Εὐλογήσαντος τοῦ Ἱερέως, λέγομεν τὸν ΡΜΒ΄ ψαλμόν. Εἶτα τό· Θεὸς Κύριος. Ἦχος δ΄. Τῇ Θεοτόκῳ ἐκτενῶς.
Μετὰ θερμῆς καὶ εὐλαβοῦς κατανύξεως, τῷ ζωοδόχῳ σου Χριστὲ Τάφῳ, σήμερον παρίσταμαι καὶ δέομαι θερμῶς · Δέσποτα ἐλέησον, κἀμὲ τὸν πλανηθέντα, ἥμαρτον συγχώρησον, ὡς Θεὸς ἐλεήμων, μὴ ἀποστρέψῃς σὸν δοῦλον κενόν, ὁ δι’ ἐμὲ ταφὴν καταδεξάμενος.
Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Ζωοδότα, τὴν εὐσπλαγχνίαν σου λαλοῦντες οἱ ἀνάξιοι, ἥν πρὸς ἡμᾶς ἐξέχεας ὡς ὑπεράγαθος, σταύρωσιν καὶ θάνατον, ὑποστὰς Ἰησοῦ μου, Τάφῳ παροικήσας δέ, ἡ ζωὴ τῶν ἁπάντων, ἵνα ζωώσῃς φύσιν τῶν βροτῶν, νενεκρωμένην, τῇ συμβούλιᾳ τοῦ ὄφεως.
Ὁ Ν΄ ψαλμός. Καὶ ὁ κανών.
Ωδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἡπείρῳ πεζεύσας ὁ Ἰσραήλ.
Πανάγιε Τάφε τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ σῇ χάριτι.
Ἡ φωτοφόρος λαμπρότης τοῦ Ἰησοῦ ἐν σοὶ κατεσκήνωσε, καταυγάζουσα πιστούς, εὐλαβῶς ἐκ πίστεως θερμῆς προσεγγίζοντας πρὸς σέ, Τάφε πανένδοξε.
Πανάγιε Τάφε τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ σῇ χάριτι.
Σὺ ἀνεδείχθης τῷ ὄντι πηγὴ ζωῆς, νεκρὸν εἰσδεξάμενος τὸν ᾀείζωον Χριστόν, τὰς ἡμετέρας ψυχάς, νεκρωθείσας, ζωῶσαι δεόμεθα.
Πανυπερσέβαστε Τάφε τοῦ Ἰησοῦ, ψυχῆς παραμύθιον, οἰκουμένης φωτισμός, καύχημα καὶ κλέος εὐσεβῶν, τοὺς προσκυνοῦντάς σε κινδύνων ἀπάλλαξον.
Θεοτοκίον.
Ἐξ ἀχράντων αἱμάτων σου, ὦ Ἁγνή, ἀσπόρως συνέλαβες τὸν τῶν ὅλων Ποιητήν, ταφὴν ὑποστάντα δι’ ἡμᾶς, καὶ ἐξαναστάντα, καὶ κόσμον ζωώσαντα.
Ωδὴ γ΄. Οὐκ ἔστιν Ἅγιος ὡς Σύ.
Πανάγιε Τάφε τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ σῇ χάριτι.
Ὑπερεκπλήττομαι ἐν σοί, ὦ Πανάγιε Τάφε, ἐννοῶν σου τὴν χάριν, ἥν ἐδλεξω ἐκ Θεοῦ, ὑπερεκβλύζων πιστοῖς τὴν χρυσόῤῥειθρον θείαν λαμπρότητα.
Πανάγιε Τάφε τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ σῇ χάριτι.
Δεδοξασμένε τοῦ Χριστοῦ καὶ τρισόλβιε Τάφε, λαβὼν ἐν τοῖς σοῖς κόλποις τοῦ φωτὸς τὸν χορηγόν, ἐδείχθης πραγματικῶς φωτοφόρος θρόνος τοῦ Παντάνακτος.
Δεῦτε συνέλθωμεν πιστοί, συγκροτῆσαι χορείαν, τῷ φωσφόρῳ Νυμφίῳ τῶν ἡμετέρων ψυχῶν, ὡς ἐκ παστάδος λαμπρᾶς, ἐκ Τάφου ἐνδόξως ἀνατείλαντι.
Θεοτοκίον.
Δὸς Πανάχραντε καὶ ἡμῖν, ἐκ πόθου παρεστῶτι τῷ ζωοδόχῳ Τάφῳ τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ, ἄφεσιν ἁμαρτιῶν, καὶ πολλῶν κινδύνων ἀπολύτρωσιν.
Κάθισμα.
Τὸν Τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου, ἐγένοντο κηρύττοντος, γυναικὶ τὴν ἀνάστασιν. Σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην. Σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τάφου, καὶ μόνῳ Θεῷ ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καῖ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σώζεις τοὺς δούλους σου.
ᾨδὴ δ΄. Χριστός μου δύναμις.
Πανάγιε Τάφε τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ σῇ χάριτι.
Οἱ θεῖοι Ἄγγελοι περιεφρούρουν σε, λευκοφόροι ὀφθέντες ταῖς γυναιξίν, εὐαγγελιζόμενοι τὴν ἐκ νεκρῶν τοῦ Ἰησοῦ τριήμερον ἐξανάστασιν.
Πανάγιε Τάφε τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ σῇ χάριτι.
Ὡς ἄλλος ἥλιος πηγάζεις ἔλλαμψιν τοῖς πιστῶς προσιοῦσί σοι, εὐκλεῶς εὐφραίνων τὰ σύμπαντα, καὶ ἁγιάζων τὰς ψυχὰς ὀρθοδόξων παμμακάριστε.
Τάφε πανάγιε, τίς διηγήσεται, τὰς πολλὰς καὶ ποικίλας σου δωρεάς, ἅς ἔχεις πανσέβαστε, τοῦ παμβασιλέως Χριστοῦ χρηματίσας οἰκητήριον.
Θεοτοκίον.
Δοχεῖον ἄχραντον, ναὸν πανάμωμον, κιβωτὸν παναγίαν, παρθενικὸν τόπον ἁγιάσματος, σὲ καλλονὴν τοῦ Ἰακώβ, ὁ Δεσπότης ἐξελέξατο.
ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει σου.
Πανάγιε Τάφε τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ σῇ χάριτι.
Μέγα κειμήλιον ἀληθῶς ἀνεδείχθης τοῦ κόσμου παντός, Τάφε ὑπέρφωτε δέομαι, ταῖς αὐγαζούσαις σου λαμπηδόσι καὶ ἐμοῦ τὴν ἐσκοτισμένην καρδίαν καταύγασον.
Πανάγιε Τάφε τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ σῇ χάριτι.
Μόνε μακάριε Ἰησοῦ, δεῖξον μακαρίους καὶ ἡμᾶς, τοὺς ἀναξίως τὸν οἶκόν σου τοῦτον κατοικοῦντας, καὶ τὸν πανάγιον Τάφον σου ἀνυμνοῦντας, καὶ σὲ δοξάζοντας.
Δοχεῖον πάμφωτον τοῦ Χριστοῦ, τὰς τῶν ὀρθριζόντων σοι ψυχὰς πόθῳ καταύγασον δέομαι, καὶ οὐράνιαν χάριν κατάπεμψον αὐτοῖς, ἀπὸ τῆς ἀνωτάτης θείας λαμπρότητος.
Θεοτοκίον.
Ἰσχὺς καὶ ὕμνησις ὁ ἐκ σοῦ, Δέσποινα τοῦ κόσμου, γεννηθεὶς καὶ σωτηρία ἐγένετο τοῖς ἀπολλυμένοις, ἐκ τῶν τοῦ ᾅδου πυλῶν ῥυόμενος, ἐκ Τάφου ἐξανιστάμενος.
ᾨδὴ στ΄. Τοῦ βίου τὴν θάλασσαν.
Πανάγιε Τάφε τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ σῇ χάριτι.
Ὡς πύρινον στύλον σε καθορῶμεν οἱ πιστοί, ὦ Τάφε πανσεβάσμιε, πρὸς νομὰς ὁδηγοῦντα τοὺς εὐσεβεῖς τῆς μακαριότητος, ἧς καὶ τύχοιμεν πάντες θείᾳ χάριτι.
Πανάγιε Τάφε τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ σῇ χάριτι.
Σκέπε φρούρει φύλαττε, εὐσεβεῖς προσκυνητάς, ὅσοι υπέρ μετὰ πίστεως παρορῶσιν ἐφόδους τῶν πειρατῶν, καὶ τόπου δυσχέρειαν, ὅπως σε κατελθόντες περιπτύξωνται.
Ἱκέσιον δέησιν δέξαι, ὦ παμβασιλεῦ, τῶν θερμῶς δεομένων σου, καὶ εἰρήνην παράσχου τῶν δυσχερῶν ἀπαλλάττων ἅπαντας, πίστει προσιόντας τῷ θείῳ Τάφῳ σου.
Θεοτοκίον.
Νεκροῦται ὁ θάνατος, καταργεῖται καὶ φθορά, τὸ τοῦ Ἀδὰμ κατάκριμα τῷ καρπῶν σου ὦ Δέσποινα, προσβαλών. Ζωὴν γὰρ ἐγέννησας, ἐκ φθορᾶς λυτρουμένην τοὺς ὑμνοῦντάς σε.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ὑπερβολῇ τῆς σῆς ἀγαθότητος, Κύριε, ἐνηνθρώπησας Θεὸς ὦν ἀπερίγραπτος, ἵνα τῆς κατάρας ἐλευθερώσῃς τὸν Ἀδάμ, καὶ ἀπαθανατίσας ὡς ἀγαθός, εἰς τὴν ἀρχαίαν ἐπαναγάγῃς λαμπρότητα, ἔσπευσας εἰς ὀδύνας, εἰς πάθη καὶ ἀτιμίας, σταυρωθεὶς καὶ ταφεὶς καὶ ἀναστὰς ἐν δόξῃ τριήμερος.
Προκείμενον: Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου.
Στ.: Ὁ Θεὸς ἐν τοῖς ὦσὶν ἡμῶν ἠκούσαμεν.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην.
Τῇ μιᾷ τῶν Σαββάτων, Μαρία ἡ Μαγδαληνή ἔρχεται πρωί, σκοτίας ἔτι οὔσης, εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. Τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον, καὶ πρὸς τὸν ἄλλον μαθητήν, ὅν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς· ᾟραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής, καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. Ἔτρεχον δὲ καὶ οἱ δύο ὁμοῦ, καὶ ὁ ἄλλος μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου, καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον, καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια. Οὐ μέν τοι εἰσῆλθεν. Ἔρχεται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα, καὶ τὸ σουδάριον, ὅ ἧν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον, ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον.
Τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος μαθητής, ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε καὶ ἐπίστευσεν. Οὐδέπω γὰρ ἤδεισαν τὴν Γραφήν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. Ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί.
Δόξα σοι Κύριε, δόξα σοι.
Δόξα: Πάτερ Λόγε Πνεῦμα...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Τάφε παναοίδιμε, σὺ ἀληθῶς ἀνεδείχθης, Θεοῦ τοῦ παντάνακτος, παλάτιον ἔνδοξον καὶ ὑπέρφωτον, πάσης γῆς καύχημα, τῶν πιστῶν εὔκλεια, Ἀποστόλων ἐγκαλλώπισμα, Μαρτύρων στήριγμα, πάντων τῶν Ὁσίων διάσωσμα, ἑστῶτων ἡ ἀσφάλεια, καὶ τῶν πεπτωκότων ἀνόρθωσις, κόσμου σωτηρία, καὶ πάντων τῶν ἐν σκότει φωτισμός. Υἱοῦ φωτὸς ἡμᾶς ποίησον, τοὺς πίστει τιμῶντάς σε.
ᾨδὴ ζ΄. Δροσοβόλον μὲν τὴν κάμινον.
Πανάγιε Τάφε τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ σῇ χάριτι.
Εὐλαβῶς περιπτυσσόμενοι τὸν Τάφον σου, θεαρχικώτατε Ἰησοῦ, ἀνυμνοῦμεν οἱ πιστοὶ συγκατάβασιν τὴν σήν, πόθῳ ἀνακράζοντες ὁμοῦ·Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Πανάγιε Τάφε τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ σῇ χάριτι.
Νεκρὸς ὑπὸ τοῦ Ἰωσὴφ κατεχόμενος, Δέσποτα Χριστέ μου Ἰησοῦ, τίθεσαι συγκαταβάσει ἐν μνήματι καινῷ, θρηνοῦντος καὶ κράζοντος θερμῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Καθαγίασον ψυχάς τε καὶ τὰ σώματα, εὔσπλαγχνε οἰκτίρμον Ἰησοῦ, τῶν σοὶ διαστελλόντων διαπόντιον ὁδόν, καὶ δὸς μετὰ πίστεως βοᾷν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ἱλαστήριον τῆς φύσεως σὺ πέφυκας, μόνη Θεομακάριστε. Τὸν ἐπ’ ὥμων γὰρ Χερουβὶμ καθήμενον Θεόν, ἀγκάλαις βαστάζουσα βοᾷς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς Ὁσίοις.
Πανάγιε Τάφε τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ σῇ χάριτι.
Ἀνυμνῶ Θεῖε Λόγε, τὴν συγκατάβασιν, ᾗ περ ἐχρήσω δι’ ἐμὲ τὸν κατάκριτον, σάρκα προσλαβών, τῷ θανάτῳ παρέδωκας, ἵνα ἀθανατίσῃς ἐμὲ τὸν τεθνεῶτα.
Πανάγιε Τάφε τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ σῇ χάριτι.
Τὰ οὐράνια πάντα ὑπερἐκπλήττονται, νεκρόν σε καθορῶντα, Λόγε, ἐν μνήματι, δόξη δὲ τῆς σῆς ἐπληρώθη τὰ σύμπαντα, ὅτε ἐξανέστης τριήμερος ἐκ Τάφου.
Πανάγιε Τάφε τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ σῇ χάριτι.
Λελαμπρυσμένε Τάφε καὶ θεοδόξαστε, πόσων ἡμῖν χαρίτων γέγονας πρόξενος! Θνήξαντες ποτέ, διὰ σοὺ νῦν ζωούμεθα, ὅθεν σε τιμῶμεν εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Χρυσαυγής σε λυχνία προδιετύπωσε, δεξαμένην ἀφράστως φῶς τὸ ἀπρόσιτον, γνώσει τῇ αὐτοῦ καταυγάζον τὰ πέρατα, ὅθεν σε ὑμνοῦμεν, Ἁγνή, εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις.
Πανάγιε Τάφε τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ σῇ χάριτι.
Σὺ ὑπεδέξω νεκρόν, καὶ ἄφωνον, ὅν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, χαριτωθεὶς ὄντως ὡς ἄλλος οὐρανός, δόξῃ λελαμπρυσμένος, πανυπερσέβαστε Τάφε τοῦ Σωτῆρος, εὐλαβῶς σε μακαρίζομεν.
Πανάγιε Τάφε τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ σῇ χάριτι.
Μισθὸν ἐξ ὕψους εὑρεῖν Πανάγιε, τοὺς εὐλαβῶς ἀσπαζομένους σε καταξίωσον, καὶ τὰ ζιζάνια πάντα τοῦ πονηροῦ, ξίφει ἠκονημένῳ τῆς θείας χάριτος, ταχέως ἐκκόψας, ἀβλαβεῖς ἡμᾶς συντήρησον.
Τριὰς ἀμέριστε καὶ συνάναρχε, μεμερισμένη δὲ ἐν μόναις ταῖς ὑποστάσεσιν, ὑπὲρ νοῦν καὶ κατάληψιν πᾶσαν κτιστήν, Πάτερ, Λόγε, καὶ Πνεῦμα, στήριξον ἅπαντας, τοὺς ἐν κατανύξει τὸ σὸν κράτος μεγαλύνοντας.
Θεοτοκίον.
Ῥωσθεὶς δυνάμει τῇ σῇ καὶ χάριτι, σοὶ τὴν ᾠδὴν προθύμως ἀναμέλπω πανάμωμε, ἀλλὰ ταύτην πρόσδεξαι Παρθένε ἁγνή, χάριν ἀντιδιδοῦσα σοῦ τὴν πολύφωτον, ἐκ τῶν ἀκηράτων θησαυρῶν, θεομακάριστε.
Τρισάγιον. Ἀπολυτίκιον. Ἦχος πλ. β΄.
Πανάγιε Τάφε τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ σῇ χάριτι.
Ἀγγελικαὶ δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ Τάφῳ ζητοῦσα τὸ ἄχραντόν σου σῶμα, ἐσκύλευσας τὸν ᾅδην, μὴ πειρασθεὶς ὑπ’ αὐτοῦ, ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
Πανάγιε Τάφε τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ σῇ χάριτι.
Πρὸ τῆς Ἀπολύσεως, εἰς δὲ τὸν ἀσπασμὸν τοῦ παναγίου καῖ ζωοδόχου Τάφου, ψάλλομεν τὰ παρόντα Τροπάρια. Πρὸς τό· Ἀπόστολοι ἐκ περάτων.
Πανάγιε Τάφε τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ σῇ χάριτι.
Δεδοξασμένε Κύριε, καὶ παμμακάριστε Τάφε, τῆς Ἐκκλησίας τὸ στέφος, καὶ εὐσεβείας τὸ κλέος, τοὺς προσκυνοῦντάς σε σκέπε, ἀπὸ παντοίων κινδύνων.
Πανάγιε Τάφε τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ σῇ χάριτι.
Τοὺς ἐκ ψυχῆς καὶ καρδίας, καταφιλοῦντάς σῶζε, ἀπὸ δεινῶν ἀλγηδόνων, καὶ ἐπηρείας δαιμόνων, τῇ χάριτί σου ὦ θεῖε, καὶ παναοίδιμε Τάφε.
Ἐξ ὕψους πάρεχε χάριν, τοῖς ἀνυμνοῦσί σε πόθῳ, πανάγιε τοῦ Σωτῆρος, καὶ θεοφώτιστε Τάφε. Σὺ γὰρ νεκρὸν ὑπεδέξω, τῆς χάριτος τὸν δοτῆρα.
Θεοτοκίον.
Ἡμεῖς ἐν σοὶ καυχώμεθα, Θεοτόκε καὶ καὶ πρὸς Θεόν σε, ἔχομεν προστασίαν, ἔκτεινόν σου τὴν χεῖρα τὴν ἄμαχον, καὶ θραῦσον τοὺς ἐχθροὺς ἡμῶν, σοῖς ἐξαπόστειλον δούλοις, βοήθειαν ἐξ ἁγίου.
Δι’ εὐχῶν
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου