεν.
Ἀλλ' οὐκ ἐκείνων ἡ πληγὴ τὸν ὄφιν ἀναιρεῖ·
οὐ γὰρ τοσοῦτον ἠδύναντο ἄνθρωποι καὶ δήμιοι ὄντες·
ἀλλ' ἐλύπει μὲν αὐτὸν ἡ ὕβρις ἡ παρὰ τῶν Ἰουδαίων αὐτῷ γινομένη·
ἐτραυμάτιζε δὲ οὐχ ἡ παρὰ τού των γινομένη πληγὴ,
ἀλλ' ὁ Κύριος ὁ ἀντικρούων τῇ τούτων πληγῇ,
καὶ ἡ ἐκ τῆς χειρὸς τοῦ Σωτῆρος γενομένη δύναμις τῷ καλάμῳ.
Καὶ ἐν τούτῳ γὰρ ὁ Κύριος σχηματισάμενος,
καὶ τὰ ἀνθρώπινα προβαλλόμενος,
ἐδέχετο τὸν ὄφιν ἐν ταῖς ἀκάνθαις,
καὶ ὡς ἄνθρωπος τυπτόμενος,
συνεχώρει τύπτειν τὸν ὄφιν τοῖς δημίοις·
ἵνα ὁ ποτὲ καυχησάμενος εἶναι Θεὸς,
καὶ καυχησάμενος ὡς τὸν Κύριον πειράσας,
ὑπὸ δημίων τυπτόμενος,
τελείαν τὴν αἰσχύνην ἀπενέγκηται.
Ἀπέβαινε δὲ αὐτῷ ταῦτα καὶ παρὰ γνώμην,
ὧν ἐβούλετο.
Ἐνεργῶν γὰρ ἐν τοῖς καταβοῶσι τοῦ Σωτῆρος,
ἠγνόει τὴν σιωπὴν ἀντεισάγων καθ' ἑαυτοῦ·
παροξύνων Πιλᾶτον,
οὐκ ᾔδει κατασκευάζων ἀντὶ δειλίας τὴν ἀφοβίαν·
κινῶν τύπτεσθαι τὸν Κύριον,
ἐπλανᾶτο δεικνυμένης ἀνεξικακίας.
Καὶ τέλος ἐμπαροινῶν κατὰ τοῦ Σωτῆρος,
οὐκ ἔβλεπεν ἀρετὴν κατὰ κακίας καθοπλίζων·
πάσῃ γὰρ κακίᾳ καὶ πονηρίᾳ χαίρει ὁ ἐχθρός·
καὶ εἴ τι κακόν ἐστι,
τοῦτο διαβολικόν ἐστιν ὅπλον·
ἢ γὰρ δειλίᾳ θανάτου,
ἢ διὰ τὸ ἀμύνασθαι πάντως,
ἁμαρτάνειν πείθει.
Ὅθεν ὁ Κύριος ὑπέμεινε πάντα·
ἵνα ἐν μὲν τῇ δειλίᾳ τὴν ἀνδρείαν,
τῇ δὲ ὕβρει τὴν ἀνεξικακίαν,
τῷ δὲ θυμῷ τὴν πραότητα,
καὶ ἐπὶ πᾶσιν ἀρετὴν κατὰ τῆς κακίας ἀντικεῖσθαι διδάξῃ.
Καὶ πρῶτον μὲν ἐδίδασκε τῷ τύπτοντι εἰς τὴν σιαγόνα στρέφειν καὶ τὴν ἄλλην·
καί·
«Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα·»
καί·
«Ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει·»
καί·
«Εὐλογεῖτε τοὺς διώκοντας.»
Ἵνα δὲ μὴ ἀδύνατος ἡ ἐντολὴ νομισθῇ παρά τισι,
διὰ τοῦτο δι' ἑαυτοῦ τὰ πάντα ἐπέδειξε ὁ Κύριος,
καὶ ἀφ' ὧν ἔπασχεν,
ἔπεισε πάντας ὑβριζομένους,
μὴ ἀνθυβρίζειν,
καὶ τυπτομένους,
μὴ ἀντιτύπτειν,
καὶ χλευαζομένους,
μὴ ὀργίζεσθαι,
καὶ ἀπὸ τοῦ αἴροντος τὰ ἡμῶν μὴ ἀπαιτεῖν·
καὶ καθόλου μὴ φοβεῖσθαι τὸν θάνατον·
ἀλλὰ καὶ καταφρονεῖν αὐτοῦ τῇ ἐλπίδι τῶν μελλόντων.
Οὕτω γὰρ μᾶλλον εὐχερὴς ἡ κατὰ τοῦ διαβόλου καὶ πάσης ἁμαρτίας νίκη γένηται, ἢ ὅταν ἀμυνώμεθα.
Ἀμυνόμενοι μὲν γὰρ καὶ ἀνταδικοῦντες τοὺς ἀνταδικοῦντας,
καὶ ὑβρίζοντες τοὺς ὑβρίζοντας,
καὶ αὐξάνομεν καὶ τρέφομεν καθ' ἑαυτῶν τὴν κακίαν,
οὐ μᾶλλον τοὺς ἐχθροὺς,
ἀλλ' ἑαυτοὺς ἀδικοῦντες τῇ διὰ τὴν κακίαν καταδίκῃ
καὶ κρίσει μενούσῃ τοὺς ταύτῃ χρησαμένους·
ὅταν δὲ,
ὡς ὁ Κύριος,
ὑπομένωμεν ἀδικούμενοι,
καὶ τοῖς λοιδοροῦσι τὴν ἀνεξικακίαν ἀντιτιθῶμεν,
τοῖς δὲ ἀπειλοῦσι τὴν ἀνδρείαν,
τῷ δὲ θανάτῳ τὴν ἐλπίδα τῆς ἀθανασίας·
πάντως ἐν τούτοις λυποῦμεν τὸν ἐχθρόν·
κἀκεῖνος ἐν τῇ τοιαύτῃ πανοπλίᾳ καταπίπτει,
ἐν ᾗ καὶ ὁ Παῦλος ἡμᾶς καθοπλίζων φησίν·
«Ἐνδύσασθε οὖν τὴν πανοπλίαν τοῦ Θεοῦ,
ἵνα δυνηθῆτε πρὸς τὰς μεθοδείας τοῦ διαβόλου στῆναι.»
Οὕτω γὰρ καὶ τοῦ Σωτῆρος ὑπομείναντος,
γέγονε τό·
«Ἐθεώρουν τὸν Σατανᾶν πίπτοντα ἐκ τοῦ οὐρανοῦ ὡς ἀστραπήν.»
Εὐθέως γοῦν μετὰ τὸ τούτοις ἀνδραγαθῆσαι τὸν Κύριον,
καὶ πεσεῖν τὸν ἐχθρὸν,
ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν,
γνώρισμα τῆς νίκης ἀληθῶς καὶ ἄκοντες καθ' ἑαυτῶν παρέχοντες.
Ἕως μὲν γὰρ εἱστήκει ὁ ἐχθρὸς,
εἶχον οἱ δήμιοι τὸ ξύλον·
ὅτε δὲ πέπτωκε καὶ κατεῤῥάγη,
τότε τρόπαιον ἔλαβεν ὁ Κύριος,
καὶ ἑαυτῷ ἐβάστασεν.
Ἔδει γὰρ τὸν νικητὴν θριαμβεύοντα κατὰ τοῦ διαβόλου,
μὴ ἄλλῳ συγχωρεῖν,
ἀλλ' ἑαυτῷ βαστάζειν τὸ τρόπαιον.
Ἐλάμβανε δὲ σὺν τῷ τροπαίῳ καὶ τὰ ἱμάτια παρ' αὐτῶν,
ἀπερχόμενος εἰς τὸν θάνατον·
ἵνα καὶ ταῦτα σὺν τῷ θανάτῳ ἀπεκδύσηται.
∆ιὰ τοῦτο,
πάλιν ἐκδυσάμενος,
κατέσπευδε τοὺς ἀπάγοντας ἄγειν αὐτόν.
Ὡς δὲ ἀπήγετο,
κατὰ μὲν τὸν Ἰωάννην,
ἑαυτῷ τὸν σταυρὸν ἐβάσταζε,
κατὰ δὲ τοὺς ἄλλους εὐαγγελιστὰς,
Σίμων ὁ ἄνθρωπος ὁ ἀπὸ Κυρήνης ἔφερε τὸν σταυρόν.
Ἔστι δὲ οὐκ ἐναντίον τῷ Ἰωάννῃ·
οὐδὲ γὰρ ὁ Ἰωάννης ἐναντίον τοῖς ἄλλοις γράφει,
ἀλλ' ἀμφότερα γέγονεν ἐπὶ τούτου·
καὶ γὰρ καὶ ἑαυτῷ ὁ Κύριος τὸν σταυρὸν ἐβάσταζε,
καὶ πάλιν Σίμων ὁ ἄνθρωπος ἔφερεν αὐτόν.
Ὡς μὲν οὖν κατὰ τοῦ διαβόλου τρόπαιον ἐβάσταζε πρῶτον,
ἑκουσίως δὲ καὶ τὸν σταυρὸν ἔφερεν ἑαυτῷ·
καὶ γὰρ οὐκ ἀναγκαζόμενος ἤρχετο ἐπὶ τὸν θάνατον.
Καὶ πάλιν δὲ ἐβάσταζεν αὐτὸν Σίμων ὁ ἄνθρωπος,
ἵνα γνωσθῇ πᾶσιν,
ὅτι οὐ τὸν ἑαυτοῦ,
ἀλλὰ τὸν τῶν ἀνθρώπων ἀποθνήσκει θάνατον ὁ Κύριος.
Τούτων δὲ οὕτως γενομένων,
ἔρχεται σπεύδων ἐπὶ τὸν τόπον,
ἔνθα καὶ ἀναβαίνειν αὐτὸ ἐπὶ τὸν σταυρὸν ἔδει,
ἵνα τὸ καθ' ἡμῶν χειρόγραφον,
ὅπερ ἀπὸ τῶν ἐχθρῶν ᾖρε,
προσηλώσῃ τῷ σταυρῷ,
καὶ ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας,
ἐν παῤῥησίᾳ δειγματίσῃ τούτους ἐν τῷ ξύλῳ θριαμβεύων κατ' αὐτῶν,
καὶ δεικνύων τὸν ἐκσπασθέντα ἐκ τοῦ λέοντος ἄνθρωπον,
καὶ λοιπὸν τῷ ἰδίῳ αἵματι ῥαίνων καὶ καθαρίζων τὴν γῆν ἀρέσκηται.
Μέλλων δὲ τοῦτο ποιεῖν,
ἐξεδύσατο τὰ ἱμάτια.
Ἔδει γὰρ αὐτὸν,
εἰσάγοντα τὸν ἄνθρωπον εἰς τὸν παράδεισον,
ἀπεκδύσασθαι τοὺς χιτῶνας,
οὓς ἔλαβεν ὁ Ἀδὰμ ἐκβαλλόμενος ἐκ τοῦ παραδείσου.
Ὅτε γὰρ ἥμαρτε,
καὶ λοιπὸν ἤμελλεν ἀποθνήσκειν,
ἔλαβε δερματίνους χιτῶνας,
ἐκ νεκρῶν ζώων γενομένους,
σύμβολον ὄντας τῆς διὰ τὴν ἁμαρτίαν νεκρώσεως αὐτῷ προσγενομένης.
Ἀλλ' ὁ Κύριος,
ὁ πάντα τὰ ἡμῶν δι' ἡμᾶς ἀναδεξάμενος,
ἐνεδύσατο ταῦτα,
ἵνα καὶ ἀπεκδύσηται,
καὶ ἀντὶ τούτων ἡμᾶς ἐνδύσῃ τὴν ζωὴν καὶ τὴν ἀφθαρσίαν·
ἐνεδύσατο δὲ μετὰ τούτων καὶ χιτῶνα ἄῤῥαφον ἐκ τῶν ἄνωθεν ὑφαντὸν δι' ὅλου γενόμενον·
ἵνα κἂν ἐκ τούτων πιστεῦσαι δυνηθῶσιν οἱ Ἰουδαῖοι,
τίς ἐστι καὶ πόθεν ὁ ἐνδυσάμενος ταῦτα·
ὅτι οὐκ ἀπὸ γῆς,
ἀλλ' ἄνωθεν ἐρχόμενος ἦν ὁ Λόγος,
καὶ ὅτι οὐ μεριστὸς,
ἀλλ' ἀμέριστός ἐστιν ὁ Λόγος ὁ τοῦ Πατρὸς,
καὶ, ὅτι, γενόμενος ἄνθρωπος,
οὐκ ἐῤῥαμμένον εἶχε τὸ σῶμα ἐξ ἀνδρὸς καὶ γυναικὸς,
ἀλλ' ἐκ Παρθένου μόνης,
ὑφασμένον τῇ τοῦ Πνεύματος τέχνῃ.
Ὅθεν οἱ δήμιοι τὰ μὲν ἄλλα διαμερίζονται ἱμάτια,
μεριστὰ γὰρ ἦν,
καὶ εἰς τέσσαρα διαμερίζονται·
καὶ γὰρ ὑπὲρ τῆς ἁμαρτίας τῆς τετραμεροῦς οἰκουμένης κατὰ ἀνατολὴν,
καὶ δύσιν,
καὶ ἄρκτον,
καὶ μεσημβρίαν,
ἐφόρει ταῦτα·
ἅπερ θεωρήσας ὁ Ἰωάννης ἐνδεδυμένον αὐτὸν ἔλεγεν·
«Ἰδὲ ὁ ἀμνὸς τοῦ Θεοῦ,
ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.»
Τὸν χιτῶνα μόνον οὐκ ἠδυνήθησαν σχίσαι φόβῳ τοῦ δι' αὐτοῦ γνωριζομένου σημείου.
Καὶ τοῦτο γὰρ οὐκ αὐτῶν,
ἀλλὰ τοῦ κρεμαμένου Σωτῆρος τὸ ἔργον.
Καὶ γὰρ κρεμάμενος,
ὡς ἄνθρωπος,
τὰς μὲν ἀρχὰς ἐδίωκε,
τὸν δὲ διάβολον κατελάμβανε,
τοὺς δὲ δημίους ἐφόβει,
μὴ σχίζειν τὸν χιτῶνα·
ἵνα, τούτου μένοντος,
μένῃ καὶ ὁ κατὰ Ἰουδαίων ἔλεγχος,
ὁ μετ' οὐ πολὺ γενόμενος,
ὅτι τὸ μὲν καταπέτασμα ἐσχίσθη,
ὁ δὲ χιτὼν τοῦ Σωτῆρος οὐδὲ ὑπὸ δημίων διῃρέθη,
ἀλλ' ἔμεινεν ὁλόκληρος.
Μένει γὰρ τὸ Εὐαγγέλιον διὰ παντὸς ὁλόκληρον,
τῶν σκιῶν διαιρουμένων.
Πλὴν ὅτι ἀποδυσάμενος τὰ ἱμάτια ἔσπευδε πρὸς τὸν θάνατον,
τότε πάλιν ὁ διάβολος,
ἰδὼν τὴν προθυμίαν τοῦ Σωτῆρος,
καὶ ἑαυτὸν ἐξ οὐρανοῦ πεσόντα,
καὶ τῆς γῆς ἐκβληθέντα,
οὐκ εἶχεν ὅ τι πράξει·
πάντα γὰρ ἦν αὐτῷ θορύβου καὶ ἀπορίας μεστά.
Καὶ μένειν μὲν οὐκ ἠδύνατο,
φεύγειν δὲ πάλιν ἐφοβεῖτο.
Πλὴν ὅτι ἐνθυμηθεὶς,
ὅτι τοὺς ἀποθνήσκοντας,
ἐπὶ τῆς γῆς ἀποθνήσκειν δεῖ κατὰ τὸ γεγραμμένον·
«Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ·»
φοβηθεὶς ἐπὶ γῆς μεῖναι,
μὴ ἐκεῖ καταληφθῇ,
λοιπὸν εἰς τὸν ἀέρα ἐπέτατο·
τάχα κἂν οὕτως,
τοῦ κυριακοῦ σώματος ἐπὶ γῆς τεθέντος,
ἐλεύθερον ἔχῃ τὸν ἀέρα.
Ἀλλ' ὁ Κύριος,
καὶ ἐν τούτῳ φιλανθρωπευόμενος,
οὐκ εἰς γῆν ἀπέθανεν,
ἀλλ' εἰς τὸν ἀέρα ἀνέβη διὰ τοῦ σταυροῦ,
διώκων κἀκεῖ τὸν ὄφιν·
ἵνα κἀκεῖθεν τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος ἀποδιώξῃ,
καὶ τὰ πνευματικὰ τῆς πονηρίας καταβάλῃ,
οὐκ ἀφεὶς οὐδὲ οὕτω τὴν γῆν ἀθεράπευτον.
Καὶ γὰρ κρεμάμενος ἐπὶ τοῦ σταυροῦ,
τὸν μὲν ἀέρα ἐκαθάριζε τῇ ἐκτάσει τῶν χειρῶν,
τὴν δὲ γῆν ἐλυτροῦτο,
τῷ αἵματι καὶ τῷ ὕδατι τῆς πλευρᾶς ἀποπλύνων αὐτήν.
Τί λοιπὸν ἔδει ποιεῖν παθόντα ταῦτα τὸν ἐχθρόν;
Ἐξ οὐρανοῦ ἐπεπτώκει,
ἀπὸ γῆς ἐξεβλήθη,
τοῦ ἀέρος ἐδιώχθη·
καὶ πρὸς τούτοις ᾐσχύνετο μεγάλα ἐπαγγειλάμενος,
καὶ μηδὲν ἐνεργῶν.
Πανταχόθεν οὖν ἡττηθεὶς,
καὶ πανταχόθεν ἀπορηθεὶς,
ἔγνω κἂν τὸν ᾅδην φυλάξαι·
τοῦτο γὰρ ἔτι τὸ χωρίον ὑπελείπετο τούτῳ.
∆ιὸ καὶ φοβούμενος,
μὴ ἐκεῖ κατελθὼν ὁ Κύριος,
ἐκεῖθεν αὐτὸν ἐκδιώξῃ,
καὶ πάντας τοὺς ὑποχειρίους ἐλευθερώσῃ,
πάντα ἐκύκα καὶ συνεκίνει,
πάντας εἰς βοήθειαν καλῶν,
καὶ παρώξυνε πάλιν τοὺς Ἰουδαίους ὀνειδίζειν τὸν Κύριον,
καὶ ὑβρίζειν καὶ γελᾷν ὅλως κατ' αὐτοῦ·
καὶ ὅλως εἴ τι περιελείπετο πανοπλίας αὐτῷ,
τοῦτο ἠφίει κατὰ τοῦ Κυρίου·
τάχα κἂν οὕτως αὐτὸν ὑπερεύθυνον ἁμαρτίᾳ ὄντα κρατήσῃ.
Οἱ μὲν γὰρ Ἰουδαῖοι ἐχλεύαζον τὸν Κύριον λέγοντες·
«Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ,
κατάβηθι ἀπὸ τοῦ σταυροῦ·»
ὁ δὲ Σωτὴρ,
ὁ τῷ ὄντι τοῦ Θεοῦ Υἱὸς,
οὐκ ἀπὸ τοῦ φεύγειν τὸν θάνατον,
ἀλλ' ἀπὸ τοῦ μένειν αὐτὸν,
καὶ μένοντα πατῆσαι τὸν θάνατον,
ἤθελε γνωσθῆναι Υἱὸς Θεοῦ,
καὶ ὅτι αὐτός ἐστιν ἡ ζωή.
Ἠδύνατο μὲν γὰρ καὶ καταβῆναι ἀπὸ τοῦ σταυροῦ,
ὁ καὶ τοὺς ἄλλους ἐγείρας νεκρούς·
ἀλλ' ἡ κατάβασις φυγὴν ἐδείκνυε τοῦ θανάτου·
τὸ δὲ περιμεῖναι οὐδὲν ἕτερον ἐγνώριζεν,
ἢ τὸν περιμένοντα εἶναι ζωήν.
∆ιὰ τοῦτο γὰρ καὶ λίαν ἔμελλε τῷ διαβόλῳ ὀνειδίζεσθαι τὸν Κύριον ἐν τούτοις,
καὶ ἤθελεν αὐτὸν ἀπὸ τοῦ σταυροῦ καταβῆναι καὶ μὴ γενέσθαι ἐν νεκροῖς,
ἵνα κἂν οὕτως ἀπαθὴς ἀπέλθῃ,
καὶ τῶν νεκρῶν κυριεύσῃ.
Ἐφοβεῖτο γὰρ μὴ κατὰ τὸ γεγραμμένον,
ἀναβὰς εἰς ὕψος τοῦ σταυροῦ,
αἰχμαλωτεύσῃ τὴν αἰχμαλωσίαν,
καὶ λάβῃ δόματα ἐν ἀνθρώποις.
Ὑπώπτευσε γὰρ μὴ οὗτός ἐστι περὶ οὗ γέγραπται ταῦτα.
Ὅθεν πάλιν ἐκίνει τοὺς Φαρισαίους ὁ πανοῦργος,
καὶ λοιπὸν κατὰ περισσὸν ἐποίει αὐτοὺς ἐπαγγέλλεσθαι καὶ πιστεύειν,
εἰ καταβαίη μόνον ἀπὸ τοῦ σταυροῦ.
Πάντα δὲ ἐκίνει,
καὶ παρὰ γνώμην ἐπηγγέλλετο,
μόνον ἵνα μὴ γένη ται νεκρὸς,
καὶ κατέλθῃ εἰς τὸν ᾅδην.
Ἐποίει γοῦν πάλιν λέγειν τοὺς Φαρισαίους·
«Ἄλλους ἔσωσεν,
ἑαυτὸν οὐ δύναται σῶσαι.
Εἰ βασιλεὺς Ἰσραήλ ἐστι,
καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ,
καὶ πιστεύσομεν αὐτῷ.»
Οὐ πιστεύειν δὲ ἤθελε τοὺς Φαρισαίους ὁ τῆς ἀπιστίας διδάσκαλος δράκων·
ἀλλὰ φεύγειν ἤθελε τὸν Κύριον τὸν θάνατον.
Οὐδὲ μαθεῖν ἤθελεν,
εἰ δύναται ἑαυτὸν σῶσαι·
ἀλλ' ἵνα μὴ τοῖς ἄλλοις σωτηρία γένηται.
Εἰ γὰρ ὅλως ἐγίγνωσκεν σώσαντα αὐτὸν τοὺς ἄλλους,
οὐκ ἦν ἀμφίβολον,
τὸν τοῖς ἄλλοις δεδωκότα σωτηρίαν,
αὐτὸν εἶναι Σωτῆρα καὶ ζωήν.
Οὐκοῦν διὰ τοῦτο αὐτὸν ὠνείδιζον,
ἵνα μὴ τοῖς ἄλλοις σωτηρία γένηται.
Ἤδει γὰρ ὁ περίεργος,
ὅτι οὐκ ἀποθνήσκει ὁ Κύριος,
ἀλλ' ὁ τούτου θάνατος Σωτηρία καὶ ζωὴ τοῖς πᾶσι γενήσεται.
∆ιὰ τοῦτο ἤθελεν αὐτὸν καταβῆναι ἀπὸ τοῦ σταυροῦ,
καὶ ἐποίει τοὺς Φαρισαίους ἐπαγγέλλεσθαι πιστεύειν·
τάχα κἂν τῇ ἐπαγγελίᾳ τῆς πίστεως περιγένηται,
ὧν ἤθελεν.
Ὁ δὲ Κύριος,
ὁ τῷ ὄντι Σωτὴρ,
ὁ μὴ τὸ ἑαυτοῦ,
ἀλλὰ τὰ ἡμῶν ζητῶν,
οὐκ ἀπὸ τοῦ ἑαυτὸν σῶσαι,
ἀλλ' ἀπὸ τοῦ λυτρώσασθαι τὴν κτίσιν ἤθελε γνωσθῆναι Σωτήρ.
Οὐδὲ γὰρ ἰατρὸς ἐκ τοῦ αὐτὸν ὑγιαίνειν γνωσθήσεται ἰατρὸς,
εἰ μὴ καὶ τοῖς νοσοῦσιν ἐνδείξηται τὴν τέχνην·
καὶ ὁ ἥλιος οὐκ ἐὰν εἰς ἑαυτὸν συστέλλῃ τὰς ἀκτῖνας,
γνωσθήσεται φῶς,
εἰ μὴ καὶ τῇ οἰκουμένῃ ταύτας ἐπεκτείνῃ,
καὶ τὸ σκότος ἐν αὐταῖς καταλάμψῃ.
Οὕτως καὶ ὁ Κύριος οὐχ ἑαυτὸν ἔσωζε·
Σωτηρίας γὰρ χρείαν οὐκ εἶχεν,
αὐτὸς ὢν Σωτήρ·
ἀλλ' ἀπὸ τῆς τῶν ἄλλων εὐεργεσίας ἤθελε γνωσθῆναι πᾶσι Σωτήρ.
Ἀλλ' οὐδὲ καταβαίνων ἀπὸ τοῦ σταυροῦ ἤθελε γνωσθῆναι Υἱὸς Θεοῦ,
ἀλλ' ἀπὸ τοῦ μένειν αὐτόν.
Πλείονα γὰρ μᾶλλον ὁ θάνατος ὁ τοῦ Σωτῆρος πίστιν καὶ σωτηρίαν τοῖς ἀνθρώποις φέρει ἢ ἡ ἀπὸ τοῦ σταυροῦ κατάβασις.
Ἀμέλει κρεμαμένου αὐτοῦ ἐπὶ τοῦ σταυροῦ ἔτι,
τὰ μὲν μνήματα ἠνοίγοντο,
καὶ οἱ ἐν αὐτοῖς κείμενοι ἐσώζοντο·
ὁ δὲ κρεμάμενος λῃστὴς ἐπίστευεν εἰς αὐτόν·
ἵνα δείξῃ,
ὅτι τῷ ὄντι Σωτήρ ἐστι·
καὶ ἀποθανὼν,
τῇ πίστει καρποφορεῖ.
Ἐπὶ τούτοις ἐξίστατο λοιπὸν ἀληθῶς ὁ διάβολος,
καὶ πᾶσα τοῦτον εἰκότως ἀπορία κατεῖχεν·
ἑώρα γὰρ αὐτὸν ἀπολέσαντα,
καὶ τὸν λῃστὴν ἐν τῷ σταυρῷ,
καὶ ὃν ἔπεισε πάλαι λῃστεύειν,
ἑώρα τοῦτον πιστεύσαντα·
καὶ ὃν παρώξυνε βλασφημεῖν,
τοῦτον ἑώρα προσκυνοῦντα τὸν Κύριον,
καὶ ἐπιπλήττοντα καὶ τῷ ἄλλῳ λῃστῇ,
μᾶλλον δὲ τῷ ἐν τῷ λῃστῇ διαβόλῳ.
Ἐτρύχετο δὲ πάλιν,
ὅτι ὃν ὡς λῃστὴν ἀπέκτεινε,
τοῦτον πάλιν μεταφερόμενον ἑώρα ἐν τῷ παραδείσῳ.
Ὁρῶν δὲ καὶ πᾶσαν αὐτοῦ τὴν πανοπλίαν ῥιφεῖσαν,
καὶ ὅτι οὐκ ἦν ἀμυντήριον πεμφθὲν παρ' αὐτοῦ,
ὃ μὴ ἠκύρωσεν ὁ Κύριος,
κατὰ τὸ γεγραμμένον·
«Τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος,
καὶ πόλεις καθεῖλες,»
διὰ τοῦτο ἐταράσσετο, καὶ ἀπορῶν,
πεπείρακε λοιπὸν δοῦναι τῷ Σωτῆρι πιεῖν ὄξος μετὰ χολῆς·
ἀλλὰ καὶ τοῦτο καθ' ἑαυτοῦ κατασκευάζων ἠγνόει.
Τὸ γὰρ πικρὸν τῆς ὀργῆς,
τὸ διὰ τὴν παράβασιν τοῦ νόμου γενόμενον,
ἐν ᾧ πάντας κατεῖχεν,
ἀπεδίδου τῷ Σωτῆρι·
καὶ λαμβάνων ἐκεῖνος ἀνήλισκε καὶ ἐξεκένου,
ἵνα ἀντὶ μὲν τοῦ ὄξους ὃν ἐκέρασεν οἶνον ἡ σοφία ποτίσῃ ἡμᾶς·
ἀντὶ δὲ τῆς χολῆς τὰ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον λόγια χαρίσηται ἡμῖν·
καὶ ἀνθ' ὧν αὐτὸς ἐγεύσατο τὰ ἡμῶν,
εἴπῃ καὶ ἡμῖν·
«Γεύσασθε,
καὶ ἴδετε,
ὅτι χρηστὸς ὁ Κύριος.»
Ὡς δὲ καὶ τούτου ἐξέπεσε καὶ ἐσκυλεύθη,
καταισχυνθεὶς λοιπὸν,
ὑποψία αὐτόν τις εἶχεν,
ὁρῶν τὰ τηλικαῦτα,
ὅτι οὐ πρὸς ἄνθρωπον,
ἀλλὰ πρὸς Θεὸν ἀντιμάχεται.
Ἑώρα γὰρ ἐν οἷς τοὺς πάντας ἐθήρευεν,
ἐν τούτοις ἑαυτὸν καταισχυνόμενον,
καὶ μᾶλλον πίπτοντα ἢ καταβάλλοντα·
καὶ λοιπὸν ἐπειρᾶτο παραχωρεῖν,
καὶ νῶτα διδόναι τῇ φυγῇ.
Ὁρῶν γὰρ αὐτὸν κρεμάμενον,
καὶ διώκοντα τὸν θάνατον,
ἐφο ήθη μὴ οὗτός ἐστι,
περὶ οὗ γέγραπται·
Ὑψωθήσεται Κύριος τοῦ ἐλεῆσαι ἡμᾶς.
Καὶ διὰ τοῦτο μᾶλλον ἐζήτει πάντα καταλιπεῖν,
καὶ φυγεῖν,
φθονῶν τοῖς ἐλεηθησομένοις παρ' αὐτοῦ·
Ἀλλ' ὁ Κύριος,
ὁ τῷ ὄντι Σωτὴρ,
οὐ θέλων αὐτὸν ἀπελθεῖν ἀπαθῆ,
οὐδὲ ἀτελὲς τὸ ἔργον καταλεῖψαι,
οὐδὲ τοὺς ἐν τῷ ᾅδῃ ἐκδότους ἀφεῖναι τῷ ἐχθρῷ,
ἐστρατήγησε μέγα καὶ θαυμαστὸν ἔργον.
Ὁρῶν γὰρ αὐτὸν καταπτήσσοντα,
καὶ τρέμοντα,
καὶ δειλιῶντα τὸν θρασὺν,
πάλιν ὡς ὑποπίπτων σχηματίζεται,
ἵνα προσελθόντα τὸν ἐχθρὸν τέλεον χειρώσηται.
Ὁ μὲν γὰρ δράκων οὐκ ἤθελεν ἀποθνήσκειν τὸν Κύριον,
οὐδὲ κρεμάμενον ἐπὶ ξύλον·
καὶ ἤθελε μὲν καταβῆναι τὸν Κύριον ἀπὸ τοῦ σταυροῦ καὶ μὴ ἀποθανεῖν·
εἰ δὲ μὴ κατέβαινε,
κἂν μένειν αὐτὸν ἁπλῶς ἐπὶ τοῦ ξύλου,
καὶ μόνον μὴ ἀποθανεῖν.
Ἐφοβεῖτο γὰρ μὴ τὸ γεγραμμένον γένηται·
«Πνεῦμα Κυρίου ἐπ' ἐμὲ,
οὗ εἵνεκεν ἔχρισέ με,
εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με,
καὶ κηρῦξαι αἰχμαλώτοις ἄφεσιν,
τυφλοῖς ἀνάβλεψιν.»
Καὶ διὰ τοῦτο ἐφοβήθη,
μὴ οὗτός ἐστιν ὁ χρισθεὶς καὶ ἀποσταλεὶς,
καὶ λοιπὸν τῶν ἁπάντων ἐλευθερία γένηται.
Γυμνωθεὶς οὖν ἀπὸ τοῦ παντὸς,
ηὔχετο κἂν τοῦ ᾅδου κρατεῖν.
Πάλιν γὰρ ἐφοβεῖτο,
μὴ οὗτός ἐστιν ὁ καὶ τὸ σκότος καταλάμπων,
περὶ οὗ γέγραπται·
«Γαλιλαία τῶν ἐθνῶν,
ὁ λαὸς ὁ καθήμενος ἐν σκότει,
φῶς εἶδε μέγα.»
Καὶ γὰρ καὶ ἤκουεν αὐτοῦ λέγοντος·
«Ἐγώ εἰμι τὸ φῶς.»
Ὅθεν ἐδειλία μὴ ἀποθάνῃ,
καὶ πάντων ἐκβληθῇ.
Ὁ δὲ Κύριος,
ὁρῶν αὐτὸν φεύγοντα,
ἵνα μὴ τοῦτο γένηται καὶ φυγὰς ἀπέλθῃ ὁ ἐχθρὸς,
φωνὰς ἀφίησιν ἀνθρωπίνας,
καὶ φωνὰς ἀσθενείας λέγων·
«Ἐλωῒ,
Ἐλωῒ,
λημὰ σαβαχθανί·»
τουτέστι,
«Θεέ μου,
Θεέ μου,
ἵνα τί με ἐγκατέλιπες;»
Καὶ τοῦτο ἐποίει,
ἵνα ὁ διάβολος,
ὃν κατεπλάγη Θεὸν,
τοῦτον ὡς ἄνθρωπον ἀσθενῆ νομίσας,
μὴ φυγὰς ἀπέλθοι.
Ταύταις γοῦν ταῖς φωναῖς ὑπαχθεὶς ὁ πάγκακος,
πάλιν ὡς ἀνθρώπῳ προσῆλθε καὶ κατεῤῥάγη.
Ἔπεισε γὰρ τοὺς Ἰουδαίους εἰς σφαγὴν αὐτὸν αἰτήσασθαι,
καὶ γέγονεν ὅπερ οὐ προσεδόκησεν·
ἐσφάγη γὰρ οὐκ εἰς ἄλλο μέρος,
ἀλλ' εἰς τὴν πλευρὰν,
ἀφ' ἧς ἔῤῥευσεν ὕδωρ καὶ αἷμα·
ἵνα, ἐπειδὴ πρότερον διὰ τῆς ἐκ πλευρᾶς πλασθείσης γυναικὸς ἦλθεν ἀπάτη,
οὕτως διὰ τῆς πλευρᾶς τοῦ δευτέρου Ἀδὰμ λύτρον καὶ καθάρσιον τῆς προτέρας γένηται·
λύτρον μὲν διὰ τοῦ αἵματος,
καθάρσιον δὲ διὰ τοῦ ὕδατος.
Τοῦτο δὲ οὐ κατὰ γνώμην ἀπέβαινε τῷ διαβόλῳ·
καὶ γὰρ ὃν ἐφοβεῖτο γενέσθαι θάνατον,
τοῦτον ἀπέθανεν ὁ Κύριος,
κἀκεῖνος ἐσκύλευται·
καὶ νομίσας κρατεῖν τὸν Χριστὸν ἐν τῷ θανάτῳ,
αὐτὸς μᾶλλον ἐδείχθη νεκρός·
καὶ καυχησάμενος ἄνθρωπον ἐνεδρεύειν,
πεποίηκε γνωσθῆναι Θεόν.
Ἅμα γὰρ ἀπέθανεν,
ἡ μὲν κτίσις ἀνήλιος γέγονε,
τὸ δὲ καταπέτασμα τοῦ ναοῦ ἐῤῥάγη,
ἡ γῆ ἐσείσθη,
καὶ αἱ πέτραι ἐσχίσθησαν,
οἱ στρατιῶται,
σὺν τοῖς πυλωροῖς τοῦ ᾅδου κατέπτηξαν.
Ἀφ' ὧν ἦν ἰδεῖν μηκέτι ἄνθρωπον,
ἀλλὰ Θεὸν ἀληθῶς ἐν σώματι,
ὡς καὶ οἱ θεωροῦντες ἔλεγον·
«Ἀληθῶς οὗτός ἐστι Θεοῦ Υἱός.»
Καὶ γὰρ πολλὰ μνημεῖα ἠνεῴχθησαν,
καὶ ἠγέρθησαν τούτων οἱ νεκροί.
Τυφλὸν ἀληθῶς ἡ κακία·
νομίσας γὰρ ἀποκτείνειν ἕνα,
τῶν πάντων ἐστέρηται·
καὶ νομίσας εἰς ᾅδην καταφέρειν,
ἐκβέβληται τοῦ ᾅδου.
Καὶ ἀπεδείχθη πᾶσιν,
ὅτι οὐκ ἀσθενείᾳ φύσεως τέθνηκεν ὁ Σωτὴρ,
ἀλλὰ τὸν θάνατον εἰς ἀναίρεσιν ἐδίωξεν,
ἵνα καταργήσῃ τοῦτον,
καὶ ἀπαλλάξῃ τούτους,
ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας.
Οὐ πολὺ γοῦν διέστη,
καὶ τὰς ὠδῖνας ἔλυσε τοῦ ᾅδου,
καὶ τοὺς μὲν ἄλλους ἤγειρε λέγων·
«Ἐγείρεσθε,
ἄγωμεν ἐντεῦθεν·»
αὐτὸς δὲ ἐξανέστη καὶ κατέζησε τοῦ θανάτου,
χλεύην αὐτοῦ τὴν τόλμαν ἡγησάμενος·
ὡς καὶ ἐν ὕμνοις προανεφωνεῖτο.
λέγοντος τοῦ Πνεύματος·
«Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς,
καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς.»
Χλευάζεται γὰρ ἀληθῶς οὕτω παιχθεὶς,
καὶ παρὰ γνώμην αὐτῷ τῶν πραγμάτων ἀποβάντων.
∆ίκην γὰρ τοῦ ζωϋφίου τοῦ καλουμένου σφηκὸς,
προσβάλλοντος πέτρᾳ,
καὶ τῇ προσβολῇ μὴ βλάπτοντος,
ἀλλὰ καὶ τὸ κέντρον μᾶλλον ἀπολλύοντος·
οὕτω καὶ ὁ θάνατος ἐσφάλη πολὺ,
προσβαλὼν τῇ ζωῇ,
ἥτις ἐστὶν ὁ Χριστός·
οὐ γὰρ ἠδυνήθη κρατῆσαι αὐτὸν τῷ θανάτῳ,
ἀλλὰ μᾶλλον καὶ τὸ κέντρον ἀπώλεσεν·
ὥστε καὶ οὓς πρότερον ἐφόβει τὸ κέντρον,
νῦν αὐτοῦ κατακερτομεῖν,
καὶ λέγειν·
«Ποῦ σου, θάνατε, τὸ κέντρον;
ποῦ σου, ᾅδη, τὸ νῖκος;»
καὶ πάλιν·
«Κατέπιεν ὁ θάνατος ἰσχύσας·»
καὶ πάλιν·
«Ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου.»
Εἶτα ἐκβληθεὶς ὁ ἄθλιος ἀπὸ τοῦ ᾅδου,
καθήμενος παρὰ τὰς πύλας,
θεωρεῖ ἐξαγομένους πάντας,
τοὺς πεπεδημένους,
τῇ τοῦ Σωτῆρος ἀνδρείᾳ,
καὶ τοὺς μὲν νεκροὺς ἀναζῶντας·
τοὺς δὲ αἰχμαλώτους ἀφιεμένους,
καὶ τοὺς μὲν ἁγίους προαπαντῶντας τοὺς περὶ τὸν Ἀβραὰμ,
καὶ ἀνακρουομένους πάντας,
κατὰ τὸ γεγραμμένον·
«Προέφθασαν ἄρχοντες ἐχόμενα ψαλλόντων ἐν μέσῳ νεανίδων τυμπανιστριῶν·»
τοὺς ἐλευθερουμένους χαίροντας καὶ λέγοντας·
«Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν,
ἐγενήθημεν ὡσεὶ παρακεκλημένοι.
Τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως.»
Καὶ ἄγγελοι γὰρ,
καὶ πᾶσα ἡ στρατιὰ τῶν ἀγγέλων ὑμνοῦντες ἦσαν καὶ λέγοντες,
«∆όξα ἐν ὑψίστοις Θεῷ,
καὶ ἐπὶ γῆς εἰρήνη,
ἐν ἀνθρώποις εὐδοκία·»
καὶ ἀπήντων ταῖς λυτρουμέναις νεάνισι ψυχαῖς.
Καὶ αἱ ψυχαὶ συντρέχουσαι τοῖς ἀγγέλοις,
καὶ οἱ πατριάρχαι ἀνήρχοντο,
καὶ πάντα πανταχόθεν συνήχει μετ' εὐφροσύνης καὶ ψαλμῶν,
ἐπὶ τῇ γενομένῃ κατὰ τοῦ θανάτου νίκῃ.
Καὶ ὥσπερ ἐπὶ τοῦ ∆αβὶδ,
πεπτωκότος τοῦ Γολιὰθ,
αἱ χορεύουσαι μετὰ τυμπάνων ἀπήντων καὶ ἔλεγον·
«Ἐπάταξε ∆αβὶδ ἐν μυριάσιν αὐτοῦ,»
τοιοῦτόν τι γέγονε καὶ ἐπὶ τοῦ θανάτου τοῦ Σωτῆρος.
Ἀναστάντος γὰρ αὐτοῦ,
πάντες προαπήντων μετὰ χορῶν,
καὶ ᾠδῶν,
καὶ τυμπάνων,
λέγοντες ἀλλήλοις·
«∆εῦτε,
ἀγαλλιασώμεθα τῷ Κυρίῳ,
ἀλαλάξωμεν τῷ Θεῷ Ἰακώβ.»
Ἄλλοι δὲ ἐχόρευον,
λέγοντες·
«Ἀνέβη εἰς ὕψος,
ᾐχμαλώτευσεν αἰχμαλωσίαν,
ἔδωκε δόματα ἐν ἀνθρώποις.»
Ἤδη δέ τινες καὶ πάντας εἰς θέαν προσεκαλοῦντο λέγοντες·
«Ἀλαλάξατε τῷ Θεῷ πᾶσα ἡ γῆ,
ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ·»
καὶ πάλιν,
«∆εῦτε,
καὶ ἴδετε τὰ ἔργα τοῦ Κυρίου·
φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων,
ἀντα ναιρῶν πολέμους ἕως ἐσχάτου τῆς γῆς.»
Οὐκ ἔτι γὰρ ἔχθρα καὶ πόλεμος,
ἀλλὰ πάντα εἰρηνεύει,
κειμένου τοῦ πολεμίου νεκροῦ,
καὶ τοῦ ποτε τυραννεύοντος δεδεμένου τὰς χεῖρας καὶ τοὺς πόδας.
Ἄλλοι δὲ πάλιν,
γιγνώσκοντες τοῦ διαβόλου τὴν θρασύτητα,
καὶ τοὺς μεγάλους λόχους,
καὶ νῦν αὐτὸν ὁρῶντες νεκρὸν,
θαυμάζοντες ἔλεγον·
«Πῶς ἐξ έπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων;»
Καὶ,
«Πῶς συνετρίβη καὶ συνεθλάσθη πᾶσα ἡ σφῦρα πάσης τῆς γῆς;»
μετὰ γὰρ τοῦ θαύματος καὶ ἀπορία πάντας κατεῖχεν.
Ἐθαύμαζον μὲν γὰρ τὸν μέγαν τύραννον ὁρῶντες οὑτωσὶ ἐξαίφνης κείμενον νεκρόν·
ἠπόρουν δὲ τὴν αἰτίαν τῆς πτώσεως,
καὶ μάλιστα ὅτι οὐκ ἐπίστευον ἐν θανάτῳ τὸν θάνατον καταργεῖσθαι οὐδὲ ἐν σταυρῷ τὸν τηλικοῦτον ὄφιν καταράσσεσθαι.
Ὅθεν πάλιν ἐθαύμαζον καὶ ἔλεγον·
«Πῶς ἑάλωκε Βαβυλών;»
Ἔβλεπον γὰρ λοιπὸν καὶ τὸν ᾅδην σκυλευθέντα.
Ταῦτα δὲ ὁρῶν ὁ ἄθλιος καὶ τούτων ἀκούων,
ἐμαίνετο λοιπὸν καὶ ἐτρύχετο,
ὀδυρόμενος.
Καὶ γὰρ ὁρῶν ἑαυτὸν σκυλευόμενον κατέκοπτεν ἑαυτόν.
Ὁρῶν δὲ καὶ τούς ποτε κλαίοντας ὑπ' αὐτὸν,
νῦν ψάλλοντας ἐν Κυρίῳ,
διέῤῥησσεν ἑαυτόν·
ὁρῶν δὲ καὶ τὴν χλεύην τὴν κατ' αὐτοῦ,
ἐσπάραττε δεινῶς ἑαυτὸν,
καὶ ἀπορῶν ὅ τι πράξει,
μόνον ἔτριζε τοὺς ὀδόντας,
ὡς ὁ τοῦτον ἑωρακὼς Ψαλμῳδὸς μαρτυρεῖ λέγων·
«Παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον,
καὶ βρύξει ἐπ' αὐτὸν τοὺς ὀδόντας αὐτοῦ.
Ὁ δὲ Κύριος ἐκγελάσεται αὐτόν·»
καὶ πάλιν·
«Ἁμαρτωλὸς ὄψεται,
καὶ ὀργισθήσεται·
τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται.»
Ἔτριζε δὲ μεταμελόμενος,
ὅτι κἂν ὅλως τετόλμηκε κατὰ τοῦ Σωτῆρος·
εἰ δὼς ἑαυτὸν πρὸ τούτου τολμῶντα κατὰ τῶν δικαίων,
καὶ μηδὲν τοιοῦτον πεπονθότα.
Καὶ γὰρ ἐπιβουλεύσας τῷ Ἄβελ,
καὶ τοὺς πατριάρχας θλίψας,
ἐπιβουλεύσας δὲ καὶ τῷ Ἡσαΐᾳ,
καὶ τὸν Ἱερεμίαν ὑβρίσας,
καὶ τὸν Ἰὼβ πειράσας·
πάλιν ἴσχυε,
καὶ ἐβασίλευεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωσέως.
Ἄρτι δὲ τολμήσας κατὰ τοῦ Κυρίου,
θεωρεῖ ἑαυτὸν γενόμενον Ἶρον,
καὶ ἐκβληθέντα τοῦ παντὸς,
καὶ ὑπὸ πάντων καταπατούμενον.
Ἔργον γὰρ τοῦ Σωτῆρος γέγονε μὴ μόνον αὐτοῦ τοῦ θανάτου καταπαῖξαι,
ἀλλὰ καὶ ἡμᾶς ἐπ' αὐτοῦ ἐπιθεῖναι·
ἵνα μὴ μόνον ἡμᾶς τῆς δουλείας ἐλευθερώσῃ,
ἀλλὰ καὶ τὸν δουλώσαντα ἡμᾶς καταργήσῃ·
μήποτε πάλιν ἰσχύσας ἀπατήσῃ ἡμᾶς,
καὶ εἰς ἀργὸν αὐτοῦ τὸ κατόρθωμα γένηται.
Ὅθεν αὐτὸς,
καταπαίξας τοῦ θανάτου,
λοιπὸν ἔκδοτον καὶ ἡμῖν αὐτὸν εἰς τὸ πατεῖσθαι δίδωσι λέγων·
«Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων,
καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ·»
καὶ πάλιν·
«Καταπατήσει λέοντα καὶ δράκοντα.»
Πάλαι μὲν γὰρ ὁ ὄφις ἠπάτησε τὴν Εὔαν,
καὶ τῷ φθόνῳ τούτου ὁ θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον·
ἄρτι δὲ πατεῖται,
καὶ θέλων ἀπατᾷν,
ἀκούει·
«Ὕπαγε ὀπίσω μου, Σατανᾶ.»
Καὶ πάλαι μὲν ὁ ἀντίδικος ἡμῶν διάβολος ὡς λέων περιεπάτει,
διψῶν τὴν ἡμετέραν ψυχήν·
ἄρτι δὲ καταπατεῖται σὺν τῷ δράκοντι,
καὶ λοιπὸν ὁ Θεὸς ἐν τάχει συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ἡμῶν.
Καὶ τοσοῦτον καταφρονεῖται καὶ παίζεται,
ὡς καὶ ἐπὶ τρώγλην ἀσπίδων,
ἐκβάλλοντά τινα τὴν χεῖρα,
μὴ φοβεῖσθαι.
Ταῦτα γὰρ Ἡσαΐας προεφήτευσε·
καὶ ἔστιν ὁ λόγος ἀληθής.
Παιδία γοῦν τὴν πάλαι καὶ γέροντας ἀπατῶσαν ἡδονὴν ἄρτι χλευάζουσι·
καὶ μήπω νομίμης ἡλικίας ἐπιβάντες,
τὴν ὑπὲρ τὸν νόμον περιζώννυνται σωφροσύνην·
καὶ παρθένοι μένοντες,
τῷ λόγῳ πατοῦσι τῆς ὀφιώδους ἡδονῆς τὰς ἀπάτας,
μὴ φοβούμενοι ταύτης τὰ θανατηφόρα δήγματα.
Ἤδη δέ τινες καὶ αὐτὸ τὸ κέντρον τοῦ διαβόλου πατοῦντες,
οὐκ ἐδειλίασαν τὸν θάνατον·
ἀλλὰ καὶ τὴν ζωὴν αὐτῶν ἤλλαξαν τῷ θανάτῳ,
μάρτυρες γενόμενοι τοῦ Λόγου·
διὰ τοῦτο γὰρ ἀπέθανεν ὁ Κύριος.
Πολλοὶ δὲ τὰ ἐπὶ γῆς καταλιπόντες,
ἐλευθέρῳ τῷ βαδίσματι τὸν ἀέρα διαβαίνουσι,
καὶ ἐν οὐρανῷ πολιτεύονται·
οὐκέτι φοβούμενοι τὸν ἄρχοντα τοῦ ἀέρος,
ἀλλὰ καὶ ἐπιπλήττοντες καὶ λέγοντες,
εἰ θέλοι κωλύειν·
«Ὕπαγε ὀπίσω μου,
Σατανᾶ·»
ὅτι Κύριον τὸν Θεόν μου σπεύδω προσκυνῆσαι·
διὰ τοῦτο γὰρ ἐσταυρώθη εἰς τὸν ἀέρα ὁ Σωτήρ.
Ἡ δὲ ὁδὸς τοῦ παραδείσου,
ἡ πάλαι δι' ἁμαρτίας κλεισθεῖσα,
ἄρτι τοῖς βουλομένοις ἀνέῳγεν,
ὡς Παῦλος μαρτυρεῖ,
ἁρπαζόμενος ἐκεῖ,
καὶ ἀπερχόμενος εἰς τοὺς οὐρανούς.
∆ιὰ τοῦτο γὰρ ἔπαιξεν ὁ Κύριος τὸν ὄφιν.
Καὶ ὁ μὲν ᾅδης κατήργηται,
οὐκέτι τοῦ θανάτου κρατοῦντος,
ἀλλὰ πάντων ἐγειρομένων·
ὁ δὲ διάβολος οὐκ ἔτι ἐξανίσταται καθ' ἡμῶν·
πέπτωκε γὰρ,
καὶ πεσὼν ἀληθῶς ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύεται·
διὰ τοῦτο γὰρ ἀνέστη ὁ Κύριος.
Καὶ οἱ μὲν ἄνθρωποι μεμαθήκασι καταφρονεῖν σωματικοῦ πλούτου,
καὶ πλουτοῦσι τῷ λόγῳ καὶ τῇ γνώσει·
ὁ δὲ καυχώμενος εἶναι πλούσιος δράκων γεγύμνωται,
καὶ νῦν γυμνὸς Ἶρος καὶ πένης ἐστὶ,
κατεσκυλευμένος ὑπὸ πάντων.
Καὶ γὰρ πάλαι τῶν χερουβὶμ ἀνὰ μέσον ὢν,
καὶ πάντα λίθον χρηστὸν ἐνδεδυμένος,
τὸν σάρδιον, τὸν ἴασπιν, τὸν ἀχάτην,
ἄρτι λοιπὸν ἐπὶ πάπυρον, καὶ κάλαμον, καὶ χάλικα κοιμᾶται, ὡς ἐν τῷ Ἰὼβ περὶ αὐτοῦ λέγεται.
∆ιὰ τοῦτο γὰρ ὁ Κύριος ἐπτώχευσεν,
ἵνα ἡμεῖς τῇ πτωχείᾳ αὐτοῦ πλουτήσωμεν,
καὶ ὁ διάβολος ἐγυμνώθη.
Καὶ τὸ παράδοξον καὶ μέγα γενόμενον ἐν τῇ κτίσει·
ἄνθρωποι μὲν γὰρ σπεύδουσιν ἀποθνήσκειν εὐχόμενοι τὴν ἐπιδημίαν τοῦ Σωτῆρος·
ὁ δὲ δείλαιος διάβολος,
ὁ πάλαι τοῦ θανάτου τὸ κράτος ἔχων,
νῦν φοβεῖται τὸν ἐρχόμενον,
καὶ τὴν κρίσιν καταπτήσσει.
Οἶδε γὰρ τὸ ἡτοιμασμένον αὐτῷ πῦρ,
καὶ τοῖς ἀγγέλοις αὐτοῦ.
∆ιὰ τοῦτο γὰρ καὶ ἐκρίθη μου ὁ Κύριος,
ἵνα ἡμᾶς ἀπὸ τῆς κρίσεως ἐλευθερώσῃ,
κἀκεῖνον κατακρίνῃ.
Περὶ γὰρ τῆς γενομένης εἰς πάντας πανταχοῦ θεογνωσίας τί δεῖ καὶ λέγειν,
τῶν γιγνομένων ἀφ' ἑαυτῶν ἐχόντων τὴν πίστιν;
Οὐκ ἔστι γὰρ ἡμέραν παρελθεῖν,
ἐν ᾗ ὅτε τὰ μὲν εἴδωλα οὐ καταλιμπάνουσιν ἄνθρωποι,
καὶ τοὺς ἰδίους καὶ πατρικοὺς ἀρνοῦνται νόμους,
πρὸς δὲ Θεὸν καταφεύγουσι,
καὶ τοὺς Χριστοῦ λαμβάνειν νόμους ἀξιοῦσι,
παραδόξῳ θαύματι πιστεύοντες εἰς αὐτόν.
Ἔτι γὰρ εἰδωλολατροῦντες καὶ ὡς ἄνθρωπον διαβάλλοντες τὸν Χριστὸν,
τοῦτον ὕστε ρον Θεὸν γινώσκοντες,
καταλιμπάνουσι τὰ εἴδωλα·
καὶ οὓς ἐφοβοῦντο δαίμονας ἐν τοῖς εἰδώλοις,
τούτους τὸν Κύριον ἐπιγνόντες λοιπὸν καταλείπουσι,
καὶ ἀπὸ ἄλλων διώκουσι·
καὶ ἣν εἰδωλολατροῦντες ἡδονὴν ἐφοβοῦντο,
ταύτης ἐν Χριστῷ καταφρονοῦσι,
καὶ τὴν τότε νικῶσαν αὐτοὺς ἁμαρτίαν ἄρτι τῷ σημείῳ τοῦ σταυροῦ νικῶντες παίζουσι.
Καὶ γὰρ ἀπιστοῦντες ὅλως τῇ παρθενίᾳ,
καὶ ἀδύνατον εἶναι λέγοντες ἐν ἀνθρώποις ταύτην εὑρίσκεσθαι τὴν ἀρετὴν,
πιστεύσαντες τῷ ἐκ Παρθένου Σωτῆρι,
οὐ μόνον ἐπιγινώσκουσιν,
ἀλλὰ καὶ αὐτοὶ ταύτην πολιτευόμενοι,
ἀπιστοῦνται παρὰ τοῖς ἔτι ἔθνεσιν εἰδωλολάτραις.
Ἐπὶ τούτοις δὲ ἤργησε πᾶσα μὲν φαρμακεία,
πᾶσα δὲ μαγεία κατήργηται,
καὶ πᾶσα τῶν Ἑλλήνων μεμώραται σοφία.
Ἐν γὰρ τοῖς θείοις,
οὐ λόγων,
ἀλλ' ἔργων ἐστὶ χρεία·
καὶ οὐχ ἡ προφορὰ τῆς γλώττης,
ἀλλ' ἡ τῆς ψυχῆς διάθεσις ὠφελεῖ.
Οἱ γοῦν Ἕλληνες οὐ καταλαμβάνουσι λόγοις ταῦτα,
ἃ τῇ πίστει Χριστιανοὶ ἐπιδείκνυνται·
καὶ ἃ ἐνεργοῦσι λόγοις οἱ μάγοι,
ταῦτα,
σιωπώντων ἡμῶν,
τῷ σημείῳ τοῦ σταυροῦ καταργεῖται·
καὶ ἂ ἀμφιβάλλουσι περὶ ἀθανασίας,
ταῦτα οἱ μάρτυρες τοῦ Χριστοῦ οὐ λόγοις,
ἀλλ' ἔργοις ἐπιδείκνυνται·
καὶ περὶ ἧς διστάζουσι παρθενίας οἱ μάγοι,
καὶ τῶν Ἑλλήνων φιλόσοφοι,
ταύτην ἐν Χριστῷ καὶ γυναῖκες ἐπιδείκνυνται·
καὶ οἷς εὔχονται δαίμοσιν,
ὡς θεοῖς,
τούτους καὶ παιδία ἐν Χριστῷ διώκουσι.
Καὶ ὅλως ὁ χριστοφόρος ἀνὴρ ὡς Θεός ἐστιν ἐπὶ γῆς,
τοῖς μὲν ἀνθρώποις ἀνεξίκακος γενόμενος,
πᾶσι δὲ,
ὡς σὺν ἡλίῳ περιπολῶν,
τὸν οὐράνιον ἐπιδεικνύμενος βίον.
Ἰδοὺ ἓν τοῦτο τοῦ σταυροῦ κατόρθωμα·
ἰδοὺ ταῦτα πεποίηκεν ὁ θάνατος τοῦ Σωτῆρος.
Οὐ γὰρ ἀνθρώπου ἐστὶ τὸ ἔργον, ἀλλὰ Θεοῦ.
Καὶ διὰ τοῦτο πέπονθεν ὡς ἄνθρωπος,
ἵνα τοῖς ἀνθρώποις τὰ ὑπὲρ ἄνθρωπον καὶ θεῖα χαρίσηται.
Αὐτοῦ γοῦν ἐστι τὰ νῦν ἐν ἀνθρώποις κατορθώματα.
Κἂν γὰρ Παῦλος λαλῇ,
ἀλλὰ Χριστός ἐστιν ἐν αὐτῷ λαλῶν·
κἂν μεγάλα καὶ θαυμαστὰ ποιῇ,
ἀλλ' ἡ τοῦ Χριστοῦ χάρις ἐστὶν ἡ ταῦτα ἐνεργοῦσα·
καὶ ἐὰν εἰς πάντας ἔφθασεν ἡ περὶ Θεοῦ γνῶσις,
ἀλλ' οὐκ ἀνθρώπων ἐστὶν ἡ διδασκαλία,
ἀλλ' αὐτοῦ τοῦ Λόγου καταβάντος μεσίτου Θεοῦ καὶ ἀνθρώπων.
Τοῦτο γὰρ γέγραπται,
ὃ οἱ Ἰουδαῖοι μὲν ἐσιώπησαν πάλαι,
ἄρτι δὲ πληρούμενον ὁρῶσι·
γέγραπται γὰρ,
ὅτι «Ἔσονται πάντες διδακτοὶ Θεοῦ,»
καθάπερ καὶ ὁ Ἱερεμίας λέγει·
«Ἰδοὺ ἡμέραι ἔρχονται,
λέγει Κύριος·»
καὶ ἐπιφέρει λέγων·
«Καὶ οὐ μὴ διδάξει ἕκαστος τὸν πλησίον αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτῷ λέγων·
Γνῶθι τὸν Κύριον·
ὅτι πάντες εἰδή σουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν,
ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν.»
Τίς γάρ ἐστιν ὁ ἐν τοῖς εἰδώλοις κατανύττων,
εἰ μὴ ὁ Κύριος;
καὶ τίς ὁ ἀνάγων αὐτοὺς ἐκεῖθεν ἔτι δουλεύοντας εἰδώλοις,
εἰ μὴ αὐτὸς ὁ Χριστὸς,
ὁ λέγων·
«Ὅταν ὑψωθῶ,
πάν τας ἑλκύσω πρὸς ἐμαυτόν;»
Τὸ γὰρ παράδοξόν ἐστι τοῦτο,
ὅτι, ἔτι δουλευόντων αὐτῶν εἰδώλοις,
διανοίγεται τούτων ὁ νοῦς τῆς ψυχῆς ὡς τὸ νοεῖν,
ὅτι οὓς μὲν ἐνόμιζον πάλαι θεοὺς,
ξύλα καὶ λίθους εἶναι·
ὃν δὲ ἐχλεύαζον ἐσταυρωμένον,
τοῦτον οὐκ ἄνθρωπον,
ἀλλὰ Θεὸν ἐπιγινώσκειν.
Νοῦ δὲ διδάσκαλος οὐκ ἄνθρωπός ἐστιν,
ἀλλ' ὁ τὸν νοῦν μόνος ὁρῶν Θεός.
Μακάριε ἀληθῶς καὶ ζωοποιὲ σταυρὲ τοῦ Σωτῆρος·
τὸν μὲν θάνατον ἐθριάμβευσας,
τὸν δὲ τοῦτον κατέχοντα διάβολον ἀνεῖλες.
Θεῖε Λόγε,
καὶ ἀληθῶς σοφία τοῦ Πατρός·
σὺ καὶ τοῦ πανούργου τὸ πρόσωπον ἔδειξας,
καὶ τὴν πτύξιν τοῦ θώρακος αὐτοῦ ἐγύμνωσας·
ὥστε καὶ ἡμᾶς λέγειν·
«Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.»
Φιλάνθρωπε καὶ ἀγαθὲ ∆έσποτα·
σὺ καὶ αἰχμαλώτους ἡμᾶς ὄντας ἐλυτρώσω,
καὶ δουλεύοντας τῇ ἁμαρτίᾳ,
διὰ τοῦ θανάτου ἰδίου,
Κύριε,
ἠλευθέρωσας.
Οἴδαμεν γὰρ,
ὅτι ἠλευθερώθημεν ἀπὸ τῆς ἁμαρτίας.
Εἰρηνοποιὲ ἀληθῶς Υἱὲ τοῦ Θεοῦ·
σὺ καὶ τὴν υἱοθεσίαν ἡμῖν ἀποδέδωκας,
καὶ ἀποκαταλλάξας ἡμᾶς τῷ σαυτοῦ Πατρὶ,
τὴν ἔχθραν ἐν τῇ σαρκὶ κατήργησας.
Πλούσιε Σωτὴρ καὶ ἀληθῶς βασιλεῦ·
σὺ γὰρ ἐπτώχευσας,
ἵνα τῇ σῇ πτωχείᾳ πλουτήσωμεν·
σὺ καὶ τὴν βασιλείαν ἡμῖν τῶν οὐρανῶν ἐχαρίσω,
κτίστα καὶ δημιουργὲ τῶν πάντων,
Λόγε τοῦ Πατρός·
σὺ γὰρ πάλιν ἡμᾶς ἀνέκτισας,
καί σου ποιήματά ἐσμεν,
κτισθέντες ἐπὶ ἔργοις ἀγαθοῖς.
Φῶς ἀληθῶς καὶ ἀπαύγασμα τοῦ Πατρός·
σὺ γὰρ ἡμᾶς ἐν σκότει κατέλαμψας,
καὶ μὴ βλέποντας ἡμᾶς εἰς φῶς ἤγαγες.
Μορφὴ καὶ εἰκὼν ὄντως τοῦ Πατρός·
σὺ γὰρ ἡμᾶς ἀπολλυμένους ἐμόρφωσας,
καὶ πάλιν ἐχαρίσω τὸ κατ' εἰκόνα.
Θεὲ Λόγε καὶ ἀληθῶς ζωή·
σὺ γὰρ ἀποθανόντας ἐζωοποίησας,
καὶ φθαρέντας ἀνεκαίνισας,
ἐνδύσας τὴν ἀφθαρσίαν.
∆ύναμις ἀληθῶς,
καὶ βραχίων,
καὶ δεξιὰ τοῦ Πατρός·
σὺ γὰρ καὶ τὰς ὠδῖνας ἔλυσας τοῦ θανάτου,
θύρας χαλκᾶς καὶ μοχλοὺς σιδηροῦς κατέαξας,
ὡς ἡ Γραφὴ λέγει.
Σὺ καὶ τὸν δράκοντα,
τὸν ὄφιν,
τὸν διάβολον,
ἐν ἀνθρωπίνῳ ἀγκίστρῳ περιήγαγες ἐν τῷ τροπαίῳ τοῦ σταυροῦ.
∆ιὰ σὲ καὶ τὴν σὴν θείαν ἀνδραγαθίαν πάντες μὲν αὐτὸν πατοῦσι,
πάντες δὲ αὐτοῦ καταπαίζουσι.
Σοῦ γὰρ πρώτου παίξαντος εἰς αὐτὸν,
γέγονε λοιπὸν ἀρχὴ πλάσματος Κυρίου,
πεποιημένου εἰς τὸ καταπαίζεσθαι.
Καὶ σοῦ τοῦτον καταβαλόντος,
γέγονε πᾶσι θαῦμα,
ὥστε καὶ λέγειν·
«Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ Ἑωσφόρος,
ὁ πρωῒ ἀνατέλλων;»
Καὶ σοῦ λαβόντος παρ' αὐτοῦ τὸ καθ' ἡμῶν χειρόγραφον,
καὶ προσηλώσαντος αὐτὸ τῷ σταυρῷ,
πάντες κατ' αὐτοῦ κατακερτομοῦσι λέγοντες·
«Πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν;
καὶ ἀναπέπαυται ὁ ἐπισπουδαστής;
συν έτριψεν ὁ Θεὸς τὸν ζυγὸν τῶν ἁμαρτωλῶν.
Λοιπὸν γὰρ ὑποκάτω αὐτοῦ στρώννυται σῆψις,
καὶ τὸ κατακάλυμμα αὐτοῦ γίνεται σκώληξ,»
καὶ πάντες οὐκέτι τὸν δράκοντα φοβοῦνται,
ἀλλὰ σὲ,
καὶ διὰ σοῦ τὸν Πατέρα προσκυνοῦσιν.
Οὕτω μὲν οὖν ὁ Κύριος ἐξαναστὰς,
ταχέως κατέπαιξε τοῦ θανάτου,
καὶ ἡμᾶς ἠλευθέρωσεν ἀπ' αὐτοῦ.
Ἰουδαῖοι δὲ,
οὐδὲ ταῦτα βλέποντες,
ᾐσχύνοντο,
ἀλλὰ καὶ ἠγνόουν τολμῶντες κατὰ τοῦ Σωτῆρος,
ὅτι καθ' ἑαυτῶν ἐπεχείρουν ταῦτα.
Οὐκ ἔβλεπον γὰρ παραδιδόντες τὸν Κύριον,
ὅτι τὴν τῆς Ἱερουσαλὴμ παράδοσιν προκαλοῦνται,
λέγοντος τοῦ προφήτου Ἱερεμίου·
«Παραδιδομένη παραδοθήσεται Ἱερουσαλὴμ εἰς χεῖρας Ναβουχοδονόσωρ βασιλέως Βαβυλῶνος.»
Καὶ οὐκ ἔβλεπον, ὅτι,
μὴ θέλοντες δουλεύειν τῷ Κυρίῳ,
ὑπέβαλλον ἑαυτοὺς τῷ διαβόλῳ δούλους,
καὶ ὑπηρέτουν αὐτῷ εἰς τὴν κατὰ τοῦ Σωτῆρος ἐπιβουλήν.
Ἠγνόουν γὰρ τὸν Βαραββᾶν αἰτούμενοι,
καὶ τὸν Κύριον ἀποκτείνοντες,
ὅτι τὸν μὲν βίον βιώσονται τοῦ Βαραββᾶ,
καὶ πᾶσα στάσις καὶ φόνος παρ' αὐτοῖς αὐξήσει·
ἀποβαλοῦσι δὲ ἀφ' ἑαυτῶν τὸ φῶς καὶ τὴν ἀλήθειαν,
καὶ πάντα ὅσα ἐστὶν ὁ Κύριος,
ὡς ὁ Ἡσαΐας λέγει·
«Ἰδοὺ δὴ ὁ δεσπότης Κύριος Σαβαὼθ,
ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν,
ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος,
γίγαντα καὶ ἰσχύοντα,
καὶ ἄρχοντα πολεμιστὴν,
καὶ δικαστὴν,
καὶ προφήτην,
καὶ στοχαστὴν,
καὶ πρεσβύτερον,
καὶ πεντηκόνταρχον,
καὶ θαυμαστὸν σύμβουλον,
καὶ σοφὸν ἀρχιτέκτονα,
καὶ συνετὸν ἀκροατήν.
Καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν,
καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν.»
Ἐνέπαιζον γὰρ οἱ ἄθλιοι τῷ Κυρίῳ,
καὶ οὐκ ἔβλεπον,
ὅτι τὸ προφητικὸν κατ' αὐτῶν ἐπληροῦτο ῥητὸν τὸ λέγον·
«Ἐμπαῖκται κυριεύσουσιν αὐτῶν.»
Τοῦτο γάρ ἐστι τὸ παράδοξον τοῦ Σωτῆρος,
ὅτι σταυρούμενος ἔπασχε μὲν ὑπὲρ τῆς ἀνθρωπότητος,
κατέπαιξε δὲ τοῦ θανάτου,
καὶ κατὰ Ἰουδαίων ἐπληροῦτο τὰ γεγραμμένα.
Ὅτι δὲ καὶ τὸ φῶς ἀφῄρηται ἀπ' αὐτῶν,
γέγραπται ἐν τῷ Ἱερεμίᾳ οὕτως·
«Ὁ Λόγος ὁ γενόμενος ἐπὶ Ἱερεμίαν ἐπὶ πάντα τὸν λαὸν Ἰούδα.»
Εἶτα ἐπιφέρει λέγων·
«Ἀφελῶ ἀπ' αὐτῶν φωνὴν εὐφροσύνης,
καὶ φωνὴν χαρᾶς,
φωνὴν νυμφίου καὶ φωνὴν νύμφης,
ὀσμὴν μύρου καὶ φῶς λύχνου.»
Ἀμέλει παρεδίδουν τοῖς ἔθνεσι τὸν Κύριον,
καὶ οὐκ ᾔδεισαν,
ἀλλ' ἐτύφλωττον,
ὅτι αὐτοὶ οὐ μετὰ πολὺ μιανθήσονται ἐν τοῖς ἔθνεσι καὶ εἰς τὴν κληρονομίαν αὐτῶν εἰσελεύσονται κατ' αὐτῶν τὰ ἔθνη,
καθάπερ γέγραπται·
«Ὁ Θεὸς,
εἰσήλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου,
ἐμίανον τὸν ναὸν τὸν ἅγιόν σου,
ἔθεντο Ἱερουσαλὴμ εἰς ὀπωρο φυλάκιον.»
Ἀρνούμενοι τὸν Κύριον ἔχειν βασιλέα,
ἠγνόουν στερισκόμενοι τῆς ∆αβιτικῆς τιμῆς.
Αὐτῷ γὰρ ἀπέκειτο τοῦ ∆αβὶδ ἡ βασιλεία,
καὶ μέχρι τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἔφθανεν αὐτὴ,
ἐπὶ μάρτυρι τῷ Ἰακὼβ λέγοντι·
«Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα,
οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ,
ἕως ἂν ἔλθῃ,
ᾧ ἀπόκειται,
καὶ αὐτὸς προσδοκία ἐθνῶν.»
Καὶ γυμνοῦντες δὲ τὸν Κύριον,
καὶ τύπτοντες αὐτὸν,
οὐκ ᾔδεισαν ἐκδιδυσκόμενοι παρ' αὐτοῦ,
καὶ κοπετὸν καθ' ἑαυτῶν παροξύνοντες·
λέγει γὰρ αὐτὸς ὁ Κύριος·
«Ἀφελοῦμαι τὰ ἱμάτιά μου καὶ τὰ ὀθόνια,
τοῦ μὴ καλύπτειν τὴν ἀσχημοσύνην αὐτῆς·»
καὶ πάλιν·
«Ἕνεκεν τούτου κόψεται καὶθρηνήσει,
πορεύσεται ἀνυπόδητος,
καὶ γυμνή·
ποιήσεται κοπετὸν ὡς δρα κόντων,
καὶ πένθος ὡς θυγατέρων σειρήνων.»
Καὶ ποιοῦντες ἐπιβληθῆναι χλαμύδα κοκκίνην,
οὐκ ἔβλεπον καθ' ἑαυτῶν τὴν κατηγορίαν τοῦ Πνεύματος πληροῦντες,
ὅτι «Αἱ χεῖρες ὑμῶν αἵματος πλήρεις.»
Χαίροντες δὲ καὶ ἐπὶ τῷ περικεῖσθαι ἀκάνθας τὸν Σωτῆρα, ἐτύφλωττον,
καθ' ἑαυτῶν αὐτὰς περιτιθέντες.
Γέγραπται γάρ·
«Ἔκστητε, λυπήθητε, αἱ πεποιθυῖαι,
ἐκδύσασθε, γυμναὶ γένεσθε,
περιζώσασθε τὰς ὀσφύας,
καὶ ἐπὶ τῶν μασθῶν κόπτεσθε ἀπὸ ἀγροῦ ἐπιθυμήματος,
καὶ ἀπὸ ἀμπέλου γενήματος.
Ἡ γῆ τοῦ λαοῦ μου ἄκανθα,
καὶ χόρτος ἀναβήσεται,
καὶ ἐκ πάσης οἰκίας εὐφροσύνη ἀρθήσεται.»
Ἐχλεύαζον τὸν Κύριον, ὡς Υἱὸν Θεοῦ,
καὶ οὐκ ἔβλεπον ἀποβαλλόμενοι τὴν υἱοθεσίαν,
ὡς αὐτὸς διαμαρτύρεται λέγων·
«Υἱοὺς ἐγέννησα καὶ ὕψωσα,
αὐτοὶ δέ με ἠθέτησαν·»
καὶ,
«Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν.»
Ἐπότιζον αὐτὸν ὄξος καὶ χολὴν,
ἀλλὰ καὶ τοῦτο σφόδρα τυφλὸν κατ' αὐτῶν.
Ὁ μὲν γὰρ Θεὸς ἄμπελον ἐξ Αἰγύπτου μετῆρε,
καὶ κατεφύτευσεν αὐτὴν,
καὶ περιέμενε τοῦ λαβεῖν παρ' αὐτῶν τὸν καρπὸν,
σταφυλὴν καὶ οἶνον·
οἱ δὲ ἄφρονες,
ἀντὶ οἴνου ὄξος,
ἀντὶ δὲ σταφυλῆς χολὴν ἐπεδίδουν,
γνώρισμα τῆς κατὰ Σοδομίτας αὐτῶν κακίας ἐμφαίνοντες·
καὶ γὰρ αὐτῶν ἡ σταφυλὴ χολή ἐστι,
κατὰ τὰ ἐν τῷ ∆ευτερονομίῳ γεγραμμένα.
∆ιὰ τοῦτο γὰρ ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν,
εἰδὼς τὸν παρ' αὐτῶν ἐσόμενον τοιοῦτον καρπὸν,
προέλεγεν αὐτοῖς τὴν παραβολὴν τοῦ ἀμπελῶνος,
καὶ ὅτι ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τῶν οὐρανῶν,
καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.
Πρὸς τούτοις διήρουν τὰ ἱμάτια τοῖς δημίοις,
οὐχ ὁρῶντες τὸν κατ' αὐτῶν ἐν τοῖς ἔθνεσι γιγνόμενον μερισμόν·
φησὶ γὰρ ὁ προφήτης·
«Ἰδοὺ ἡμέραι ἔρχονται τοῦ Κυρίου,
καὶ διαμερισθήσεται τὰ σκύλα σου ἐν σοί.
Καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη εἰς πόλεμον εἰς Ἱερουσαλὴμ,
καὶ ἁλώσεται ἡ πόλις,
καὶ διαρπαγήσονται αἱ οἰκίαι,
καὶ αἱ γυναῖκες μολυνθήσονται·»
καὶ πάλιν·
«Νῦν καταφάγεται ἡ ἐρυσίβη τοὺς κλήρους αὐτῶν·»
καὶ καθὼς ὁ Μιχαίας φησί·
«Τῇ ἡμέρᾳ ἐκείνῃ ληφθήσεται ἐφ' ὑμᾶς παραβολὴ,
καὶ θρηνήσεται θρῆνος ἐμμεεὶ λέγων·
Ταλαιπωρίᾳ ἐταλαιπώρησε μερὶς λαοῦ μου,
κατε μετρήθη ἐν σχοινίῳ,
οὐκ ἦν ὁ κωλύων αὐτὸν τοῦ ἀποστρέψαι·
οἱ ἀγροὶ ὑμῶν διεμετρήθησαν.»
Καὶ συνελόντι φράσαι,
τολμήσαντες κατὰ τοῦ Κυρίου,
καθ' ἑαυτῶν τὴν ἡμέραν προσεκαλέσαντο,
ἣν προέλεγε καὶ ὁ προφήτης·
«Ἡμέρα γὰρ κρίσεως Κυρίου,
ἀνταποδόσεως κρίσεως Σιών.
Καὶ στραφήσονται αἱ φάραγγες εἰς πίσσαν,
καὶ ἡ γῆ αὐτῆς εἰς θεῖον.
Καὶ ἔσται ἡ γῆ αὐτῆς ὡς πίσσα καιομένη νυκτὸς καὶ ἡμέρας,
καὶ οὐ σβεσθήσεται εἰς τὸν αἰῶνα χρόνον,
καὶ ἀναβήσεται ὁ καπνὸς αὐτῆς ἄνω.
Αὕτη εἰς γενεὰν ἐρημωθήσεται,
καὶ κατοικήσουσιν ἐν αὐτῇ ὄρνεα καὶ ἐχῖνοι,
καὶ ἴβεις, καὶ κόρακες.
Καὶ ἐπιβληθήσεται ἐπ' αὐτὴν σπαρτίον γεωμετρίας ἐρήμου, καὶ ὀνοκένταυροι οἰκήσουσιν ἐν αὐτῇ.
Οἱ ἄρχοντες αὐτῆς οὐκ ἔσονται·
καὶ οἱ βασιλεῖς καὶ οἱ μεγιστᾶνες αὐτῆς ἔσονται εἰς ἀπώλειαν.
Καὶ ἀναφύσει εἰς τὰς πόλεις αὐτῆς ἀκάνθινα ξύλα,
καὶ εἰς τὰ ὀχυρώματα αὐτῆς.
Καὶ ἔσται ἔπαυλις σειρήνων καὶ αὐλὴ στρουθῶν,
καὶ συναντήσουσι δαιμόνια ὀνοκενταύροις,
καὶ βοήσουσιν ἕτερος πρὸς τὸν ἕτερον.
Ἐκεῖ ἀναπαύσονται ὀνοκένταυροι·
εὗρον γὰρ αὐτοῖς ἀνάπαυσιν.
Ἐκεῖ ἐνόσσευσεν ἐχῖνος,
καὶ ἔσωσεν ἡ γῆ τὰ πεδία αὐτῆς μετὰ ἀσφαλείας.»
Ταῦτα πεπόνθασιν οἱ Ἰουδαῖοι,
δοκοῦντες τὸν Κύριον ἀποκτείνειν·
ταῦτα καθ' ἑαυτῶν προεκαλέσαντο,
βοῶντες κατὰ τοῦ Σωτῆρος·
ἐν τούτοις κατεκρίθησαν θελήσαντες κρῖναι τὸν Κύριον.
Καί μοι παρελθὼν ὁ βουλόμενος γενέσθω δικαστὴς,
οὐκ ἐξ ἀφανῶν πραγμάτων,
ἀλλ' ἐκ τῶν γιγνομένων τὴν ἀλήθειαν ἀναλογιζόμενος.
Καὶ σκοπείτω,
τίς μὲν ὁ τοῦ Κυριακοῦ θανάτου καρπὸς,
τί δὲ τῆς ἐπιβουλῆς τῶν Ἰουδαίων τὸ κέρδος.
Ὁ μὲν γὰρ θάνατος τοῦ Σωτῆρος τὴν οἰκουμένην ἠλευθέρωσε,
καὶ τὰ ἔθνη τὸν Θεὸν ἐδόξασεν·
ὁ δὲ τῶν Ἰουδαίων θυμὸς σὺν αὐτοῖς τοῖς Ἰουδαίοις ἀπώλεσε καὶ τὴν πόλιν,
καὶ τῆς θεογνωσίας αὐτοὺς ἐτύφλωσε.
Καὶ ὁ μὲν θάνατος τοῦ Κυρίου τοὺς νεκροὺς ἐζωοποίησεν,
ἡ δὲ τῶν Ἰουδαίων ἐπιβουλὴ τῆς ζωῆς αὐτοὺς τοὺς Ἰουδαίους ἐστέρησε,
καὶ νῦν εἰσι χωρὶς τοῦ Κυρίου.
Καὶ ὁ μὲν σταυρὸς τοῦ Σωτῆρος τὴν Ἐκκλησίαν τῶν ἐθνῶν ἔρημον οὖσαν κατῴκησεν·
Ἰουδαῖοι δὲ τῇ κακίᾳ ἑαυ τῶν καὶ τῆς οἰκουμένης ἑαυτοὺς ἐρήμωσαν,
καὶ νῦν εἰσιν οὐκ ἔχοντες πόλιν.
Καὶ πάλιν ὁ μὲν θάνατος τοῦ Σωτῆρος τὴν βασιλείαν τῶν οὐρανῶν ἀνέδειξεν·
Ἰουδαῖοι δὲ τῷ θυμῷ καὶ τοὺς βασιλεῖς αὐτῶν ἀπώλεσαν,
καὶ τοὺς μεγιστᾶνας κατέβαλον.
Πρὸς τούτοις ὁ σταυρὸς τοῦ Κυρίου ἀγγέλους συνῆψε τοῖς ἀνθρώποις,
καὶ μεσίτης τῆς φιλίας αὐτῶν γέγονεν·
Ἰουδαῖοι δὲ ἐπι βουλεύοντες ἐκέρδαναν τὴν μετὰ δαιμόνων κατοίκησιν.
Καὶ ὁ μὲν θάνατος τοῦ Χριστοῦ ἐκούφισε τὴν τῶν ἀνθρώπων διὰ τὴν ἁμαρτίαν ἀλογίαν·
Ἰουδαῖοι δὲ ἠλογίσθησαν τῷ θυμῷ,
καὶ νῦν μετὰ σειρήνων,
καὶ ἐχίνων,
καὶ στρουθῶν τοῖς τρόποις συναναστρέφονται,
ἀλλόκοτον ἔχοντες καὶ οὕτως τὸν τρόπον,
ὡς ὀνοκένταυροι.
Καὶ γὰρ ἀντὶ τοῦ νόμου,
ἀνομία παρ' αὐτοῖς ἐστιν·
ἀντὶ δὲ πραότητος,
«Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως.»
Καὶ ὅλως οὐδέν ἐστι παρ' αὐτοῖς,
ὃ μὴ θάνατον αὐτοῖς κατεργάζεται.
Ἆρ' οὖν οὐκ ἄξιον τῷ θανάτῳ προσκεῖσθαι,
καὶ ἀφιέναι τῶν Φαρισαίων τὸ συνέδριον;
Ἆρ' οὖν οὐκ ἄξιον τῷ σταυρῷ μᾶλλον προσκυνεῖν ἢ τὴν Ἰουδαίων καὶ τοῦ κόσμου κερδάναι φιλίαν;
∆ιὰ τοῦτο γὰρ καὶ ὁ μακάριος Παῦλος γέγραφε·
«Τὰ πάντα ἥγημαι ζημίαν,
ἵνα κερδάνω Χριστόν·»
διὰ τοῦτο καύχημα ἡγεῖται τὸν σταυρὸν,
λέγων·
«Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται,
κἀγὼ κόσμῳ.»
∆ιὰ τοῦτο καὶ αὐτὸς ὁ Κύριος ἔλεγεν·
«Ὃς ἂν μὴ ἄρῃ τὸν σταυρὸν αὐτοῦ,
καὶ ἀκολουθήσῃ μοι,
οὐκ ἔστι μου ἄξιος,
οὐδὲ δύναταί μου μαθητὴς εἶναι.»
Ἀλλ' ἐνταῦθα πολλῆς ἀσφαλείας ἐστὶ χρεία,
μήποτε κατὰ τοὺς Ἰουδαίους αἵρωμεν τὸν σταυρὸν,
καὶ μὴ κατὰ τὸν Παῦλον.
Ὁ μὲν γὰρ Παῦλος ὡς τρόπαιον τῆς ἁμαρτίας ἐφόρει τὸν σταυρόν·
οἱ δὲ Ἰουδαῖοι ἐπὶ τῷ τὸν Κύριον ἀνελεῖν.
∆ιὰ τοῦτο ἀσφαλίζεσθαι χρὴ καὶ νήφειν,
μήποτε,
κατηγοροῦντες Ἰουδαίων,
τὰ αὐτὰ αὐτοῖς κατὰ τοῦ Κυρίου πράττωμεν.
Πολλοὶ γὰρ προσκυνοῦντες τὸν Κύριον,
καὶ ἀναξίως αὐτοῦ πολιτευόμενοι,
ἀγνοοῦσιν ὑπεύθυνοι γινόμενοι τοῦ θανάτου τοῦ Σωτῆρος·
«Ὃς» γὰρ «ἂν ἐσθίῃ τὸν ἄρτον,
καὶ πίνῃ τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως,
ἔνοχός ἐστι τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου,» ὁ Ἀπόστολος μαρτύρεται.
Οὕτως·
«Καὶ ὁ μισῶν τὸν ἀδελφὸν αὑτοῦ οὐκ ἀγαπᾷ τὸν Κύριον,» ἀλλ' ὥσπερ οἱ Ἰουδαῖοι,
καὶ αὐτὸς οὕτως ἐμίσει τοῦτον.
Ὁ δὲ τὸν πένητα ἐξουθενῶν ἀτιμάζει καὶ αὐτὸς,
ὡς οἱ Ἰουδαῖοι,
τὸν Κύριον·
τοῦτο λέγει Σαλομών·
«Ὁ ἐξουθενῶν τὸν πένητα,
ἀτιμάζει τὸν ποιήσαντα αὐτόν.»
Ὁ παρορῶν πένητα πεινῶντα καὶ διψῶντα καὶ γυμνὸν,
ὅμοιός ἐστι τοῖς Ἰουδαίοις,
τοῖς καὶ τὸν Κύριον ἐκδύσασι,
καὶ ποτίσασιν αὐτὸν ὄξος καὶ χολήν.
Καὶ ὁ λαμβάνων δῶρα ἐπ' ἀθώοις οὐκ ἔστιν ἄλλος τοῦ πωλήσαντος τὸν Κύριον,
ὡς ὁ Ἰούδας·
καὶ αὐτὸς γὰρ τὴν δικαιοσύνην,
ἥτις ἐστὶν ὁ Κύριος,
πωλεῖ,
ὡς ἐκεῖνος τὸν Χριστόν.
Καὶ ὁ μὴ κρίνων ὀρφανῷ,
καὶ τὸ δίκαιον ἀποδιδοὺς τῇ χήρᾳ,
ὁ αὐτός ἐστι τοῖς ἐπιβουλεύσασι τῷ Κυρίῳ καὶ συκοφαντήσασιν αὐτόν.
Καὶ τέλος,
ὁποῖα ἄν τις εἰς τὸν πλησίον ἐργάσηται,
ταῦτα εἰς τὸν Κύριον λογίζεται,
τὸν δι' ἡμᾶς κατελθόντα καὶ ὑπὲρ ἡμῶν ἀποθανόντα.
Οὕτω γὰρ καὶ ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις λέγει·
«Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τῶν μικρῶν τούτων,
ἐμοὶ ἐποιήσατε.»
Καὶ πάλιν,
ὅπερ ἐστὶν ἀναγκαῖον εἰδέναι καὶ τηρεῖν·
«Ὁ πορνεύων τὴν μὲν ἰδίαν ψυχὴν ἀπολλύει,
ὑβρίζει δὲ καὶ αὐτὸς,
ὡς Ἰουδαῖοι,
τὸν ναὸν καὶ τὸ σῶμα τοῦ Κυρίου.»
Ὁ γὰρ «τὸν ναὸν τοῦ Θεοῦ φθείρων,
φθείρεται ὑπὸ τοῦ Θεοῦ,» ὡς Παῦλος γράφει.
Καὶ ὁ μὲν ὑπὸ τῆς ἁμαρτίας βασιλευόμενος οὐδὲν ἀποδέει τῶν ἀρνουμένων Ἰουδαίων,
καὶ λεγόντων μὴ ἔχειν βασιλέα τὸν Κύριον,
ἀλλὰ Καίσαρα.
Μὴ ἀγνοείτω δὲ ὁ κρατούμενος ὑπὸ τῶν ἡδονῶν,
καὶ μᾶλλον αὐταῖς τερπόμενος,
ὅτι καὶ αὐτὸς,
ὡς οἱ Ἰουδαῖοι,
τὸν Βαραββᾶν αἰτεῖται,
καὶ τὸν Κύριον ἀποκτείνει.
Οὕτω γὰρ οἱ Ἰουδαῖοι,
τὸν φαῦλον τρόπον ἀγαπήσαντες τὸν τοῦ Βαραββᾶ,
λοιπὸν τὴν ἀρετὴν ἀπεδίωξαν.
Γινωσκέτω δὲ καὶ ὁ μὴ τῇ πίστει ἰσχυρὸς,
ὅτι τοιοῦτός ἐστιν,
ὡς οἱ ἀπιστοῦντες καὶ λέγοντες·
«Εἰ Υἱός ἐστι τοῦ Θεοῦ,
καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ,
καὶ πιστεύσομεν αὐτῷ.»
Καὶ γὰρ κἀκεῖνοι ἀπιστοῦντες ἐφθέγγοντο ταῦτα.
Τί οὖν ἐπὶ τούτοις χρὴ ποιεῖν;
Οὐδὲν ἕτερον ἢ πιστεύειν τῷ Χριστῷ,
καὶ κατ' αὐτὸν πολιτεύεσθαι,
καθὼς καὶ ὁ Παῦλος λέγει·
«Μιμηταί μου γίνεσθε,
καθὼς κἀγὼ Χριστοῦ·»
καὶ τὴν μὲν Ἰουδαίων ἐκτρέπεσθαι φιλίαν,
καὶ ἀπιστίαν,
καὶ χλεύην,
καὶ μύθους,
καὶ γενεαλογίας ἀπεράντους,
αἵτινες ζητήσεις παρέχουσι μᾶλλον ἢ οἰκονομίαν Θεοῦ τὴν ἐν πίστει·
ἔχεσθαι δὲ τοῦ σταυροῦ καὶ ἀξίως αὐτοῦ πολιτεύεσθαι,
καὶ λέγειν τὰς αὐτὰς τῷ Παύλῳ φωνάς·
«Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι,
εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.»
Οὕτω γὰρ πολιτευσάμενοι καὶ πιστεύσαντες εἰς τὸν Κύριον,
γνωσόμεθα τὴν εἰς οὐρανοὺς ἀνάληψιν αὐτοῦ,
καὶ τὴν ἐν δεξιᾷ τῆς μεγαλοσύνης κάθισιν,
καὶ τὴν τῶν ἀγγέλων ὑποταγὴν ὀψόμεθα,
καὶ τὴν μετὰ δόξης αὐτοῦ πάλιν παρουσίαν·
ἢν ἄγγελοι μὲν προσημαίνουσιν,
ἅγιοι δὲ ὑμνοῦσι·
πάντες δὲ ὁρῶντες ἀγαλλιῶνται,
καὶ χαίρουσιν ἐν Χριστῷ Ἰησοῦ,
δι' οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου