Σελίδες

Δευτέρα 17 Νοεμβρίου 2014

ΛΟΓΟΣ 4. Κατὰ Ἰουλιανοῦ Βασιλέως Στηλιτευτικὸς πρῶτος. ΓΡΗΓΟΡΙΟΥ ΘΕΟΛΟΓΟΥ


1. Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην· καλῶ γὰρ ἅπαντας, ὥσπερ ἐξ ἀπόπτου τινὸς καὶ μεσαιτάτης περιωπῆς, μεγάλῳ καὶ ὑψηλῷ τῷ κηρύγματι· ἀκούσατε, λαοὶ, φυλαὶ, γλῶςσαι, πᾶν γένος ἀνθρώπων, καὶ ἡλικία πᾶσα, ὅσοι τε νῦν ἐστε, καὶ ὅσοι γενήσεσθε· καὶ ἵν᾿ ᾖ μοι μεῖζον τὸ κήρυγμα, πᾶσα δύναμις τῶν οὐρανῶν, πάντες ἄγγελοι, οἷς ἔργον ἡ τοῦ τυράννου κατάλυσις, οὐ τὸν Σηὼν καθελοῦσι τὸν βασιλέα τῶν Ἀμοῤῥαίων, οὐδὲ τὸν Ὢγ βασιλέα τῆς Βασάν, μικροὺς δυνάστας, καὶ μικρὸν μέρος τῆς οἰκουμένης κακοῦντας τὸν Ἰσραήλ· ἀλλὰ τὸν δράκοντα, τὸν ἀποστάτην, τὸν νοῦν τὸν μέγαν, τὸν Ἀσσύριον, τὸν κοινὸν ἁπάντων ἐχθρὸν καὶ πολέμιον, τὸν πολλὰ μὲν ἐπὶ γῆς μανέντα καὶ ἀπειλήσαντα, πολλὴν δὲ ἀδικίαν εἰς τὸ ὕψος λαλήσαντά τε καὶ μελετήσαντα.
2. Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ· καιρὸς γάρ μοι τὰ αὐτὰ τῷ μεγαλοφωνοτάτῳ τῶν προφητῶν Ἡσαΐᾳ συμφθέγξασθαι. Πλὴν ὅσον ὁ μὲν ἐπὶ τῷ Ἰσραὴλ ἀθετήσαντι ταῦτα καλεῖ καὶ μαρτύρεται· ἐγὼ δὲ ἐπὶ τυράννῳ, καὶ ἀθετήσαντι καὶ πεσόντι πτῶμα τῆς ἀσεβείας ἄξιον.
3. Ἄκουε, καὶ ἡ τοῦ μεγάλου Κωνσταντίου ψυχὴ, εἴ τις αἴσθησις, ὅσαι τε πρὸ αὐτοῦ βασιλέων φιλόχριστοι· τοῦ δὲ καὶ πάντων μάλιστα, ὅσῳ τῇ Χριστοῦ κληρονομίᾳ συναυξηθεὶς, καὶ αὐξήσας ταύτην εἰς δύναμιν, καὶ χρόνῳ βεβαιωσάμενος, ὥστε καὶ πάντων διὰ τοῦτο γενέσθαι τῶν πώποτε βασιλέων ὀνομαστότατος, (ὢ τῆς ἐπηρεία!)ς ἀγνόημα ἠγνόησε σφόδρα τῆς οἰκείας εὐσεβείας ἀνάξιον· ἔλαθεν ἐπιτρέφων Χριστιανοῖς τὸν Χριστοῦ πολέμιον, καὶ τοῦτο μόνον τῶν ἁπάντων οὐ καλῶς ἐφιλανθρωπεύσατο, καὶ σῶσαι καὶ βασιλεῦσαι τὸν κακῶς καὶ σωθέντα καὶ βασιλεύσαντα· καὶ διὰ τοῦτο μάλιστα ἂν ἡσθείη, ὥσπερ τῇ καταλύσει τῆς ἀσεβείας, καὶ τοῖς Χριστιανῶν πράγμασιν εἰς τὸ ἀρχαῖον ἐπανελθοῦσιν, οὕτω δὴ καὶ τῷ λόγῳ. Λόγον γὰρ ἀναθήσω τῷ Θεῷ χαριστήριον, πάσης ἀλόγου θυσίας ἱερώτερόν τε καὶ καθαρώτερον, οὐ κατὰ τοὺς ἐναγεῖς ἐκείνου λόγους καὶ λήρους, καὶ τὰς ἐναγεστέρας θυσίας, ὧν ἡ περιουσία καὶ τὸ δυνατὸν ἀσεβείας ἦν δύναμις, καὶ ἄσοφος, ἵν᾿ οὕτως ὀνομάσω, σοφία· ἐπεὶ καὶ πᾶσα ἡ τοῦ αἰῶνος τούτου δύναμίς τε καὶ παίδευσις ἐν σκότει διαπορευομένη, καὶ τοῦ τῆς ἀληθείας φωτὸς πόῤῥω πίπτουσα· ἐκείνη μὲν δὴ τοιαύτη καὶ παρὰ τοιούτοις, καὶ τοιαύτας ἔχουσα τὰς ἐπικαρπίας, ὡσεὶ χόρτος ταχὺ ἀποξηραινομένη, καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπίπτουσα, καὶ συναπιοῦσα τοῖς πατράσιν ἀπολλυμένοις μετ᾿ ἤχου, καὶ περιφανεστέροις τὴν πτῶσιν ἢ τὴν ἀσέβειαν.
4. Ἐμοὶ δὲ θύοντι θυσίαν αἰνέσεως σήμερον, καὶ τὴν ἀναίμακτον τῶν λόγων τιμὴν ἀνάπτοντι, τίς θέατρον περιστήσει τῇ χάριτι παρισούμενον; ἢ τίς συνηχήσει γλῶσσα τοσοῦτον, ὁπόσον καὶ βούλομαι; Τίς ἀκοὴ τῷ λόγῳ συμπροθυμηθήσεται; Καὶ γὰρ οὐ τῷ Λόγῳ μόνον ἡ διὰ λόγου χάρις οἰκειοτάτη μετὰ τῶν ἄλλων ὧν ὀνομάζεται, καὶ ταύτῃ χαίροντι τῇ προσηγορίᾳ διαφερόντως καὶ τῇ δυνάμει τῆς κλήσεως· ἀλλὰ κἀκείνῳ πρέπουσα δίκη, λόγῳ κολάζεσθαι ὑπὲρ τῆς εἰς λόγους παρανομίας· ὧν κοινῶν ὄντων λογικοῖς ἅπασιν, ὡς ἰδίων αὐτοῦ, Χριστιανοῖς ἐφθόνησεν, ἀλογώτατα περὶ λόγων διανοηθεὶς, ὁ πάντων, ὡς ᾤετο, λογιώτατος.
5. Πρῶτον μὲν, ὅτι κακούργως τὴν προσηγορίαν μετέθηκεν ἐπὶ τὸ δοκοῦν, ὥσπερ τῆς θρησκείας ὄντα τὸν Ἕλληνα λόγον, ἀλλ᾿ οὐ τῆς γλώσσης· καὶ διὰ τοῦτο, ὡς ἀλλοτρίου καλοῦ φῶρας, τῶν λόγων ἡμᾶς ἀπήλασεν· ὥσπερ ἂν εἰ καὶ τεχνῶν εἶρξεν ἡμᾶς, ὅσαι παρ᾿ Ἕλλησιν εὕρηνται, καὶ τοῦτο διαφέρειν αὐτῷ διὰ τὴν ὁμωνυμίαν ἐνόμισεν· ἔπειτα, ὅτι λανθάνειν ἡμᾶς ὑπέλαβεν, οὐκ ἀγαθοῦ τινος τῶν πρώτων ἀποστερήσειν μέλλων, οἵ γε καὶ σφόδρα τούτους περιφρονοῦμεν τοὺς λόγους· ἀλλὰ τοὺς ἐλέγχους τῆς ἀσεβείας φοβούμενος, ὥσπερ ἐν τῇ κομψείᾳ τῆς λέξεως τὴν ἰσχὺν ἔχοντας, ἀλλ᾿ οὐκ ἐν τῇ γνώσει τῆς ἀληθείας καὶ τοῖς ἐνθυμήμασιν, ὧν ἐπισχεῖν ἡμᾶς ἀδυνατώτερον ἢ τὸν Θεὸν ὁμολογεῖν γλῶσσαν ἔχοντας· ἐπεὶ καὶ τοῦτο μετὰ τῶν ἄλλων ἱερουργοῦμεν τὸν λόγον, ὥσπερ τὰ σώματα, ἡνίκα ἂν καὶ τούτοις ἀγωνίζεσθαι δέῃ περὶ τῆς ἀληθείας· ὥστε ὁ τοῦτο προστάξας Ἀττικίζειν μὲν ἐκώλυσε, τὸ δὲ ἀληθεύειν οὐκ ἔπαυσε· καὶ τὸ μὲν ἑαυτοῦ σαθρὸν ἤλεγξε, τοὺς ἐλέγχους δὲ οὐ διέφυγεν· ὅτι μὴ καὶ μᾶλλον τούτοις ἑαυτὸν ὑποθεὶς ἠγνόησεν.
6. Οὐ γὰρ θαῤῥοῦντος ἦν οὔτε τοῖς ὑπὲρ τῆς θρησκείας δικαίοις, οὔτε τοῖς λόγοις αὐτοῖς τὸ τοὺς ἡμετέρους ἐπίσχειν λόγους· ὥσπερ ἂν εἴ τις κράτιστον ἑαυτὸν νομίζοι τῶν ἀθλητῶν, καὶ ἀξιοίη κατὰ πάντων κηρύττεσθαι, μηδένα τῶν γενναίων ἀγωνίζεσθαι, μηδὲ καταβαίνειν εἰς τὸ στάδιον ἐπιτάξας, ἤ τι τῶν μελῶν περικόψας, ὅπερ ἀνανδρίας μᾶλλον ἢ ῥώμης τεκμήριον. Κατὰ γὰρ τῶν ἀγωνιζομένων, οὐ τῶν ἄνω καθεζομένων οἱ στέφανοι· καὶ τῶν πάσῃ τῇ ῥώμῃ χρωμένων, οὐ τῶν περιῃρημένων τὸ πολὺ τῆς δυνάμεως. Εἰ δὲ ὅλως συμμίξαι καὶ εἰς χεῖρας ἐλθεῖν ἐφοβήθης, αὐτῷ τούτῳ τὴν ἧτταν ἔδειξας, καὶ νικᾷν ὑπῆρξέ μοι μηδὲ ἠγωνισμένῳ, ὃν ἠγωνίσω μὴ ἀγωνίσασθαι. Ταῦτα μὲν ὁ σοφὸς ἡμῖν βασιλεύς τε καὶ νομοθέτης, ὥσπερ ἵνα μηδὲν αὐτοῦ τῆς τυραννίδος ἄμοιρον ᾖ, καὶ προκηρύξῃ τὴν ἀλογίαν ἐν ἀρχῇ τῆς ἑαυτοῦ βασιλείας, τυραννήσας πρὸ τῶν ἄλλων τοὺς λόγους· ἡμῖν δὲ καλὸν καὶ ὑπὲρ τῶν λόγων αὐτῶν ὁμολογεῖν τῷ Θεῷ χάριν, τὴν ἐλευθερίαν ἀπολαβόντων· καὶ μάλιστα μὲν καὶ τοῖς ἄλλοις τιμᾷν αὐτὸν ἀναθήμασι φειδομένους μηδενὸς, μήτε χρημάτων μήτε κτημάτων, ἃ, τοῦ καιροῦ γενόμενα καὶ τῆς τυραννίδος, ἡ φιλανθρωπία τοῦ Θεοῦ διεσώσατο, τιμᾷν δὲ πρὸ τῶν ἄλλων τοῖς λόγοις, τῇ δικαίᾳ καρποφορίᾳ καὶ κοινῇ πάντων, ὅσοι τῆς χάριτος μετειλήφασιν. Ἀλλ᾿ ὁ μὲν ὑπὲρ τῶν λόγων λόγος τοσοῦτος· ἵνα μὴ, μακρότερον ἀποτείνοντες, ἔξω τοῦ καιροῦ πίπτωμεν, καὶ ἄλλο τι μᾶλλον σπουδάζειν δοκῶμεν ἢ οὗ χάριν συνεληλύθαμεν.
7. Ἤδη δέ μοι πηδᾷ καὶ ἵεται πρὸς πανηγυρισμὸν ὁ λόγος, καὶ τοῖς ὁρωμένοις συμφαιδρύνεται, καὶ καλεῖ πάντας εἰς χορείαν πνευματικὴν, ὅσοι τε νηστείαις καὶ κλαυθμῷ, καὶ δεήσει προσέκειντο, νυκτὸς καὶ ἡμέρας αἰτούμενοι λύτρωσιν τῶν κατεχόντων ἀνιαρῶν, καὶ δεξιὸν ἐν τοῖς κακοῖς φάρμακον, τὴν οὐ καταισχύνουσαν ἐλπίδα ποιούμενοι· ὅσοι τε, μεγάλους ἀνατλάντες ἀγῶνας καὶ ἄθλους, καὶ πολλαῖς πληγέντες καὶ χαλεπαῖς τοῦ καιροῦ προςβολαῖς, θέατρον ἐγενήθησαν τῷ κόσμῳ, καὶ ἀγγέλοις, καὶ ἀνθρώποις, κατὰ τὴν τοῦ Ἀποστόλου φωνήν· καὶ τὰ μὲν σώματα κάμνοντες, τὰς δὲ ψυχὰς ἀήττητοι διαμείναντες, καὶ πάντα ἰσχύοντες ἐν τῷ δυναμοῦντι αὐτοὺς Χριστῷ· ὅσοι τε, κοσμικὴν ἀποθέμενοι κακίας ὕλην καὶ δυναστείαν, ἢ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων μετὰ χαρᾶς προσδεξάμενοι, ἢ τῆς ἑαυτῶν, ὃ δὴ λέγεται, φυγαδευθέντες ἀδίκως, ἢ ἀνδρῶν, ἢ γυναικῶν, ἢ γονέων, ἢ τέκνων, ἢ ὅσοις ἄλλοις ὀνόμασι τῆς μικρᾶς οἰκειότητος κατεχόμεθα, τούτων πρὸς ὀλίγον διαζευχθέντες, καὶ τῷ Χριστοῦ καρποφορήσαντες αἵματι τὰ ὑπὲρ Χριστοῦ πάθη, νῦν ἂν ἐκεῖνο λέγοιεν καὶ ᾄδοιεν ἐν καιρῷ, τὸ, Ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν· διήλθομεν διὰ πυρὸς καὶ ὕδατος· καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.
8. Καλῶ καὶ τὴν ἑτέραν μοῖραν εἰς τὴν πανήγυριν, ὅσοι, τὸν μὲν τῶν ὅλων ὁμολογοῦντες Θεὸν, καὶ μέχρι τούτου τοὺς λογισμοὺς ὑγιαίνοντες τοῖς δὲ τῆς προνοίας λόγοις οὐκ ἐμβατεύοντες, ἐκ τῶν ἐναντίων πολλάκις τὰ βελτίω διοικουμένης, καὶ τῇ χρηστότητι προκαλουμένης τὴν ἐπανόρθωσιν, ἀλλὰ διὰ πτωχείαν ψυχῆς καὶ κουφότητα, ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ τοὺς λογισμοὺς, ἐμπυριζόμενοί τε καὶ ἀναπτόμενοι, καὶ εἰρήνην ἁμαρτωλῶν οὐ φέροντες, ὃ δὴ φησὶν ὁ ψαλμὸς, οὐδ᾿ ὑπομένοντες τοῦ Θεοῦ τὴν βουλὴν, καὶ πρὸς τὸ πέρας μακροθυμοῦντες· δοῦλοι δὲ ὄντες ἀεὶ τῶν παρόντων καὶ τῶν ὁρωμένων, τοῖς τοιούτοις θαύμασι βεβαιοῦνται πρὸς τὴν ἀλήθειαν.
9. Καλῶ καὶ τὰς ἐπτοημένας ψυχὰς περὶ τὴν τοῦ κόσμου τοῦδε σκηνὴν καὶ τὸ μέγα θέατρον· καὶ καλῶ γε τοῖς Ἡσαΐου ῥήμασι· Γυναῖκες ἐρχόμεναι ἀπὸ θέας, δεῦτε, καὶ τὸ τῆς ψυχῆς ὄμμα ἐκ τῆς ἔξω περιπλανήσεως ἐπιστρέψασαι, σχολάσατε καὶ γνῶτε, ὅτι αὐτός ἐστιν ὁ Θεὸς, ὑψούμενος ἐν τοῖς ἔθνεσιν, ὑψούμενος ἐν τῇ γῇ, ἀεί ποτε ἐν πᾶσιν οἷς ἐποίησε θαυμασίοις καὶ τέρασι, καὶ τοῖς νῦν ἐναργέστερον.
10. Εἴθε μοι τοῦ χοροῦ μέρος ἦν κἀκεῖνο τὸ σύστημα, ὅ, σὺν ἡμῖν τέως τῷ Θεῷ προσᾷδον οὐ κίβδηλον ᾠδὴν, οὐδὲ ἀδόκιμον, ἀλλὰ καὶ τῆς δεξιᾶς ποτε στάσεως ἀξιούμενον, πιστεύω δὲ, ὅτι καὶ μετ᾿ ὀλίγον ἀξιωθησόμενον, οὐκ οἶδ᾿ ὅ τι παθὸν, ἐξαίφνης μεθαρμόζεταί τε καὶ μετατάττεται· καὶ οὐδὲ ὑπὸ τῆς κοινῆς εὐφροσύνης, ὃ καὶ θαυμάζω μᾶλλον. εἰς ταυτὸν ἔρχεται· ἀλλ᾿ ἰδίαν ἵστησιν οὐκ εὔρυθμόν τινα ταύτην χορείαν, οὐδὲ ἐναρμόνιον· τοσοῦτον γὰρ ἴσως εἰπεῖν καὶ αὐτοὶ δώσουσιν· ἀλλ᾿ ὁποίαν καὶ τίνα; εἰ καὶ κινεῖται λέγειν ὁ ζῆλος, ἀλλ᾿ ἡ πίστις κρατεῖ· καὶ καθέξω τοῦ λόγου τὸ ἀηδὲς αἰδοῖ τῆς ἐλπίδος. Ἔτι μου περιέπω τὰ μέλη· ἔτι δίδωμι πλέον τῇ πρὶν ἀγάπῃ τῆς παρούσης ὑπεροψίας· καὶ διὰ τοῦτο γίνομαι μακροθυμότερος, ἵν᾿ ὀνειδίσω θερμότερον.
11. Μίαν μοῖραν, ἑν ψυχῶν γένος ἀποκηρύττω τῆς πανηγύρεως, στένων μὲν καὶ ἀλγῶν, καὶ οὐδὲ ἐπαΐοντας ἴσως πενθῶν, οὐδ᾿ αἰσθανομένους τῆς ἑαυτῶν ἀπωλείας ἀποδυρόμενος· τοῦτο γὰρ τῆς πληγῆς αὐτῶν τὸ ἐλεεινότατον· ἀποκηρύττω δ᾿ ὅμως, οἳ, σπαρέντες οὐκ ἐπὶ τὴν στερεὰν πέτραν καὶ ἄσειστον, ἀλλ᾿ ἐπὶ τὴν ξηράν τε καὶ ἄγονον· εἰσὶ δὲ οἱ τῷ λόγῳ προσελθόντες ἐπιπολαίως καὶ ὀλιγόπιστοι, καὶ διὰ τὸ μὴ ἔχειν βάθος γῆς, εὐθέως ἐξανατείλαντες, καὶ προκύψαντες, ἵνα τοῖς πλησίον ἀρέσωσιν, ἔπειτα ὑπὸ βραχείας τοῦ πονηροῦ προσβολῆς καὶ ὀλίγου πειρασμῶν καύσωνος, ἐξηράνθησαν καὶ ἀπέθανον. Καὶ τούτων ἔτι χείρους, καὶ μᾶλλον ἀποκηρυκτέοι τῆς πανηγύρεως, ὅσοι μηδὲ πρὸς ὀλίγον ἀντέβησαν τῷ καιρῷ, καὶ τοῖς τὴν κακὴν αἰχμαλωσίαν ἡμᾶς αἰχμαλωτίζουσιν ἀπὸ τοῦ ἀναβάντος εἰς ὕψος, καὶ καλῶς ἡμᾶς αἰχμαλωτίσαντος· ἀλλ᾿ ἐκ περιουσίας ἐφάνησαν πονηροί τε καὶ εὔωνοι, οὐδὲ πρὸς ὀλίγον ἀντισχόντες, οὐδὲ γενομένης τινὸς αὐτοῖς θλίψεως, ἢ πειρασμοῦ, διὰ τὸν Λόγον σκανδαλισθέντες, ἀλλὰ προσκαίρου κέρδους, ἢ θεραπείας, ἢ δυναστείας μικρᾶς, οἱ δείλαιοι τὴν ἑαυτῶν σωτηρίαν ἀπεμπολήσαντες.
12. Ἐπεὶ δὲ ἀνεκαθήραμεν τῷ λόγῳ τοῦ χοροῦ τὸ πλήρωμα, φέρε, ὅση δύναμις, ἁγνισάμενοι καὶ σώματα, καὶ ψυχὰς, καὶ μίαν ἀναλαβόντες φωνὴν, ἑνὶ συναρμοσθέντες Πνεύματι, τὴν ἐπινίκιον ᾄδωμεν ἐκείνην ᾠδὴν, ἥν ποτε ᾖσεν ὁ Ἰσραὴλ ἐπὶ τοῖς Αἰγυπτίοις, τῇ Ἐρυθρᾷ καλυφθεῖσι θαλάσσῃ, ἐξαρχούσης Μαρίας, καὶ ἀνακρουομένης τὸ τύμπανον· Ἄ,σωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔῤῥιψεν, οὐκ εἰς θάλασσαν, τοῦτο γὰρ μεθαρμόζω τῆς ᾠδῆς, ἀλλ᾿ ὅποι φίλον ἦν αὐτῷ, καὶ ὅπως αὐτὸς ἐδικαίωσεν· Ὁ ποιῶν πάντα καὶ μετασκευάζων, εἶπέ που τῆς ἑαυτοῦ προφητείας Ἀμὼς φιλοσοφῶν ἐνθεώτατα· ὁ ἐκτρέπων εἰς τὸ πρωῒ σκιὰν θανάτου, καὶ ἡμέραν εἰς νύκτα συσκοτάζων, καὶ οἱονεὶ διὰ κύκλου τινὸς εὐθύνων καὶ διεξάγων τὸν ἅπαντα κόσμον, καὶ τὰ ἡμέτερα, σαλευόμενά τε ὁμοῦ καὶ μὴ σαλευόμενα, ταῖς μεταβολαῖς κινούμενα καὶ περιτρεπόμενα, καὶ ἄλλοτε ἄλλως ἔχοντα· τῇ τάξει δὲ τῆς προνοίας πάγια καὶ ἀκίνητα, κἂν διὰ τῶν ἐναντίων ὁδεύῃ, τῷ Λόγῳ μὲν δήλων, ἡμῖν δὲ ἀγνοουμένων· ὁ καθαίρων δυνάστας ἀπὸ θρόνων, καὶ ἀνυπονόητον κοσμῶν διαδήματι· παρὰ γὰρ τῆς θείας καὶ τοῦτο λαμβάνω Γραφῆς· ὁ γόνασιν ἀδυνατοῦσι θάρσος περιτιθεὶς, καὶ συντρίβων ἁμαρτωλοῦ καὶ πονηροῦ βραχίονας καὶ ταῦτα παρ᾿ ἄλλης ᾠδῆς, ὅπως ἂν ἕκαστον ἐπίῃ τῇ μνήμῃ, πολλῶν συμπληρούντων μοι τὴν ᾠδὴν, καὶ συνερανιζόντων τὸν χαριστήριον· ὁ διδοὺς ὁρᾶσθαι τοῦ ἀσεβοῦς καὶ τὴν ὑπὲρ τὰς κέδρους ἔπαρσιν, καὶ τὴν εἰς τὸ μηκέτι εἶναι καθαίρεσιν· ὅταν αὐτοῦ παρελθεῖν δυνηθῶμεν τάχει καὶ ἀςφαλείᾳ ποδὸς τὴν ἀσέβειαν.
13. Τίς ταῦτα πρὸς ἀξίαν ἄσεται, καὶ διηγήσεται τῶν τὰ θεῖα διηγουμένων; Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; τίνα φωνὴν, ἢ τίνα λόγου δύναμιν ἐξισώσει τῷ θαύματι; Τίς συνέτριψεν ὅπλον, καὶ ῥομφαίαν, καὶ πόλεμον; Τίς συνέθλασε τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος; Τίς ἔδωκεν αὐτὸν βρῶμα λαοῖς, οἷς καὶ παρέδωκε; Τίς ἔστησεν εἰς αὔραν καταιγίδα; Τίς εἶπε τῇ θαλάσσῃ, Σιώπα, πεφίμωσο; καὶ, Ἐν σοὶ συντριβήσεταί σου τὰ κύματα· καὶ μέντοι καὶ συντρίψας, οὐκ ἐπὶ πολὺ μετεωρισθέντα καὶ ἀναζέσαντα; Τίς ἐπάνω ὄφεων καὶ σκορπίων πατεῖν ἐδωρήσατο, οὐκ ἔτι λάθρα τὴν πτέρναν τηρούντων, ὡς ἡ κατάκρισις, ἀλλὰ φανερῶς ἐπανισταμένων καὶ διαιρόντων τὴν κεφαλὴν, ἣν πατεῖσθαι κατεδικάσθησαν; Τίς ὁ ποιήσας κρῖμα καὶ δικαιοσύνην ἀδόκητον; Τίς ὁ μὴ παντελῶς ἐπαφεὶς τὴν ῥάβδον τῶν ἁμαρτωλῶν, ἆρα θαῤῥῆσαι χρὴ τῷ κλήρῳ τῶν δικαίων εἰπεῖν; ἢ, ὃ τούτου μετριώτερον, τῷ κλήρῳ αὐτὸν γινωσκόντων;
14. Οὐ γὰρ ὡς δίκαιοι παρεδόθημεν, τοῦτο γὰρ, ὀλίγοι καὶ ὀλιγάκις· ἵν᾿, ὡς ἀθληταὶ γενναῖοι, τὸν πειραστὴν καταισχύνωσιν· ἀλλ᾿ ὡς ἁμαρτάνοντες κατεκρίθημεν, εἶτα ἠλεήθημεν κηδεμονικῶς τε καὶ πατρικῶς, ὅσον σωφρονισθῆναι, πληγέντες, καὶ ὅσον πρὸς αὐτὸν ἐπιστρέψαι νουθετηθέντες. Ἤλεγξε μὲν γὰρ, οὐ τῷ θυμῷ δέ· καὶ πεπαίδευκε μὲν, οὐ τῇ ὀργῇ δέ· δι᾿ ἀμφοτέρων δεικνὺς τὸ φιλάνθρωπον καὶ τῆς ὑπομνήσεως, καὶ τῆς ἀνέσεως. Τίς ὁ ποιήσας ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς, Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ.
15. Μίαν εὑρίσκω φωνὴν, ἑν μέλος, τῶν παρόντων πως ἄξιον, ἣν Ἡσαΐας πρὸ ἡμῶν ἀνεφθέγξατο, σφόδρα τῷ νῦν καιρῷ πρέπουσαν, καὶ τῷ μεγέθει τῆς εὐεργεσίας ἁμιλλωμένην· Εὐφραινέσθω ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην· ῥηξάτω τὰ ὄρη εὐφροσύνην, καὶ οἱ βουνοὶ ἀγαλλίασιν· ἐπεὶ καὶ κτίσις πᾶσα, καὶ δυνάμεις οὐράνιοι, καὶ τῶν τοιούτων, ὥς γε δὴ ὁ ἐμὸς λόγος, συνεπαισθάνονται· οὐ γὰρ συστενάζει μόνον καὶ συνωδίνει δουλεύουσα τῇ φθορᾷ, τοῖς κάτω λέγω γινομένοις τε καὶ ἀπογινομένοις, ἀποκαραδοκοῦσα τὸ τέλος τούτων καὶ τὴν ἀποκάλυψιν, ἵνα καὶ αὐτὴ τότε τύχῃ τῆς ἐλπιζομένης ἐλευθερίας, ὡς νῦν ἄκουσα τούτοις προσδεδεμένη διὰ τὴν τοῦ δημιουργήσαντος δύναμιν, ἀλλὰ καὶ συνδοξάζει καὶ συναγάλλεται τοῖς τοῦ Θεοῦ τέκνοις εὐφραινομένοις.
16. Τοιγαροῦν, οὐ γὰρ ἀφέξομαι θείων φωνῶν θείαν ἐξηγούμενος δύναμιν, ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον, ἡ χήρα χθὲς καὶ πρώην, ὥς γε ἐδόκει, καὶ ἄνανδρος Ἐκκλησία, καὶ πᾶς ὁ τῷ φθονερῷ καὶ ἀτερπεῖ χειμῶνι τῆς ἀσεβείας τέως συνεσταλμένος· ὅτι ἠλέησε Κύριος τὸν λαὸν αὐτοῦ, καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλέλοιπεν· ὅτι ἐποίησε θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν· ἡ δὲ ἦν, εὐδοκεῖν ἐπὶ τοὺς φοβουμένους αὐτὸν, καὶ τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ· ὅτι συνέτριψε πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν· ὅτι διὰ τὰς ἀνομίας ἡμῶν ἐταπεινώθημεν, ἀλλ᾿ ἀνεκλήθημεν, καὶ, τῆς παγίδος συντριβείσης, ἐῤῥύσθημεν ἐν χάριτι τοῦ καλέσαντος ἡμᾶς, καὶ τοὺς ταπεινοὺς τῇ καρδίᾳ παρακαλοῦντος Θεοῦ. 17. Ὁρᾶτε ὅπως πλέκω τὴν ᾠδὴν θείοις καὶ ῥήμασι καὶ διανοήμασι; καὶ οὐκ οἶδ᾿ ὅπως ἀλλοτρίοις ἐπαίρομαί τε καὶ καλλωπίζομαι, καὶ ὥσπερ ἔνθους ὑφ᾿ ἡδονῆς γίνομαι· ἀτιμάζω δὲ ἅπαν ταπεινὸν καὶ ἀνθρώπινον, ἄλλα ἄλλοις συμβιβάζων καὶ συναρμόζων, καὶ εἰς ἑν ἄγων τὰ τοῦ αὐτοῦ Πνεύματος;
15. Πρότερον μὲν οὖν ἐδείκνυ τοῦ Θεοῦ τὰ θαυμάσια Ἐνὼχ μετατιθέμενος, Ἡλίας ἀναλαμβανόμενος, Νῶε διασωζόμενος, καὶ διασώζων τὰ σπέρματα τῶν γενῶν, ἐν μικρῷ ξύλῳ τὸν κόσμον, φυγόντων οἰκουμένης ἐπίκλυσιν, ἵν᾿ ἡ γῆ κοσμηθῇ πάλιν εὐσεβεστέροις οἰκήτορσιν· Ἀβραὰμ καλούμενος, καὶ παιδὶ παρ᾿ ἡλικίαν τιμώμενος, εἰς πίστιν ἑτέρου τοῦ ἐπηγγελμένου σπέρματος, καὶ τὸν μονογενῆ προσφέρων θυσίαν πρόθυμον, καὶ ἱερεῖον ξένον ἀντὶ τοῦ παιδὸς κομιζόμενος· παράδοξος ἀσεβῶν ἀπώλεια, πυρὶ καὶ θείῳ κατακλυσθέντων, εὐσεβῶν κλοπὴ παραδοξοτέρα, στήλη ἁλὸς τὴν πρὸς τὸ κακὸν ἐπιστροφὴν θριαμβεύουσα· Ἰωσήφ τε πιπρασκόμενος, καὶ ἐρώμενος, καὶ σωφρονῶν, καὶ παρὰ Θεοῦ σοφιζόμενος, καὶ ἐλευθερούμενος, καὶ δυναστεύων, καὶ σιτοδοτῶν ἐπ᾿ οἰκονομίᾳ μείζονι· Μωϋσῆς θεοφανείας ἀξιούμενος, καὶ νομοθετούμενος καὶ νομοθετῶν, καὶ Θεὸς Φαραὼ γινόμενος, καὶ πρὸς τὴν γῆν τῆς ἐπαγγελίας τῷ Ἰσραὴλ ἐξηγούμενος· Αἰγυπτίων τε ἀριθμούμεναι μάστιγες, καὶ σωτηρία τῶν πονουμένων ἐν μέσοις τοῖς Αἰγυπτίοις· θάλασσά τε ὑποχωροῦσα ῥάβδῳ, καὶ συνιοῦσα λόγῳ, καὶ τοὺς μὲν ὡς ξηρὰ παραπέμπουσα, τοὺς δὲ κατὰ τὴν φύσιν ἑαυτῆς ἐπιῤῥέουσα.
19. Τἄλλα τε, ὅσα τούτοις ἐπηκολούθησε, στύλος νεφέλης ἐπισκιάζων ἡμέρας, στύλος πυρὸς φωτίζων νυκτὸς, καὶ ὁδηγοῦντες ἀμφότεροι· ἄρτος ὑόμενος ἐν ἐρήμῳ, ὄψον ἐξ οὐρανοῦ πεμπόμενον· ὁ μὲν τῇ χρείᾳ σύμμετρος, τὸ δὲ καὶ ὑπὲρ τὴν χρείαν· ὕδωρ ἐκ πέτρας, τὸ μὲν ἐκδιδόμενον, τὸ δὲ γλυκαινόμενον· Ἀμαλὴκ εὐχῇ καταπολεμούμενος, καὶ χειρῶν ἀποῤῥήτῳ καὶ μυστικῷ σχήματι· ἥλιός τε ἱστάμενος, καὶ σελήνη κατεχομένη, καὶ Ἰορδάνης ἀνακοπτόμενος· τείχη κατασειόμενα ἱερέων περιόδῳ, καὶ σαλπίγγων ἤχῳ, καὶ ἀριθμῷ δύναμιν ἔχοντι· γῆ καὶ πόκος, ἐναλλὰξ ὑόμενά τε καὶ ἄβροχα διαμένοντα· δύναμις ἐν θριξὶ, στρατιᾶς ὅλης ἀντίῤῥοπος· λογάδες ὀλίγοι λάπτοντες, καὶ νικᾷν πιστευόμενοι, καὶ νικῶντες, κατὰ τὰς ἐλπίδας, ὁ βραχὺς ἀριθμὸς τὰς πλείονας χιλιάδας. Τί με δεῖ καταριθμεῖν ἕκαστα, ὅσα δι᾿ αὐτοῦ Χριστοῦ κατὰ τὴν σωτήριον αὐτοῦ παρουσίαν καὶ σάρκωσιν, ὅσα μετ᾿ ἐκεῖνόν τε καὶ δι᾿ ἐκείνου τοῖς ἱεροῖς ἀποστόλοις αὐτοῦ, καὶ ὑπηρέταις τοῦ λόγου τεθαυματούργηται; Πόσαι ταῦτα καὶ βίβλοι καὶ μνῆμαι φέρουσι; 20. ὅπως ἂν γνῷ γενεὰ ἑτέρα, καὶ διαδοχαὶ γενεῶν, τῆς τοῦ Θεοῦ δυναστείας τὰ θαύματα. Ἐπεὶ δὲ οὐχ οἷόν τε ταῦτα δηλῶσαι, μὴ τὸ τοῦ κινδύνου παραστήσαντας μέγεθος· τοῦτο δὲ οὐχ οἷόν τε, μὴ τὸ τοῦ τρόπου κακόηθες διελέγξαντας, καὶ ἐξ οἵων ἀρχῶν καὶ τῆς κακίας σπερμάτων ἐπὶ τὴν κακοδαιμονίαν τοσαύτην ἐξέπεσε, κατὰ μικρὸν τὴν ἀσέβειαν συναυξήσας, ὥσπερ τὸν ἰὸν τῶν ἑρπετῶν καὶ τῶν θηρίων ὅσα πικρότατα, πάντα μὲν οὖν ἐκτραγῳδεῖν τὰ ἐκείνου βίβλοις καὶ ἱστορίαις παρήσομεν· οὐ γὰρ ἡμῖν γε σχολὴ μακρότερα τῆς παρούσης ὑποθέσεως ῥαψῳδεῖν· αὐτοὶ δὲ ὀλίγα ἐκ πολλῶν διελθόντες, στηλογραφίαν ὥσπερ τινὰ τοῖς μεθ᾿ ἡμᾶς καταλείψομεν ἐπὶ τὰ κυριώτατα καὶ περιφανέστατα τῶν κατ᾿ ἐκεῖνον τῷ λόγῳ χωρήσαντες.
21. Ἐκεῖνος ἑν μὲν καὶ πρῶτον, ὑπὸ τοῦ μεγάλου Κωνσταντίου σωθεὶς, ἄρτι παρὰ τοῦ πατρὸς διαδεξαμένου τὸ κράτος (ἡνίκα τὸ στρατιωτικὸν ἐξωπλίσθη κατὰ τῶν ἐν τέλει, καινοτομοῦν φόβῳ καινοτομίας, καὶ διὰ νέων προστατῶν καθίστατο τὰ βασίλει)α· καὶ σωθείς γε σὺν τῷ ἀδελφῷ σωτηρίαν ἄπιστον καὶ παράδοξον, οὔτε τῷ Θεῷ χάριν ἔσχε τῆς σωτηρίας, οὔτε τῷ βασιλεῖ, δι᾿ οὗ σέσωστο· ἀλλ᾿ ἀμφοτέροις ὤφθη κακὸς, τῷ μὲν ἀποστασίαν ὠδίνων, τῷ δὲ ἐπανάστασιν.
22. Ὃ δέ μοι πρὸ τούτων εἰπεῖν ἀναγκαῖον, διαίτης μὲν καὶ θεραπείας ἔν τινι τῶν βασιλικῶν χωρίων ἠξιοῦντο βασιλικῆς παρὰ τοῦ φιλανθρωποτάτου βασιλέως, ὡς τοῦ γένους λείψανα τῇ βασιλείᾳ τηρούμενοι· ὁμοῦ μὲν ἀπολογίαν ἐπινοοῦντος τῶν νεωτερισθέντων ἐν ἀρχῇ τῆς βασιλείας, ὡς οὐ κατ᾿ ἐκείνου γνώμην τετολμημένων· ὁμοῦ δὲ καὶ τὸ μεγαλόψυχον ἐπιδείξασθαι ζητοῦντος τῇ κοινωνίᾳ τῆς βασιλείας· καὶ τρίτον, τὴν ἀρχὴν καταστήσασθαι ταῖς προσθήκαις βεβαιοτέραν, ὅπερ ἦν διανοουμένου χρηστότερα ἢ σοφώτερα.
23. Ἐπεὶ δὲ ἦγον ἀπὸ πάντων σχολὴν, τῆς μὲν βασιλείας μελλούσης ἔτι καὶ μελετωμένης, τῆς δὲ ἡλικίας ἅμα καὶ τῆς ἐλπίδος ταῖς δευτέραις τῶν ἀρχῶν οὐ προσαγούσης, ἐχρῶντο μὲν καὶ τῶν ἄλλων παιδευταῖς μαθημάτων, πᾶσαν τὴν ἐγκύκλιον παίδευσιν ἐκπαιδεύοντος αὐτοὺς τοῦ θείου καὶ βασιλέως· ἐχρῶντο δὲ καὶ τῇ καθ᾿ ἡμᾶς φιλοσοφίᾳ πλέον, οὐ τῇ περὶ λόγους μόνον, ἀλλ᾿ ὅση καὶ διὰ τῶν ἠθῶν ἔχει τὸ εὐσεβές· ἀνδρῶν τε τοῖς σπουδαιοτάτοις προσομιλοῦντες, καὶ πράξεων ταῖς χαριεστάταις, καὶ πολλὴν ἐχούσαις τῆς ἀρετῆς τὴν ἐπίδειξιν· τῷ μέν γε κλήρῳ φέροντες ἑαυτοὺς ἐγκατέλεξαν, ὥστε καὶ τὰς θείας ὑπαναγινώσκειν τῷ λαῷ βίβλους, οὐδενὸς ἔλαττον εἰς δόξαν αὐτοῖς τοῦτο εἶναι νομίζοντες, ἀλλὰ καὶ πάντων μεῖζον καλλώπισμα τὴν εὐσέβειαν.
24. Μαρτύρων τε μνήμασι πολυτελεστάτοις, καὶ ἀναθημάτων φιλοτιμίαις, καὶ πᾶσιν οἷς ὁ θεῖος φόβος χαρακτηρίζεται, τὸ φιλόσοφον καὶ φιλόχριστον κατεμήνυον· ὁ μὲν, καὶ κατ᾿ ἀλήθειαν εὐσεβῶν· καὶ γὰρ ἦν, εἰ καὶ τὴν φύσιν θερμότερος, ἀλλ᾿ οὖν γνήσιος εἰς εὐσέβειαν· ὁ δὲ, τὸν καιρὸν ἐξωνούμενος, καὶ κρύπτων ἐν ἐπιεικείας πλάσματι τὸ κακόηθες. Τεκμήριον δέ· καὶ γὰρ οὐκ ἂν δυναίμην παραδραμεῖν τὸ συμβὰν θαῦμα, σφόδρα τε ὂν μνήμης ἄξιον, καὶ πολλοὺς παιδεῦσαι τῶν ἀσεβῶν δυνάμενον.
25. Ἔκαμνον μὲν τοῖς μάρτυσιν, ὅπερ εἶπον, ἀμφότεροι, καὶ ἀντεφιλοτιμοῦντο λαμπρῶς ἀλλήλοις, καὶ χειρὶ πολλῇ καὶ δαπάνῃ τὸν οἶκον ἐγείροντες· ἐπεὶ δὲ οὐκ ἐκ τῆς αὐτῆς προαιρέσεως, οὐδὲ εἰς ὅμοιον πέρας προέβαινεν ἀμφοτέροις ὁ πόνος· τοῦ μὲν γὰρ τὸ ἔργον ἠνύετο, καὶ κατὰ λόγον ἐχώρει, τοῦ πρεσβυτέρου λέγω τῶν ἀδελφῶν, οἷα τοῦ Θεοῦ τὴν ἐπίδοσιν ἑτοίμως προσιεμένου, κατὰ τὴν Ἄβελ θυσίαν, ὀρθῶς καὶ προσενεχθεῖσαν καὶ διαιρεθεῖσαν· καὶ ἦν ὥσπερ πρωτοτόκου τις καθιέρωσις ἡ ἐπίδοσις· τοῦ δὲ, φεῦ τῆς ἐντεῦθεν ἤδη τῶν ἀσεβῶν ἀτιμίας τὰ ἐκεῖθεν μαρτυρομένης, καὶ μικροῖς μηνύμασι τὰ μεγάλα προκηρυττούσης, ὥσπερ τὴν Κάιν θυσίαν ὁ τῶν μαρτύρων Θεὸς ἀπεπέμπετο.
20. Καὶ ὁ μὲν ἐπόνει, ἡ δὲ γῆ τὸ πονηθὲν ἀπεσείετο. Καὶ ὁ μὲν ἐφιλονείκει μᾶλλον, ἡ δὲ ἀπηξίου δέχεσθαι θεμελίους τοῦ σαθροῦ πρὸς εὐσέβειαν, οἷα βοῶσα τὸν ἐσόμενον ἐξ ἐκείνου σεισμὸν, καὶ τιμῶσα τοὺς μάρτυρας τῇ περὶ τὸν ἀσεβέστατον ἀτιμίᾳ. Τοῦτο τὸ ἔργον προφητεία τις ἦν τῆς ὕστερον τοῦ ἀνδρὸς αὐθαδείας καὶ ἀπονοίας, καὶ τῆς εἰς μάρτυρας ἀτιμίας, καὶ περὶ τοὺς ἁγίους οἴκους παρανομίας· τοὺς μὲν ἄλλους λανθάνουσα, τὸν δὲ διώκτην πόῤῥωθεν προδιώκουσα, καὶ τὰ τῆς ἀσεβείας ἐπίχειρα προσημαίνουσα.
27. Ὢ ψυχῆς σοφῆς εἰς τὸ κακοποιῆσαι, τὴν δὲ ἰδίαν οὐ φευγούσης βάσανον! Ὢ Θεοῦ τὸ μέλλον κηρύττοντος, ἵνα ἢ ἀνακόψῃ τὴν ἀσέβειαν, ἢ δείξῃ τὴν πρόγνωσιν! Ὢ παραδόξου μὲν, ἀληθοῦς δὲ πλέον ἢ παραδόξου θαύματο!ς Ὢ τῆς τῶν μαρτύρων φιλαδελφία!ς Οὐκ ἐδέξαντο τιμὴν τοῦ πολλοὺς μάρτυρας ἀτιμάσοντος· οὐ προσήκαντο δῶρον τοῦ πολλοὺς ἀθλητὰς ἀποδείξοντος, μᾶλλον δὲ φθονήσοντος καὶ αὐτῆς τῆς ἀθλήσεως· ἢ, τό γε ἀληθέστερον εἰπεῖν, οὐκ ἤνεγκαν μόνοι μαρτύρων ὑβρίζεσθαι, τῶν ἄλλων ὁσίαις χερσὶ τεθησομένων τε καὶ θεραπευθησομένων, οὐδὲ δοῦναι τῷ σοφιστῇ τῆς κακίας ταῖς ὕβρεσιν ἐγκαυχήσασθαι· ἵνα μὴ παρὰ τῆς αὐτῆς χειρὸς τὰ μὲν ἀνιστῆται μαρτύρων μνήματα, τὰ δὲ καταλύηται· καὶ οἱ μὲν τιμῶνται μάρτυρες, οἱ δὲ ἀτιμάζωνται, μικρὸν φθανούσης τῆς ἐν σχήματι τιμῆς τὴν ἀληθινὴν ἀτιμίαν· μηδὲ πρὸς τῷ μεγέθει τῆς ὕβρεως καὶ σοφὸς εἶναι νομίσῃ παρ᾿ ἑαυτῷ, λανθάνων, ὥσπερ ἀνθρώπους, οὕτω καὶ Θεὸν τὸν πάντων ὀξύτατον καὶ σοφώτατον, καὶ δρασσόμενον τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, διὰ τοῦ φαινομένου προβλήματος· ἀλλὰ γινώσκῃ νοούμενος, καὶ μὴ ὑπεραίρηται καταλαμβανόμενος.
28. Εἰ γὰρ καὶ τὴν ἀσέβειαν οὐκ ἐπέσχεν ὁ τῶν μαρτύρων Θεὸς, οὐδὲ τὴν μελετωμένην καὶ κρυπτομένην κακίαν ὥσπερ ῥεῦμα πονηρὸν εὐθὺς ἀνεξήρανεν, ἢ ἀνέκοψεν, οἷς αὐτὸς ἠπίστατο λόγοις, κατὰ τὴν ἄῤῥητον αὐτοῦ σοφίαν τε καὶ κυβέρνησιν, καθ᾿ ἣν καὶ τὰς Ἀμοῤῥαίων ἀνομίας ἀναπληρωθῆναι ᾠκονόμει· ἀλλ᾿ ἔδει τήν τε κακοήθειαν μισηθῆναι, καὶ τὴν τιμὴν ἀπωσθῆναι τῶν πολλῶν ἕνεκεν, καὶ δειχθῆναι τοῦ Θεοῦ τὴν περὶ πάντα τὰ προσφερόμενα ἰσότητά τε καὶ καθαρότητα.
29. Ὁ γὰρ εἰπὼν ἀσεβοῦντι τῷ Ἰσραήλ· Ἐὰν προσφέρητε σεμίδαλιν, μάταιον· θυμίαμα βδέλυγμά μοί ἐστι· τάς τε Νουμηνίας αὐτῶν καὶ τὰ Σάββατα, καὶ ἡμέραν μεγάλην οὐ προσιέμενος· μηδὲ γὰρ δεῖσθαι, πλήρης ὤν, μηδενὸς τῶν ἀνθρωπίνων τε καὶ μικρῶν, ἵνα χαίρῃ καὶ τοῖς ἀναξίως προσφερομένοις· τήν τε τοῦ ἀνόμου θυσίαν, κἂν ᾖ μόσχος, ὡς κυνὸς βδελυττόμενος, καὶ ὡς βλασφημίαν τὸν λίβανον, καὶ ἄλλαγμα πόρνης ἐξορίζων τοῦ ἱεροῦ καὶ ἀποσειόμενος, μόνην δὲ θυσίαν τιμῶν, ἣν καθαραὶ τῷ καθαρωτάτῳ προσφέρουσι χεῖρες, καὶ νοῦς ὑψηλός τε καὶ ἡγνισμένος· τί θαυμαστὸν, εἰ μηδὲ τὴν ἐκείνου τιμὴν προσεδέξατο πονηρῶς τε καὶ μετὰ πονηρᾶς τῆς διανοίας προσαγομένην, ὁ μὴ καθορῶν ὡς ἄνθρωπος, μηδὲ εἰς τὸ φαινόμενον βλέπων, ἀλλ᾿ εἰς τὸν κρυπτὸν ἄνθρωπον, καὶ εἰς τὸ ἔνδον τῆς κακίας ἢ τῆς ἀρετῆς ἐργαστήριον; Τοῦτο μὲν δὴ τοιοῦτο· καὶ εἴ τις ἀπιστεῖ, τοὺς τεθεαμένους αὐτοὺς ἐπιμαρτυρόμεθα· πολλοὶ δέ εἰσιν, οἳ καὶ ἡμῖν καὶ τοῖς ἔπειτα τὸ θαῦμα τοῦτο παρέπεμψάν τε καὶ παραπέμψουσιν.
30. Ἐπεὶ δὲ εἰς ἄνδρας προιόντες ἤδη τῶν ἐν φιλοσοφίᾳ δογμάτων ἥψαντο (ὡς μήποτε ὤφελον!) καὶ τὴν ἐκ τοῦ λόγου προσελάμβανον δύναμιν, ἢ τοῖς μὲν ἐπιεικέσιν ἀρετῆς ὅπλον, τοῖς δὲ μοχθηροτέροις κέντρον κακίας γίνεται, οὐκέτι κατέχειν ὅλην τὴν νόσον οἷός τε ἦν, οὐδὲ παντελῶς τὸν τῆς ἀσεβείας δόλον ἐν ἑαυτῷ μόνῳ φιλοσοφεῖν· ἀλλ᾿ ὥσπερ πῦρ ἐμφωλεῦον ὕλῃ, κἂν μήπω πρὸς φλόγα λαμπρὰν ἀρθῇ, σπινθῆρές τινες ἐξάπτοντες ἢ καπνὸς ἐκ βάθους ὑποσημαίνουσιν· εἰ βούλει δὲ, τῶν πηγῶν αἳ σήραγγάς τινας ὑποτρέχουσαι μετὰ πνεύματος, εἶτ᾿ εὐρυχωρίαν οὐκ ἔχουσαι, οὐδὲ διέξοδον ἐλευθέραν, πολλαχοῦ τῆς γῆς ἀναφυσῶσι καὶ ὑπηχοῦσι κάτωθεν, ὑπὸ μὲν τῆς τοῦ πνεύματος ἀνωθούμεναι, ὑπὸ δὲ τῆς ἄνωθεν βίας κατεχόμεναί τε καὶ ἀνακοπτόμεναι· οὕτω καὶ αὐτὸς τὸ μὲν πολὺ τῆς ἀσεβείας κατέκρυπτεν ὑπὸ τοῦ καιροῦ καὶ τῆς τοῦ κρατοῦντος παιδαγωγίας· οὔπω γὰρ τὸ φανερῶς ἀσεβεῖν ἦν ἀσφαλές· ἔστι δὲ ὅποι καὶ παρεγύμνου τὸ τῆς γνώμης ἀπόῤῥητον τοῖς ὀξυτέροις τὴν ἀσέβειαν ἢ τὴν σύνεσιν· ἔν τε τοῖς πρὸς τὸν ἀδελφὸν λόγοις πλέον ἢ καλῶς εἶχεν, ὑπὲρ Ἑλλήνων διατεινόμενος (προφάσει δῆθεν ὡς τὸν ἥττω γυμνάζων λόγον, τὸ δὲ ἦν ὄντως γυμνασία κατὰ τῆς ἀληθεία)ς, καὶ πᾶσι χαίρων οἷς ἀσεβὴς τρόπος χαρακτηρίζεται.
31. Ἐπεὶ δὲ τὸν μὲν ἀδελφὸν ἡ φιλανθρωπία τοῦ αὐτοκράτορος ἀποδείκνυσι βασιλέα, καὶ μέρος οὐκ ὀλίγον ἐγχειρίζεται τῆς οἰκουμένης, τῷ δὲ ὑπῆρχε κατὰ πολλὴν ἐξουσίαν καὶ ἄδειαν, καὶ λόγων καὶ διδασκάλων τοῖς ὀλεθριωτάτοις προσομιλεῖν (Ἀσία δὲ ἦν αὐτῷ τὸ τῆς ἀσεβείας διδασκαλεῖον, ὅση τε περὶ ἀστρονομίαν καὶ τὰς γενέσεις, καὶ φαντασίαν προγνώσεως τερατεύεται, καὶ τὴν ἑπομένην τούτοις γοητικήν)· ἑν ἔτι τὸ λεῖπον ἦν, προστεθῆναι τῇ ἀσεβείᾳ καὶ δύναμιν. Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ ταύτην δίδωσιν αὐτῷ καθ᾿ ἡμῶν ἡ πληθυνθεῖσα τῶν πολλῶν ἀνομία, καὶ ἡ ἐπ᾿ ἄκρον, ὡς ἂν εἴποι τις, Χριστιανῶν εὐεξία, τὴν ἐναντίαν ζητοῦσα μεταβολὴν, καὶ ἡ ἐξουσία καὶ ἡ τιμὴ, καὶ ὁ κόρος δι᾿ ὃν ὑβρίσαμεν.
32. Τῷ ὄντι γὰρ κινδυνεύει χαλεπώτερον εἶναι τὸ κατασχεῖν τὰ ἀγαθὰ τοῦ μὴ παρόντα κτήσασθαι· καὶ ῥᾷον ἀπελθοῦσαν εὐημερίαν ἀνακαλέσασθαι δι᾿ ἐπιμελείας, ἢ τὴν ὑπάρχουσαν διασώσασθαι· καὶ πρὸ μὲν συντριβῆς ἡγεῖται ὕβρις, αἱ Παροιμία καλῶς φασι, πρὸ δὲ δόξης ταπείνωσις· ἢ, ἵνα σαφέστερον εἴπω, ὕβρει μὲν ἕπεται συντριβὴ, ταπεινώσει δὲ εὐδοξία· Κύριος γὰρ ὑπερηφάνοις ἀντιτάςσεται, ταπεινοῖς δὲ δίδωσι χάριν, καὶ ἀντεισάγει τὰ ἐναντία τοῖς ἐναντίοις ὁ πάντα δικαίως ἐπιμετρῶν. Ταῦτα εἰδὼς καὶ ὁ θεῖος Δαβὶδ, ἕν τι τῶν ἀγαθῶν καὶ τὸ συνεστάλθαι τίθεται· καὶ χάριν ὁμολογεῖ τῷ συστείλαντι, ὡς τοῦ τὰ δικαιώματα μαθεῖν ἐντεῦθεν προσγινομένου· καὶ, Πρὸ τοῦ με ταπεινωθῆναι, φησὶν, ἐγὼ ἐπλημμέλησα· διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα· μέσην πλημμελείας τε καὶ διορθώσεως τιθεὶς τὴν ταπείνωσιν, ὡς ἐκ μὲν ταύτης γεννωμένην, τὴν δὲ γεννήσασαν· ἁμαρτία μὲν γὰρ ταπεινώσεως μήτηρ, ἐπιστροφῆς δὲ ταπείνωσις. Ἡμεῖς γοῦν, ὑψωθέντες, ὅτε ἦμεν ἐπιεικεῖς τε καὶ μέτριοι, καὶ κατὰ μικρὸν αὐξηθέντες, ὡς εἰς τόδε τὸ σχῆμα καὶ πλῆθος σὺν χειραγωγίᾳ Θεοῦ προελθεῖν, ἡνίκα ἐλιπάνθημεν, ἐσκιρτήσαμεν· καὶ ἡνίκα ἐπλατύνθημεν, ἐστενοχωρήθημεν· καὶ ἣν ἐν τοῖς διωγμοῖς καὶ ταῖς θλίψεσι συνελεξάμεθα δόξαν καὶ δύναμιν, ταύτην εὖ πράττοντες κατελύσαμεν· δηλώσει δὲ τὰ ἑξῆς τοῦ λόγου.
33. Ὅρον μὲν ἡ βασιλεία τῷ Καίσαρι καὶ ὁ βίος λαμβάνει· τὰ γὰρ ἐν μέσῳ σιωπήσομαι φειδοῖ καὶ τοῦ πεποιηκότος καὶ τοῦ πεπονθότος· ὧν ἀμφοτέρων αἰδούμενος τὴν εὐσέβειαν, οὐκ ἐπαινῶ τὴν θρασύτητα. Ἐπειδὴ γὰρ ἔδει τι καὶ ἁμαρτεῖν, ὄντας ἀνθρώπους, τοῦτό ἐστιν ὃ τάχα ἄν τις ἀμφοτέρων οὐκ ἐπαινέσειεν· εἰ μὴ κἀνταῦθα δι᾿ ὧν τοῦ ἑτέρου κατηγορήσομεν, τὸν ἕτερον αἰτίας ἀφήσομεν. Ὁ δὲ εὐθὺς μὲν κληρονόμος τῆς τοῦ ἀδελφοῦ βασιλείας, ἀλλ᾿ οὐκ εὐσεβείας· μικρὸν δὲ ὕστερον καὶ τοῦ βασιλεύσαντος αὐτὸν γίνεται, τὸ μὲν ἑκόντος, τὸ δὲ βιασθέντος τῷ κοινῷ τέλει, καὶ ἡττηθέντος ἧτταν παντὶ τῷ κόσμῳ κακὴν καὶ ὀλέθριον.
34. Τί τοῦτο, ὦ θειότατε βασιλέων καὶ φιλοχριστότατε (προάγομαι γὰρ ὡς παρόντι καὶ ἀκούοντι μέμψασθαι, καὶ εἰ πολὺ κρείττονα γινώσκω τῆς ἡμετέρας μέμψεως, μετὰ Θεοῦ τεταγμένον, καὶ τῆς ἐκεῖ δόξης κληρονομήσαντα, καὶ τοσοῦτον μεταχωρήσαντα, ὅσον μεταθέσθαι τὴν βασιλείαν)· τίνα ταύτην ἐβουλεύσω βουλὴν, πάντων συνέσει καὶ ἀγχινοίᾳ κατὰ πολὺ διαφέρων, οὐ τῶν ἐπὶ σοῦ βασιλέων μόνον, ἀλλὰ καὶ τῶν ἔμπροσθεν; ὁ τὸ βαρβαρικὸν ἀνακαθαίρων κύκλῳ, καὶ τοὺς οἴκοι τυράννους χειρούμενος, τοὺς μὲν τοῖς λόγοις, τοὺς δὲ τοῖς ὅπλοις, καὶ τούτων ἑκάτερον ὡς μηδὲν ὑπὸ τοῦ ἑτέρου διοχλούμενος· οὗ μεγάλα μὲν τρόπαια τὰ μεθ᾿ ὅπλων καὶ μάχης, μείζω δὲ καὶ περιφανέστερα τὰ ἀναίμακτα· πρὸς ὃν καὶ αἱ πανταχόθεν πρεσβεῖαι καὶ ἱκεσίαι· ᾧ τὰ μὲν ὑπήκουε, τὰ δὲ ἔμελλε· πᾶν δὲ ἦν τὸ ἐλπισθὲν ἴσον τῷ χειρωθέντι· ὁ χειρὶ Θεοῦ πρὸς πᾶσαν καὶ βουλὴν καὶ πρᾶξιν ὁδηγούμενος· οὗ μᾶλλον μὲν τῆς χειρὸς ἡ σύνεσις, μᾶλλον δὲ τῆς συνέσεως ἡ χεὶρ ἐθαυμάζετο· πλέον δὲ τῆς ἐν ἀμφοτέροις εὐδοκιμήσεως ἡ εὐσέβεια.
35. Πῶς οὖν ἐνταῦθα μόνον ἀμαθὴς ἐφάνης καὶ ἀπερίσκεπτος; Τί τὸ τάχος τῆς ἀπανθρώπου φιλανθρωπίας; Τίς συνεισῆλθε δαιμόνων τῷ σκέμματι; Πῶς τὸν μέγαν κλῆρον καὶ τὸ πατρῷον καλλώπισμα, τοὺς ἐπωνύμους λέγω Χριστοῦ, τὸ πανταχοῦ τῆς οἰκουμένης ἐκλάμψαν ἔθνος, τὸ βασίλειον ἱεράτευμα, τὸ πολλῷ πόνῳ καὶ πολλοῖς ἱδρῶσι συναυξηθὲν, οὕτως ἐν ὀλίγῳ καὶ ἀκμῇ βραχείᾳ καιροῦ τῷ κοινῷ παλαμναίῳ φέρων παρέδωκας;
36. Ἴσως τι καὶ ἀσεβεῖν ὑμῖν, ἀδελφοὶ, φαίνομαι, καὶ ἀγνωμονεῖν ἐν τοῖς λόγοις τούτοις, καὶ ὅτι μὴ ταχὺ τοῖς τῆς κατηγορίας ῥήμασιν ἐπάγω τὰ τῆς ἀληθείας. Καίτοι γε ἱκανῶς ἀπολελόγημαι, καὶ δι᾿ αὐτῶν ὧν ἐγκέκληκα, εἴ τι τῇ κατηγορίᾳ τὸν νοῦν προσέχετε· κἀνταῦθα μόνον ἡ κατηγορία τὴν ἄφεσιν ἔχει· χρηστότητα γὰρ εἰπὼν, τὴν ἀπολογίαν ἐδήλωσα. Τίς γὰρ οὐκ οἶδε καὶ τῶν μετρίως ἐκεῖνον ἐπισταμένων, ὅτι ἕνεκα μὲν εὐσεβείας καὶ τοῦ περὶ ἡμᾶς φίλτρου, καὶ τοῦ βούλεσθαι πᾶν ἡμῖν ἀγαθὸν, μὴ ὅτι ἐκεῖνον παρεῖδεν ἂν, ἢ γένους ὅλου τιμὴν, ἢ προσθήκην τῆς βασιλείας, ἀλλὰ καὶ αὐτῆς τῆς βασιλείας, καὶ πάντων τῶν ὄντων, καὶ τῆς ψυχῆς αὐτῆς, ἧς οὐδὲν οὐδενὶ τιμιώτερον, τὴν ἡμετέραν ἀσφάλειάν τε καὶ σωτηρίαν οὐκ ἂν χαλεπῶς ἠλλάξατο;
37. Οὐδενὶ γὰρ οὐδενὸς οὕτω πώποτε πράγματος ἔρως θερμὸς ἐνέσκηψεν, ὡς ἐκείνῳ Χριστιανοὺς αὐξηθῆναι, καὶ εἰς πλεῖστον καὶ δόξης προελθεῖν καὶ δυνάμεως· καὶ οὔτε ἔθνη χειρούμενα, οὔτε τὸ κοινὸν εὐνομούμενον, οὐ πλῆθος χρημάτων, οὐ δόξης περιουσία, οὐ τὸ βασιλέα βασιλέων καὶ εἶναι καὶ ὀνομάζεσθαι, οὐχ ὅσοις ἄλλοις ἀνθρώπων εὐδαιμονία γνωρίζεται· οὐδὲν οὕτω τῶν πάντων ἐκεῖνον ηὔφραινεν, ὡς τὸ δι᾿ ἑαυτοῦ μὲν ἡμᾶς, διὰ δὲ ἡμῶν ἐκεῖνον, καὶ παρὰ Θεῷ καὶ ἀνθρώποις εὐδοκιμεῖν, καὶ ἀκατάλυτον ἡμῖν εἰς τὸν ἅπαντα χρόνον παραμεῖναι τὴν δυναστείαν· καὶ γὰρ πρὸς τοῖς ἄλλοις ἐκεῖνο ᾔδει σαφῶς, ὑψηλότερόν τε καὶ βασιλικώτερον ἢ κατὰ τοὺς πολλοὺς περὶ τούτων διανοούμενος, ὅτι τοῖς Χριστιανῶν πράγμασι τὰ Ῥωμαίων συνηύξησε, καὶ συνεισῆλθε τῇ ἐπιδημίᾳ Χριστοῦ τὸ κράτος, οὔπω πρότερον τελείως εἰς μοναρχίαν νενικηκός· καὶ διὰ τοῦτο πλέον ἐδόκει μοι περιέπειν εὖ ποιῶν τὰ ἡμέτερα· ὅς γε, καὶ εἴ τι παρελύπησεν ἡμᾶς, οὐ περιφρονῶν, οὐδὲ ὑβρίζων, οὐδὲ ἄλλοις τισὶ πρὸ ἡμῶν χαριζόμενος, ἀλλ᾿ ὥστε πάντας ἒν εἶναι, καὶ συμφρονεῖν παρελύπησε, καὶ μὴ διακεκόφθαι, μηδὲ διεστάναι τοῖς σχίσμασιν.
38. Ἀλλ᾿ ὅπερ εἶπον, ἀφύλακτον ἡ ἁπλότης, καὶ μετὰ τοῦ σαθροῦ τὸ φιλάνθρωπον, καὶ ἥκιστα κακίαν ὑφορᾶται τὸ κακίας ἐλεύθερον· διὰ τοῦτο ἠγνοήθη τὸ μέλλον, καὶ τὸ πλάσμα οὐκ ἐφωράθη, καὶ παρεισῆλθε κατὰ μικρὸν ἡ ἀσέβεια, καὶ δύο χρηστότητες συνεισῆλθον ἀλλήλαις, ἥ τε περὶ τὸ εὐσεβὲς γένος καὶ τὸν ἀσεβέστατον πάντων καὶ ἀθεώτατον. Ὃς, τί μεμφόμενος Χριστιανοῖς, τί δὲ οὐκ ἐπαινεῖν ἔχων τῶν ἡμετέρων, τί δὲ τῶν παρ᾿ Ἕλλησι δογμάτων ὑπερφυὲς νομίσας, καὶ δυσκίνητον λόγῳ, ποίῳ δὲ καὶ ἀκολουθῶν ὑποδείγματι, γνωριμώτατον ἑαυτὸν ἐξ ἀσεβείας κατέστησε, καὶ καινότερον τρόπον ἡμιλλήθη τῷ ἀναδείξαντι; Ἐπειδή γε ὑπερβάλλειν οὐκ ἦν ἀρετῇ καὶ τοῖς κρείττοσι, διὰ τοῦ ἐναντίου φανῆναι φιλονεικήσας τῆς εἰς δυσσέβειαν ἀμετρίας, καὶ τῆς περὶ τὸ χεῖρον φιλοτιμίας. Ἡ μὲν οὖν ὑπὲρ Χριστιανῶν τοῦ ἀνδρὸς, καὶ πρὸς Χριστιανοὺς ἀπολογία τοιαύτη, καὶ οὕτω δικαία τοῖς γε νοῦν ἔχουσιν.
39. Ἐπεὶ δέ εἰσί τινες, οἳ, κἂν ταύτης ἡμᾶς ἀπολύσωσι τῆς αἰτίας, ἑτέρας οὐκ ἀφιέντες, ἀλλὰ κατηγοροῦντες εὐήθειαν, ὅτι τῷ δυσμενεστάτῳ καὶ πολεμιωτάτῳ τὴν ἀρχὴν ἐνεχείρισε, καὶ τὸν αὐτὸν ἐχθρὸν πρότερον, εἶτα ἰσχυρὸν κατεσκεύασε, τὴν μὲν ἔχθραν διὰ τῆς τοῦ ἀδελφοῦ σφαγῆς προκαταβαλόμενον, τὴν δὲ δύναμιν διὰ τῆς βασιλείας προσθείς· ἀναγκαῖον καὶ περὶ τούτου βραχέα διεξελθεῖν καὶ δεῖξαι μὴ παντάπασιν ἄλογον τὸ φιλάνθρωπον, μηδὲ ἔξω τῆς βασιλικῆς μεγαλονοίας καὶ προμηθείας· καὶ γὰρ ἂν αἰσχυνοίμην, εἰ, τοιαύτης παρ᾿ αὐτοῦ τυχόντες τιμῆς, καὶ τοσοῦτον αὐτὸν εὐσεβείᾳ διαφέρειν πεπιστευκότες, μὴ τὰ δίκαια συνηγορήσαιμεν· ὃ καὶ τοῖς μηδὲν εὐεργετηκόσιν ὀφείλεται παρ᾿ ἡμῶν, τῶν Λόγου καὶ Ἀληθείας θεραπευτῶν· καὶ ταῦτα μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγὴν, ἡνίκα καὶ τὸ κολακεύειν δοκεῖν ἐκπεφεύγαμεν, καὶ πονηρᾶς ἐλεύθερος ὑπονοίας ὁ λόγος.
40. Τίς γὰρ οὐκ ἂν ἤλπισεν, εἰ μή τι ἄλλο, ταῖς τιμαῖς ποιήσειν αὐτὸν ἡμερώτερον; Τίς δὲ οὐκ ἐκ τῆς πίστεως, ἣν ἐπιστεύθη καὶ παρὰ τὸ εἰκὸς, δικαιότερον; ὡς ἀμφοῖν δικαίᾳ καὶ βασιλικῇ κρίσει, τοῦ μὲν ἐπιτιμηθέντος, τοῦ δὲ προβληθέντος· ὁ γὰρ τὸν δεύτερον τιμήσας, οἷς οὐκ ἄν τις ἤλπισεν, οὐδὲ αὐτὸς ὁ τυχὼν τῆς τιμῆς, δῆλον, ὡς οὐδὲ τὸν πρότερον ἄνευ δικαίας ὀργῆς ἐκολάσατο· καὶ τὸ μὲν, τῆς ἐκείνου προπετείας ἦν, τὸ δὲ τῆς τοῦ τετιμηκότος φιλανθρωπίας.
41. Καὶ ἅμα τὸ θαῤῥεῖν εἶχεν, εἰ δεῖ τὸ μεῖζον εἰπεῖν, οὐ τοσοῦτον ἐκ τῆς ἐκείνου πίστεως, ὅσον ἐκ τῆς ἰδίας δυνάμεως· ᾗ μοι δοκεῖ καὶ Ἀλέξανδρος θαῤῥήσας ὁ πάνυ δοῦναι μὴ μόνον τὸ ζῇν ἡττημένῳ Πώρῳ, καὶ ταῦτα νεανικῶς οὕτως ἠγωνισμένῳ περὶ τῆς βασιλείας, ἀλλὰ καὶ τὴν βασιλείαν αὖθις Ἰνδῶν· ὡς τὸ μεγαλόψυχον οὐκ ἄλλως ἢ οὕτως ἐπιδειξόμενος, ᾧ κρατηθῆναι χεῖρον ἐνόμιζεν Ἀλέξανδρος ὢν ἢ τοῖς ὅπλοις· τοῦ δὲ, εἰ κακὸν λάβοι, χειρώσασθαι πάλιν ἐπ᾿ αὐτῷ τυγχάνοντος. Καὶ ἦν αὐτῷ ἡ περιουσία τοῦ θαῤῥεῖν τὸ φιλάνθρωπον.
42. Καίτοι τί τοῦτο ἀγωνίζομαι, σφόδρα ἐνὸν κρατεῖν καὶ ἡττημένον; Εἰ γὰρ ὁ πιστεύσας κακὸς, τί ποτ᾿ ἂν εἴη παρ᾿ ἐκεῖνον ὁ πιστευθείς; Καὶ εἰ τὸ μὴ προιδέσθαι τὸν τρόπον ὑπαίτιον, αὐτήν γε τὴν κακίαν ποῦ θήσομεν; Ἀλλ᾿ ὄντως ἀσυλλόγιστόν τι πρᾶγμα ἡ πονηρία· καὶ οὐκ ἔστιν ᾧ τοὺς μοχθηροὺς ἄν τις βελτίους ποιήσειεν· ὁπότε κἀκεῖνος ἐξ ὧν εὐνούστερος φανῆναι δίκαιος ἦν, καὶ εἴ τι κακίας εἶχεν ἐμπύρευμα τοῦτ᾿ ἀνελεῖν, ἐκ τούτων εἰς μεῖζον ἀνήφθη μῖσος, καὶ ὅπως ἂν ἀμύνηται τὸν εὐεργέτην ἐσκόπει.
43. Ταῦτα Πλάτωνες αὐτὸν, καὶ Χρύσιπποι, καὶ ὁ λαμπρὸς Περίπατος καὶ ἡ σεμνὴ Στοὰ, καὶ οἱ τὰ κομψὰ λαρυγγίζοντες ἐξεπαίδευσαν· ταῦτα ἡ τῆς γεωμετρίας ἰσότης, καὶ οἱ περὶ δικαιοσύνης λόγοι, καὶ τὸ χρῆναι ἀδικεῖσθαι μᾶλλον αἱρεῖσθαι ἢ ἀδικεῖν· ταῦτα οἱ γενναῖοι διδάσκαλοι, καὶ τῆς βασιλείας συναγωνισταί τε καὶ νομοθέται, οὓς ἐκ τῶν τριόδων καὶ τῶν βαράθρων ἑαυτῷ συνελέξατο· ὧν οὐ τὸν τρόπον ἐπῄνεσεν, ἀλλὰ τὴν εὐγλωττίαν ἐθαύμασε· καὶ οὐδὲ ταύτην ἴσως, ἀλλὰ ἀσέβειαν μόνην, ὡς σύμβουλον ἱκανὴν καὶ τῶν πρακτέων καὶ μὴ, διδάσκαλον.
44. Πῶς δὲ οὐ θαυμάζειν ἄξιον τούτους, οἳ καὶ λόγῳ πλάττουσι πόλεις, τὰς ἔργῳ συστῆναι μὴ δυναμένας, καὶ τὰς σεμνὰς τυραννίδας μονονοὺ προσκυνοῦσι, καὶ τὸν ὀβολὸν ὑπὲρ τοὺς θεοὺς ἄγουσι μετὰ τῆς ὀφρύος· καὶ οἱ μὲν οὐδὲ εἶναι Θεὸν τὸ παράπαν, οἱ δὲ οὐ προνοεῖν τῶν τῇδε δογματίζουσιν, ἀλλ᾿ εἰκῆ καὶ ὡς ἔτυχε τὸ πᾶν φέρεσθαι, οἱ δὲ ἀστράσιν ἄγεσθαι καὶ σχηματισμοῖς ἀνάγκης, οὐκ οἶδ᾿ ὑπὸ τίνος ἀγομένοις καὶ ὅθεν· οἱ δὲ εἰς ἡδονὴν τὸ πᾶν φέρειν, καὶ τοῦτο εἶναι πέρας ζωῆς ἀνθρωπίνης ὑπολαμβάνουσιν; Ἡ ἀρετὴ δὲ αὐτοῖς ἄλλως ὄνομα εὐπρεπὲς, καὶ οὐδὲν τοῦ παρόντος βίου μακρότερον, οὐδέ τις ἐξέτασις τῶν ἐνταῦθα βεβιωμένων ὕστερον τὴν ἀδικίαν συστέλλουσα. Ἢ γὰρ οὐ συνεῖδέ τις ταῦτα τῶν παρ᾿ ἐκείνοις σοφῶν, ἀλλὰ βαθεῖ βορβόρῳ, τὸ δὴ λεγόμενον, καὶ ἀφεγγεῖ ζόφῳ πλάνης καὶ ἀγνοίας συνεκαλύφθη, μηδ᾿ ὅσον προσβλέψαι ταῖς τῆς ἀληθείας αὐγαῖς καθαρθεὶς τὴν διάνοιαν, ἀλλὰ περὶ τὰ κάτω καὶ τὴν αἴσθησιν ἰλυσπώμενος, καὶ μηδὲν ὑπὲρ τοὺς δαίμονας φαντασθῆναι δυνηθεὶς, καὶ διαρθῆναι τοῦ πεποιηκότος ἀξίως· ἢ εἴ τις διέβλεψε καὶ μικρὸν, ὡς ὁδηγῷ λόγῳ, καὶ μὴ Θεῷ χρώμενος, ὑπὸ τοῦ πιθανωτέρου παρεσύρη, καὶ τοῦ μᾶλλον τοὺς πολλοὺς ἕλκοντος δι᾿ ἐγγύτητα.
45. Τί οὖν θαυμαστὸν τὸν ἐκ τοιούτων μὲν ὁρμώμενον δογμάτων, ὑπὸ τοιούτων δὲ κυβερνητῶν εὐθυνόμενον, οὕτω καὶ τῷ πεπιστευκότι φανῆναι κακὸν τὸν πιστευθέντα, καὶ τῷ τιμήσαντι τὸν τιμηθέντα; Εἰ γὰρ δεῖ τι καὶ διὰ τῆς κατηγορίας ἀπολογήσασθαι, οὔ μοι δοκεῖ τοσοῦτον ὑπεραλγῶν τοῦ ἀδελφοῦ, ὅν γε καὶ πολέμιον ἐκ τῆς θρησκείας ἐγίνωσκεν, ὅσον τὰ Χριστιανῶν οὐ φέρων αὐξανόμενα, καὶ λυσσῶν κατὰ τῆς εὐσεβείας, τοῖς καθεστηκόσιν ἐπιτολμᾷν, καὶ ζητεῖν ἐλευθερίων τῇ ἀπονοίᾳ· χρῆναι γὰρ φιλοσοφίαν καὶ βασιλείαν, ὡς ὁ ἐκείνων λόγος, εἰς ταυτὸ συνελθεῖν· οὐχ ἵνα παύσωνται κακῶν αἱ πόλεις, ἀλλ᾿ ἵνα πλησθῶσι.
46. Καὶ τὸ μὲν πρῶτον αὐτῷ τῆς αὐθαδείας καὶ ἀπονοίας ἑαυτὸν ἀναδῆσαι, καὶ τῇ μεγάλῃ προςηγορίᾳ τιμῆσαι (ἣν οὐχ ἅρπαγμα τύχης, ἀλλ᾿ ἀρετῆς ἆθλον ἢ χρόνος ἢ ψῆφος βασιλέως χαρίζεται, ἢ τῆς συγκλήτου βουλῆς, ὡς τὸ παλαιὸν, κρίσι)ς, καὶ οὐ ποιεῖται τοῦ μέτρου τῆς τιμῆς κύριον τὸν τῆς βασιλείας· δεύτερον δὲ (καὶ γὰρ ἀναγκαίαν ἑαυτῷ τὴν ἀπόνοιαν ἐκ τῶν ἤδη τετολμημένων ᾔδει πεποιηκὼ)ς, τί διανοεῖται; καὶ ποῖ πρόεισιν ἀσεβείας τε καὶ θρασύτητος; Ὢ τῆς μανιώδους ἐκείνης ψυχῆ!ς Ἐπ᾿ αὐτὸν ἐκστρατεύει, καὶ τῆς δύσεως ἀπανίσταται· προφάσει μὲν, ὡς ἀπολογησόμενος ὑπὲρ τοῦ διαδήματος· ἔτι γὰρ ἐδόκει κρύπτειν ἑαυτοῦ τὴν ἀπόνοιαν· τὸ δὲ ἀληθὲς, ὡς μεταστήσων εἰς ἑαυτὸν ἅπαν τὸ κράτος, καὶ διὰ τῆς ἀγνωμοσύνης θαυμασθησόμενος· καὶ οὐκ ἐψεύσθη γε τῆς ἐλπίδος.
47. Μὴ θαυμαζέτωσαν οἱ τῶν τοῦ Θεοῦ λόγων, ὑφ᾿ ὧν τὸ πᾶν φέρεται, τὸ ἀτέκμαρτον μὴ ἐπιστάμενοι βάθος, καὶ μὴ παραχωροῦντες τῷ τεχνίτῃ τῆς κυβερνήσεως, ἡμῶν γε πάντως συνετωτέρῳ, καὶ ἄγοντι τὸ οἰκεῖον ὅπη καὶ ὅπως βούλεται· πάντως δὲ πρὸς τὸ κρεῖττον καὶ τὴν ἰατρείαν, κἂν οἱ θεραπευόμενοι δυσχεραίνωσιν· ὑφ᾿ ὧν λόγων κἀκεῖνος οὐκ ἐπήρθη μὲν εἰς τὴν κακίαν· ἀναίτιον γὰρ παντάπασι κακῶν τὸ Θεῖον, ἀγαθὸν τῇ φύσει τυγχάνον, καὶ τοῦ προελομένου τὰ τῆς κακίας· οὐ μὴν ἐπεσχέθη γε τῆς ὁρμῆς· ἀλλὰ τάχει πολλῷ τήν τε οἰκείαν, καὶ τῆς βαρβαρικῆς ὄχθης ἔστιν ἣν διαδραμὼν, καὶ τῷ λαθεῖν μᾶλλον ἢ τῷ κρατῆσαι τὴν πάροδον ἁρπάσας, πλησίον τῶν βασιλείων γίνεται· ὡς μὲν οἱ τὰ ἐκείνου φρονοῦντες, κατὰ πρόγνωσιν ἐπὶ τὴν ἐκστρατείαν ἀρθεὶς, καὶ δαιμόνων κίνησιν τὸ μέλλον ὑπισχνουμένων, καὶ μεταβολὴν πρυτανευόντων τοῖς πράγμασιν· ὡς δὲ ὁ τῶν ἀληθευόντων λόγος, κατὰ προθεσμίαν παρὼν, ἀλλ᾿ ἀποῤῥητοτέραν τε καὶ βαθυτέραν, καὶ σπεύδων ἐπὶ θάνατον, οὗ δημιουργὸς αὐτὸς ἦν, κλέψας τινὶ τῶν ἔνδον τὴν ἐπιχείρησιν· ὥστε εἶναι μὴ πρόγνωσιν, ἀλλὰ γνῶσιν, καὶ πονηρίας ἔργον, ἀλλὰ μὴ δαιμόνων εὐεργέτημα τὸ γινόμενον· οἵ γε πῶς εὔστοχοι τὰ τοιαῦτα, Περσὶς σαφῶς ἔδειξε. Καὶ παυσάσθωσαν οἱ τὸ ἐκείνου τάχος τοῖς δαίμοσιν ἐπιφημίζοντες· εἰ μή γε καὶ αὐτὸ τὸ κακὸν εἶναι τούτοις προσθήσομεν.
48. Εἰ μὲν οὖν μὴ προὔλαβε τὴν ἔφοδον τοῦ τυράννου τὸ τέλος τοῦ βασιλέως, μηδὲ ὁ ἀφανὴς πόλεμος τῆς φανερᾶς χειρὸς πλεῖον ἴσχυσε, τάχα ἂν ἔγνω καθ᾿ ἑαυτοῦ ταχύνας ὁ ἀλιτήριος· καὶ πρὶν ὑπὸ Περσῶν τὴν ἐμπληξίαν σωφρονισθῆναι τῆς ἀπονοίας, ἔδωκεν ἂν δίκην ἐν ὅροις Ῥωμαίων, ὧν κακῶς κατετόλμησε· τεκμήριον δέ· καὶ γὰρ ἔτι προιὼν καὶ ἀγνοούμενος, ὡς ἐνόμιζεν, ὑπὸ τοῦ γενναιοτάτου βασιλέως στρατιᾷ περιλαμβάνεται προϋποτεμνούσῃ καὶ τὴν φυγὴν, ὡς δῆλον γέγονεν ἐκ τῶν ὕστερον· καὶ γὰρ ἤδη τὸ κράτος ἔχοντι, τὸ κρατῆσαι ταύτης οὐ μικρὸν ἔργον ἐγένετο· νῦν δὲ ὁ μὲν θυμῷ ζέων κατὰ τῆς ἀπονοίας ὁμοῦ καὶ τῆς ἀσεβείας, καὶ τὸν σοφώτατον ἔχων ἐν ἄρκυσιν, ὢ τῆς ἡμετέρας κακία!ς ἐν ἀκμῇ τῆς ὁδοῦ καταλύει τὸν βίον, πολλὰ καὶ Θεῷ καὶ ἀνθρώποις ὑπὲρ τῆς ἑαυτοῦ φιλανθρωπίας ἀπολογησάμενος, καὶ διὰ τῆς ὁρμῆς δείξας Χριστιανοῖς τὴν ὑπὲρ τῆς εὐσεβείας κίνησιν.
49. Ὧδε δέ τι δάκρυον ἐπέρχεταί μοι χαρᾷ συμμιγὲς διὰ τὰ ἑξῆς τοῦ λόγου· καὶ οἷον ποταμοῦ καὶ πελάγους μάχη, καὶ μίξις, καὶ στάσις, ἀλλήλοις ἀντιστατούντων, καὶ συνιόντων· ἐκ μὲν γὰρ τῶν τελευταίων πάσχω τὰ τῆς ἡδονῆς, ἐκ δὲ τῶν προλαβόντων τὸ δάκρυον· οὐχ ὑπὲρ Χριστιανῶν μόνον καὶ τῆς συμπεσούσης αὐτοῖς ἐπηρείας, ἢ παρὰ τοῦ πονηροῦ προσπεσούσης, καὶ παρὰ Θεοῦ συγχωρηθείσης δι᾿ ἃς οἶδεν αἰτίας, καὶ τυχὸν διὰ τὴν ἔπαρσιν ἡμῶν δεομένην καθάρσεως· ἀλλὰ καὶ ὑπὲρ αὐτῆς τῆς ἐκείνου ψυχῆς, καὶ τῶν ὑπ᾿ αὐτοῦ συναρπασθέντων πρὸς τὴν αὐτὴν ἀπώλειαν.
50. Οἱ μὲν γὰρ τὰς τελευταίας αὐτῶν πληγὰς καὶ τὰς ἐντεῦθεν βασάνους ὀδύρονται· οἷς τὸ ζῇν τοῦτο νομίζεται μόνον, καὶ οὐκ ἐξικνοῦνται τῇ διανοίᾳ πρὸς τὰ ἐκεῖθεν, οὐδὲ εἶναί τινα νομίζουσι τῶν τῇδε βεβιωμένων λογισμὸν καὶ ἀντίδοσιν· ἀλλὰ ζῶσι βίον ἀλόγων, τὸ πρὸς ἡμέραν καὶ τὸ παρὸν ἀεὶ βιοτεύοντες, ἑνὶ τούτῳ, τῇ ἐντεῦθεν ῥᾳστώνῃ μετροῦντες τὸ εὐδαιμονεῖν, καὶ τῷ ἐναντίῳ τὸ κακοδαιμονεῖν τοῖς ἀντιπίπτουσιν· ἐμοὶ δὲ πλέον θρηνεῖν αὐτοὺς ἔπεισι τῶν ἐκεῖθεν βασάνων, καὶ τῆς ἀποκειμένης τοῖς πονηροῖς κολάσεως. Καὶ οὔπω λέγω τὸ μέγιστον, αὐτὸ τὸ ἐξωσθῆναι Θεοῦ, πηλίκον αὐτοῖς εἰς κόλασιν.
51. Πῶς μὴ δακρύσω τὸν ἄθλιον; πῶς μὴ πλέον μὲν τῶν δεδιωγμένων τοὺς προσδραμόντας; πλέον δὲ τῶν αὐτομολησάντων εἰς τὴν κακίαν θρηνήσω τὸν συναρπάσαντα; Μᾶλλον δὲ τοῖς μὲν οὐδὲν δεινὸν τὸ ὑπὲρ Χριστοῦ παθεῖν, ἀλλὰ καὶ πάντων μακαριστότατον, οὐ διὰ τὰ ἐκεῖθεν μόνον, ἀλλὰ καὶ διὰ τὴν ἐντεῦθεν εὐδοξίαν καὶ παῤῥησίαν, ἣν διὰ τῶν κινδύνων ἑαυτοῖς ἐχαρίσαντο· τοῖς δὲ προοίμιον τῶν ἀποκειμένων καὶ ἀπειλουμένων, ἅπερ ἤδη πεπόνθασι· καὶ βέλτιον ἦν αὐτοῖς, εἰ ἐντεῦθεν μακρότερον ἐκολάσθησαν ἢ τοῖς ἐκεῖ δικαιωτηρίοις ἐταμιεύθησαν. Ταῦτα μὲν οὖν διὰ τὸν νόμον, τὸν τῷ πτώματι τοῦ ἐχθροῦ μὴ ἐπιχαίρειν κελεύοντα, καὶ τὸ συμπαθὲς ἀπαιτοῦντα παρὰ τῶν ἑστηκότων· ἐμοὶ δὲ πάλιν πρὸς αὐτὸν ἐπανακτέον τὸν λόγον.
52. Τίς ἡ τοσαύτη τοῦ κακοῦ φιλονεικία; Τίς ὁ τῆς ἀσεβείας ἔρως; τίς ὁ δρόμος τῆς ἀπωλείας; Πόθεν οὕτω μισόχριστος ὁ Χριστοῦ μαθητής, ὁ τοσούτοις λόγοις τῆς ἀληθείας προσομιλήσας, καὶ τὰ μὲν εἰπὼν, τὰ δὲ ἀκούσας τῶν φερόντων εἰς σωτηρίαν; Οὐ γὰρ ἔφθη κληρονομήσας τὴν βασιλείαν, καὶ παῤῥησιάζεται τὴν ἀσέβειαν, ὥσπερ καὶ τὸ γενέσθαι ποτὲ Χριστιανὸς αἰσχυνόμενος, ἢ μνησικακῶν ὑπὲρ τούτου Χριστιανοῖς, οἷς τοῦ ὀνόματος ἐκοινώνησε. Καὶ τὸ μὲν πρῶτον αὐτῷ τῶν τολμημάτων, ὡς οἱ τοῖς ἀποῤῥήτοις ἐκείνου καλλωπιζόμενοι (εἰς οἴους ἐμπίπτειν ἀναγκάζομαι λόγου!)ς, αἵματι μὲν οὐχ ὁσίῳ τὸ λουτρὸν ἀποῤῥύπτεται, τῇ καθ᾿ ἡμᾶς τελειώσει τὴν τελείωσιν τοῦ μύσους ἀντιτιθεὶς, ὗς ἐν βορβόρῳ κυλισθεὶς, κατὰ τὴν παροιμίαν· καὶ τὰς χεῖρας ἀφαγνίζεται τῆς ἀναιμάκτου θυσίας ἀποκαθαίρων δι᾿ ἧς ἡμεῖς Χριστῷ κοινωνοῦμεν, καὶ τῶν παθημάτων καὶ τῆς θεότητος· ἐντόμοις δὲ καὶ θυσίαις καθιστᾷ τὰ βασίλεια, κακοῖς συμβούλοις κακῆς ἀρχῆς χρώμενος.
53. Ἀλλ᾿ ἐπειδή γε ἐντόμων ἐμνήσθην, καὶ τῆς περὶ τὰ τοιαῦτα τοῦ ἀνδρὸς δεισιδαιμονίας, ἢ κακοδαιμονίας εἰπεῖν οἰκειότερον, οὐκ οἶδα πότερον γραφῇ παραδῶ τὸ θρυλλούμενον θαῦμα, ἢ ἀπιστήσω τοῖς λέγουσι. Καὶ γὰρ αὐτὸς ταλαντεύομαι τὴν γνώμην, καὶ οὐκ ἔχω ὁποτέρωσε νεύσω, μεμιγμένων τῶν δικαίως ἂν πιστευθέντων τοῖς οὐκ ἀξίοις πίστεως· τὸ μὲν γὰρ ἐπισημῆναί τι τῇ τοσαύτῃ τοῦ κακοῦ καινοτομίᾳ καὶ δυσσεβείᾳ τῶν οὐκ ἀπίστων, ἀλλὰ καὶ πολλάκις ἤδη συμβεβηκότων περὶ τὰς μεγίστας μεταβολάς· τὸ δὲ καὶ τὸν τρόπον τοῦτον σφόδρα ἐμοὶ γοῦν θαύματος ἄξιον, καὶ πᾶσι τοῖς καθαρῶς δηλοῦσθαι τὰ καθαρὰ βουλομένοις τε καὶ νομίζουσι.
54. Τὸ δ᾿ οὖν λεγόμενον, ὅτι θυομένῳ τὰ σπλάγχνα τὸν σταυρὸν ἀναδείκνυσι στεφανούμενον, ὃ τοῖς μὲν ἄλλοις φρίκην παρέσχε, καὶ ἀγωνίαν, καὶ τοῦ ἡμετέρου κράτους συναίσθησιν· τῷ δὲ διδασκάλῳ τῆς ἀσεβείας καὶ θάρσος δῆθεν, ὡς περιγεγραμμένων ἡμῶν καὶ συνειργμένων· οὕτω γὰρ τὸν σταυρὸν καὶ τὸν κύκλον παρεσχεδίασε. Τοῦτο μὲν δὴ τὸ ἐμὸν θαῦμα· καὶ εἰ μὲν ψευδὲς, αὖραι φέροιεν· εἰ δὲ ἀληθὲς, πάλιν Βαλαὰμ προφητεύει, καὶ Σαμουὴλ ἔλκεται, ἢ δοκεῖ, δι᾿ ἐγγαστριμύθου, καὶ δαίμονες ὁμολογοῦσι τὸν Ἰησοῦν ἄκοντες, καὶ διὰ τῶν ἐναντίων, ἵνα καὶ πιστευθῇ μᾶλλον, ἡ ἀλήθεια δείκνυται· τυχὸν κἀκεῖνον ἐπισχεθῆναι τῆς ἀσεβείας διὰ τούτων ἐπρυτανεύετο· πολλὰς γὰρ καὶ παραδόξους ὁδοὺς σωτηρίας οἶδε τὸ Θεῖον καινοτομεῖν, νεῦον πρὸς τὸ φιλάνθρωπον· ὃ δὲ λέγεται ὑπὸ πλειόνων, καὶ πιστεύειν οὐκ ἀπὸ τρόπου.
55. Κατῄει μὲν εἴς τι τῶν ἀδύτων τῶν τοῖς πολλοῖς ἀβάτων καὶ φοβερῶν (ὡς ὤφελόν γε καὶ τὴν εἰς ᾅδου φέρουσαν, πρὶν εἰς τοιαῦτα κακὰ προελθεῖν), συμπαρόντος αὐτῷ καὶ τοῦ πολλῶν ἀδύτων ἀξίου, τοῦ σοφοῦ τὰ τοιαῦτα, εἴτουν σοφιστοῦ· ἔστι γὰρ δὴ καὶ τοῦτο εἶδος μαντείας αὐτοῖς, ζόφῳ τινὶ καὶ ὑποχθονίοις δαίμοσι περὶ τῶν μελλόντων συγγίνεσθαι· εἴτε ὡς σκότῳ χαίρουσι μᾶλλον, ἐπεὶ καὶ εἰσὶ σκότος, καὶ σκότους δημιουργοὶ τῆς κακίας· εἴτε ὡς φεύγουσι τὰς ἐπιμιξίας τῶν εὐσεβῶν ὑπὲρ γῆς, καὶ διὰ ταύτας ἀσθενεστέροις· ὡς δὲ προιόντα τὸν γεννάδαν προσβάλλει τὰ δείματα, καὶ ἀεὶ πλείω καὶ φοβερώτερα, ἤχους τινάς φασιν ἀήθεις, καὶ ὀδμὰς τῶν ἀηδῶν, καὶ πυραυγῆ φάσματα, καὶ οὐκ οἶδ᾿ οὕστινας ὕθλους καὶ λήρους, τῷ ἀδοκήτῳ πληγεὶς, καὶ γὰρ ἦν ὀψιμαθὴς τὰ τοιαῦτα, ἐπὶ τὸν σταυρὸν καταφεύγει, καὶ τὸ παλαιὸν φάρμακον, καὶ τούτῳ σημειοῦται κατὰ τῶν φόβων, καὶ βοηθὸν ποιεῖται τὸν διωκόμενον· καὶ τὰ ἑξῆς φρικωδέστερα.
56. Ἴσχυσεν ἡ σφραγὶς, ἡττῶνται οἱ δαίμονες, λύονται οἱ φόβοι. Εἶτα τί; Ἀναπνεῖ τὸ κακὸν, θρασύνεται πάλιν, αὖθις ὁρμὴ, καὶ οἱ αὐτοὶ φόβοι, καὶ ἡ σφραγὶς πάλιν, καὶ ἠρεμοῦντες οἱ δαίμονες· καὶ ὁ μύστης ἐν ἀπορίᾳ· καὶ ὁ μυσταγωγὸς ἐγγύθεν παρεξηγούμενος τὴν ἀλήθειαν· Ἐβδελύχθημεν, λέγων, οὐκ ἐφοβήσαμεν· νικᾷ τὸ χεῖρον· λέγει γὰρ ταῦτα, καὶ εἰπὼν πείθει, καὶ πείσας ἄγει τὸν μαθητὴν ἐπὶ τὸ τῆς ἀπωλείας βάραθρον. Καὶ θαυμαστὸν οὐδέν· πρόχειρος γὰρ ἡ πονηρία τῷ κακῷ μᾶλλον ἀκολουθεῖν ἢ ὑπὸ τοῦ κρείττονος ἀνακόπτεσθαι. Ἃ μὲν οὖν εἰπὼν, ἢ ποιήσας. ἢ ἐξαπατηθεὶς ἀναπέμπεται, εἰδεῖεν ἂν οἱ τὰ τοιαῦτα τελοῦντές τε καὶ τελούμενοι· ἄνεισι δ᾿ οὖν καὶ τῇ ψυχῇ δαιμονῶν καὶ τοῖς πράγμασι, καὶ τῷ μανιώδει τῶν ὀφθαλμῶν ἐπισημαίνων οὓς ἐθεράπευσεν· εἰ μή γε καὶ ἀπ᾿ ἐκείνης τῆς ἡμέρας ἐπλήσθη δαιμόνων, ἀφ᾿ ἧς οὕτω πονηρὰ προὔθετο· ἀλλὰ τότε καὶ περιφανέστερον· ἵνα μὴ μάτην ᾖ κατεληλυθώς, καὶ τῶν δαιμόνων μετειληφώς, ὃν ἐνθουσιασμὸν ἐκεῖνοι καλοῦσι, μεταποιοῦντες σεμνῶς τὰ ὀνόματα. Τὰ μὲν δὴ πρῶτα τοιαῦτα.
57. Ἐπεὶ δὲ ἡ ὠδὶς ἐκράτει, καὶ ὁ διωγμὸς ἐξεῤῥήγνυτο, εἶδέ τι, εἴτ᾿ οὖν ἀνδρὸς σοφοῦ τὴν κακίαν καὶ περιττοῦ τὴν ἀσέβειαν, εἴτ᾿ οὖν ἐδιδάχθη παρὰ τῶν εἰς ταύτην αὐτὸν ἀλειφόντων. Ὡς τὸ μὲν φανερῶς ἀνελέσθαι τὸν πόλεμον, καὶ προκαθεσθῆναι τῆς ἀσεβείας αὐτόχειρα, πρὸς τῷ λίαν εἶναι θρασὺ καὶ ἀπαίδευτον, ἔτι καὶ ἐναντιώτατον τῷ σκοπῷ παντελῶς· φιλονεικοτέρους γὰρ ἂν ἡμᾶς γε νέσθαι βιαζομένους, καὶ ἀντιθήσειν τῇ τυραννίδι τὴν ὑπὲρ εὐσεβείας φιλοτιμίαν. Φιλεῖ γὰρ τὰ γενναῖα φρονήματα πρὸς τὸ βίᾳ κρατοῦν αὐθαδιάζεσθαι. καὶ καθάπερ φλὸξ ὑπὸ ἀνέμου ῥιπιζομένη, τοσούτῳ μᾶλλον ἀνάπτεσθαι, ὅσῳ περ ἂν σφοδρότερον καταπνέηται. Καὶ τοῦτο οὐκ ἐκ τῶν λογισμῶν εὕρισκε μόνον, ἀλλὰ καὶ τοῖς προλαβοῦσι διωγμοῖς εἶχε γινώσκειν, οἳ τιμιώτερον τὸν Χριστιανισμὸν πεποιήκασι θᾶττον ἢ ἀσθενέστερον, ῥώσαντες τὰς ψυχὰς εἰς εὐσέβειαν, καὶ ὥσπερ σίδηρον θερμὸν ὕδατι, τοῖς κινδύνοις στομώσαντες. Εἰ δὲ μετὰ τῆς τέχνης στρατεύσειε, καὶ τῷ πείθειν τὸ βιάζεσθαι χρώσειεν, ἢ καθάπερ χαλκῷ περιβάλλοι δέλεαρ τῇ τυραννίδι τὸ προσηνὲς, σοφόν τε οὕτως ἂν ἅμα καὶ δυνατὸν γενέσθαι αὐτῷ τὸ ἀγώνισμα.
58. Καὶ γὰρ πρὸς τοῖς ἄλλοις καὶ τῆς τῶν μαρτύρων τιμῆς ἐφθόνει τοῖς ἀθληταῖς· καὶ διὰ τοῦτο μηχανᾶται αὐτὸς μὲν καὶ βιάζεσθαι, καὶ μὴ δοκεῖν, ἡμᾶς δὲ καὶ πάσχειν, καὶ μὴ τιμὴν ἔχειν ὡς ὑπὲρ Χριστοῦ πάσχοντας. Ὢ τῆς εὐηθεία!ς Πρῶτον μὲν εἰ λανθάνειν ἐνόμισεν ὑπὲρ τίνος οἱ κίνδυνοι, καὶ συγκαλύψειν τὴν ἀλήθειαν τοῖς σοφίσμασιν, ἀλλ᾿ οὐχ ὅσῳ κατὰ τῶν τιμῶν ἐπενόει, τοσούτῳ μείζους αὐτὰς ποιήσειν καὶ λαμπροτέρας.
59. Δεύτερον δὲ, εἰ δόξης ἐπιθυμίᾳ κινδυνεύειν ἡμᾶς, ἀλλὰ μὴ τῆς ἀληθείας, ὑπέλαβε· ταῦτα μὲν παιζέτωσαν παρ᾿ ἐκείνοις Ἐμπεδοκλεῖς, καὶ Ἀρισταῖοι, καὶ Ἐμπεδότιμοί τινες, καὶ Τροφώνιοι, καὶ τοιούτων δυστυχῶν ἀριθμός· ὧν ὁ μὲν τοῖς Σικελικοῖς κρατῆρσιν ἑαυτὸν θεώσας, ὡς ᾤετο, καὶ εἰς τὴν κρείττονα λῆξιν ἀφ᾿ ἡμῶν ἀναπέμψας, τῷ φιλτάτῳ σανδάλῳ κατεμηνύθη παρὰ τοῦ πυρὸς ἐκβρασθέντι· καὶ οὐ θεὸς ἐδείχθη μετ᾿ ἄνθρωπον, ἀλλ᾿ ἄνθρωπος κενόδοξος, καὶ ἀφιλόσοφος μετὰ θάνατον, καὶ οὐδὲ τὰ κοινὰ συνετός· οἱ δὲ ἀδύτοις τισὶν ἑαυτοὺς ἐγκρύψαντες ὑπὸ τῆς αὐτῆς νόσου καὶ φιλαυτίας, εἶτ᾿ ἐλεγχθέντες, οὐ μᾶλλον ἐκ τῆς κλοπῆς ἐτιμήθησαν ἢ ἐκ τοῦ μὴ λαθεῖν καθυβρίσθησαν.
60. Χριστιανοῖς δὲ ἥδιον ὑπὲρ εὐσεβείας τὸ πάσχειν, κἂν πάντας λανθάνωσιν, ἢ ἄλλοις τὸ εὐδοξεῖν μετὰ τῆς ἀσεβείας· τοῦ μὲν γὰρ ἀνθρώποις ἀρέσκειν βραχὺς ἡμῖν ὁ λόγος· τῆς δὲ παρὰ Θεοῦ τιμῆς ἡ πᾶσα ἔφεσις· μᾶλλον δὲ καὶ ὑπὲρ ταύτην, ὅ γε ἀληθῶς φιλόσοφοι καὶ φιλόθεοι, τὴν πρὸς τὸ καλὸν οἰκείωσιν ἀγαπῶντες δι᾿ αὐτὸ τὸ καλὸν, οὐ τὰς ἀποκειμένας ἐντεῦθεν τιμάς· δευτέρα γὰρ αὕτη τάξις τῶν ἐπαινετῶν, τὸ μισθοῦ τι πράττειν καὶ δι᾿ ἀντίδοσιν· ὥσπερ τρίτη τῷ φόβῳ κολάσεως φεύγειν τὴν μοχθηρίαν. Τὰ μὲν οὖν ἡμέτερα τοιαῦτα καὶ οὕτως ἔχοντα· καὶ ῥάδιον τοῦτο ἐκ πλειόνων ἐπιδεῖξαι τοῖς βουλομένοις.
61. Ὁ δὲ, ὡς μεγάλης τιμῆς ἀποστερήσειν μέλλων Χριστιανοὺς (κρίνουσι γὰρ οἱ πολλοὶ τὰ τῶν ἄλλων τοῖς ἰδίοις πάθεσ)ι, τοῦτο διώκει πρὸ τῶν ἄλλων τὴν εὐδοκίμησιν. Καὶ οὐδὲ μεγαλοψύχως, τοῖς ἄλλοις διώκταις ὁμοίως, ἀπογράφεται τὴν ἀσέβειαν· οὐδ᾿, εἰ μὴ βασιλικῶς, τυραννικῶς γε παντάπασι διανοεῖται περὶ ἡμῶν, ἵν᾿ ᾖ μεγαλοπρεπὲς αὐτῷ τὸ ἀσέβημα βιάζεσθαι λαὸν οἰκουμένης, καὶ τυραννῆσαι δόγμα πάντων δογμάτων ὑπερανεστηκός· δουλοπρεπῶς δὲ λίαν καὶ ἀγεννῶς κακουργεῖ τὴν εὐσέβειαν, καὶ τὰς περὶ τοὺς λογισμοὺς πλοκὰς καὶ διπλόας τῷ καθ᾿ ἡμῶν διωγμῷ φέρων ἐπεισήγαγε. Τοιγαροῦν εἰς δύο ταῦτα διῃρημένου τοῦ κρατεῖν, τὸ πείθειν καὶ τὸ βιάζεσθαι, ὃ μὲν ἦν ἀπανθρωπότερον, δήμοις ἐφῆκε καὶ πόλεσι τὸ τῆς τυραννίδος, ὧν καὶ μᾶλλον ἄληπτος ἡ ἀπόνοια διὰ τὴν ἀλογίαν, καὶ τὴν ἀπερίσκεπτον ἐπὶ πάντα φοράν· καὶ τοῦτο οὐ προστάγματι δημοσίῳ, τῷ δὲ μὴ ἀνακόπτειν τὰς ὁρμὰς ἄγραφον προθεὶς νόμον τὸ βούλεσθαι.
62. Ὃ δὲ ἡμερώτερον καὶ βασιλικώτερον, εἰς ἑαυτὸν δῆθεν φέρει, τὸ τῆς πειθοῦς· οὐ μὴν εἰς τὸ παντελὲς τοῦτό γε διεσώσατο· οὐδὲ γὰρ εἶχε φύσιν ἢ πάρδαλιν ἀποθέσθαι τὸ κατάστικτον, ἢ Αἰθίοπα τὸ μέλαν, ἢ πῦρ τὸ καίειν, ἢ τὸν πονηρὸν τὴν μισανθρωπίαν ἀπαρχῆς ἀνθρωποκτόνον τυγχάνοντα, ἢ ἐκεῖνον τὴν πονηρίαν, ἀφ᾿ ἧς καθ᾿ ἡμῶν ὥρμησεν· ἀλλ᾿ ὥσπερ τὸν χαμαιλέοντα λόγος παντοῖον γίνεσθαι ῥᾳδίως, καὶ πάσας μὲν ἀναλαμβάνειν χρόας, πλὴν μιᾶς τῆς λευκότητος, τὸν γὰρ Πρωτέα παρίημι τὸν τοῦ μύθου τὸν Αἰγύπτιον σοφιστὴν, οὕτω κἀκεῖνος πάντα ἦν καὶ ἐγίνετο Χριστιανοῖς, πλὴν ἡμερότητος, καὶ ἦν λίαν ἀπάνθρωπον αὐτῷ τὸ φιλάνθρωπον, καὶ τὸ πιθανὸν βίαιον, καὶ ἀπολογία τῆς ἀγριότητος ἡ χρηστότης· ἵν᾿ εἰκότως δοκῇ βιάζεσθαι, τοῦ πείθειν ἀποτυγχάνων.
63. Καὶ τοῦτο δῆλον ἐξ ὧν βραχὺ μὲν παρ᾿ αὐτῷ τὸ τῆς πειθοῦς, πλεῖον δὲ τὸ τῆς βίας εὐθὺς ἑπόμενον ἦν· ἵν᾿, ὥσπερ ἐν ταῖς θήραις, ἢ ταῖς πάγαις ἁλῶμεν, ἢ τοῖς διώγμασι, καὶ εἷς γε τρόπος πάντως ἡμᾶς χειρώσηται. Οὕτω δὲ διανοηθείς τε καὶ διελόμενος, δεύτερον ἐκεῖνο στρατηγεῖ, καὶ μόνον ἀσφαλῶς, εἰ καὶ ἀσεβῶς λίαν, ἐκ τῶν ἐγγυτάτω καὶ τῆς περὶ αὐτὸν χειρὸς, ὃ πᾶσι διώκταις σύνηθες, τῆς κακίας ἄρχεται· καὶ γὰρ οὐδὲ οἷόν τε τοῖς ἐκτὸς ἐγχειρῆσαι, μὴ τούτων οἰκειωθέντων, ὥσπερ οὐδὲ στρατὸν ἐπάγειν ἐχθροῖς, πρὸς τὸν στρατηγὸν στασιάζοντα.
64. Καὶ διὰ τοῦτο μεταποιεῖ μὲν τὰ βασίλεια, τοὺς μὲν θανάτῳ προϋπεξαγαγὼν πρότερον, τοὺς δὲ παρωσάμενος· οὐχ ὡς εὔνους τῷ μεγάλῳ βασιλεῖ μόνον, ἀλλὰ καὶ ὡς εὐνουστέρους τῷ μείζονι, καὶ ἀλυσιτελεῖς αὐτῷ κατ᾿ ἀμφότερα· ὑποποιεῖται δὲ τὸ στρατιωτικὸν, τὸ μὲν δι᾿ ἑαυτοῦ, τὸ δὲ διὰ τῶν ἐν τέλει, ὃ καὶ μᾶλλον εὔπιστον ὑπελάμβανε, τὸ μὲν τῶν τιμῶν ἡττώμενον, τὸ δὲ ἁπλότητι παρασυρόμενον, καὶ νόμον ἕνα γινῶσκον μόνον, τὴν τοῦ βασιλέως βούλησιν.
65. Μᾶλλον δὲ τοῦ στρατιωτικοῦ μέρος οὐκ ἐλάχιστον, καὶ ὅσον εὗρε σαθρὸν καὶ νοσῶδες, τοῦ καιροῦ δοῦλον καὶ τότε καὶ πρότερον· οὗ τὸ μὲν δεδούλωτο, τὸ δὲ ἤλπιζεν. Οὐ γὰρ δὴ τὸ πᾶν ὑφεῖλεν, οὐδὲ τοσοῦτον ἔδωκεν αὐτῷ καθ᾿ ἡμῶν ὁ δι᾿ ἐκείνου διώκτης· ἀλλ᾿ ἔμειναν ὑπὲρ τοὺς ἑπτακισχιλίους, οἱ μὴ κάμψαντες γόνυ τῇ Βαὰλ, μηδὲ τῇ εἰκόνι τῇ χρυσῇ προσκυνήσαντες, μηδὲ ὑπὸ τῶν ὄφεων τρωθέντες, ἐκ τοῦ βλέπειν εἰς τὸν ὄφιν τὸν κρεμασθέντα, καὶ καταλυθέντα τοῖς Χριστοῦ πάθεσι· πολλοὶ μὲν τῶν ἐν δυναστείαις καὶ ὕψεσιν, οὓς καὶ μᾶλλον εἰκὸς ἦν ἡττηθῆναι καὶ διὰ φόβον, καὶ δι᾿ ἐλπίδας· πολλοὶ δὲ τῶν κάτω καὶ ἀριθμῷ μόνῳ γνωριζομένων, οἷς προσβαλὼν ἀπεκρούσθη, καθάπερ ὑπὸ γενναίου τείχους μηχάνημά τι τῶν οὐ καιρίων. Πλὴν οὐκ ἠνία μᾶλλον τὸ διαφεῦγον ἢ ἐθάρσυνεν, ὡς ἂν λυςσῶντα, τὸ ἁλισκόμενον· καὶ τὸ βούλεσθαι παρίστη τὸ ἐλπισθὲν ὡς κρατούμενον.
66. Τολμᾷ δὲ ἤδη καὶ κατὰ τοῦ μεγάλου συνθήματος, ὃ μετὰ τοῦ σταυροῦ πομπεύει, καὶ ἄγει τὸν στρατὸν εἰς ὕψος αἰρόμενον, καμάτων λυτήριον ὄν τε καὶ κατὰ Ῥωμαίους ὀνομαζόμενον καὶ βασιλεῦον, ὡς ἂν εἴποι τις, τῶν λοιπῶν συνθημάτων· ὅσα τε βασιλέων προσώποις ἀγάλλεται, καὶ πεπετασμένοις ὑφάσμασιν ἐν διαφόροις βαφαῖς καὶ γράμμασιν, ὅσα τε δρακόντων φοβεροῖς χάσμασιν ἐμπνεόμενα ἐπ᾿ ἄκρων δοράτων αἰωρουμένοις, καὶ διὰ τῶν ὁλκῶν ῥιπιζόμενα φολίσιν ὑφανταῖς καταστίκτων, ἥδιστόν τε ὁμοῦ καὶ φρικτὸν θέαμα προσπίπτει ταῖς ὄψεσιν. Ὡς δὲ εἶχεν αὐτῷ κατὰ νοῦν τὰ πλησίον, καὶ τοῦ ἐν χερσὶν, ὡς ᾤετο, κινδύνου κρείττων ἐγένετο, οὕτως ἤδη πειρᾶται καὶ τῶν ἑξῆς.
67. Εὐηθέστατε, καὶ ἀσεβέστατε, καὶ ἀπαιδευτότατε τὰ μεγάλ!α σὺ κατὰ τοσούτου κλήρου καὶ τῆς οἰκουμενικῆς καρποφορίας, τῆς πάντα διαλαβούσης τὰ πέρατα, διὰ τῆς εὐτελείας τοῦ λόγου καὶ τῆς μωρίας, ὡς ἂν αὐτοὶ φαίητε, τοῦ κηρύγματος, ὃ σοφοὺς ἐνίκησε, καὶ δαίμονας ἔπαυσε, καὶ χρόνον ὑπερηκόντισε, τὸ αὐτὸ παλαιόν τε ὁμοῦ τυγχάνον καὶ νέον, ὡς ὑμεῖς τῶν θεῶν τινα τερατεύεσθε· τὸ μὲν τοῖς ὀλίγοις, τὸ δὲ τοῖς πολλοῖς· καὶ τὸ μὲν τῇ σκιαγραφίᾳ, τὸ δὲ τῇ τελειώσει τοῦ μυστηρίου καιροῖς ἰδίοις ταμιευθέντος; Σὺ κατὰ τῆς μεγάλης τοῦ Χριστοῦ κληρονομίας; (ὁ τίς, καὶ πόσος, καὶ πόθεν;) τῆς μεγάλης καὶ οὐ παυσομένης, οὐδ᾿ ἂν πλέον ἢ σὺ μανῶσί τινες, ἀλλ᾿ ἐπὶ πλεῖον ἀεὶ βαδιουμένης τε καὶ ἀρθησομένης· πιστεύω γὰρ ταῖς προῤῥήσεσι καὶ τοῖς ὁρωμένοις· ἣν ὡς Θεὸς ἐποίησε, καὶ ὡς ἄνθρωπος ἐκληρονόμησεν· ἣν νόμος ἐτύπωσε, καὶ χάρις ἐπλήρωσε, καὶ Χριστὸς ἐνεκαίνισεν· ἣν προφῆται συνέπηξαν, καὶ ἀπόστολοι συνέδησαν, καὶ εὐαγγελισταὶ κατηρτίσαντο;
68. Σὺ κατὰ τῆς Χριστοῦ θυσίας τοῖς σοῖς μιάσμασι; Σὺ κατὰ τοῦ τὸν κόσμον καθήραντος αἵματος τοῖς σοῖς αἵμασι; Σὺ πόλεμον κατὰ τῆς εἰρήνης; Σὺ χεῖρα κατὰ τῆς ὑπὲρ σοῦ ἡλωθείσης τε καὶ διὰ σέ; Σὺ κατὰ τῆς χολῆς τὴν σὴν γεῦσιν; κατὰ τοῦ σταυροῦ τρόπαιον; κατὰ τοῦ θανάτου κατάλυσιν; κατὰ τῆς ἀναστάσεως ἐπανάστασιν; κατὰ τοῦ μάρτυρος οὐδὲ μάρτυρας; μετὰ Ἡρώδην διώκτης, καὶ μετὰ Ἰούδαν προδότης; πλὴν ὅσον οὐκ ἀγχόνῃ τὴν μετάνοιαν ἔδειξας ὥσπερ ἐκεῖνος· καὶ Χριστοκτόνος μετὰ Πιλᾶτον, καὶ μετὰ Ἰουδαίους μισόθεος;
69. Οὐκ ᾐδέσθης τὰ ὑπὲρ Χριστοῦ σφάγια; οὐδὲ ἐφοβήθης τοὺς μεγάλους ἀγωνιστὰς, τὸν Ἰωάννην ἐκεῖνον, τὸν Πέτρον, τὸν Παῦλον, τὸν Ἰάκωβον, τὸν Στέφανον, τὸν Λουκᾶν, τὸν Ἀνδρέαν, τὴν Θέκλαν, τοὺς ἐπ᾿ ἐκείνοις τε καὶ πρὸ ἐκείνων τῆς ἀληθείας προκινδυνεύσαντας; οἳ πυρὶ, καὶ σιδήρῳ, καὶ θηρσὶ, καὶ τυράννοις προθύμως ἀντηγωνίσαντο, καὶ παροῦσι κακοῖς καὶ ἀπειλουμένοις, ὥσπερ ἐν ἀλλοτρίοις σώμασιν ἢ ἀσώματοι; τίνος ἕνεκεν; ἵνα μὴ προδῶσι μηδὲ μέχρι ῥήματος τὴν εὐσέβειαν. Ὧν αἱ μεγάλαι τιμαὶ καὶ πανηγύρεις· παρ᾿ ὧν δαίμονες ἑλαύνονται, καὶ νόσοι θεραπεύονται· ὧν αἱ ἐπιφάνειαι, καὶ ὧν αἱ προῤῥήσεις· ὧν καὶ τὰ σώματα μόνον ἴσα δύνανται ταῖς ἁγίαις ψυχαῖς, ἢ ἐπαφώμενα, ἢ τιμώμενα· ὧν καὶ ῥανίδες αἵματος μόνον, καὶ μικρὰ σύμβολα πάθους ἴσα δρῶσι τοῖς σώμασι.
70. Ταῦτα οὐ σέβεις, ἀλλ᾿ ἀτιμάζεις· ὁ τὴν Ἡρακλέους θαυμάζων πυρὰν τὴν ἐξ ἀτυχήματος, καὶ τῶν περὶ γυναῖκας ἀδικημάτων· καὶ τὴν Πέλοπος κρεουργίαν, τὴν φιλόξενον, ἢ φιλόθεον, ἐξ ἧς ἐπίσημοι Πελοπίδαι παρὰ τῶν ὤμων καὶ τοῦ ἐλέφαντος· καὶ τὰς Φρυγῶν ἐκτομὰς, τῶν ὑπ᾿ αὐλοῦ κηλουμένων, καὶ μετὰ τὸν αὐλὸν ὑβριζομένων· καὶ τὰς ἐν Μίθρου βασάνους καὶ καύσεις ἐνδίκους τὰς μυστικάς· καὶ τὴν ἐν Ταύροις ξενοκτονίαν, καὶ τὴν ἐπὶ Τροίας θυσίαν τῆς βασιλικῆς κόρης· καὶ τὸ Μενοικέως ὑπὲρ Θηβῶν αἷμα, καὶ τῶν Σκεδάσου θυγατέρων ἐν Λεύκτροις ὕστερον· ὁ τοὺς Λακωνικοὺς ἐπαινῶν ἐφήβους ξαινομένους ταῖς μάστιξι, καὶ τὸ ἐπιβώμιον αἷμα τέρπον θεὰν ἁγνὴν καὶ παρθένον· ὁ τὸ Σωκράτους ἐπαίρων κώνειον, καὶ τὸ Ἐπικτήτου σκέλος, καὶ τὸν Ἀναξάρχου θύλακον, ὧν ἀναγκαία μᾶλλον ἢ ἑκούσιος ἡ φιλοσοφία· καὶ τὸ Κλεομβρότου πήδημα τοῦ Ἀμβρακιώτου, τῷ Περὶ ψυχῆς λόγῳ φιλοσοφηθέν· καὶ τὴν ὑπὲρ τῶν κυάμων Πυθαγορικὴν ἔνστασιν, καὶ θανάτου περιφρόνησιν Θεανοῦς, ἢ οὐκ οἶδ᾿ οὗτινος τῶν τὰ ἐκείνου τετελεσμένων ἢ φιλοσοφησάντων.
71. Σὺ δὲ, εἰ μὴ ἐκεῖνα, τά γε παρόντα θαύμασον, ὦ φιλοσοφώτατε καὶ γενναιότατε, καὶ τοὺς Ἐπαμινώνδας ἐκείνους καὶ Σκιπίωνας τῇ καρτερίᾳ βλέπων· ὁ συμβαδίζων τῷ στρατῷ, καὶ σῖτα αἱρούμενος σχέδια, καὶ τὴν αὐτουργὸν ἐπαινῶν στρατηγίαν. Ἔστι τοι γενναίου καὶ φιλοσόφου ψυχῆς μηδὲ πολεμίων ἀρετὴν ἀτιμάζειν, καὶ πλεῖον νέμειν ἐχθρῶν γενναιότητι ἢ κακίᾳ τῶν οἰκειοτάτων καὶ μαλακίᾳ. Ὁρᾷς τοὺς ἀβίους τούτους καὶ ἀνεστίους, καὶ ἀσάρκους μικροῦ καὶ ἀναίμονας, καὶ Θεῷ κατὰ τοῦτο πλησιάζοντας; τοὺς ἀνιπτόποδας καὶ χαμαιεύνας, ὅ φησιν ὁ σὸς Ὅμηρος, ἵνα τινὰ δαιμόνων τιμήσῃ τῷ πλάσματι, τοὺς κάτω καὶ ὑπὲρ τὰ κάτω; τοὺς ἐν ἀνθρώποις, καὶ ὑπὲρ τὰ ἀνθρώπινα; τοὺς δεδεμένους, καὶ ἐλευθέρους; τοὺς κεκρατημένους, καὶ ἀκρατήτους; ὧν οὐδὲν ἐν κόσμῳ, καὶ πάντα τὰ ὑπὲρ κόσμον; ὧν διπλοῦν τὸ ζῇν, τὸ μὲν ὑπερορώμενον, τὸ δὲ σπουδαζόμενον; τοὺς διὰ τὴν νέκρωσιν ἀθανάτους, τοὺς διὰ λύσιν Θεῷ συνημμένους; τοὺς ἔξω πόθου, καὶ μετὰ τοῦ θείου καὶ ἀπαθοῦς ἔρωτος; ὧν ἡ πηγὴ τοῦ φωτὸς, καὶ ὧν ἤδη τὰ ἀπαυγάσματα; ὧν αἱ ἀγγελικαὶ ψαλμῳδίαι, καὶ ἡ πάννυχος στάσις, καὶ ἡ τοῦ νοῦ πρὸς Θεὸν ἐκδημία προαρπαζομένου; ὧν ἡ κάθαρσις, καὶ ὧν τὸ καθαίρεσθαι, μηδὲν μέτρον εἰδότων ἀναβάσεως καὶ θεώσεως; ὧν αἱ πέτραι, καὶ ὧν οἱ οὐρανοί; ὧν τὸ ἐῤῥίφθαι, καὶ ὧν οἱ θρόνοι; ὧν ἡ γυμνότης, καὶ ὧν ἀφθαρσίας ἔνδυμα; ὧν ἡ ἐρημία, καὶ ὧν ἡ ἐκεῖθεν πανήγυρις; ὧν τὸ τυραννεῖσθαι τὰς ἡδονὰς, καὶ ὧν ἡ ἀπόλαυσις ἡ ἄλυτος καὶ ἀνέκφραστος; ὧν τὸ δάκρυον ἁμαρτίας κατακλυσμὸς, κόσμου καθάρσιον; ὧν ἔκτασις χειρῶν φλόγα σβέννυσι, θῆρας κοιμίζει, ἀμβλύνει ξίφη, κλίνει φάλαγγας, ἐπιστομίσει καὶ τὴν σὴν ἀσέβειαν, εὖ ἴσθι, κἂν πρὸς ὀλίγον ἀρθῇς, καὶ παίξῃς τὸ τῆς ἀσεβείας δρᾶμα μετὰ τῶν σῶν δαιμόνων;
72. Πῶς οὐδὲ ταῦτά σοι φοβερὰ, ὦ λίαν τολμηρὲ σὺ καὶ θανατῶν, εἴπερ ἄλλος τις; Πῶς οὐκ αἰδέσιμα; Ταῦτα μὲν ἤδη καὶ πολλῷ τιμιώτερα τῆς Σόλωνος ἀπληστίας τοῦ σοφοῦ τε καὶ νομοθέτου, ἣν Κροῖσος ἤλεγξε τῷ Λυδίῳ χρυσῷ· καὶ τῆς Σωκράτους φιλοκαλίας· αἰδοῦμαι γὰρ εἰπεῖν παιδεραστίας, κἂν σεμνοποιῆται ταῖς ἐπινοίαις· καὶ τῆς Πλάτωνος λιχνείας τῆς Σικελικῆς, δι᾿ ἣν καὶ πιπράσκεται, καὶ οὐδ᾿ ὑπό τινος ἐξωνεῖται τῶν αὐτοῦ μαθητῶν, ἢ ὅλως Ἕλληνος· καὶ τῆς Ξενοκράτους ὀψοφαγίας· καὶ τῆς Διογένους στωμυλίας, τοῦτον πίθον οἰκοῦντος, ὑφ᾿ ἧς τοὺς ξένους ὑπεξίστησι τοῖς τυράννοις ἐκ τῆς τραγῳδίας, τοὺς εὐτελεῖς ἄρτους τοῖς σησαμοῦσι· καὶ τῆς Ἐπικούρου φιλοσοφίας, οὐδὲν ὑπὲρ τὴν ἡδονὴν ἀγαθὸν ὁριζομένης. Μέγας ὑμῖν ὁ Κράτης· καὶ γὰρ ὄντως φιλόσοφον τὸ μηλόβοτον ἀφεθῆναι τὴν οὐσίαν, καὶ τοῖς παρ᾿ ἡμῖν φιλοσόφοις ὅμοιον. Ἀλλὰ πομπεύει τὴν ἐλευθερίαν τῷ κηρύγματι, ὡς ἄν τις οὐ φιλόσοφος μᾶλλον ἢ φιλόδοξος. Μέγας ὁ, τῆς νηὸς χειμαζομένης, καὶ πάντων ἐκριπτουμένων, χάριν ὁμολογῶν τῇ τύχῃ, συστελλούσῃ εἰς τὸ τριβώνιον. Μέγας ὁ Ἀντισθένης, ὅτι, τὸ πρόσωπον συντριβεὶς ὑπό τινος τῶν ὑβριστῶν καὶ θρασέων, ἐπιγράφει τῷ μετώπῳ μόνον, ὥσπερ ἀνδριάντι δημιουργῶν, τὸν παίσαντα, ἴσως ἵνα κατηγορήσῃ θερμότερον. Ἐπαινεῖς τινα καὶ τῶν οὐ πολὺ πρὸ ἡμῶν, ὅτι πανημέριος ἑστὼς τῷ ἡλίῳ προσηύξατο· ἴσως αὐτὸν τηρήσας καὶ προσγειότερον, ἵνα καὶ συνέλῃ τὴν εὐχὴν, δυομένῳ συγκαταλύσας· καὶ τὴν ἐν Ποτιδαίᾳ στάσιν, τὴν ἐν χειμερίῳ τῇ ὥρᾳ, πάννυχον τῇ θεωρίᾳ προσφιλοπονήσαντος, ὥστε μηδὲ ἐπαισθάνεσθαι τοῦ κρύους διὰ τὴν ἔκστασιν· ἢ καὶ τὴν Ὁμήρου φιλομάθειαν περὶ τὸ Ἀρκαδικὸν ζήτημα, καὶ τὴν Ἀριστοτέλους φιλοσοφίαν καὶ προσεδρίαν ἐπὶ ταῖς τοῦ Εὐρίπου μεταβολαῖς, ὑφ᾿ ὧν τεθνήκασι· καὶ τὸ Κλεάνθους φρέαρ, καὶ τὸν Ἀναξαγόρου ἱμάντα, καὶ τὴν Ἡράκλειτον κατήφειαν.
73. Πόσοι ταῦτα, καὶ μέχρι τίνος; Τὰς δὲ παρ᾿ ἡμῖν οὐ θαυμάζεις χιλιάδας καὶ μυριάδας· καὶ ταῦτα καὶ τούτων ἔτι θαυμασιώτερα φιλοσοφούντων ἐν παντὶ τῷ βίῳ καὶ κατὰ πᾶσαν, ὡς εἰπεῖν, τὴν οἰκουμένην, ἀνδρῶν τε ὁμοίως καὶ γυναικῶν, εἰς ἀνδρείαν ἁμιλλωμένων, κἀνταῦθα μόνον ἐπιλανθανομένων τῆς φύσεως, οὗ δεῖ Θεὸν οἰκειοῦσθαι δι᾿ ἁγνείας καὶ καρτερίας· οὐ τῶν ἀγεννῶν μόνον, καὶ τῷ πονεῖν συνειθισμένων διὰ τὴν ἀπ᾿ ἀρχῆς εὐτέλειαν, ἀλλὰ καὶ τῶν λίαν ὑψηλῶν ποτε καὶ λαμπρῶν, καὶ περιουσίᾳ, καὶ γένει, καὶ δυναστείᾳ, καινοτομούντων τὸ δυσπαθεῖν διὰ τὴν Χριστοῦ μίμησιν· ὧν, κἂν ὁ λόγος μὴ ᾖ (διὰ τὸ μηδ᾿ ἐν λόγῳ τίθεσθαι τὴν εὐσέβειαν, καὶ τῆς ἀπὸ τοῦ στόματος σοφίας βραχὺν εἶναι τὸν καρπὸν, ὡς καὶ τῶν παρ᾿ ὑμῖν τινι ποιητῶν ἔδοξεν), ἀλλὰ τὸ εὔλογον πλεῖον, καὶ ἡ ἐν τοῖς πράγμασι παίδευσις.
74. Ἀλλ᾿ ὅμως, ἅπαντα παριδὼν ταῦτα, καὶ πρὸς ἑν τοῦτο μόνον ἰδὼν, ὅπως ἂν χαρίσαιτο τοῖς κατενεγκοῦσι πολλάκις αὐτὸν ἀξίως δαίμοσι, πρὶν ἄλλο τι καταστήσασθαι τῶν κοινῶν, ἐπὶ Χριστιανοὺς φέρεται. Καὶ δύο μὲν ταῦτα ἦν αὐτῷ τὰ σπουδαζόμενα, Γαλιλαῖοί τε, ὡς αὐτὸς ἐφυβρίζων ἐκάλει, καὶ Πέρσαι τῷ πολέμῳ καρτερῶς παραμένοντες· οὕτω δὲ τὸ ἡμέτερον μεῖζον καὶ περισπουδαστότερον, ὥστε λῆρον καὶ παιδιὰν αὐτῷ τὸ κατὰ Πέρσας νομίζεσθαι. Καὶ τοῦτο οὐκ ἐκφαίνει μὲν, οὐ κρύπτει δέ· ἀλλὰ τοσοῦτον ἦν αὐτῷ τὸ περιὸν τῆς μανίας, ὥστε ἀεὶ καὶ πρὸς πάντας ὁμολογῶν οὐκ ἐπαύετο. Καὶ οὐδὲ τοῦτο συνεῖδεν ὁ πάντων συνετώτατος καὶ ἄριστος τοῦ κοινοῦ προστάτης, ὅτι τοῖς μὲν προτέροις διωγμοῖς ὀλίγον ἦν τὸ συγχεόμενον καὶ παρακινούμενον, οὔπω τοῦ καθ᾿ ἡμᾶς δόγματος ἐπὶ πολλοὺς φθάσαντος, ἀλλ᾿ ἔτ᾿ ἐν ὀλίγοις ἱσταμένης τῆς ἀληθείας, καὶ δεομένης ἐκλάμψεως· νῦν δὲ ἤδη τοῦ σωτηρίου λόγου χεθέντος, καὶ περὶ ἡμᾶς μάλιστα δυναστεύσαντος, τὸ πειρᾶσθαι τὰ Χριστιανῶν μετατιθέναι καὶ παρακινεῖν, οὐδὲν ἕτερον ἦν ἢ τὴν Ῥωμαίων παρασαλεύειν ἀρχὴν, καὶ τῷ κοινῷ παντὶ κινδυνεύειν, καὶ ὧν οὐδ᾿ ἂν οἱ ἐχθροὶ χεῖρόν τι καθ᾿ ἡμῶν εὔξαιντο, ταῦτα πάσχειν ὑφ᾿ ἡμῶν αὐτῶν, καὶ τῆς νέας ταύτης καὶ θαυμαστῆς φιλοσοφίας καὶ βασιλείας, ὑφ᾿ ἧς ἡμεῖς εὐδαίμονες, καὶ πρὸς τὴν χρυσῆν ἐκείνην γενεάν τε καὶ πολιτείαν ἐπανεληλύθαμεν, τὴν ἀστασίαστόν τε καὶ ἄμαχον.
75. Ἢ δρόμος μὲν ἀνεκτῶς διοικούμενος, καὶ φόρων ἄνεσις, καὶ ἀρχόντων ἐκλογὴ, καὶ κλοπῶν ἐπιτίμησις, καὶ τἄλλα ὅσα τῆς προσκαίρου καὶ ἀκαριαίας μακαριότητος καὶ φαντασίας, μεγάλην ἔμελλε τῷ κοινῷ παρέξειν τὴν ὠφέλειαν, καὶ περιθρυλλεῖσθαι ἡμῶν ἔδει τὰ ὦτα τούτων ἐπαινουμένων· δῆμοι δὲ στασιάζοντες καὶ πόλεις, καὶ γένη ῥηγνύμενα, καὶ οἰκίαι διιστάμεναι, καὶ συζυγίαι σχιζόμεναι, ἃ τῷ κακῷ πάντα ἦν εἰκὸς ἀκολουθεῖν ἐκείνῳ, καὶ μέντοι καὶ ἠκολούθησε σφόδρα, ἢ πρὸς εὐδοξίαν ἐκείνῳ κάλλιστα εἶχεν, ἢ τῷ κοινῷ πρὸς ἀσφάλειαν; Καίτοι τίς οὕτως ἢ πρὸς ἀσέβειαν εὔκολος, ἢ τῶν κοινῶν ἔξω λογισμῶν, ὅστις ἂν ταῦτα συμφήσειεν; Ὥσπερ γὰρ ἐν τοῖς σώμασιν, ἑνὸς μὲν ἢ δυοῖν μελῶν ἀσθενέστερον διακειμένων, οὐ χαλεπῶς ἀναφέρει τὰ λοιπὰ, καὶ συντηρεῖται τὸ τῆς ὑγιείας ἀγαθὸν τῷ πλείονι, ᾧ τάχα ἂν κἀκεῖνα πρὸς τὸ βέλτιον ἐπανέλθοι· τοῦ δὲ πλείονος στασιάζοντος καὶ πικρῶς ἔχοντος, οὐδὲ μία μηχανὴ μὴ τὸ πᾶν ἔχειν κακῶς, καὶ κίνδυνος ἤδη τὸ τοιοῦτο σαφής· οὕτω κἀν τοῖς ἀρχομένοις τὰς μὲν καθ᾿ ἕκαστον ἀῤῥωστίας συμβαίνει τῷ κοινῷ κρύπτεσθαι κρεῖσσον ἔχοντι· τῶν πλειόνων δὲ σαθρῶς ἐχόντων, τῷ παντὶ κίνδυνος. Ὅ μοι δοκεῖ ἄλλον μὲν ἂν ἰδεῖν, καὶ τῶν σφόδρα μισούντων ἡμᾶς ἐν τῷ νῦν καιρῷ, καὶ τῇ τοσαύτῃ τῶν Χριστιανῶν ἐπιδόσει. Τοῦ δὲ ἡ πονηρία τοῖς λογισμοῖς ἐπεσκότισε· καὶ διὰ τοῦτο μικροῖς τε ὁμοίως καὶ μείζοσι πλέκει τὸν διωγμόν.
76. Ἐκεῖνο μὲν οὖν καὶ σφόδρα μειρακιῶδες καὶ κοῦφον, καὶ οὐχ ὅπως βασιλέως ἀνδρὸς, ἀλλ᾿ οὐδὲ ἄλλου τινὸς τῶν καὶ μετρίως στιβαρῶν τὴν διάνοιαν, ὅτι, τῇ μεταθέσει τῆς κλήσεως ἕψεσθαι νομίσας τὴν ἡμετέραν διάθεσιν, ἢ αἰσχυνεῖν γε ἡμᾶς ὥσπερ τι τῶν αἰσχίστων ἐγκαλουμένους, εὐθὺς καινοτομεῖ περὶ τὴν προσηγορίαν, Γαλιλαίους ἀντὶ Χριστιανῶν ὀνομάσας τε καὶ καλεῖσθαι νομοθετήσας· ἔργῳ δηλῶν, ὅτι μέγιστον εἰς δόξαν καὶ τιμιώτατον ἡ τοῦ Χριστοῦ κλῆσις, ἐξ ὧν ἀποστερῆσαι ταύτης ἡμᾶς ἐπενόησεν· ἢ φοβούμενός γε τὴν δύναμιν τῆς προσηγορίας, ὥσπερ οἱ δαίμονες, καὶ διὰ τοῦτο μεταβαίνων ἐφ᾿ ἕτερον ὄνομα τῶν οὐκ εἰωθότων οὐδὲ γνωρίμων.
77. Ἡμεῖς δὲ οὐ παρακινήσομεν αὐτοῖς τὰ ὀνόματα· οὐδὲ γάρ ἐστιν εἰς ὅ τι μεταθείημεν ἂν ἄλλο γελοιότερον, τοὺς φαλλοὺς, καὶ τοὺς ἰθυφάλλους, καὶ τοὺς μελαμπύγους, καὶ τοὺς ἀπύγους, καὶ τὸν τραγόπουν, καὶ τὸν σεμνὸν Πᾶνα, τὸν ἐκ πάντων μνηστήρων ἕνα θεὸν, καὶ ὄνομα λαβόντα τὴν ὕβριν, ὥσπερ ἦν ἄξιον. Δεῖ γὰρ ἢ ἀδικεῖν παρ᾿ ἐκείνοις εἰς πολλὰς ἕνα καὶ τὸν κράτιστον, ἢ ἐκ πολλῶν γίνεσθαι καὶ τὸν αἴσχιστον· οὐκοῦν φθονήσομεν αὐτοῖς οὔτε τῶν πραγμάτων οὔτε τῶν ὀνομάτων· ἀλλ᾿ ἀπολαυέτωσαν τῆς ἑαυτῶν εὐηθείας, καὶ τοῖς αἰσχίστοις ἐγκαλλωπιζέσθωσαν· εἰ βούλοιντο δὲ, καὶ τὸν Βουθοίναν παρήσομεν αὐτοῖς, καὶ τὸν Τριέσπερον, ἵνα καὶ μᾶλλον αὐτοῖς χαρισώμεθα· τὸν καὶ γεννώμενον οὕτω, καὶ γεννῶντα μεγαλοπρεπῶς, καὶ ἆθλον ποιησάμενον τρισκαιδέκατον, ἐν μιᾷ νυκτὶ, τὰς Θεστίου πεντήκοντα θυγατέρας, ἵν᾿ ἐκ τούτων ὀνομασθῇ θεός· ἐπεὶ βουλομένοις γε τὰ τοιαῦτα καινοτομεῖν, καὶ πολλαὶ κατ᾿ ἐκείνου κλήσεις ἐκ τῶν ἐκείνου Χριστιανοῖς αἰσχίους τε ἅμα καὶ οἰκειοτέραι. Τί γὰρ ἂν κωλύσειε καὶ ἡμᾶς τῷ βασιλεῖ κατὰ τὸ ἴσον ἀντιπαίζοντας Ῥωμαίων, ὡς δὲ ᾤετο, καὶ τῆς οἰκουμένης, ἠπατημένος τοῖς δαίμοσι, τὸν Εἰδωλιανὸν καλεῖν, καὶ τὸν Πισαῖον, καὶ τὸν Ἀδωναῖον, καὶ τὸν Καυσίταυρον, ὅπερ καὶ ἤδη τινὲς αὐτὸν τῶν παρ᾿ ἡμῖν κομψῶν ὠνομάκασιν, ἐπειδὴ ῥᾳστώνη πολλὴ τοῦ πράγματος, ὅσα τε ἄλλα παραποιεῖν ἢ ποιεῖν ἐκ τῆς ἀληθείας ἡ ἱστορία δίδωσι;
78. Πάντων δὲ ἀτοπώτατον, τὸν μὲν Σωτῆρα καὶ Δεσπότην ἁπάντων, τὸν τοῦδε τοῦ παντὸς δημιουργόν τε καὶ κυβερνήτην, τὸν τοῦ μεγάλου Πατρὸς καὶ Υἱὸν, καὶ Λόγον, καὶ προσαγωγέα, καὶ ἀρχιερέα, καὶ σύνθρονον· τὸν ὑπὲρ ἡμῶν τῶν ἀτιμασάντων αὐτοῦ τὴν εἰκόνα, καὶ πρὸς τὸν χοῦν ἀπενηνεγμένων, καὶ ἀγνοησάντων τὸ μέγα τῆς συζυγίας μυστήριον, μὴ μόνον εἰς δούλου καταβάντα μορφὴν, ἀλλὰ καὶ ἐπὶ τὸν σταυρὸν ἀναβάντα, καὶ συναγαγόντα τὴν ἐμὴν ἁμαρτίαν τεθνηξομένην· τοῦτον μὲν Σαμαρείτην ἀκούοντα, καὶ ὃ πολλῷ χεῖρον, δαιμονᾷν ἐγκαλούμενον, μήτε αἰσχύνεσθαι, μήτε ἐγκαλεῖν τοῖς ὑβρίζουσιν· ᾧ καὶ ταῖς ἀγγελικαῖς παρατάξεσι, καὶ λόγῳ μόνῳ ἀμύνεσθαι τοὺς πονηροὺς ῥᾴδιον ἦν· ἀλλ᾿ ἡμέρως πάνυ καὶ πράως τοὺς ὑβρίζοντας ἀποπέμπεσθαι, καὶ ὑπὲρ τῶν σταυρούντων αὐτὸν ἀφιέναι δάκρυον, ἡμᾶς δὲ οἴεσθαι ἀλγήσειν οὕτω καλουμένους, ἢ αἰσχυνεῖσθαι, ἢ τῆς ὑπὲρ τοῦ καλοῦ φιλοτιμίας διὰ τοῦτο ἀποστήσεσθαι, καὶ πλείω ποιήσεσθαι λόγον τῶν ὕβρεων τούτων ἢ τῶν ψυχῶν καὶ σωμάτων, ὧν καταφρονεῖν ἴσμεν ὑπὲρ τῆς ἀληθείας; Ἀλλὰ τοῦτο μὲν, ὅπερ εἶπον, γελοῖον μᾶλλον ἢ λυπηρὸν, καὶ εἰς τὴν σκηνὴν ἀποπεμπόμεθα· πάντως οὔ ποτ᾿ ἂν ὑπερβαλλοίμεθα τοὺς ῥᾳδίως ἐκεῖ κατὰ τῆς κόῤῥης τά γε τοιαῦτα παιζομένους, καὶ παίζοντας.
79. Ἐκεῖνο δὲ ἤδη καὶ λίαν πονηρὸν καὶ κακόηθες, ὅτι, τὸ μὲν φανερῶς πείθειν οὐκ ἔχων, τὸ δὲ βιάζεσθαι τυραννικῶς αἰσχυνόμενος, τῇ λεοντῇ τὴν κερδαλῆν ἐγκρύπτων, εἰ βούλει δὲ, τῷ Μίνωος προςωπείῳ τὸν ἀδικώτατον (πῶς ἂν εἴποιμι κυρίως;) ἐπιεικῶς ἐβιάζετο. Τὰ μὲν οὖν ἄλλα τοῖς βουλομένοις ἱστορεῖν τε καὶ γράφειν παρήσω, τοῦ λόγου σπεύδοντος· πολλοῖς δὲ οἶμαι σπουδασθήσεσθαι τοῦ τότε καιροῦ τὴν εἴτε τραγῳδίαν χρὴ λέγειν, εἴτε κωμῳδίαν, οἷς μέρος εὐσεβείας δόξει λόγῳ βάλλειν τὸν ἀλιτήριον· ὡς καὶ τοῖς ἔπειτα παραδοθῆναι πρᾶγμα τοσοῦτον, καὶ ἥκιστα τοῦ λαθεῖν ἄξιον· αὐτὸς δὲ ἀντὶ πάντων ἑν ἢ δύο δείγματος ἐρῶ χάριν τοῖς σφόδρα τὰ ἐκείνου θαυμάζουσιν, ἵν᾿ εἰδῶσι τοῦτον ἐπαινεῖν ἀξιοῦντες, οὗ μηδὲ ψόγον ἔστιν εὑρεῖν ἄξιον.
80. Νόμος ἐστὶ βασιλικὸς, οὐκ οἶδα μὲν εἰ καὶ πᾶσιν ἀνθρώποις παρ᾿ ὅσοις τὸ βασιλεύεσθαι, Ῥωμαίοις δὲ καὶ τῶν λίαν σπουδαζομένων εἰκόσι δημοσίαις τιμᾶσθαι τοὺς βασιλεύοντας· οὐ γὰρ ἐξαρκοῦσιν οἱ στέφανοι καὶ τὰ διαδήματα, καὶ τὸ τῆς ἁλουργίδος ἄνθος, οἵ τε ἀριθμούμενοι λογχοφόροι καὶ τὸ τῶν ἀρχομένων πλῆθος, συγκροτεῖν τούτοις τὴν βασιλείαν· ἀλλὰ δεῖ καὶ προσκυνήσεως αὐτοῖς, ὑφ᾿ ἧς σεμνότεροι δόξωσιν· οὐχ ἣν αὐτοὶ προσκυνοῦνται μόνον, ἀλλὰ καὶ τῆς ἐν πλάσμασί τε καὶ χρώμασιν, ἵν᾿ ᾖ τὸ σέβας αὐτοῖς ἀπληστότερόν τε καὶ τελεώτερον. Ταύταις ταῖς εἰκόσιν ἄλλοι μὲν ἄλλο τι τῶν βασιλέων προσπαραγράφεσθαι χαίρουσιν· οἱ μὲν τῶν πόλεων τὰς λαμπροτέρας δωροφορούσας, οἱ δὲ νίκας ὑπὲρ κεφαλῆς στεφανούσας· οἱ δὲ τοὺς ἐν τέλει προσκυνοῦντας, καὶ τοῖς τῶν ἀρχῶν τιμωμένους συνθήμασιν· οἱ δὲ θηροφονίας καὶ εὐστοχίας· οἱ δὲ βαρβάρων ἡττημένων, καὶ ὑπὸ τοῖς ποσὶν ἐῤῥιμμένων ἢ κτεινομένων πολυειδῆ σχήματα· φιλοῦσι γὰρ οὐ τὰς ἀληθείας τῶν πραγμάτων μόνον ἐφ᾿ οἷς μέγα φρονοῦσιν, ἀλλὰ καὶ τὰ τούτων ἰνδάλματα.
81. Ὁ δὲ τί μηχανᾶται; καὶ τίνα τῶν Χριστιανῶν τοῖς στεῤῥοτέροις ἵστησι δόλον; Ὥσπερ οἱ τοῖς βρώμασι καταμιγνύντες τὰ δηλητήρια, μίξαι ταῖς ἐξ ἔθους τῶν βασιλέων τιμαῖς τὴν ἀσέβειαν, καὶ εἰς ἑν ἀγαγεῖν νόμους Ῥωμαίων καὶ εἰδώλων προσκύνησιν· καὶ διὰ τοῦτο ταῖς εἰκόσι συμπαραγράφων τοὺς δαίμονας, ὡς δή τινας ἄλλας τῶν ἐξ ἔθους γραφὰς προὐτίθει δήμοις καὶ πόλεσι, καὶ μάλιστα τοῖς τῶν ἐθνῶν ἄρχουσι τὰς εἰκόνας, ὡς κακοῦ γέ του πάντως μὴ εἶναι διαμαρτεῖν· ἀλλ᾿ ἢ τῇ τῶν βασιλέων τιμῇ τὴν τῶν εἰδώλων συμφέρεσθαι, ἢ τῇ τούτων φυγῇ τοὺς βασιλέας ὑβρίζεσθαι, μικτῆς οὔσης τῆς προσκυνήσεως. Τοῦτον τὸν δόλον καὶ ταύτην τὴν οὕτω σοφιστικῶς ἐπινοηθεῖσαν πάγην τῆς ἀσεβείας ὀλίγοι μὲν διέφυγον τῶν εὐλαβεστέρων καὶ συνετωτέρων, οἳ καὶ δίκην ἔδοσαν τῆς συνέσεως· πρόσχημα μὲν ὡς εἰς τιμὴν βασιλέως παρανομήσαντες, τὸ δὲ ἀληθὲς ὑπὲρ τοῦ ἀληθινοῦ βασιλέως καὶ τοῦ εὐσεβοῦς κινδυνεύσαντες. Πολλοὶ δὲ ἥλωσαν τῶν εὐηθεστέρων καὶ ἁπλουστέρων· οἷς καὶ συγγνώμη τυχὸν τῆς ἀγνοίας, τέχνῃ συναρπασθεῖσιν εἰς τὴν ἀσέβειαν. Τοῦτο μὲν δὴ τοιοῦτον, ὃ καὶ μόνον ἐξήρκει στηλιτεῦσαι βασιλέως προαίρεσιν· οὐ γὰρ τὰ αὐτὰ βασιλεῦσί τε καὶ ἰδιώταις πρέπειν ὑπολαμβάνομεν· ὅτι μηδὲ τῆς αὐτῆς ἀξίας ἀμφότερα. Ἰδιώτῃ μὲν γὰρ καὶ τεχνικῶς πράττειν τι συγχωρήσαιμεν· ᾧ γὰρ τὸ φανερῶς βιάζεσθαι μὴ δυνατὸν, τούτῳ συγγνωστὸν τὸ τῆς περινοίας· βασιλεῖ δὲ, τοῦ δυνάμει κρατεῖσθαι λίαν αἰσχροῦ τυγχάνοντος, ἔτ᾿ αἴσχιον, οἶμαι, καὶ ἀπρεπέστερον τὸ τέχνῃ κλέπτειν τὰς ἐγχειρήσεις καὶ τὰ προκείμενα.
82. Ἕτερον δὲ ὃ διανοίας μέν ἐστιν καὶ προαιρέσεως τῆς αὐτῆς, τῷ μέτρῳ δὲ πολὺ χεῖρον καὶ ἀσεβέστερον, εἰς πλείους τοῦ κακοῦ φθάνοντος, τοῦτο προσθήσω τοῖς εἰρημένοις. Δωρεᾶς βασιλικῆς ἦν ἡμέρα, εἴτ᾿ οὖν ἐτήσιος, εἴτε τηνικαῦτα τῷ βασιλεῖ σχεδιασθεῖσα διὰ τὴν κακουργίαν, καὶ παρεῖναι τὸ στρατιωτικὸν ἔδει τιμηθησομένους, ὡς ἕκαστος ἀξίας εἶχεν ἢ τάξεως. Πάλιν ἡ τῆς ἀνελευθερίας σκηνή· πάλιν τὸ δρᾶμα τῆς ἀσεβείας· φαρμαχθῆναι φιλανθρωπίᾳ τινὶ τὸ ἀπάνθρωπον, καὶ χρήμασι δελεασθῆναι στρατιωτικὴν ἀλογίαν σὺν ἀπληστίᾳ, μεθ᾿ ὧν τὰ πολλὰ βιοτεύουσιν. Ὁ μὲν οὖν προὐκάθητο, λαμπρῶς πανηγυρίζων κατὰ τῆς εὐσεβείας, καὶ μέγα φρονῶν τοῖς τεχνάσμασι· Μελάμπους, οἶμαι, τὶς, ἢ Πρωτεὺς, πάντα καὶ ὢν καὶ γινόμενος, καὶ ῥᾳδίως ἑαυτὸν ὑπαλλάττων τοῖς εἴδεσι· τὰ δὲ περὶ αὐτὸν οἷα, καὶ ὅσων ὀδυρμῶν τοῖς εὖ φρονοῦσιν ἄξια, οὐ τοῖς τότε παροῦσι μόνον, ἀλλὰ καὶ τοῖς νῦν ἀκοῇ δεχομένοις ἐκεῖνο τὸ θέαμα;
83. Προὔκειτο χρυσὸς, προὔκειτο λίβανος, ἐγγύθεν τὸ πῦρ, οἱ κελευσταὶ πλησίον· καὶ τὸ σχῆμα ὡς πιθανὸν, βασιλικῆς δωρεᾶς τοῦτον εἶναι δοκεῖν τὸν νόμον, τῆς γε ἀρχαιοτέρας τε καὶ τιμιωτέρας. Εἶτα τί; Θυμιᾷν ἔδει κατὰ τοῦ πυρὸς, καὶ δέχεσθαι παρὰ τοῦ βασιλέως τὸν τῆς ἀπωλείας μισθὸν, οὕτως ὀλίγον τοσούτου πράγματος, ψυχῶν ὅλων καὶ τῆς εἰς Θεὸν ἀσεβείας. Φεῦ τῆς πραγματεία!ς φεῦ τῆς ἀντιδόσεω!ς Στρατὸς ὅλος ἑνὸς τεχνάσματος ὤνιος ἦν· καὶ οἱ τὴν οἰκουμένην παραστησάμενοι μικρῷ πυρὶ καὶ χρυσίῳ, καὶ διὰ κνίσσης ὀλίγης ἔπιπτον, οὐδὲ τὴν ἑαυτῶν σφαγὴν εἰδότες οἱ πλείους· τοῦτο γὰρ ἦν τὸ βαρύτατον. Παρῄει τις ὡς κερδανῶν, καὶ οὐδὲ ἑαυτὸν εἶχε μετὰ τὸ κέρδος· προσεκύνει δεξιὰν βασιλέως, καὶ τὸν αὐτόχειρα προσκυνῶν οὐκ ἠπίστατο. Τοῖς δὲ καὶ γινώσκουσιν οὐδὲν ἦν πλέον, ἅπαξ τῷ κακῷ προκατειλημμένοις, καὶ νόμον ἄλυτον ἡγουμένοις τὴν πρώτην ἄνοιαν. Ποῖαι ταῦτα Περσῶν μυριάδες, τίνες τοξόται, τίνες σφενδονῆται κατώρθωσαν, ποῖος σιδηροῦς στρατιώτης καὶ πανταχόθεν ἄτρωτος, τίνα κατὰ τῶν τειχῶν μηχανήματα, οἵα χεὶρ μία, καὶ καιρὸς εἷς, καὶ βουλὴ μιαρὰ κατεπράξατο;
84. Μίξω τούτοις τι διήγημα τῶν εἰρημένων ἐλεεινότερον. Λέγονταί τοι τῶν ἁλόντων τινὲς ἐξ ἀγνοίας, ἐπειδὴ τοῦτο ἔπαθον καὶ ἀνεχώρησεν οἴκαδε, τοῖς συσσίτοις κοινωνεῖν τραπέζης· εἶτα τοῦ πότου προελθόντος εἰς τὴν συνήθη ψυχροποσίαν, ὡς οὐδενὸς ὄντος αὐτοῖς δεινοῦ, τῇ ψυχροφόρῳ κύλικι, Χριστὸν ἐπειπεῖν μετὰ τῆς σφραγῖδος ἄνω βλέψαντας. Τῶν δὲ συσσίτων τινὸς θαυμάσαντος, καί· Τί τοῦτο; εἰπόντος, Χριστὸν ἐπικαλεῖσθε μετὰ τὴν ἄρνησιν; Πῶς ἠρνήμεθα; φάναι τοὺς ἡμιθνῆτας, καὶ τί τὸ καινὸν τοῦτο ἄκουσμα; Τοῦ δὲ, Ὅτι κατὰ τοῦ πυρὸς ἐθυμιάσατε, φήσαντος, καὶ τοῦτο εἶναι διδάξαντος τὴν ἄρνησιν, εὐθὺς ἀναπηδήσαντες τοῦ συμποσίου, καθάπερ ἐκμανεῖς καὶ παραπλῆγες, ζήλῳ καὶ θυμῷ ζέοντες, διὰ τῆς ἀγορᾶς θέειν βοῶντες καὶ λέγοντες· Χριστιανοὶ, Χριστιανοὶ τὰς ψυχὰς ἡμεῖς· ἀκουέτω πᾶς ἄνθρωπος, καὶ πρὸ πάντων Θεὸς, ᾧ καὶ ζῶμεν καὶ τεθνηξόμεθα. Οὐκ ἐψευσάμεθά σε, Σῶτερ Χριστέ· οὐκ ἠρνησάμεθα τὴν μακαρίαν ὁμολογίαν. Εἴ τι καὶ ἡ χεὶρ ἔπταισεν, ἀλλ᾿ ἡ διάνοιά γε οὐκ ἠκολούθησεν. Βασιλεῖ κατεσοφίσθημεν, οὐ χρυσοῦ τραυματίαι γεγόναμεν. Ἀπεκδυόμεθα τὴν ἀσέβειαν, αἵματι καθαιρόμεθα. Εἶτα τῷ βασιλεῖ προσδραμόντες, καὶ τὸν χρυσὸν προσρίψαντες λίαν νεανικῶς· Οὐ δῶρα δεδέγμεθα, βασιλεῦ, βοᾶν, ἀλλὰ θάνατον κατακεκρίμεθα· οὐκ εἰς τιμὴν ἐκλήθημεν, ἀλλ᾿ ἀτιμίαν κατεψηφίσθημεν. Δὸς χάριν τοῖς σοῖς στρατιώταις· Χριστῷ σφαγίασον ἡμᾶς, ᾧ μόνῳ βασιλευόμεθα· ἀντίδος πῦρ τοῦ πυρός· τέφραν ἀντὶ τῆς τέφρας ἐκείνης ποίησον. Ἀπόκοψον χεῖρας, ἃς κακῶς προὐτείναμεν· πόδας, οἷς κακῶς ἐδράμομεν. Ἄλλους τῷ χρυσῷ τίμησον, οἷς οὐ μεταμελήσει λαβοῦσιν· ἡμῖν δὲ ἀρκεῖ Χριστὸς, ὃν ἀντὶ πάντων ἔχομεν. Ταῦτα λέγειν τε ὁμοῦ, καὶ τοῖς ἄλλοις διακελεύεσθαι γνῶναι τὴν ἀπάτην, ἀνανῆψαι τῆς μέθης, ἀπολογήσασθαι τῷ Χριστῷ δι᾿ αἵματος· ἐφ᾿ οἷς ἀγανακτήσαντα τὸν βασιλέα, τὸ μὲν φανερῶς κτεῖναι φυγεῖν, ἵνα μὴ μάρτυρας ἐργάσηται τοὺς ὅσον τὸ ἐπ᾿ αὐτοῖς μάρτυρας, ἐξορίᾳ δὲ παραδόντα, οὕτως ἀμύνασθαι, καὶ μεγίστην εὐεργεσίαν καταθέσθαι, τὸ πόῤῥω στήσεσθαι τῶν ἑαυτοῦ μιασμάτων καὶ τεχνασμάτων.
85. Καίπερ δὴ οὕτως ἔχων ὁρμῆς, καὶ πρὸς πολλὰ τῇ κακονοίᾳ χρησάμενος· ὅμως, οὐ γὰρ εἶχε πῆξιν τοῦ ἀνδρὸς ἡ διάνοια, οὐδὲ τῶν οἰκείων λογισμῶν μᾶλλον ἦν ἢ τῆς φορᾶς τοῦ δαίμονος, οὐ διεφύλαξεν εἰς τέλος τὴν γνώμην, οὐδὲ τὸ τῆς πονηρίας ἀπόῤῥητον διεσώσατο· ἀλλ᾿ ὥσπερ τὸ Αἰτναῖον πῦρ λόγος τοῖς πυθμέσι τῆς Αἴτνης ἐγκρύπτεσθαι, κάτωθεν πλημμυροῦν καὶ βίᾳ κρατούμενον, εἴτε τι ἄλλο τοῦτό ἐστιν, εἴτε ἆσθμα κολαζομένου γίγαντος, τέως μὲν φοβερὸν ὑπηχεῖν, καὶ καπνὸν τοῦ κακοῦ μήνυμα τῆς κορυφῆς ἀπερεύγεσθαι· εἰ δέ που πλεονάσαν τύχοι καὶ δυσκάθεκτον γένοιτο, τῶν οἰκείων κόλπων ἀποβρασθὲν, ἄνω φερόμενον καὶ ὑπὲρ τοὺς κρατῆρας χεόμενον, ἔστιν ἃ καὶ τῆς ὑποκειμένης γῆς φθείρειν ἀπίστῳ καὶ φοβερῷ ῥεύματι· οὕτω κἀκεῖνον ἔστιν εὑρεῖν, ἄχρι μέν τινος ἑαυτοῦ κρατοῦντα καὶ τοῦ σοφιστικοῦ δόγματος, ἀπάτῃ τε διατιθέντα κακῶς τὰ ἡμέτερα· εἰ δέ που τὸ ἀκρατὲς τῆς ὀργῆς ὑπερβλύσειε, μηδὲ κρύπτειν δύνασθαι τὸ κακόηθες, ἀλλὰ γυμνῷ χρῆσθαι τῷ διωγμῷ κατὰ τοῦ θείου καὶ εὐσεβοῦς ἡμῶν συντάγματος.
86. Ἵνα γὰρ ἐάσω τὰ κατὰ τῶν ἁγίων οἴκων προστάγματα, δημοσίᾳ τε προτιθέμενα καὶ ἰδίᾳ πληρούμενα, καὶ σύλησιν ἀναθημάτων τε καὶ χρημάτων, οὐ μᾶλλον ἐξ ἀσεβείας ἢ ἀπληστίας, καὶ σκευῶν ἱερῶν ἁρπαγὴν, χερσὶ βεβήλοις ὑβριζομένων, τούς τε ὑπὲρ τούτων ἀγομένους καὶ στρεβλουμένους, ἱερεῖς τε καὶ ἀρχομένους, καὶ τοὺς πλήρεις αἱμάτων κίονας ταῖς τούτων χερσὶ κυκλουμένους, καὶ ζωννυμένους, ξαινομένων ταῖς μάστιξι, τούς τε διαθέοντας τοξότας κατὰ πόλεις καὶ χώρας ὠμοτέρους, καὶ θερμοτέρους τοῦ ταῦτα ἐπιτάττοντος, ὡς ἂν ἀντὶ Περσῶν καὶ Σκυθῶν καὶ τῶν ἄλλων βαρβάρων παραστήσωνται· ἵνα μὴ ταῦτα λέγω, τίς οὐκ οἶδε τὴν Ἀλεξανδρέων ἀπανθρωπίαν; οἳ πρὸς πολλοῖς ἄλλοις, οἷς ἐνεανιεύσαντο καθ᾿ ἡμῶν ἀμέτρως τῷ καιρῷ χρησάμενοι, δῆμος ὄντες στασιώδης φύσει καὶ μανικὸς, ἔτι καὶ τοῦτο λέγονται προσθεῖναι τοῖς ἀσεβήμασιν, αἵματος διπλοῦ τὸν ἱερὸν οἶκον ἡμῶν ἐμπλῆσαι, ὅσος τε θυσιῶν καὶ ὅσος ἀνθρώπων· καὶ ταῦτα ἐργάσασθαι, στρατηγοῦντός τινος ἑνὸς τῶν βασιλικῶν φιλοσόφων, ἐκ τούτων μόνον ὀνομασθέντος; Τίς ἀγνοεῖ τὴν Ἡλιουπολιτῶν συστροφήν; τίς τὴν Γαζαίων ἀπόνοιαν, τῶν ὑπ᾿ ἐκείνου θαυμαζομένων καὶ τιμωμένων, ὅτι καλῶς αὐτοῦ τῆς μεγαλοπρεπείας ᾔσθοντο; τίς τὴν Ἀρεθουσίων μανίαν, τῶν τέως ἀγνοουμένων, ἐξ ἐκείνου δὲ τοῦ καιροῦ καὶ λίαν ἐπιγινωσκομένων; Ποιεῖ γὰρ περιβοήτους οὐ δεξιὰ πρᾶξις μόνον, ἀλλὰ καὶ κακία, νικῶσα πονηρῶν εὐδοκίμησιν.
87. Οἱ μὲν γὰρ λέγονται, δεῖ γὰρ ἑν ἐκ πολλῶν εἰπεῖν, φρίκης καὶ τοῖς ἀθέοις ἄξιον, παρθένους ἁγνὰς καὶ ὑπερκοσμίους, ἀψαύστους μικροῦ καὶ ὀφθαλμοῖς ἀῤῥένων, εἰς μέσον προαγαγόντες, καὶ τῆς ἐσθῆτος γυμνώσαντες, ἵνα τῇ θέᾳ πρότερον ἐνυβρίσωσιν, εἶτ᾿ ἀνακείραντες, καὶ διχάσαντες (ὢ πῶς ἐνέγκω σου, Χριστὲ, τὴν τότε μακροθυμίαν!) οἱ μὲν καὶ ἰδίοις ὀδοῦσι κακῶς ἑστιαθῆναι, καὶ τῆς ἑαυτῶν κακοδαιμονίας ἀξίως, ὠμῶν τῶν ἡπάτων ἐμφορηθῆναι, καὶ μετ᾿ ἐκείνην τὴν τροφὴν ἄλλην προσενέγκασθαι, τὴν κοινήν τε καὶ νενομισμένην· οἱ δὲ σπαίρουσιν ἔτι τοῖς σπλάγχνοις συώδη τροφὴν ἐπισπείραντες, καὶ συῶν ἐπαφέντες τοὺς θερμοτέρους, οἷον ἀγαγεῖν ἐκεῖνο τὸ θέατρον σάρκας ἰδεῖν κριθαῖς συνεσθιομένας, καὶ σπαραττομένας, τροφὴν ἀνάμικτον, καὶ τότε πρῶτον ὀφθεῖσαν καὶ ἀκουσθεῖσαν· ἣν θρέψαι μόνον τοὺς ἑαυτοῦ δαίμονας, ὁ τούτων δημιουργὸς ἄξιος ἦν· ὡς μὲν οὖν καὶ καλῶς ἔθρεψεν ἐκ τοῦ αἵματος ἐκείνου καὶ τῆς πληγῆς, ἣν κατὰ τῶν σπλάγχνων ἐδέξατο· κἂν ἀναισθήτως ἔχωσι πρὸς τὰ τοιαῦτα οἱ δείλαιοι, καὶ μηδὲ τὸ φρονεῖν ἐκ τῆς δυςσεβείας ἔχοντες.
88. Τὸ δέ γε Μάρκου τοῦ θαυμασίου καὶ Ἀρεθουσίων, τίς οὕτως ἔξω τῆς καθ᾿ ἡμᾶς οἰκουμένης, ὥστε ἀγνοεῖν, καὶ μὴ φθάνειν τῇ διηγήσει τὸν μνημονεύοντα; Οὗτος ἐπὶ Κωνσταντίου τοῦ πάνυ, κατὰ τὴν τότε δεδομένην ἐξουσίαν Χριστιανοῖς, δαιμόνωντι καθελὼν οἰκητήριον, καὶ πολλοὺς Χριστιανῶν ἀπὸ τῆς Ἑλληνικῆς πλάνης μεταστήσας εἰς σωτηρίαν οὐχ ἧττον διὰ τὴν τοῦ βίου λαμπρότητα ἢ τὴν τοῦ λόγου δύναμιν, ἦν μὲν ἐκ πλείονος ἐν ὀργῇ τοῖς Ἀρεθουσίοις, μᾶλλον δὲ Ἀρεθουσίων τοῖς φιλοδαίμοσιν. Ἐπεὶ δὲ τὰ πράγματα ἐκινήθη Χριστιανοῖς, καὶ τὰ τῶν Ἑλλήνων φλεγμαίνειν ἤρξατο, τὴν τοῦ καιροῦ δυναστείαν οὐκ ἔφυγε. Φιλοῦσι γὰρ οἱ δῆμοι, κἂν πρὸς τὸ παρὸν κατάσχωσι τὰς ὀργὰς, ὥσπερ πῦρ ἐμφωλεῦον ὕλαις, ἢ ῥεῦμα βίᾳ κρατούμενον, εἰ καιροῦ λάβοιντο, ἀνάπτεσθαί τε καὶ ἀναῤῥήγνυσθαι. Ὁρῶν οὖν τὴν τοῦ δήμου κίνησιν ἐπ᾿ αὐτὸν, οὐδὲν μέτριον ἢ ἐννοούντων, ἢ ἀπειλούντων, τὰ μὲν πρῶτα δρασμὸν βουλεύεται, οὐ δι᾿ ἀνανδρίαν μᾶλλον ἢ τὴν φεύγειν ἐκ πόλεως εἰς πόλιν κελεύουσαν ἐντολὴν, καὶ ὑποχωρεῖν τοῖς διώκταις· χρῆναι γὰρ μὴ τὰ ἑαυτῶν σκοπεῖν μόνον Χριστιανοὺς ὄντας, μηδὲ εἰ λίαν εἶεν ἀνδρειότατοί τε καὶ καρτερικώτατοι, ἀλλὰ καὶ τῶν διωκόντων φείδεσθαι, ὡς, τό γε εἰς αὐτοὺς ἧκον μέρος, μὴ τῷ κινδύνῳ τι συνεισφέρειν τῶν πολεμίων. Ἐπεὶ δὲ ᾔσθετο πολλῶν μὲν δι᾿ αὐτὸν ἑλκομένων καὶ ἀγομένων, πολλῶν δὲ τῶν περὶ ψυχῆς τρεχόντων διὰ τὴν τῶν διωκόντων ὠμότητα, οὐκ ἠνέσχετο τῷ καθ᾿ ἑαυτὸν ἀσφαλεῖ τοὺς ἄλλους περιορᾷν κινδυνεύοντας· καὶ διὰ τοῦτο βουλεύεται βουλὴν ἀρίστην τε καὶ φιλοσοφωτάτην· ἐκ τῆς φυγῆς ἐπάνεισι, καὶ τῷ δήμῳ φέρων ἑαυτὸν ἐκδίδωσι χρῆσθαι ὅτι βούλοιντο, καὶ πρὸς τὴν τοῦ καιροῦ παρατάσσεται δυσκολίαν. Ἐνταῦθα τί μὲν ἀπῆν τῶν δεινῶν; τί δὲ οὐκ ἐπενοεῖτο βαρύτερον; ἄλλων ἄλλο τι συνεισφερόντων πρὸς ἑνὸς κακοῦ συμφωνίαν, οὐδὲ τὸ φιλόσοφον τοῦ ἀνδρὸς αἰδουμένων, εἰ μή τι ἄλλο, τῶν ἐγκειμένων· διὰ τοῦτο μὲν οὖν καὶ πλέον ἀγανακτούντων, ὅτι περιφρόνησιν αὐτῶν μᾶλλον ἢ ἀνδρείαν πρὸς τοὺς κινδύνους τὴν τοῦ ἀνδρὸς παρουσίαν ἐνόμιζον.
89. Ἤγετο γέρων ἱερεὺς, ἀθλητὴς ἐθελοντὴς διὰ μέσης τῆς πόλεως, αἰδέσιμος τὴν ἡλικίαν, τὴν πολιτείαν αἰδεσιμώτερος, πᾶσι πλὴν τῶν διωκόντων καὶ τυραννούντων· ἤγετο δὲ ἡλικίᾳ πάσῃ καὶ τύχῃ, οὐ τῷ μὲν, τῷ δ᾿ οὔ· πᾶσι δὲ ὁμοίως, ἀνδράσι, γυναιξὶ, νέοις, πρεσβύταις, ὅσοι τε τὰ πολιτικὰ διῴκουν, καὶ ὅσοι τῶν ἐπ᾿ ἀξίας. Ἀγὼν δὲ ἦν ἅπασιν εἷς, ἀλλήλους ὑπερβαλέσθαι τῇ περὶ τὸν πρεσβύτη θρασύτητι· καὶ μέρος εὐσεβείας ἅπασιν ἐνομίζετο, ὅτι πλεῖστα ἐκεῖνον δρᾶσαι κακὰ, καὶ γέροντα νικῆσαι ἀθλητὴν κατὰ πάσης ἀγωνιζόμενον τῆς πόλεως· εἵλκετο διὰ πλατειῶν, ὠθεῖτο καθ᾿ ὑπονόμων· τῶν τριχῶν εἵλκετο, οὐκ ἔστιν ὅτου μὴ μέρους τοῦ σώματος, μιγνυμένης τῇ αἰκίᾳ τῆς ὕβρεως, παρὰ τῶν ἀξίως ἐν Μίθρου ταῦτα κολαζομένων· παισὶν ἐκ παίδων μετέωρος ἀντεπέμπετο, γραφίσιν ὑποδεχομένων τὸ γενναῖον σῶμα, καὶ παίγνιον ποιουμένων τὴν τραγῳδίαν· πιέσμασι τὰς κνήμας ἐθλίβετο μέχρις ὀστέων αὐτῶν· λίνοις τὰ ὦτα διετέμνετο, καὶ τούτων τοῖς στεῤῥοτάτοις καὶ λεπτοτάτοις· σαργάνῃ πρὸς ὕψος αἰρόμενος, μέλιτι καὶ γάρῳ διάβροχος, σφηξὶ καὶ μελίσσαις ἐξαίνετο μεσούσης ἡμέρας, ἡλίου τὸ φλογῶδες ἐλλάμποντος· καὶ τοῦ μὲν τὰς σάρκας ἐκτήκοντος, τοῖς δὲ θερμοτέραν ποιοῦντος τὴν βρῶσιν τῶν μακαρίων ἐκείνων σαρκῶν, οὐ γὰρ ἀθλίων ἂν εἴποιμι. Ἐνταῦθα δὴ λέγεται, ὡς ἂν καὶ τοῦτο ἀξιωθείη γραφῆς, ὁ πρεσβύτης ἐκεῖνος καὶ νέος πρὸς τοὺς ἀγῶνας, (μηδὲ γὰρ ἐν τοῖς δεινοῖς τὸ φαιδρὸν ἀπολιπεῖν, ἀλλὰ καὶ ἐντρυφᾷν ταῖς βασάνοι)ς, τὸ μνημονευόμενον ἐκεῖνο καὶ ᾀδόμενον ἐπειπεῖν· ὡς ἐπαινοίη τὸ σύμβολον, ἑαυτὸν μὲν ὑψηλὸν ὁρῶν, ἐκείνους δὲ ταπεινοὺς καὶ κάτω κειμένους· τοσοῦτον περιῆν τῶν κρατούντων, καὶ οὕτως ἦν πόῤῥω τῶν λυπηρῶν, ὡς ἄλλῳ παρὼν κινδυνεύοντι, καὶ πομπὴν ἀλλ᾿ οὐ συμφορὰν τὸ πρᾶγμα ποιούμενος. 90. Καίτοι ταῦτα τίς οὐκ ἂν ᾐδέσθη τῶν καὶ μετρίως ἐπιεικῶν τε καὶ φιλανθρώπων; Ἀλλ᾿ οὐκ ἐκείνους γε εἴασεν ὁ καιρὸς, οὐδὲ ἡ τοῦ βασιλέως ὁρμὴ, τὸ ἀπάνθρωπον ἀπαιτοῦσα καὶ δήμους, καὶ πόλεις, καὶ ἄρχοντας, εἰ καὶ μὴ τοῖς πολλοῖς ἐδόκει τῶν ἀγνοούντων τὸ βάθος τῆς ἐκείνου κακοηθείας. Τοιαῦτα ἡμῖν τὰ τοῦ στεῤῥοῦ γέροντος. Καὶ ταῦτα ὑπὲρ τίνος; ἵνα χρυσοῦν ἕνα μὴ πρόηται τοῖς βασανισταῖς· ᾧ καὶ δῆλον, ὡς ὑπὲρ εὐσεβείας διεκαρτέρει. Ἕως μὲν γὰρ, βαρυτάτην ποιησάμενοι τοῦ ναοῦ τὴν ἀποτίμησιν, τὸ πᾶν ᾔτουν χρυσίον, ἢ αὐτόν γε ἀναδείμασθαι τὸν νεὼν ἐκέλευον, ἐδόκει τὸ ἀδύνατον τοῦ ἐπιτάγματος μᾶλλον ἢ τὸ εὐσεβὲς τῆς ψυχῆς ποιεῖν ἐκείνῳ τὴν ἔνστασιν· ἐπεὶ δὲ νικῶν αὐτοὺς κατὰ μικρὸν τῇ καρτερίᾳ, καὶ ὑφαιρῶν ἀεί τι τῆς ἀποτιμήσεως, τελευταῖον εἰς τοῦτο κατέστησεν, ὡς κομιδῆ μικρὸν εἶναι τὸ αἰτούμενον, καὶ ὅσον ῥᾷστον καταβαλεῖν· καὶ ἴσος ἀγὼν ἦν τοῖς μὲν νικῆσαι τῷ καὶ ὁτιοῦν λαβεῖν, τῷ δὲ μὴ κρατηθῆναι τῷ μηδὲ ὅλως καταβαλεῖν, καίτοι πολλῶν ὄντων τῶν καὶ πλεῖον συνεισφέρειν προθυμουμένων οὐ μόνον διὰ τὴν εὐσέβειαν, ἀλλὰ καὶ διὰ τὸ τοῦ ἀνδρὸς ἀνάλωτον καὶ ἀήττητον· τηνικαῦτα ἐδείχθη σαφῶς οὐ περὶ χρημάτων, ἀλλὰ περὶ τοῦ εὐσεβοῦς τὸν ἀγῶνα τιθέμενος.
91. Ἆρ᾿ οὖν ἐπιεικείας ταῦτα καὶ ἡμερότητος, ἢ τοὐναντίον θράσους καὶ ἀπανθρωπίας ἐστὶ γνωρίσματα, λεγέτωσαν ἡμῖν οἱ τὸν φιλόσοφον βασιλέα θαυμάζοντες. Ἐγὼ μὲν οὐδένα τῶν πάντων ἀπορεῖν οἶμαι τῆς δικαίας καὶ ἀληθοῦς ἀποκρίσεως. Καὶ οὔπω προστέθεικα, ὅτι τῶν σεσωκότων τὸν ἐξάγιστον, ἡνίκα τὸ γένος αὐτῷ πᾶν ἐκινδύνευε, καὶ διὰ κλοπῆς ὑπεξαγαγόντων, εἷς οὗτος ἦν· ὑπὲρ οὗ τάχα μόνου δικαίως ταῦτα ἔπασχε, καὶ πλείω προσπαθεῖν ἄξιος ἦν, ὅτι κακὸν τοσοῦτο τῇ οἰκουμένῃ πάσῃ σώζων ἐλάνθανε. Φασί τοι διὰ ταῦτα καὶ τὸν τηνικαῦτα ὕπαρχον (γενέσθαι γὰρ ἄνδρα Ἕλληνα μὲν τὴν θρησκείαν, τὸν τρόπον δὲ ὑπὲρ Ἕλληνα, καὶ κατὰ τοὺς ἀρίστους τῶν πάλαι καὶ νῦν ἐπαινουμένων), ἐκεῖνο πρὸς τὸν βασιλέα μετὰ παῤῥησίας εἰπεῖν, οὐ φέροντα τὸ πολυειδὲς τῆς τοῦ ἀνδρὸς αἰκίας καὶ καρτερίας· Οὐκ αἰσχυνόμεθα, βασιλεῦ, παρὰ τοσοῦτον ἡττώμενοι πάντων Χριστιανῶν, ὡς μηδὲ γέροντος ἑνὸς κρατεῖν δυνηθῆναι πάσας διεξελθόντος βασάνους; Καὶ οὗ κρατῆσαι μὴ μέγα, τούτου πῶς οὐ τῆς ἐσχάτης συμφορᾶς ἀπελθεῖν ἡττημένους; Καὶ, ὡς ἔοικε, τοῖς αὐτοῖς ὕπαρχοι μὲν ᾐσχύνοντο, βασιλεῖς δὲ ἐκαλλωπίζοντο. Τούτων τί ἂν γένοιτο τοῖς δρῶσι μᾶλλον ἀθλιώτερον ἢ τοῖς πάσχουσι; Τὰ μὲν δὴ τῶν Ἀρεθουσίων τοιαῦτα καὶ οὕτως ἔχοντα, ὡς μικρὰν εἶναι τὴν Ἐχέτου καὶ Φαλάριδος ἀπανθρωπίαν πρὸς τὴν ἐκείνων ὠμότητα, μᾶλλον δὲ τοῦ ταῦτα πείθοντος καὶ κατασκευάζοντος· εἴπερ τοῦ σπέρματος τὰ βλαστήματα, καὶ τοῦ πνεύματος τὰ ναυάγια.
92. Τἄλλα δὲ οἷα καὶ ὅσα; Τίς ἄν μοι δοίη τὴν Ἡροδότου καὶ Θουκυδίδου σχολήν τε καὶ γλῶτταν, ἵνα καὶ τῷ μέλλοντι χρόνῳ παραδῶ τὴν τοῦ ἀνδρὸς πονηρίαν, καὶ στηλιτευθῇ τοῖς μετέπειτα τὰ τοῦ καιροῦ διηγήματα; Σιωπήσομαι τὸν Ὀρόντην καὶ τοὺς νυκτερινοὺς νεκροὺς, οὓς τῷ βασιλεῖ συνέκρυπτεν οὗτος στεινόμενος νεκύεσσι, καὶ κτείνων ἀδήλως· ἐνταῦθα γὰρ τὰ τοῦ ἔπους εἰπεῖν οἰκειότερον. Παραδραμοῦμαι καὶ τῶν βασιλείων τὰ κοῖλα καὶ ἀπωτάτω, ὅσα τε ἐν λάκκοις καὶ φρέασι, καὶ διώρυξι κακῶν γέμοντα θησαυρῶν τε καὶ μυστηρίων· οὐ μόνον τῶν ἀνατεμνομένων παίδων τε καὶ παρθένων ἐπὶ ψυχαγωγίᾳ καὶ μαντείᾳ, καὶ θυσίαις οὐ νενομισμέναις, ἀλλὰ καὶ τῶν ὑπὲρ εὐσεβείας κινδυνευόντων. Συγχωρήσωμεν, εἰ δοκεῖ, ταῦτα, οἷς κἀκεῖνος ᾐσχύνετο, τοῦτό γε ποιῶν μέτριον· δῆλον δὲ τῷ κρύπτειν ἐπιχειρεῖν, ὡς οὐκ εὐπρεπὲς ὂν τὸ ἄγος δημοσιεύεσθαι· τὰ μὲν γὰρ Καισαρέων τῶν ἡμετέρων, τούτων δὲ τῶν μεγαλοφυῶν καὶ θερμῶν εἰς εὐσέβειαν, οὕτως ὑπ᾿ αὐτοῦ περιεληλαμένων καὶ ὑβρισμένων, ἴσως οὐδὲν ὀνειδίζειν ἄξιον· ἐδόκει γὰρ ὑπὲρ τῆς τύχης ἐνδίκως ἀγανακτῶν ἐν καιρῷ τῆς εὐτυχίας ἀτυχησάσης, ἐπὶ ταύτην προεληλυθέναι τὴν ἀντίδοσιν· ἐπειδὴ δεῖ τι καὶ συγχωρεῖν καὶ ἀδικίᾳ κατακρατούσῃ.
93. Ἀλλὰ τίς οὐκ οἶδεν, ὡς, δήμου τινὸς ἐπιμανέντος Χριστιανοῖς, καὶ πολὺν μὲν ἐργασαμένων φόνον, πλείω δὲ ἀπειλούντων, ἐπειδὴ μέσην βαδίζων ὁ τοῦ ἔθνους ἄρχων τοῦ καιροῦ καὶ τῶν νόμων (τῷ μὲν γὰρ δουλεύειν ᾤετο δεῖν, τοὺς δὲ μετρίως ᾐσχύνετ)ο, καὶ διὰ τοῦτο πολλοὺς μὲν ἀπαγαγὼν Χριστιανῶν, ὀλίγοις δὲ τῶν Ἑλλήνων ἐπιτιμήσας, εἶτ᾿ ἀναχθεὶς τῷ βασιλεῖ, κατηγορίας γενομένης, ἄτιμος καὶ ἀνάρπαστος περὶ τούτων ἐκρίνετο· καὶ τοὺς νόμους προὐβάλλετο, καθ᾿ οὓς ἐπιστεύθη δικάζειν, μικροῦ μὲν ἀπήχθη τὴν ἐπὶ θανάτῳ· τέλος δὲ, φιλανθρωπίας τυχὼν, ἐξορίαν κατακρίνεται; Καὶ ἡ ἀπόφασις ὡς θαυμασία τε καὶ φιλάνθρωπο!ς Τί γὰρ μέγα, φησὶν ὁ δίκαιος δικαστής, καὶ μὴ διώκων Χριστιανοὺς, εἰ Γαλιλαίους δέκα μία χεὶρ Ἑλληνικὴ κατειργάσατο; Ταῦτα οὐκ ὠμότης περιφανής; ταῦτα οὐ πρόγραμμα διωγμοῦ, καὶ πολύ γε τῶν δημοσίᾳ προτιθεμένων ἐναργέστερον καὶ φοβερώτερον; Τί γὰρ διαφέρει τοῦ κίνδυνον προγράψαι Χριστιανοῖς τὸ τοῖς διώκταις Χριστιανῶν ἡδόμενον φαίνεσθαι, καὶ μέγα ἔγκλημα ποιεῖσθαι τὸ μετριάζειν; τὸ γὰρ βούλεσθαι βασιλέως ἄγραφός ἐστι νόμος, τῷ κράτει συνηγορούμενος, καὶ πολύ γε τῶν γραπτῶν ἰσχυρότερος, τῶν οὐ δυναστείᾳ βοηθουμένων.
94. Οὒ, φασὶν οἱ τὰ ἐκείνου σέβοντες, καὶ τὸν νέον ἡμῖν θεὸν ἀναπλάττοντες, τὸν ἡδὺν καὶ φιλάνθρωπον· ἀλλ᾿ ὅτι μὴ δημοσίᾳ, διωκέσθωσαν Χριστιανοὶ, προὔθηκε, καὶ πάντα πασχέτωσαν, ὅσα δοκεῖ τοῖς διώκουσιν, ἀφιέντες αὐτὸν τῆς τοῦ διώκειν αἰτίας. Τὴν ὕδραν δὲ οὐδεὶς πώποτε εἶπεν ἥμερον, ὅτι ἐννέα κεφαλὰς ἀντὶ μιᾶς προὐβάλλετο, εἴ τι τῷ μύθῳ πειστέον· οὐδὲ τὴν Παταρικὴν Χίμαιραν, ὅτι τρεῖς καὶ ἀνομοίους, ὥστε εἶναι φοβερωτέραν· ἢ τὸν ἐν ᾅδου Κέρβερον, ὅτι τοσαύτας τε καὶ ὁμοίας· ἢ τὸ θαλάττιον κακὸν τὴν Σκύλλαν, ὅτι ἑξ ἐν κύκλῳ καὶ φευκτοτάτας· καίτοι γε τὰ ἄνω, φασὶν, αὐτῆς χρηστὰ καὶ φιλάνθρωπα, καὶ εἰς ὄψιν οὐκ ἀηδῆ· κόρη γὰρ ἦν πρὸς ἡμᾶς τι συγγενὲς ἔχουσα· αἱ δὲ ἀπὸ τούτου κυνώδεις κεφαλαὶ καὶ θηριώδεις οὐδενὸς ἦσαν ἀγαθοῦ, στόλους ὅλους ἁρπάζουσαι καὶ μηδὲν εἰς κίνδυνον διαφέρουσαι τῆς ἀντιθέτοι Χαρύβδεως. Ἢ καὶ τῶν τοξοτῶν σὺ καὶ τῶν σφενδονιτῶν τὰ βέλη καὶ τοὺς λίθους καταιτιάσῃ, ἀλλ᾿ οὐ τοὺς σφενδονῶντας καὶ τοὺς τοξεύοντας; ἔτι δὲ τῶν κυνηγετῶν τοὺς κύνας, καὶ τῶν φαρμακέων τὰ δηλητήρια, καὶ τῶν κεραττόντων βοῶν καὶ σπαραττόντων θηρίων τὰ κέρατα καὶ τοὺς ὄνυχας· οἱ δὲ χρώμενοι τούτοις ἐκτὸς στήσονται καὶ οὐ μεθέξουσι τῆς ὧν τολμῶσιν αἰτίας; Πολλῆς ταῦτα τῆς ἀλογίας, καὶ ὄντως σοφιστοῦ δεόμενα, τοῖς ἑαυτοῦ συνηγοροῦντος κακοῖς, καὶ τῇ τοῦ λόγου δυνάμει τὸ ἀληθὲς συγκαλύπτοντος. Ἀλλ᾿ οὐκ ἔστι· ὅπως ἑαυτὸν ἀποκρύψει, οὐδ᾿ ἂν πολλὰ στραφῇ καὶ παντοῖος γένηται ταῖς ἐπινοίαις, οὐδ᾿ εἰ τὴν Ἄιδος κυνέην, ὃ δὴ λέγεται, περιθέμενος, ἢ τῷ δακτυλίῳ Γύγου, καὶ τῇ στροφῇ τῆς σφενδόνης χρησάμενος, ἑαυτὸν ἀποκλέψειε· τοὐναντίον μὲν οὖν, ὅσῳ φεύγειν ἐπιχειρεῖ καὶ διαδιδράσκειν, τοσούτῳ πλέον ἁλίσκεται παρὰ ἀληθείᾳ δικαζούσῃ, καὶ τοῖς συνετωτέροις τούτων κριταῖς, ὡς ταῦτα πράττων τε καὶ τολμῶν, οἷς οὐδ᾿ ἂν αὐτὸς ὡς δικαίως πραττομένοις ἔχῃ συνηγορεῖν· οὕτως εὐάλωτόν ἐστιν ἡ πονηρία, καὶ πανταχόθεν ἑαυτῇ περιπίπτουσα.
95. Καὶ οὐχ ἃ μὲν ἔπραττεν ἤδη, τοιαῦτα καὶ οὕτω πόῤῥω βασιλικῆς εὐγενείας καὶ μεγαλοπρεπείας· ἃ δὲ διενοεῖτο πράξειν, ἡμερώτερά τε καὶ βασιλικώτερα. Πολλοῦ μέντ᾿ ἂν ἄξιον ἦν, εἰ μὴ πολὺ τῶν εἰρημένων ἀπανθρωπότερα. Ὥσπερ γὰρ δράκοντος κινουμένου φολίδες, αἱ μὲν ἤδη φρίσσουσιν, αἱ δὲ ἐπιφρίσσουσιν, αἱ δὲ μέλλουσι, τὰς δὲ οὐκ ἔστι μὴ κινηθῆναι, κἂν ἠρεμοῦσαι τέως τυγχάνωσιν· εἰ βούλει δὲ, ὥσπερ κεραυνῷ, τὰ μὲν ἤδη κατέχεται, τὰ δὲ προμελαίνεται, μέχρις ἂν καὶ ταῦτα ἐπέλθῃ τοῦ κακοῦ δυναστεύοντος, οὕτω κἀκείνῳ τὰ μὲν ἤδη παρηνομεῖτο, τὰ δὲ ὑπεγράφετο ταῖς ἐλπίσι καὶ ταῖς καθ᾿ ἡμῶν ἀπειλαῖς· καὶ ταῦτα οὕτως ἔκτοπα, καὶ πόῤῥω τῶν εἰθισμένων, ὡς τῆς ἐκείνου διανοίας εἶναι μόνης, ταῦτα καὶ βουλεύσασθαι, καὶ εἰς ἔργον ἀγαγεῖν ἐθελῆσαι, καίτοι πολλῶν πρὸ αὐτοῦ γεγενημένων διωκτῶν καὶ πολεμίων Χριστιανοῖς.
96. Ἃ γὰρ μήτε Διοκλητιανὸς, ὁ πρῶτος ἐνυβρίσας Χριστιανοῖς, μήτε ὁ τοῦτον ἐκδεξάμενος καὶ ὑπερβαλὼν Μαξιμιανὸς ἐνεθυμήθη πώποτε, μήτε Μαξιμῖνος, ὁ μετ᾿ ἐκείνους, καὶ ὑπὲρ ἐκείνους διώκτης (οὗ τὰ σύμβολα τῆς ἐπὶ τούτῳ πληγῆς αἱ εἰκόνες φέρουσιν ἔτι δημοσίᾳ προκείμεναι, καὶ στηλιτεύουσαι τὴν λώβην τοῦ σώματο)ς, ταῦτα ἐκεῖνος διενοεῖτο μὲν, ὡς οἱ τῶν ἀποῤῥήτων ἐκείνου κοινωνοὶ καὶ μάρτυρες· ἐπεσχέθη δὲ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ, καὶ τοῖς Χριστιανῶν δάκρυσιν, ἃ πολλὰ δὴ καὶ παρὰ πολλῶν ἐχέθη, τοῦτο μόνον ἐχόντων κατὰ τοῦ διώκτου φάρμακον· ταῦτα δὲ ἦν πάσης μὲν παῤῥησίας ἀποστερεῖσθαι Χριστιανοὺς, πάντων δὲ αὐτοὺς εἴργεσθαι συλλόγων, ἀγορῶν, πανηγύρεων, τῶν δικαστηρίων αὐτῶν μὴ γὰρ ἐξεῖναι κεχρῆσθαι τούτοις, ὅστις μὴ κατὰ τῶν βωμῶν θυμιάσειεν ἔμπροσθεν κειμένων, καὶ μισθὸν δοίη μέγαν οὕτω καὶ τοσούτου πράγματος. Ὦ νόμοι, καὶ νομοθέται, καὶ βασιλεῖς, οἳ καθάπερ οὐρανοῦ κάλλος, καὶ ἡλίου φῶς, καὶ ἀέρος χύσις, ἅπασι πρόκεινται φιλανθρωπία κοινή τε καὶ ἄφθονος, οὕτω δὲ καὶ τὴν τῶν νόμων μετουσίαν προθέντες ἅπασιν ἐλευθέροις, ἴσην τε καὶ ὁμότιμον! ἧς ἐκεῖνος ἀποστερήσειν διενοεῖτο Χριστιανούς· ὡς μήτε τυραννουμένοις δίκας ἐξεῖναι λαβεῖν, μήτε ζημιουμένοις εἰς χρήματα, μήτε ἄλλο τι πάσχουσι μικρὸν ἢ μεῖζον τῶν ἀπηγορευμένων ἐπικουρεῖσθαι τοῖς νόμοις· ἀλλ᾿ ἐξορίστους εἶναι, καὶ ἀναιρεῖσθαι, καὶ μικροῦ τῶν ἀναπνοῶν εἴργεσθαι· ἃ τοῖς μὲν πάσχουσι πλείω φιλοτιμίαν εἶχε καὶ τὴν πρὸς Θεὸν παῤῥησίαν, τοῖς δρῶσι δὲ μείζω τὴν παρανομίαν καὶ ἀδοξίαν.
97. Καὶ ὁ λόγος ὡς πάνσοφος τοῦ φονευτοῦ καὶ προστάτου, καὶ παρανόμου καὶ νομοθέτου, ἢ, ἵν᾿ οἰκειότερον εἴπω, τοῦ ἐχθροῦ καὶ ἐκδικητοῦ, κατὰ τὸν ἡμετέρον λόγον· εἶναι γὰρ τοῦ ἡμετέρου νόμου μήτε ἀμύνεσθαι, μήτε δικάζεσθαι, μήτε κεκτῆσθαί τι τὴν ἀρχὴν, μήτε νομίζειν ἴδιόν τι· ἀλλὰ ζῇν ἑτέρωθι, καὶ τῶν παρόντων καταφρονεῖν ὡς οὐκ ὄντων· κακοῦ δὲ μὴ ἀντιδιδόναι, μηδὲ ἐξεῖναι, κακόν· μηδὲ τὴν παρειὰν παιομένους φείδεσθαι τῆς ἑτέρας, ἀλλὰ καὶ ταύτην ἐμπαρέχειν τῷ παίοντι, καὶ τὸν χιτῶνα τῷ ἱματίῳ προσαποδύεσθαι. Προσθήσει δὲ ἴσως, ὅτι καὶ ὑπερεύχεσθαι τῶν ἀδικούντων, καὶ τὰ κάλλιστα βούλεσθαι τοῖς διώκουσι. Τί δὲ οὐκ ἔμελλε ταῦτα γινώσκειν ἀκριβῶς ὁ τῶν θείων ὑπαναγνώστης ποτὲ λογίων, καὶ τῆς τοῦ μεγάλου βήματος ἠξιωμένος τιμῆς, καὶ τοὺς μάρτυρας τιμῶν σηκοῖς τε καὶ τεμένεσιν;
98. Οὗ τοῦτο πρῶτον θαυμάζω, πῶς τούτοις μὲν ἀκριβῶς καθωμίλησεν, ἐκεῖνο δὲ οὐκ ἀνέγνω, ἢ ἑκὼν παρέδραμεν· ὅτι Κακὸς κακῶς ἀπολεῖται; πᾶς ὁ τὸ Θεῖον ἐξαρνησάμενος, καὶ ὃ τούτου μεῖζόν ἐστι, τοὺς ἐμμένοντας τῇ ὁμολογίᾳ περιωθῶν, καὶ τοιούτοις κακοῖς περιβάλλων, οἷς αὐτὸς περιπεσεῖν ἦν ἄξιος. Εἰ μὲν οὖν ὥσπερ ἡμᾶς τοιούτους εἶναι νομοθετεῖ, καὶ τοῖς ὡρισμένοις ἐμμένειν, οὕτω δύναται δεῖξαι, καὶ αὐτῷ τὸ κάκιστον εἶναι προστεταγμένον, ἢ τοῖς αὐτοῦ θεοῖς ἐν καλῷ τοῦτο τυγχάνον· καὶ εἰς δύο ταῦτα διῃρημένων τῶν ἕξεων, ἀρετήν τε, φημὶ, καὶ κακίαν, ἡμῖν μὲν ἀποκεκρίσθαι τὴν κρείσσω μοῖραν, αὐτοῖς δὲ ἀπεῤῥίφθαι τὴν χείρονα· λεγέτω τοῦτο, καὶ οὕτω νικήσομεν ὑπὸ μάρτυσι τοῖς ἐχθροῖς, καὶ τοῖς διώκουσι τὰ ἡμέτερα· εἰ δὲ καὶ αὐτοί τι μεταποιοῦνται καλοκἀγαθίας καὶ ἡμερότητος, λόγῳ γοῦν, εἰ καὶ μὴ τοῖς ἔργοις αὐτοῖς, καὶ οὐχ οὕτως εἰσὶν ἀναίσχυντοι, κἂν σφόδρα ὦσι κακοὶ, καὶ πονηροῖς θεοῖς χαίροντες, ὥστε φάσκειν ὥσπερ ἄλλον τινὰ κλῆρον προσήκειν αὐτοῖς τὴν κακίαν· δειξάτωσαν πῶς ἢ ποῦ δίκαιον ἡμᾶς μὲν καὶ πάσχοντας καρτερεῖν, αὐτοὺς δὲ μηδὲ φειδομένων φείδεσθαι· σκόπει γὰρ οὕτω. Τῶν μὲν ἡμῖν γεγονότων καιρῶν τοῦ δύνασθαι, τῶν δὲ ὑμῖν ἄλλοτε ἄλλως τούτων περιτρεχόντων τε καὶ μεθισταμένων, τί τοιοῦτο παρὰ Χριστιανῶν ποτε συνέβη τοῖς ὑμετέροις, οἷα παρ᾿ ὑμῶν πολλάκις Χριστιανοῖς; Ποίας παῤῥησίας ὑμᾶς ἀπεστερήσαμεν; Τίσι δήμους ἐπανεστήσαμεν ζέοντας; τίσιν ἄρχοντας, πλείω τῶν ἐπιταττομένων ὑπηρετοῦντας; Τίσι τὸν περὶ ψυχῆς ἐπηγάγομεν κίνδυνον; Μᾶλλον δὲ τίνας ἀρχῶν ἀπηλάσαμεν, καὶ τῶν ἄλλων τιμῶν αἳ τοῖς ἀρίστοις ὀφείλονται; Καὶ συνελόντα φάναι, τίνι τι τοιοῦτον ἐπενηνόχαμεν, οἷα πολλὰ παρ᾿ ὑμῶν τὰ μὲν ἐτολμήθη, τὰ δὲ ἠπειλήθη; Ἀλλ᾿ οὐδ᾿ ἂν αὐτοὶ φαίητε, οἱ τὸ ἥμερον ἡμῖν ἐγκαλοῦντες καὶ τὸ φιλάνθρωπον.
99. Ἔπειτα πῶς ἐκεῖνο οὐ λογίζῃ, ὦ σοφώτατε πάντων καὶ συνετώτατε, ὁ πρὸς τὸ τῆς ἀρετῆς ἄκρον συγκλείων Χριστιανοὺς, ὅτι τῆς ἡμετέρας νομοθεσίας τὰ μὲν ἀνάγκην ἔχει τοῖς ἐπιταττομένοις, ἃ καὶ μὴ φυλάττουσι κίνδυνος· τὰ δὲ οὐκ ἀνάγκην, αἵρεσιν δέ· ἃ φυλάττουσι μὲν, τιμὴν καὶ ἀντίδοσιν, μὴ φυλάττουσι δὲ, οὐδ᾿ ὅντιν᾿ οὖν κίνδυνον; Εἰ μὲν γὰρ οἷόν τε ἦν ἅπαντας ἀρίστους εἶναι, καὶ τοῦ ἄκρου τῆς ἀρετῆς ἐπιβαίνειν, τοῦτ᾿ ἂν ἦν κράτιστόν τε καὶ τελεώτατον· ἐπεὶ δὲ χωρὶς τὰ θεῖα τῶν ἀνθρωπίνων, καὶ τοῖς μὲν οὐκ ἔστιν ὅτου μὴ τῶν καλῶν μέτεστι, τοῖς δὲ μέγα, κἂν εἰ τοῦ μέσου τυγχάνοιεν, τί σοι βούλεται τὸ ταῦτα νομοθετεῖν, ἃ μὴ τῶν πάντων ἐστὶν, ἢ κατακρίτους εἶναι τοὺς οὐ φυλάσσοντας; Ὥσπερ γὰρ ὅστις οὐ κολάσεως ἄξιος, ἤδη καὶ ἀναῤῥήσεως· οὕτως ὅστις οὐκ ἀναῤῥήσεως, ἤδη καὶ τιμωρίας· ἀλλ᾿ ἐν ὅροις δεῖ μένοντας τῆς ἡμετέρας φιλοσοφίας, καὶ τῆς ἀνθρωπίνης δυνάμεως, οὕτως ἀπαιτεῖν καὶ τὸ κατορθούμενον.
100. Ἀλλ᾿ ἀνακτέον μοι πάλιν τὸν λόγον ἐπὶ τοὺς λόγους· οὐ γὰρ φέρω μὴ τοῦτο πολλάκις ἀνακυκλεῖν, καὶ πειρατέον συνηγορῆσαι τούτοις εἰς δύναμιν· πολλῶν γὰρ καὶ δεινῶν ὄντων, ἐφ᾿ οἷς ἐκεῖνος μισεῖσθαι δίκαιος, οὐκ ἔστιν ὅ τι μᾶλλον ἢ τοῦτο παρανομήσας φαίνεται. Καί μοι συναγανακτείτω πᾶς ὅστις λόγοις χαίρων, καὶ τῇ μοίρᾳ ταύτῃ προσκείμενος, ὧν εἶναι καὶ αὐτὸς οὐκ ἀρνήσομαι. Τὰ μὲν γὰρ ἄλλα παρῆκα τοῖς βουλομένοις, πλοῦτον, εὐγένειαν, εὔκλειαν, δυναστείαν, ἃ τῆς κάτω περιφορᾶς ἐστι καὶ ὀνειρώδους τέρψεως· τοῦ λόγου δὲ περιέχομαι μόνου· καὶ οὐ μέμφομαι χερσαίοις τε πόνοις καὶ θαλασσίοις, οἳ τούτους μοι συνεπόρισαν. Ἐμοὶ γοῦν εἴη, καὶ ὅστις ἐμοὶ φίλος, τὸ τῶν λόγων κράτος· ὃ πρῶτον μετὰ τὸ πρῶτον ἠσπασάμην τε καὶ ἀσπάζομαι, τὰ θεῖα λέγω, καὶ τὰς ἔξω τῶν ὁρωμένων ἐλπίδας. Ὥστε εἰ τὸ οἰκεῖον πιέζει πᾶν, κατὰ Πίνδαρον, ἀναγκαῖος ὁ περὶ τούτων ἔμοιγε λόγος· καὶ μάλιστα δίκαιον, ὡς οὐκ οἶδ᾿ εἴ τι τῶν ἄλλων, λόγῳ τὴν ὑπὲρ λόγων χάριν ἀποδιδόναι τοῖς λόγοις.
101. Πόθεν οὖν ἐπῆλθέ σοι τοῦτο, ὦ κουφότατε πάντων καὶ ἀπληστότατε, τὸ λόγων ἀποστερῆσαι Χριστιανούς; τοῦτο γὰρ οὐ τῶν ἀπειλουμένων ἦν, ἀλλὰ τῶν ἤδη νενομοθετημένων. Πόθεν, κἀκ τίνος αἰτίας; Τίς Ἑρμῆς σοι λόγιος, ὡς ἂν αὐτὸς εἴποις, τοῦτ᾿ ἐπὶ νοῦν ἤγαγε; Τίνες Τελχῖνες πονηροὶ, καὶ βάσκανοι δαίμονες; Εἰ βούλει, καὶ τούτου τὴν αἰτίαν ἡμεῖς παραστήσομεν. Ἔδει γάρ σε πολλοῖς ἐγχειροῦντα καὶ παρανόμοις κακοῖς, εἰς τοῦτο ὑπαχθῆναι τελευτῶντα, καὶ σαυτῷ προδήλως περιπεσεῖν· ἵν᾿ ᾧ μάλιστα φρονεῖν ᾤου δεῖν, τούτῳ μάλιστα λάθῃς ἐνασχημονῶν, καὶ ἀλογίαν κατακρινόμενος. Ἀπόκριναι γάρ· τί σοι τὸ δόγμα βούλεται; καὶ τίς ὁ λόγος τῆς περὶ λόγους καινοτομίας; Κἄν τι δίκαιον δόξῃς λέγειν, ἀνιασόμεθα μὲν, οὐ μεμψόμεθα δέ· καὶ γὰρ ὥσπερ σὺν λόγῳ νικᾷν, οὕτω καὶ νικᾶσθαι καλῶς μεμαθήκαμεν.
102. Ἡμέτεροι, φησὶν, οἱ λόγοι, καὶ τὸ Ἑλληνίζειν, ὧν καὶ τὸ σέβειν θεούς· ὑμῶν δὲ ἡ ἀλογία καὶ ἡ ἀγροικία· καὶ οὐδὲν ὑπὲρ τὸ, Πίστευσον, τῆς ὑμετέρας ἐστὶ σοφίας. Οὐκ ἂν μὲν, οἶμαι, τούτου καταγελάσαιεν οἱ παρ᾿ ὑμῖν τὰ Πυθαγόρου φιλοσοφοῦντες, οἷς τὸ, Αὐτὸς ἔφα, τὸ πρῶτον καὶ μέγιστόν ἐστι τῶν δογμάτων, καὶ τῶν Χρυσῶν ἐπῶν, εἴτ᾿ οὖν μολιβῶν αἱρετώτερον. Μετὰ γὰρ τὴν πρώτην καὶ πολυύμνητον τοῖς τὰ ἐκείνου τελουμένοις φιλοσοφίαν τῆς σιωπῆς, ἵνα λόγου μέτρα τῷ σιωπᾷν ἀσκηθῶσιν, ἔννομον, φησὶν, ἦν ὁτιοῦν τῶν δογμάτων ἐρωτωμένοις, ἔπειτ᾿ ἀποφαινομένοις, ἀπαιτουμένου καὶ λόγου, ἄλλο μὲν μηδὲν ἀποκρίνεσθαι, ὅτι δὲ Πυθαγόρᾳ τοῦτ᾿ εἴη δεδογμένον· καὶ λόγον εἶναι τοῦ δόγματος, τὸ παραστὰν ἐκείνῳ, ἀνεύθυνόν τε καὶ ἀβασάνιστον· εἰς ταυτὸν ἥκοντος τοῦ, Αὐτὸς ἔφα, τῷ παρ᾿ ἡμῖν, Πίστευσον, ἐν ἄλλαις συλλαβαῖς τε καὶ ῥήμασι, κἂν εἰ μὴ παύοισθε κωμῳδοῦντες τοῦτο καὶ διασύροντες. Βούλεται γὰρ ἡμῖν ὁ λόγος μὴ ἐξεῖναι διαπιστεῖν τοῖς ὑπὸ τῶν θεοφόρων ἀνδρῶν εἰρημένοις, ἀλλ᾿ ἀπόδειξιν εἶναι τοῦ λόγου τὸ ἐκείνων ἀξιόπιστον, πάσης δυνάμεως λογικῆς καὶ ἀντιλογικῆς ἰσχυρότερον.
103. Ἔστω δὲ καὶ τοῦτο τῶν ἡμετέρων εὐεπηρέαστον· πῶς δὲ σὺ δείξεις τοὺς λόγους σοι διαφέροντας; Εἰ δὲ καὶ σοὺς, πῶς τούτων ἡμῖν οὐ μετὸν κατὰ τὴν σὴν νομοθεσίαν καὶ ἀλογίαν; τίνος γὰρ τοῦ Ἑλληνίζειν εἰσὶν οἱ λόγοι, καὶ τοῦ πῶς λεγομένου καὶ νοουμένου; Ἵν᾿ ἐγώ σοι διέλω τὴν τοῦ ὀνόματος δύναμιν, ὦ περὶ τὰς ὁμωνυμίας ἔχων σύ, καὶ τὰ δηλούμενα, ἢ μιᾷ προσηγορίᾳ διάφορα, ἢ διαφόροις ταυτὰ, ἢ ἑτέραις ἕτερα· ἢ γὰρ τῆς θρησκείας εἶναι τοῦτο φήσεις, ἢ τοῦ ἔθνους δηλαδὴ, καὶ τῶν πρῶτον εὑρισκομένων τῆς διαλέκτου τὴν δύναμιν. Εἰ μὲν οὖν τῆς θρησκείας, δεῖξον ποῦ καὶ παρὰ τίσι τῶν ἱερέων τὸ Ἑλληνίζειν ἔννομον, ὥσπερ καὶ τὸ θύειν ἔστιν ἃ καὶ οἷς τῶν δαιμόνων· οὔτε γὰρ πᾶσι τὰ αὐτὰ, οὔτε ἑνὶ τὰ πάντα, οὔτε τὸν αὐτὸν τρόπον, ὡς τοῖς παρ᾿ ὑμῖν ἱεροφάνταις δοκεῖ, καὶ τοῖς τῶν θυσιῶν τεχνολόγοις. Ποῦ δὲ, ὥσπερ Λινδίοις, εὐσεβὲς τὸ καταρᾶσθαι τῷ Βουθοίνᾳ, καὶ τοῦτο εἶναι θεοῦ τιμὴν, τὰς εἰς αὐτὸν λοιδορίας; ἢ Ταύροις τὸ ξενοκτονεῖν, ἢ Λάκωσι τὸ ἐπιβώμια ξαίνεσθαι, ἢ Φρυξὶ τὸ κατατέμνεσθαι ὑπ᾿ αὐλῶν κηλουμένους, καὶ ἀνανδρουμένους ὑφ᾿ ἅλματος, ἢ τὸ παιδεραστεῖν ἄλλοις, ἢ τὸ πορνεύειν ἑτέροις, ἢ ὅσα τῶν ἄλλων μυστηρίων ἐστὶν, ἵνα μὴ λέγω καθ᾿ ἕκαστον, οὕτω δὲ καὶ τὸ Ἑλληνίζειν ἔκκριτόν τινος θεῶν ἢ δαιμόνων; Καίτοι κἂν εἰ τοῦτ᾿ ἦν, οὔπω δῆλον, ὡς Ἑλληνικὸν ἦν, ἤ τινι τῶν παρ᾿ ὑμῖν θεῶν ἢ δαιμόνων τὸ κοινὸν ἀπεκρίθη, ὥσπερ καὶ ἄλλα πολλὰ τῶν κοινῶν θύειν νενομοθέτηται.
104. Εἰ δ᾿ οὐχὶ τοῦτο φήσεις, τῆς γλώσσης δὲ ὡς ὑμετέρας μεταποιήσῃ, καὶ διὰ τοῦτο πόῤῥω θήσεις ἡμᾶς, ὥσπερ κλήρου πατρικοῦ, καὶ οὐδὲν ἡμῖν διαφέροντος, πρῶτον μὲν οὐχ ὁρῶ τίς ὁ λόγος, ἢ πῶς τοῦτο προσάξεις τοῖς δαίμοσιν. Οὐ γὰρ, εἰ τοὺς αὐτοὺς τήν τε γλῶσσαν Ἑλληνίζοντας καὶ τὴν θρησκείαν εἶναι συμβέβηκεν, ἤδη καὶ τῆς θρησκείας οἱ λόγοι, καὶ διὰ τοῦτ᾿ ἃν εἰκότως ἔξω ταύτης ἡμεῖς γραφείημεν· ἀλλὰ τοῦτό γε καὶ ἀσυλλόγιστον δοκεῖ τοῖς καθ᾿ ὑμᾶς τεχνολόγοις· οὐ γὰρ, εἰ περὶ ταυτὸν ἄμφω, καὶ ἀλλήλοις ἄμφω ταυτά· ἢ οὕτω γε, εἰ χρυσοχόον τὸν αὐτὸν καὶ ζωγράφον θείημεν, τὸ χρυσοχοεῖν εἰς τὸ ζωγραφεῖν, ἢ τὸ ζωγραφεῖν εἰς τὸ χρυσοχοεῖν περιστήσεται· πολλῶν ταῦτα τῶν ληρημάτων.
105. Ἔπειτα ἐρήσομαί σε, ὦ φιλέλλην σὺ καὶ φιλόλογε, πότερον παντὸς εἴρξεις ἡμᾶς τοῦ Ἑλληνίζειν, οἷον δὴ καὶ τῶν ἐν μέσῳ καὶ πεζῶν τούτων ῥημάτων, καὶ τῆς τῶν πολλῶν χρήσεως, ἢ τοῦ κομψοῦ τε καὶ ὑπεραίροντος, ὡς οὐκ ἄλλοις ἐφικτοῦ ἢ τοῖς κατὰ παίδευσιν διαφέρουσιν; εἰ μὲν γὰρ τούτου, τίς ἡ ἀποκλήρωσις, τὸ μὲν σμερδαλέον, καὶ τὸ κοναβίξειν, καὶ τὸ μῶν, καὶ τὸ δήπουθεν, καὶ τὸ ἅττα, καὶ τὸ ἀμωσγέπως εἶναι τῆς διαλέκτου μόνης, τἄλλα δὲ ἀπεῤῥίφθαι εἰς Κυνόσαργες, ὥσπερ τὸ πάλαι τοὺς νόθους; εἰ δὲ καὶ τὸ εὐτελὲς τοῦ λόγου καὶ ἀκαλλώπιστον ὁμοίως τοῦ Ἑλληνίζειν ἐστὶ, τί μὴ καὶ τούτων ἀποστερεῖτε ἡμᾶς, καὶ ἁπλῶς πάσης Ἑλλάδος φωνῆς, ὁποία πότ᾿ ἂν ᾖ, καὶ ὡς ἂν ἔχουσα τύχῃ; τοῦτ᾿ ἂν ἦν ὑμῶν φιλανθρωπότερον καὶ τελείως τῆς ἀμουσίας τῆς ὑμετέρας.
106. Ἔχει γὰρ οὕτως, ἵνα σοι φιλοσοφήσω περὶ τούτων, ὑψηλότερόν τε καὶ τελεώτερον· Εἰ μὲν καὶ θεῖαί τινές εἰσι φωναὶ φωνητικοῖς ὀργάνοις ἐκπορευόμεναι, καὶ διὰ τοῦ ἀέρος χεόμεναί τε καὶ ἀκοαῖς εἰσρέουσαι, τῶν ἡμετέρων κρείττους καὶ εὐσημότεραι (γελῶ γὰρ ὑμῶν τῶν σεμνῶν τὸ Μῶλυ, καὶ τὸν Ξάνθον, καὶ τὴν Χαλκίδ)α, ἢ διὰ γυμνῶν ἀλλήλοις συγγίνονται τῶν ἐννοιῶν καὶ τῶν τυπωμάτων, οὐχ ἡμέτερον λέγειν· τὸ δ᾿ οὖν ἡμέτερον τοιοῦτόν ἐστιν· Οὔτε φωνὴ τῶν εὑρομένων μόνον ἐστὶν, ἀλλὰ πάντων τῶν μετεχόντων· οὔτε τέχνη τις ἢ ἐπιτήδευσις, ἣν ἂν ἐνθυμηθῆναι θελήσῃς· ἀλλ᾿ ὥσπερ ἐν ἁρμονίᾳ τεχνικῇ τε καὶ μουσικῇ ἄλλος μὲν ἦχος ἄλλης τινὸς τῶν νευρῶν συντεταμένος, ἢ ἀνειμένος, πάντα δὲ τοῦ ἑνὸς ἁρμοστοῦ καὶ τεχνίτου, πρὸς ἕν τι κάλλος ἁρμονίας συντείνοντα· οὕτω κἀν τούτοις ὁ τεχνίτης καὶ δημιουργὸς Λόγος ἄλλον μὲν ἄλλης τινὸς ἐπιτηδεύσεως ἢ τέχνης εὑρετὴν προὐστήσατο, πάντα δὲ εἰς μέσον προὔθηκε πᾶσι τοῖς βουλομένοις, τῷ κοινωνικῷ καὶ φιλανθρώπῳ συνδέων τὸν βίον ἡμῖν, καὶ ποιῶν ἡμερώτερον.
107. Σὸν τὸ Ἑλληνίζειν; εἰπέ μοι· τί δέ; οὐ Φοινίκων τὰ γράμματα; ὡς δέ τινες, Αἰγυπτίων; ἢ τῶν ἔτι τούτων σοφωτέρων Ἑβραίων; οἳ καὶ πλαξὶ θεοχαράκτοις ἐγγραφῆναι τὸν νόμον παρὰ Θεοῦ πιστεύουσι; Σὸν τὸ Ἀττικίζειν; Τὸ πεττεύειν δὲ καὶ ἀριθμεῖν, καὶ λογίζεσθαι δακτύλοις, μέτρα τε καὶ σταθμὰ, καὶ ἔτι πρὸ τούτων, τὰ τακτικὰ καὶ πολεμικὰ, τίνος; οὐκ Εὐβοέων; εἵπερ Εὐβοεὺς ὁ Παλαμήδης, ὁ πολλῶν εὑρετής, καὶ διὰ τοῦτο ἐπίφθονος, καὶ μέντοι καὶ δίκας τῆς σοφίας ἀπαιτηθεὶς, καὶ κατακριθεὶς τοῖς ἐπὶ Ἰλίου στρατεύσασι; Τί οὖν; ἂν Αἰγύπτιοι, καὶ Φοίνικες, Ἑβραῖοί τε, οἷς ἡμεῖς συγχρώμεθα πρὸς τὴν ἡμετέραν παίδευσιν, τί δ᾿ ἂν οἱ τὴν νῆσον ἔχοντες Εὔβοιαν μεταποιοῦνται τούτων ὡς αὐτοῖς διαφερόντων, κατὰ τὰς σὰς ὑποθέσεις, τί δράσομεν; ἢ τί δικαιολογησόμεθα πρὸς αὐτοὺς, τοῖς οἰκείοις ἑαλωκότες νόμοις; Ἢ πᾶσα στέρεσθαι τούτων ἀνάγκη, καὶ τὸ τοῦ κολοιοῦ πάσχειν, γυμνοὺς εἶναι τῶν ἀλλοτρίων περιαιρεθέντας πτερῶν καὶ ἀσχήμονας;
108. Σὰ τὰ ποιήματα; τί δέ; οὐ τῆς γραὸς μᾶλλον ἐκείνης, ἣ, τὸν ὦμον σεισθεῖσα παρά τινος συντόνως ἀντιπαριόντος, ὡς λόγος, εἶτ᾿ ἐνυβρίζουσα τῷ σφοδρῷ τῆς ὁρμῆς, ἔπος ἐφθέγξατο· καὶ τοῦτ᾿ ἀρέσαν τῷ νεανίᾳ λίαν, καὶ φιλοπονώτερον μετρηθὲν τὴν θαυμασίαν σου ταύτην ἐδημιούργησε ποίησιν; Τί τἄλλα; Εἰ δὲ τοῖς ὅπλοις μέγα φρονεῖς, παρὰ τίνων σοι τὰ ὅπλα, ὦ γενναιότατε; Οὐ τῶν Κυκλώπων, ἐξ ὧν τὸ χαλκεύειν; Εἰ δέ σοι μέγα καὶ μέγιστον τῶν ὄντων ἡ ἁλουργὶς, ἐξ ἧς σοφὸς σύ, καὶ τῶν τοιούτων νομοθέτης· τί; οὐκ ἀποθήσῃ ταύτην Τυρίοις, παρ᾿ ὧν ἡ ποιμενικὴ κύων, ἡ τῇ κόχλῳ βρωθείσῃ, καὶ τὰ χείλη καθαιμαξάσῃ, τῷ ποιμένι τὸ ἄνθος γνωρίσασα, καὶ διὰ τούτων παραδοῦσα τοῖς βασιλεῦσιν ὑμῖν τὸ πένθιμον τοῖς κακοῖς ῥάκος καὶ ὑπερήφανον; Γεωργίας δὲ καὶ ναυπηγίας, τί φήσομεν, ἂν ἀπελαύνωσιν ἡμᾶς Ἀθηναῖοι, τὰς Δήμητρας καὶ τοὺς Τριπτολέμους διηγούμενοι, καὶ τοὺς δράκοντας, ἔτι δὲ Κελεούς τε καὶ Ἰκαρίους, καὶ πᾶσαν τὴν περὶ ταῦτα μυθολογίαν, ἣ καὶ μυστήριον ὑμῖν αἰσχρὸν ταῦτα ἐποίησε, καὶ νυκτὸς ὄντως ἄξιον;
109. Βούλει, τἄλλα παρεὶς, ἐπ᾿ αὐτὸ τὸ κεφάλαιον ἀναδράμω τῆς σῆς ἐμπληξίας, εἴτ᾿ οὖν θεοβλαβείας; αὐτὸ δὲ πόθεν σοι τὸ μυεῖσθαι, καὶ τὸ μυεῖν, καὶ τὸ θρησκεύειν; Οὐ παρὰ Θρᾳκῶν, καὶ ἡ κλῆσις πειθέτω σε; Τὸ θύειν δὲ οὐ παρὰ Χαλδαίων, εἴτ᾿ οὖν Κυπρίων; Τὸ ἀστρονομεῖν δὲ οὐ Βαβυλώνιον; Τὸ δὲ γεωμετρεῖν οὐκ Αἰγύπτιον; Τὸ δὲ μαγεύειν οὐ Περσικόν; Τὴν δὲ δι᾿ ὀνείρων μαντικὴν τίνων ἢ Τελμησέων ἀκούεις; Τὴν οἰωνιστικὴν δὲ τίνων; οὐκ ἄλλων ἢ Φρυγῶν, τῶν πρώτων περιεργασαμένων ὀρνίθων πτῆσίν τε καὶ κινήματα; Καὶ, ἵνα μὴ μακρολογῶ, πόθεν σοι τὸ καθ᾿ ἕκαστον; οὐχ ἑν ἐξ ἑκάστων; ὧν πάντων εἰς ταυτὸ συνελθόντων, ἑν δεισιδαιμονίας συνέστη μυστήριον; Τί οὖν; δεξόμεθα, πάντων ἀποχωρησάντων εἰς τοὺς πρώτους τε καὶ τοὺς εὑρομένους, μηδὲν ἔχειν ἡμέτερον πλὴν τῆς κακίας, καὶ τῆς περὶ τὸ Θεῖον ταύτης καινοτομίας; Πρῶτος γὰρ Χριστιανῶν ἐπανάστασιν τῷ Δεσπότῃ, καθάπερ οἱ δοῦλοί ποτε τοῖς Σκύθαις, ὥς φασιν, ἐπενόησας. Πολλοῦ μέντ᾿ ἂν ἄξιον ἦν, εἴ σοι διελύθη τὸ πονηρὸν τοῦτο σύνταγμα, κατὰ τοὺς σοὺς ὅρους καὶ νόμους, ἵν᾿ ἡμεῖς ἦμεν πραγμάτων ἀπηλλαγμένοι, καὶ πάλιν ἐπὶ τῆς ἀρχαίας εὐδαιμονίας τὴν Ῥωμαικὴν ἀρχὴν ὁρᾷν ὑπῆρχε, πάσης ἀπηλλαγμένην ἐμφυλίου στάσεως· ὃ τοῦ παρὰ τῶν ἔξωθεν πολέμου πολλῷ φευκτότερόν ἐστι καὶ φοβερώτερον, ὅσῳ τὰς οἰκείας δαπανᾷν σάρκας τῶν ἀλλοτρίων φευκτότερον.
110. Εἰ δὲ ταῦτά σοι κακουργίας εἶναι δοκεῖ τὸ λεῖον ἠμφιεσμένης, καὶ πόῤῥω βασιλικῆς μεγαλοπρεπείας, φέρε, σοι παραστήσω καὶ τὰ τούτων ἔτι κερδαλεώτερα. Ὁρῶν γὰρ τὸν ἡμέτερον λόγον μέγαν μὲν ὄντα τοῖς δόγμασι καὶ ταῖς ἄνωθεν μαρτυρίαις, τὸν αὐτὸν παλαιόν τε καὶ νέον· παλαιὸν μὲν ταῖς προῤῥήσεσι, καὶ τοῖς ὑπαστράπτουσι κινήμασι τῆς θεότητος· νέον δὲ τῇ τελευταίᾳ θεοφανείᾳ, καὶ τοῖς ἐκ ταύτης τε καὶ περὶ ταύτην θαύμασιν· ἔτι δὲ μείζω καὶ γνωριμώτερον τοῖς παραδεδομένοις, καὶ εἰς τόδε τετηρημένοις τύποις τῆς Ἐκκλησίας· ἵνα μηδὲ τοῦτο ἀκακούργητον μένῃ, τί μηχανᾶται, καὶ τί ποιεῖ; Μιμεῖται Ῥαψάκην τὸν Ἀσσύριον· ἐστρατήγει δὲ ἄρα τῷ βασιλεῖ τῶν Ἀςσυρίων Σεναχηρείμ. Οὗτος, ἐπὶ τὴν Ἰουδαίαν στρατεύσας, καὶ δυνάμει πολλῇ καὶ χειρὶ τὰ Ἱεροσόλυμα πολιορκῶν, καὶ τῇ πόλει προσκαθεζόμενος. ἐπειδὴ μήτε δυνάμει παραστήσασθαι τὴν πόλιν οἷός τε ἦν, μήτε τι τῶν ἔνδον αὐτῷ παρὰ τῶν προδοτῶν ἐνεδίδοτο, λόγοις ἡμέροις καὶ ὁμογλώσσοις ὑποποιεῖσθαι τὴν πόλιν ἐπιχειρεῖ. Ὃ δὴ συνέντας λέγεται τοὺς πολιορκουμένους, τοῦτο παραιτήσασθαι πρῶτον, Συριστὶ λαλεῖσθαι αὐτοῖς, ἀλλὰ μὴ Ἑβραιστὶ κελεύσαντας, ὡς τάχα ἂν εἰς δουλείαν κλαπεῖσι τῷ ἡμέρῳ τῆς διαλέξεως.
111. Τοῦτο δὴ καὶ οὗτος διανοηθεὶς, διδασκαλεῖα μὲν ἱδρύσασθαι κατὰ πᾶσαν πόλιν ἕτοιμος ἦν, βήματά τε καὶ προεδρίας, καὶ ὑφεδρίας, Ἑλληνικῶν τε δογμάτων ἀναγνώσεις καὶ ἀναπτύξεις, ὅσαι τε ἦθος ῥυθμίζουσι, καὶ ὅσαι τῆς ἐπικρύψεως· εὐχῶν τε τύπον ἐν μέρει, καὶ τῆς τῶν ἁμαρτανόντων κατὰ μέτρον ἐπιτιμήσεως· προτελείων τε καὶ τελειώσεως, καὶ ὅσα τῆς ἡμετέρας σαφῶς ἐστιν εὐταξίας· ἔτι δὲ καταγώγια πήξασθαι καὶ ξενῶνας, ἁγνευτήριά τε καὶ παρθενῶνας, καὶ φροντιστήρια, καὶ τὴν εἰς τοὺς δεομένους φιλανθρωπίαν, τήν τε ἄλλην ὁπόση, καὶ τὴν ἐν τοῖς ἐπιστολιμαίοις συνθήμασιν, οἷς ἡμεῖς ἐξ ἔθνους εἰς ἔθνος τοὺς χρῄζοντας παραπέμπομεν· ἃ δὴ καὶ μάλιστα τῶν ἡμετέρων εἶχε θαυμάσας.
112. Ταῦτα διενοεῖτο μὲν ὁ καινὸς δογματιστής τε καὶ σοφιστής· μὴ ἐπιτελῆ δὲ γενέσθαι, μηδὲ εἰς ἔργον ἀχθῆναι τοῦ ἀνδρὸς τὴν ἐγχείρησιν, οὐκ οἶδ᾿, εἴτε ἡμῖν κέρδος, τοῖς ἐκείνου τε καὶ τῶν ἐκείνου θᾶττον ἀπηλλαγμένοις, εἴτε τῷ προελθόντι μέχρι τῆς ὀνειρώξεως· ἐδείχθη γὰρ ἂν τίνα μὲν ἀνθρώπων κινήματα, τίνα δὲ πιθήκων μιμήματα. Ἐπεὶ καὶ οὗτοι μιμεῖσθαι μὲν λέγονται τῶν ἀνθρωπίνων τινὰ δελεασμάτων, κακοτέχνως προτιθεμένων· τούτοις μέντοι καὶ ἁλίσκονται, μὴ δυναμένης ἐξικέσθαι τοῦ ἡμετέρου σοφοῦ τῆς μιμήσεως. Οὐ γὰρ μᾶλλον ἵππος Θεσσαλικὴ, καὶ γυνὴ Λακεδαιμονία, καὶ ἄνδρες οἱ τῆς Ἀρεθούσης πίνοντες, οἷον δὴ λέγω Σικελιώτας, ὡς ὁ περὶ αὐτῶν χρησμὸς, τὸ ἔκκριτον τῶν ὁμογενῶν ἔχουσιν, ἢ Χριστιανοῖς τὰ τοιαῦτα ἔθη τε καὶ νομοθετήματα τῶν πρεπωδεστάτων ἐστί· καὶ οἷα ὑπ᾿ οὐδενὸς ἂν ἄλλου ζηλωθέντα τῶν ἡμῖν ἕπεσθαι βουλομένων· ἐπειδὴ μὴ ἀνθρωπίναις ἐπινοίαις μᾶλλον ἢ θείᾳ δυνάμει καὶ χρόνου βεβαιότητι τὰ τοιαῦτα νενίκηκεν.
113. Οὐδὲν δὲ οἷον καὶ τὴν θαυμασίαν αὐτῶν ταύτην ἀνάπλασιν ἢ μετάπλασιν ὡς ἐπὶ σκηνῆς θεωρῆσαι καὶ καταμαθεῖν, τίς μὲν ἂν ἦν ὁ τῆς διδασκαλίας τρόπος αὐτοῖς, τί δὲ τὸ πέρας τῶν συνελεύσεων· ἵν᾿, ὅ φησι Πλάτων περὶ τῆς ἐν λόγῳ πόλεως, ἴδωμεν κινουμένην αὐτῶν τὴν ἐπίνοιαν. Εἰς δύο γὰρ ταῦτα διῃρημένης πάσης φιλοσοφίας, θεωρίαν τε λέγω καὶ πρᾶξιν· καὶ τῆς μὲν ὑψηλοτέρας οὔσης, δυστεκμάρτου δέ· τῆς δὲ ταπεινοτέρας, χρησιμωτέρας δέ· ἡμῖν μὲν ἀμφότερα δι᾿ ἀλλήλων εὐδοκιμεῖ· καὶ γὰρ θεωρίαν συνέκδημον πρὸς τὰ ἐκεῖθεν ποιούμεθα, καὶ πρᾶξιν θεωρίας ἐπίβασιν· οὐδὲ γὰρ οἷόν τε εἶναι σοφίας μετέχειν μὴ σοφῶς ἀναστραφέντας· τοῖς δὲ οὐκ οἶδ᾿ ὁπότερον δόξει γελοιότερόν τε καὶ ἀσθενέστερον, οὐκ ἔχουσιν ἐκ θείας ἐπιπνεύσεως τὸ δυνατὸν τοῦ συστήματος, ὥσπερ τῶν ῥιζῶν, αἳ καθ᾿ ὕδατος ὀχοῦνται, πῆξιν οὐκ ἔχουσαι. Καὶ δὴ βάλωμεν εἰς τὴν μακαρίαν αὐτῶν, ἵν᾿ ὀλίγα καὶ αὐτοὶ παίζουσιν αὐτοῖς καὶ μυθολογοῦσιν, ὥσπερ ἐν πολλοῖς τῶν δραμάτων, συμπαίξωμεν· καὶ προστεθείη τῷ χαίρειν μετὰ χαιρόντων, καὶ κλαίουσι συνδακρύειν, τὸ καὶ ληραίνουσι συλληρεῖν ἀνέχεσθαι· καὶ γέλωτα ἐν δακρύοις ποιηταὶ γινώσκουσιν.
114. Ἔστω τὸ θέατρον εὐτρεπές· ἢ οὐκ οἶδ᾿ ὅ τι καὶ καλεῖν τὸν οἶκον αὐτῶν κελεύσουσιν· οἱ κήρυκες βοάτωσαν· ὁ λαὸς συνίτω· τὴν προεδρίαν ἐχέτωσαν εἴτε οἱ πολιᾷ, καὶ χρόνῳ, καὶ τῷ τῆς πολιτείας ἐξειλεγμένῳ προέχοντες, εἴτε οἱ γένει καὶ δόξῃ περίβλεπτοι, καὶ σοφίᾳ τῇ κάτω πλεκομένῃ, καὶ πλεῖον ἐχούσῃ τὸ τερπνὸν τῆς ἀληθοῦς εὐσεβείας· τοῦτο γὰρ ἐπ᾿ αὐτοῖς ποιησόμεθα. Τί ποιήσουσι τὰ ἑξῆς; Αὐτοὶ τοὺς ἑαυτῶν προέδρους γραψάτωσαν. Ἁλουργὶς αὐτοὺς κοσμήσει, καὶ ταινία, καὶ στεφάνων ἄνθος καὶ κάλλος· ἐπειδὴ πολλαχοῦ τὸ σεμνὸν ἔγνων αὐτοῖς σπουδαζόμενον, καὶ τὸ ὑπεράνω τοῦ ἰδιώτου ὡς τοῦ μὲν κοινοῦ καὶ πεζοῦ τὸ εὐκαταφρόνητον ἔχοντος, τοῦ δὲ ὑπερόγκου καὶ δυςεφίκτου τὸ ἀξιόπιστον. Ἢ κἀνταῦθα μέχρις ἡμῶν καταβήσονται, μὴ τὸ ἐν τοῖς σχήμασιν ὑψηλὸν μᾶλλον ἢ τὸ ἐν τῷ τρόπῳ πρέπειν αὐτοῖς, ὥσπερ ἡμεῖς, νομίζοντες; Ἡμῖν γὰρ τοῦ μὲν φαινομένου καὶ γραφομένου βραχὺς ὁ λόγος· ἡ πλείων δὲ πραγματεία περὶ τὸν ἐντὸς ἄνθρωπον, καὶ μεθέλκειν τὸν θεατὴν ἐπὶ τὸ νοούμενον, ᾧ καὶ μᾶλλον τοὺς πολλοὺς ἐκπαιδεύομεν.
115. Ταῦτα μὲν δὴ ταύτῃ· τί δὲ τὸ ἐντεῦθεν; Παρέξεις αὐτοῖς ὑποφήτας δηλαδὴ θεοφόρων λογίων, ὡς ἂν αὐτοὶ φαίητε, καὶ βίβλους ἀνελίξεις θεολογικάς τε καὶ ἠθικάς. Τίνας ταύτας, εἰπέ μοι, καὶ τίνων; Καλὸν προσάδεσθαι τὴν Ἡσιόδου Θεογονίαν αὐτοῖς καὶ τοὺς ἐκεῖ πολέμους καὶ κλόνους, τοὺς Τιτᾶνας, τοὺς Γίγαντας, μετὰ τῶν φοβερῶν ὀνομάτων τε καὶ πραγμάτων; Κότος, Βριάρεως, Γύγης, Ἐγκέλαδος, οἱ δρακοντόποδες ὑμῶν, οἱ κεραυνοφόροι θεοὶ, αἱ τούτοις ἐπαφιέμεναι νῆσοι, βέλη τε ὁμοῦ καὶ τάφοι τοῖς ἀπαντήσασι· τὰ πικρὰ τούτων γεννήματα καὶ προβλήματα, Ὕδραι, Χίμαιραι, Κέρβεροι, Γοργόνες, φιλοτιμία παντὸς κακοῦ. Ταῦτα ἔστω τῶν Ἡσιόδου καλῶν ταῖς ἀκοαῖς προτιθέμενα. Ὀρφεὺς παρίτω μετὰ τῆς κιθάρας καὶ τῆς πάντα ἑλκούσης ᾠδῆς, ἐπιβρεμέτω Διὶ τὰ μεγάλα καὶ ὑπερφυῆ τῆς θεολογίας ῥήματα καὶ νοήματα· Ζεῦ κύδιστε, μέγιστε θεῶν, εἰλυμένε κόπρῳ, ὅση τε μηλείη, ὅση τε ἵππων, ὅση τε ἡμιόνων, ἵν᾿ ἐντεῦθεν, οἶμαι, δειχθῇ τὸ ζωογόνον τοῦ θεοῦ καὶ φερέσβιον· οὐ γὰρ ἄλλως οἷόν τε ἦν· καὶ μηδὲ τῆς ἄλλης φείδεσθαι μεγαληγορίας. Ὣς εἰποῦσα θεὰ, δοιοὺς ἀνεσύρατο μηροὺς, ἵνα τελέσῃ τοὺς ἐραστὰς, ἃ καὶ νῦν ἔτι τελεῖ τοῖς σχήμασιν. Ἐπὶ πᾶσιν ὁ Φάνης τε καὶ ὁ Ἠρικαπαῖος, καὶ ὁ πάντας καταπίνων τοὺς ἄλλους, εἶτ᾿ ἀναδιδοὺς θεοὺς, ἵνα γένηται πατὴρ ἀνδρῶν τε θεῶν τε. Ταῦτα ἐπεισκυκλείσθω τοῖς θαυμαστοῖς τῆς θεολογίας ἀκροαταῖς, εἶτ᾿ ἐπινοείσθω τούτοις ἀλληγορήματα καὶ τερατεύματα· καὶ τῶν προκειμένων ἐκπίπτων ὁ λόγος εἰς βάραθρα χωρείτω, καὶ κρημνοὺς θεωρίας οὐκ ἐχούσης τὸ στάσιμον.
116. Ὅμηρον δὲ ποῦ θήσεις, τὸν μέγαν τῶν θεῶν σου κωμῳδιογράφον, εἴ τ᾿ οὖν τραγῳδοποιόν; Ἀμφότερα γὰρ εὑρήσεις ἐν τοῖς θαυμασίοις αὐτοῦ ποιήμασι· τὰ μὲν συμφορᾶς, τὰ δὲ γέλωτος ἄξια. Καὶ γὰρ ὄντως οὐ μικρᾶς τῆς φροντίδος ἐκεῖνο ἰδεῖν, πῶς μὲν Ὠκεανὸς Τηθύι καταλλαγήσεται δι᾿ Ἥρας πορνικῶς κοσμουμένης· ἐπειδὴ κίνδυνος τῷ παντὶ χρόνον τινὰ σωφρονούντων αὐτῶν· εἴτ᾿ οὖν τὴν ξηρὰν φύσιν καὶ τὴν ὑγρὰν καταλλάττεσθαι δέοι, μὴ τῷ πλεονασμῷ τοῦ ἑτέρου τὸ πᾶν συγχεθῇ· εἴτε τι ἄλλο τούτων ἐπινοεῖς ἀτοπώτερον. Τίς δὲ ἡ θαυμασία μίξις τοῦ νεφεληγερέτου καὶ τῆς σεμνῆς Ἥρας, ἡνίκα ἀσχημονεῖν αὐτὸν ἀναπείθει μεσούσης ἡμέρας, κἂν οἱ ποιηταὶ μετὰ τῶν μέτρων αὐτὸν κολακεύωσι, λωτὸν ὑποστρωννύντες ἑρσήεντα, καὶ κρόκον ἀναφύοντες ἐκ τῆς γῆς καὶ ὑάκινθον; Πόθεν ταῦτα, καὶ τίς τούτων ὁ λόγος; Πῶς δὲ ἡ αὐτὴ καθ᾿ ὑμᾶς Ἥρα, ἡ τοῦ μεγάλου Διὸς ἀδελφὴ καὶ ὁμόζυγος, νῦν μὲν ἐν αἰθέρι καὶ νεφέλαις κρεμαμένη, καὶ σιδηροῖς ἄκμοσι καθελκομένη, καὶ χρυσαῖς τιμωμένη χειροπέδαις, ἡ λευκώλενός τε καὶ ῥοδοδάκτυλος, ὡς μηδὲ τοῖς παραιτεῖσθαι βουλομένοις τῶν θεῶν ἀκίνδυνον εἶναι τὴν φιλανθρωπίαν· νῦν δὲ ὅλον τὸν τῶν ἐρώτων κεστὸν ἐφ᾿ ἑαυτὴν ἕλκουσα διὰ τῶν πρὸς τὸν Δία καλλωπισμάτων, ὡς καὶ πάντας ὁμολογεῖσθαι αὐτῷ τοὺς ἐπὶ πάσαις ἔρωτας ἑνὸς τούτου παραπολὺ λειπομένους; Τίς δὲ ὁ φόβος, μὴ τῶν θεῶν κινουμένων ὑπὲρ τῆς Λακαίνης μοιχάδος, καὶ οὐρανοῦ σαλπίζοντος, ἀναῤῥαγῇ μὲν γῆς ἕδρα, μεθαρμοσθῇ δὲ θάλασσα, δημοσιευθῇ δὲ ᾅδου βασίλεια, καὶ εἰς τοὐμφανὲς ἔλθῃ τὰ τῷ μακρῷ χρόνῳ κεκαλυμμένα; Τίς δὲ ἡ τῶν κυανέων ὀφρύων ἐπίνευσις, καὶ ἡ τῶν ἀμβροσίων τριχῶν συγκίνησις, ὅλον Ὄλυμπον κατασείουσα; Τίς δὲ ὁ τιτρωσκόμενος Ἄρης, ἢ χαλκῷ κεράμῳ κατακλειόμενος; ὁ τῆς χρυσῆς Ἀφροδίτης ἀφυὴς ἐραστής, καὶ μοιχὸς ἀπερίσκεπτος καὶ τῷ Ἀμφιγυήεντι κρατούμενος, καὶ θέατρον τῶν θεῶν ἐφ᾿ ἑαυτῷ συλλέγων ἀσχημονοῦντι, καὶ μικροῖς χρήμασιν ἀφιέμενος;
117. Ταῦτα πάντα καὶ πλείω τούτων οὕτω σοφῶς καὶ πολυτρόπως συγκείμενα, καὶ παντάπασιν ἔξω τῶν νενομισμένων, τίς οὕτως ὑμῖν ὑψηλός τε καὶ μέγας, καὶ ὄντως Διὶ μῆτιν ἀτάλαντος, ὡς εἰς τὸ εὐπρεπὲς ἀγαγεῖν λόγοις θεωρίας ὑπερνεφοῦς, καὶ ὑπὲρ τὰ ἡμέτερα μέτρα τῆς καταλήψεως; Καίτοι ταῦτα εἰ μὲν ἀληθῆ, μήτ᾿ αἰσχυνέσθωσαν, καὶ φιλοτιμείσθωσαν, ἢ, ὅτι μὴ αἰσχρὰ, πειθέτωσαν· καὶ τί δεῖ καταφεύγειν αὐτοὺς ἐπὶ τὸν μῦθον, ὡς τῆς αἰσχύνης συγκάλυμμα; οὐ γὰρ θαῤῥούντων, ἀλλ᾿ ὑποχωρούντων ὁ μῦθος· εἰ δὲ ψευδῆ, πρῶτον μὲν ἐπιδεικνύτωσαν ἡμῖν τοὺς γυμνοὺς θεολόγους, ἵν᾿ ᾖ πρὸς ἐκείνους ἡμῖν ὁ λόγος· ἔπειτα λεγέτωσαν πῶς οὐκ εὔηθες, οἷς ὡς μυθικοῖς αἰσχύνονται, τούτοις ὡς ἰσχυροῖς καλλωπίζεσθαι· καὶ ἃ τοὺς πολλοὺς λανθάνειν δυνατὸν ἦν, οὐ γὰρ πάντων ἡ παίδευσις, ταῦτα δημοσιεύειν ταῖς ἁπάντων ὄψεσιν ἐν πλάσμασί τε καὶ σχήμασι, καὶ τὸ δεινότατον, μεθ᾿ ὅσης τῆς εἰς χρήματα ζημίας, ἔν τε ναοῖς καὶ βωμοῖς, καὶ ἱδρύμασι, καὶ ἀναθήμασι, καὶ θυσίαις πολυταλάντοις, καὶ ἀζημίως ἐνὸν εὐσεβεῖν, ἀσεβεῖν αἱρεῖσθαι μετὰ ζημίας;
118. Εἰ δὲ ταῦτα μὲν ποιητῶν εἶναι φήσουσι πλάσματα καὶ ληρήματα, δύο τούτοις προσχρωμένων εἰς τὸ τερπνὸν τῆς ποιήσεως, μέτρῳ καὶ μύθῳ, καὶ οἷον καταγλυκαινόντων τούτοις τὴν ἀκοὴν, αὐτοῖς δὲ ἀποῤῥητότερον εἶναι καὶ βαθύτερον τὸν ἐναποκείμενον τούτοις νοῦν, καὶ διαβατὸν ὀλίγοις τῶν σοφωτέρων, σκοπεῖτε, ὡς ἁπλῶς καὶ δικαίως περὶ τούτων ἐγὼ διαλέξομαι. Πρῶτον μὲν πῶς ἐπαινοῦσι τοὺς ὧν σέβουσιν ὑβριστὰς, καὶ μικροῦ τῶν ἰσοθέων ἀξιοῦσι τιμῶν, οἷς τὸ μὴ δοῦναι δίκην τῆς ἀσεβείας κέρδος αὔταρκες ἦν; Εἰ γὰρ τοῖς εἰς ἕνα θεὸν αὐτῶν καὶ ἰδίᾳ καὶ μικρὰ βλασφημήσασι θάνατος ἢ ζημία παρὰ τῶν νόμων, τί πάσχειν ἔδει τοὺς πᾶσιν ὁμοῦ καὶ δημοσίᾳ, καὶ ἐπὶ τοῖς αἰσχίστοις ἐπαφιέντας τὴν ποίησιν, καὶ μακρῷ χρόνῳ παραδόντας τὴν κωμῳδίαν; Ἔπειτα καὶ τοῦτο λογίζεσθαι ἄξιον· εἰσὶ καὶ παρ᾿ ἡμῖν κατ᾿ ἐπίκρυψιν λόγοι τινὲς, οὐκ ἀρνήσομαι, ἀλλὰ τίς ὁ τρόπος αὐτῶν τῆς διπλόης, καὶ τίς ἡ δύναμις; Οὔτε τὸ φαινόμενον ἀπρεπὲς, καὶ τὸ κρυπτόμενον θαυμάσιον καὶ ὑπέρλαμπρον τοῖς εἰς τὸ βάθος εἰσαγομένοις, καὶ ὥσπερ τι σῶμα καλὸν καὶ ἀπρόσιτον, οὐ φαύλῃ τῇ ἐσθῆτι περικαλύπτεται· δεῖ γὰρ, ὡς γοῦν ἔμοιγε δοκεῖ, τῶν θείων μηδὲ τὰς ἐνδείξεις, καὶ τὰς ἐμφάσεις ἀπρεπεῖς εἶναι καὶ ἀναξίας τῶν δηλουμένων, μηδὲ οἵαις ἂν καὶ ἄνθρωποι λεγομέναις περὶ αὐτῶν δυσχεραίνοιεν· ἀλλ᾿ ἢ τὸ κάλλιστον πάντως ἔχειν, ἢ μὴ τὸ αἴσχιστον, ἵνα τὸ μὲν τοὺς σοφωτέρους εὐφραίνῃ, τὸ δὲ μὴ βλάπτῃ τοὺς πλείονας.
119. Ὑμῖν δὲ οὔτε τὸ νοούμενον ἀξιόπιστον, καὶ τὸ προβεβλημένον ὀλέθριον. Καὶ τίς ἡ σύνεσις διὰ βορβόρου πρὸς πόλιν ἄγειν, ἢ διὰ προβόλων τε καὶ ὑφάλων εἰς ὅρμον ἐπείγεσθαι; Τί γὰρ ἐκ τούτου συμβήσεται; καὶ τί τῶν λόγων τὸ πέρας· Σὺ μὲν ληρήσεις, καὶ ἀλληγορήσεις τὰς σὰς ἀτυχίας ἢ φαντασίας· ὁ δὲ πεισόμενος οὐκ ἔσται· τὸ γὰρ ὁρώμενον πιθανώτερον. Οὔτε οὖν τὸν ἀκροατὴν ὤνησας, καὶ τὸν θεατὴν ἀπώλεσας μετὰ τοῦ φαινομένου γενόμενον. Ἀλλ᾿ ὁ μὲν θεωρητικὸς τόπος αὐτοῖς τοιοῦτος, καὶ οὕτω πόῤῥω τῶν ὑποθέσεων, ὡς πάντα πρότερον εἶναι συμβαλεῖν ἀλλήλοις, καὶ εἰς ἑν ἀγαγεῖν τὰ μακρῷ κεχωρισμένα, ἢ ταῦτα συνθεῖναι καὶ συναρμόσαι, καὶ τοῦ αὐτοῦ ἀνδρὸς εἶναι φῆσαι, τὰ μυθολογήματά τε λέγω καὶ τὰ σκεπάσματα.
120. Τί δ᾿ ἂν εἴποις περὶ τοῦ ἠθικοῦ μέρους αὐτῶν; Πόθεν, καὶ ἐκ τίνων ὁρμώμενοι, καὶ τίσι χρώμενοι λόγοις, πλάττειν αὐτοὺς εἰς ἀρετὴν δυνήσονται, καὶ πλείστου ποιεῖν ἀξίους ταῖς παραινέσεσιν; Ἄριστον ὁμόνοια, καὶ τὸ συμφρονεῖν ἀλλήλοις πόλεις, καὶ δήμους, καὶ οἰκίας, καὶ τοὺς καθ᾿ ἕκαστον, νόμῳ καὶ τάξει φύσεως ἑπομένους, ἣ πάντα διεῖλέ τε καὶ συνέδησε, καὶ τὸ πᾶν τοῦτο κόσμον ἕνα ἐκ πλειόνων πεποίηκε. Τίσι τοῦτο διδάξουσιν ὑποδείγμασιν; Ἆρα τοὺς πολέμους λέγοντες τῶν θεῶν, καὶ τὰς στάσεις, καὶ τὰς ἐπαναστάσεις, καὶ τῶν κακῶν τὸ πλῆθος, ὧν αὐτοί τε ἔχουσι, καὶ ἀλλήλοις παρέχουσιν, ἰδίᾳ τε καὶ δημοσίᾳ, ὧν μικροῦ πᾶσα πεπλήρωται συγγραφή τε καὶ ποίησις; Θᾶττον μέν τ᾿ ἂν ἐξ εἰρηνικῶν μαχίμους, καὶ παραπλῆγας ἀντὶ σοφῶν, ἢ τοὐναντίον μετρίους καὶ σώφρονας ἀντὶ θρασέων καὶ ἀπαιδεύτων τοῖς τοιούτοις ἂν ἐργάσαιντο παραδείγμασιν. Οὓς γὰρ καὶ δίχα τῶν εἰς τὸ χεῖρον ἑλκόντων χαλεπὸν μεταθεῖναι κακίας, καὶ πρὸς τὴν κρείσσω μεταστῆσαι μοῖραν ἀπὸ τῆς χείρονος, τούτους τίς ἂν πείσειεν ἡμέρους εἶναι καὶ καθεκτοὺς, θεοῖς χρωμένους ὁδηγοῖς τῶν παθῶν καὶ προστάταις· ἔνθα τὸ κακὸν εἶναι καὶ τίμιον, ὡς θεῶν τινα προιστάμενον, οὗ τὸ πάθος ἐστὶ βωμοῖς τε καὶ θυσίαις τιμώμενον, καὶ παῤῥησίαν εἰληφὸς ἔννομον; Τοῦτο γὰρ τὸ δεινότατον, ὅτι ἃ τοῖς νόμοις κολάζεται, ταῦτα ὡς θεῖα σέβεται· τοσαύτη τις ὑμῖν τῆς ἀδικίας ἡ περιουσία.
121. Δεύτερον αὐτοῖς προκείσθω γονέων αἰδὼς καὶ τιμὴ, καὶ τὸ τὴν πρώτην αἰτίαν τοῦ εἶναι σέβειν μετὰ τὴν πρώτην· τοῦτο καὶ λόγος εἰςηγείσθω, καὶ θεολογία πειθέτω. Πῶς δὲ οὐ πείσει Κρόνος Οὐρανὸν ἐκτεμὼν, ἵν᾿ ἄγονος ᾖ θεῶν, καὶ δῷ κύμασιν ἀποτελέσαι θεὸν, ἀφροῦ γέννημα· καὶ Κρόνῳ Ζεὺς ἐπανιστάμενος, κατὰ μίμησιν τοῦ πατρὸς, ὁ γλυκὺς λίθος καὶ πικρὸς τυραννοκτόνος· εἴτε τι ἄλλο τοιοῦτον αὐτοῖς εἰς τιμὴν τῶν γεννησαμένων αἱ βίβλοι φέρουσι. Τρίτον αὐτοῖς ἔστω χρημάτων ὑπεροψία, καὶ τὸ μὴ πανταχόθεν κερδαίνειν, μηδὲ τοῦ δυστυχεῖν ἀῤῥαβῶνα, τὸ κακῶς κτᾶσθαι λαμβάνειν. Πῶς οὖν ὁ Κερδῷος αὐτοῖς σταθήσεται, καὶ τὸ σακέλλιον προβληθήσεται, καὶ ἡ κλεπτικὴ τοῦ θεοῦ δύναμις τιμηθήσεται, καὶ τό· Ἄνευ χαλκοῦ Φοῖβον μὴ μαντεύεσθαι, μηδὲ εἶναί τι τοῦ ὀβολοῦ τιμιώτερον; Ταῦτα γὰρ αὐτῶν τὰ σεμνὰ καὶ σεβάσμια.
122. Τί ἔτι; Σωφροσύνην διδασκέτωσαν, ἐγκράτειαν εἰσηγείσθωσαν· καὶ ὁ πείθων ἐγγὺς, πάντα γινόμενος διὰ τὰς γυναῖκας, ὁ Ζεὺς, καὶ Φρυξὶ μειρακίσκοις ἀετὸς ἐραστὴς ὁ φίλτατος (ἵν᾿ ὡς ἥδιστα συμποσιάζοιεν οἱ θεοὶ, τοῖς Διὸς οἰνοχοούμενοι παιδικοῖ)ς· καὶ ταῖς πεντήκοντα Θεστίου θυγατράσιν ἐναθλεύων Ἡρακλῆς ἐν μιᾷ νυκτὶ ὁ Τριέσπερος, καὶ τρισκαιδέκατον ἆθλον τοῦτον ἐπιτελέσας, οὐκ οἶδ᾿ ὅπως τοῖς ἄλλοις γε οὐ συναριθμούμενον. Ἐπικοπτέτω τὸν θυμὸν Ἄρης, μέθην Διόνυσος, μισοξενίαν Ἄρτεμις, ἀπάτην ὁ λοξίας αὐτῶν χρησμολόγος, γέλωτος ἀμετρίαν ὁ καταχωλεύων θεὸς, τῶν θεῶν λυπουμένων, καὶ ἀραιαῖς ταῖς κνήμαις ἐπιῤῥωννύμενος· γαστριμαργίαν ὁ Ζεὺς ἐπὶ δαῖτα λιπαρὰν τρέχων μετ᾿ ἀμύμονας Αἰθιοπῆας σὺν τοῖς λοιποῖς δαίμοσιν· ὁ Βουθοίνας, τὸν γεωργὸν τυραννήσας, καὶ τὸν ἀρότην βοῦν λαφύξας, καὶ τὴν κλῆσιν λαβὼν ἐκ τῆς πράξεως, καὶ πάντες ταῖς κνίσσαις καὶ ταῖς λοιβαῖς ἐπιτρέχοντες.
123. Καίτοι πῶς ταῦτα τῶν ἡμετέρων ἐγγὺς, οἷς ὅρος μὲν φιλίας αὐτὸς ἕκαστος, καὶ τὸ τὰ αὐτὰ βούλεσθαι τοῖς πλησίον ἃ καὶ σφίσιν αὐτοῖς· ἔγκλημα δ᾿ οὐ μόνον τὸ γενέσθαι κακὸν, ἀλλὰ καὶ τὸ μελλῆσαι μικροῦ, καὶ τῆς ὀργῆς κολαζομένης, ὡς πράξεως· οἷς σωφροσύνη μὲν οὕτω σπουδάζεται, ὥστε καὶ ὀφθαλμὸς ἀναστέλλεται· χεὶρ δὲ φονικὴ τοσοῦτον πόῤῥωθεν εἴργεται ὥστε καὶ θυμὸς σωφρονίζεται· ἐπίορκον δὲ ὀμόσαι οὕτω δεινὸν καὶ ὑπέρογκον, ὥστε καὶ τὸν ὅρκον μόνοις ἡμῖν τυγχάνειν ἀπώμοτον; Χρήματα δὲ τοῖς μὲν πολλοῖς οὐδ᾿ ἐγένετο· πολλοῖς δὲ διὰ τοῦτ᾿ ἂν ἦν ἡδέως πλείω καὶ μόνον, ἵνα πλειόνων ὑπερίδωσι, τὸ μηδὲν ἔχειν ἀντὶ παντὸς πλούτου φιλοσοφοῦντες· γαστέρα δὲ τοῖς πολλοῖς ἀποῤῥίψαντες ὡς πικρὰν δέσποιναν καὶ ἀπόπτυστον, καὶ πάντων κακῶν μητέρα· οὐ μέγα φῆσαι, ὅτι μηδὲ σάρκες εἶναι βιάζονται, τῷ ἀθανάτῳ τὸ θνητὸν ἀναλίσκοντες· καὶ νόμος εἷς αὐτοῖς ἀρετῆς, τὸ μηδὲ τῶν μικρῶν ἡττᾶσθαι, καὶ πᾶσι παρορωμένων. Τὸ γὰρ κάλλιστον, ὅτι, τῶν ἄλλων τὰ τέλη τιμωρουμένων κατὰ τοὺς νόμους, ἡμεῖς καὶ τὰς ἀρχὰς κολάζομεν, ὥσπερ τι ῥεῦμα πονηρὸν καὶ δυσκάθεκτον πόῤῥωθεν ἀναστέλλοντες.
124. Ποῦ δὲ καὶ παρὰ τίσιν ἀνθρώπων, εἰπέ μοι, τὸ λοιδορουμένους εὐφημεῖν, βλασφημουμένους παρακαλεῖν, ὡς οὐ τῆς κακηγορίας βλαπτούσης μᾶλλον ἢ τῆς ἀληθείας, διωκομένους ὑποχωρεῖν, γυμνομένους προσαπεκδύεσθαι, καταρωμένους ὑπερεύχεσθαι τῶν ἀρωμένων· ἑνὶ λόγῳ, χρηστότητι νικᾷν θρασύτητα, καὶ βελτίους ποιεῖν τοὺς ἀδικοῦντας, οἷς καρτεροῦμεν πάσχοντες; Καίτοι κἂν εἰ κακίαν δοίημεν αὐτοὺς κολάζειν ταῖς τοῦ πλάσματος παραινέσεσι, ποῦ τὸ φθάσαι πρὸς τὰ μέτρα τῆς ἡμετέρας ἀρετῆς καὶ παιδεύσεως, οἷς καὶ τὸ μὴ προβαίνειν τῷ καλῷ, μηδὲ νέους ἀντὶ παλαιῶν ἀεὶ γίνεσθαι, ἀλλ᾿ ἐν ταυτῷ μένειν κακία δοκεῖ; Στρόμβων τὸ πάθος περιτρεχόντων, οὐ προιόντων, καὶ στάσιμον κινουμένων, ἵν᾿ οὕτως εἴπω, τῇ βίᾳ τῆς μάστιγος. Καὶ δεῖ τὸ μὲν ἡμῖν ἐξηνύσθαι τῶν καλῶν, τοῦ δὲ ἔχεσθαι, τοῦ δὲ ἐφίεσθαι μέχρι τοῦ τέλους καὶ τῆς θεώσεως, ἐφ᾿ ᾗ γεγόναμεν καὶ πρὸς ἣν ἐπειγόμεθα, οἵ γε διαβατικοὶ τὴν διάνοιαν, καί τι τῆς τοῦ Θεοῦ μεγαλονοίας ἐλπίζοντες ἄξιον.

ΛΟΓΟΣ 5.

Κατὰ Ἰουλιανοῦ βασιλέως στηλιτευτικὸς δεύτερος.

1. Οὗτος μὲν δὴ τῶν ἐμῶν λόγων ὁ πρῶτος ἄεθλος ἐκτετέλεσται καὶ διήνυσται· καὶ γὰρ ἐπεδειξάμην ἱκανῶς τὴν τοῦ ἀνδρὸς κακοήθειαν ἐν οἷς ἔδρασέ τε καθ᾿ ἡμῶν, καὶ οἷς ἔμελλεν, ἀεί τι τῶν παρόντων ἐπινοῶν βαρύτερον. Νῦν αὖτε σκοπὸν ἄλλον, ὃν οὐκ οἶδ᾿ εἴ τις βέβληκεν, ἤδη τοῦ λόγου προστησόμεθα, Θεῷ τε ἱερώτερον, καὶ ἡμῖν ἡδίω, καὶ τοῖς ἔπειτα χρησιμώτερον· τοῖς εἰρημένοις προσθεῖναι τὰ δίκαια τοῦ Θεοῦ σταθμία, καὶ οἷς ἀντιταλαντεύεται πονηρία, τοῖς μὲν αὐτόθεν ἀπαντῶσα, τοῖς δὲ καὶ μικρὸν ὕστερον· ὅπως ἂν, οἶμαι, τῷ τεχνίτῃ Λόγῳ δοκῇ, καὶ ταμίᾳ τῶν ἡμετέρων· ὃς οἶδε συμφορὰν μὲν ἐπικόπτειν ἐλέῳ, θράσος δὲ ἀτιμίᾳ σωφρονίζειν καὶ μάστιξιν, οἷς αὐτὸς ἐπίσταται μέτροις παιδεύσεως.
2. Νόσους μὲν δὴ τῶν ἀσεβῶν ἐνδίκους, καὶ ῥήξεις οὐκ ἀφανεῖς, καὶ πολυτρόπους ἄλλας πληγὰς καὶ μάστιγας οἷς τετολμήκασι παραπλησίας, καὶ θανάτους οὐ κατὰ τὸ εἰωθὸς χωρήσαντας, καὶ τὰς ἐν αὐτοῖς τοῖς δεινοῖς ἐξαγορεύσεις, καὶ ἀνονήτους μεταμελείας, τάς τε δι᾿ ὀνειράτων παιδεύσεις, καὶ τὰ καθ᾿ ὕπαρ φαντάσματα, τίς ἂν ἀξίως ἐκτραγῳδήσειεν· ὅσα τε ἢ περὶ τοὺς θείους οἴκους παρανομήσασιν, ἢ περὶ τὰς ἱερὰς τραπέζας ἐξυβρίσασιν, ἢ περὶ τοὺς μυστικοὺς κρατῆρας μανεῖσιν, ἢ τῶν σωμάτων ἡμῶν ἀνέδην ἐμφορουμένοις, ἢ τἄλλα πάντα ὅσα τετολμήκασι, νεανιευσαμένοις αὐτοῖς ἀπήντησε, τῆς τοῦ Θεοῦ κατὰ τῶν τοιούτων ὀργῆς ἐναργῆ καὶ φανερὰ γνωρίσματα; Ταῦτα μὲν οὖν ἑκὼν ὑπερβήσομαι, οὐκ ἀπιστῶν τοῖς ὁρωμένοις, καὶ λεγομένοις, οὐδὲ αὐτομάτῳ τινὶ φορᾷ καὶ συντυχίᾳ διδοὺς τὰ συμβαίνοντα, κατὰ τοὺς εἰκῆ τὰ τοιαῦτα ὑπολαμβάνοντας, ἀλλ᾿ ἵνα μὴ περὶ τὰ μικρὰ διατρίβειν δόξω, παρεὶς τὰ μείζω καὶ ὀνομαστότερα· τὸ δ᾿ οὖν περιβόητον πᾶσι θαῦμα, καὶ οὐδὲ τοῖς ἀθέοις αὐτοῖς ἀπιστούμενον λέξων ἔρχομαι.
3. Ἐμαίνετο καθ᾿ ἡμῶν ἀεί τι πλέον, ὥσπερ κύμασιν ἐπεγείρων κύματα, ὁ καθ᾿ ἑαυτοῦ πρῶτον μανεὶς καὶ πατήσας τὰ ἅγια, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας. Ἱεροβοὰμ εἰπεῖν οἰκειότερον, ἢ Ἀχαὰβ τὸν Ἰσραηλίτην, τοὺς παρανομωτάτους, ἢ Φαραὼ τὸν Αἰγύπτιον, ἢ Ναβουχοδονόσορ τὸν Ἀςσύριον, ἢ ταῦτα πάντα συνελόντες, ἕνα καὶ τὸν αὐτὸν ὀνομάσομεν· ἐπεὶ καὶ τὰς πάντων κακίας εἰς ἑαυτὸν συλλεξάμενος φαίνεται, Ἱεροβοὰμ τὴν ἀποστασίαν, Ἀχαὰβ τὴν μιαιφονίαν, Φαραὼ τὴν σκληρότητα, Ναβουχοδονόσορ τὴν ἱεροσυλίαν, πάντων ὁμοῦ τὴν ἀσέβειαν. Ἐπεὶ δὲ πάντα διεξελθὼν τἆλλα, καὶ πᾶν εἶδος τῆς καθ᾿ ἡμῶν τυραννίδος, ὡς μικρόν τι καὶ ἀγεννὲς ἀτιμάσας (οὐ γὰρ ἐγένετο ποριμωτέρα φύσις ἐκείνης εἰς κακῶν εὕρεσιν καὶ ἐπίνοιαν), τέλος ἐπαφῆκε καὶ τὸ Ἰουδαίων φῦλον ἡμῖν τὴν παλαιάν τε αὐτῶν κουφότητα, καὶ τὸ καθ᾿ ἡμῶν ἄνωθεν ὑποσμυχόμενον ἐν αὐτοῖς μῖσος συνεργὸν λαβὼν τοῦ τεχνάσματος, ἐπιθειάζων τε δῆθεν ἐκ τῶν παρ᾿ αὐτοῖς βίβλων καὶ ἀποῤῥήτων, ὡς νῦν αὐτοῖς ἀποκείμενον εἴη κατελθεῖν εἰς τὴν ἑαυτῶν, καὶ τὸν νεὼν ἀναδείμασθαι, καὶ τῶν πατρίων τὸ κράτος ἀνανεώσασθαι, καὶ ἀποκρυπτόμενος εὐνοίας πλάσματι τὴν ἐπίνοιαν.
4. Ἐπεὶ δὲ ταῦτα καὶ διενοήθη καὶ ἔπεισεν (εὔκολον γὰρ εἰς ἀπάτην τὸ πρὸς ἡδονὴν ἅπαν), οἱ μὲν ὡς ἀναστήσοντες διενοοῦντο τὸ ἱερὸν, καὶ χειρὶ πολλῇ καὶ προθυμίᾳ περὶ τὸ ἔργον ἐταλαιπώρουν· φασί γέ τοι καὶ τὰς γυναῖκας αὐτῶν οἱ τὰ ἐκείνων θαυμάζοντες, οὐ μόνον ἅπαντας τοὺς περὶ τὸ σῶμα κόσμους περιελομένας ἑτοίμως συνεισφέρειν τῷ ἔργῳ καὶ τοῖς πονουμένοις, ἀλλὰ καὶ τοῖς κόλποις τὸν χοῦν ἐκφερούσας, καὶ οὔτε πολυτελοῦς ἐσθῆτος, οὔτε μελῶν ἁπαλότητος φειδομένας, εὐσεβεῖν οἴεσθαι καὶ πάντα ἐλάττω νομίζειν τοῦ ἐγχειρήματος. Ὡς δὲ ὑπὸ ἀγρίας λαίλαπος καὶ βρασμοῦ γῆς ἄφνω συνελαθέντες, ἐπί τι τῶν πλησίον ἱερῶν, οἱ μὲν ὡς ἱκετεύσοντες, ὥρμησαν, οἱ δὲ, ὅπερ ἐν τοῖς τοιούτοις φιλεῖ συμβαίνειν, τῷ παρόντι χρώμενοι πρὸς βοήθειαν, οἱ δὲ ἄλλως τῇ ταραχῇ συμφερόμενοι, καὶ τοῖς θέουσι συνεισπίπτοντες. Εἰσὶ μὲν οἳ λέγουσιν, ὡς οὐδὲ τὸ ἱερὸν αὐτοὺς προσεδέξατο, ἀλλ᾿ ἀναπεπταμέναις προσελθόντες ταῖς πύλαις, ἐπικλεισθείσαις ἐνέτυχον ἔκ τινος ἀοράτου καὶ ἀφανοῦς δυνάμεως, ἣ τὰ τοιαῦτα τερατουργεῖ πρὸς τὴν τῶν ἀσεβῶν κατάπληξιν, καὶ τῶν εὐσεβῶν ἀσφάλειαν· ὃ δὲ ἅπαντες ἤδη καὶ λέγουσι καὶ πιστεύουσιν, ὅτι βιαζομένους αὐτοὺς καὶ φιλονεικοῦντας περὶ τὴν εἴσοδον, πῦρ ἔστησεν ἀπαντῆσαν ἐκ τοῦ ἱεροῦ, καὶ τοὺς μὲν κατέφλεξε καὶ ἀνήλωσεν (ὡς ὅμοιόν τι περὶ αὐτοὺς συμβῆναι τοῖς Σοδομιτῶν πάθεσιν, ἢ τῷ περὶ Νάδαβ καὶ Ἀβιοὺδ θαύματι ξένως καὶ θυμιάσασι καὶ κινδυνεύσασ)ι, τοὺς δὲ τῶν καιρίων ἀκρωτηριάσαν, στήλην ἀφῆκεν ἔμψυχον τῆς τοῦ Θεοῦ κατὰ τῶν ἁμαρτωλῶν ἀπειλῆς καὶ κινήσεως. Τοῦτο μὲν δὴ τοιοῦτο, καὶ ἀπιστείτω μηδεὶς, ὅτι μηδὲ ταῖς ἄλλαις τοῦ Θεοῦ δυνάμεσιν· ὃ δὲ ἔτι τούτου παραδοξότερον καὶ περιφανέστερον, ἔστη φῶς ἐν τῷ οὐρανῷ τὸν σταυρὸν περιγράφον, καὶ τὸ πρότερον ἐπὶ γῆς ἀτιμαζόμενον τοῖς ἀθέοις καὶ σχῆμα καὶ ὄνομα νῦν ἐν οὐρανῷ δείκνυται πᾶσιν ἐπίσης, καὶ γίνεται τρόπαιον τῷ Θεῷ τῆς κατὰ τῶν ἀσεβῶν νίκης, τροπαίου παντὸς ὑψηλότερον.
5. Πρὸς ταῦτα τί φήσουσιν οἱ τοῦ αἰῶνος τούτου σοφοὶ, καὶ τὰ παρ᾿ αὐτοῖς ἀποσεμνύνοντες, οἱ τὰς βαθείας ὑπήνας ἕλκοντες, καὶ τὸ κομψὸν περισύροντες ἡμῖν τριβώνιον; ἀντιδιήγησαί μοι καὶ σὺ τὰ σὰ, ὁ τοὺς μακροὺς λόγους γράφων, καὶ τὰς ἀπίστους συντιθεὶς ἱστορίας, καὶ κεχηνὼς πρὸς τὰ ἄνω, καὶ τῶν οὐρανίων καταψευδόμενος, καὶ πλέκων ἐκ τῆς τῶν ἀστέρων κινήσεως τὰς γενέσεις καὶ τὰ συμβαίνοντα; Λέγε μοι καὶ σὺ τοὺς σοὺς ἀστέρας, τὸν Ἀριάδνης στέφανον, καὶ τὸν Βερενίκης πλόκαμον, καὶ τὸν ἀσελγῆ Κύκνον, καὶ τὸν ὑβριστὴν Ταῦρον· εἰ δὲ βούλει, τὸν Ὀφιοῦχόν σου, καὶ τὸν Αἰγόκερω, καὶ τὸν Λέοντα, ἄλλους τε ὅσους ἐπὶ τῷ κακῷ γνωρίσας, ἢ θεοὺς ἢ ἀστέρας ἐποίησας. Ποῦ σὺ τοῦτον ἔχεις τὸν κύκλον ἐν τοῖς σοῖς μαθήμασι; Ποῦ δὲ τὸν ἐπὶ Βηθλεὲμ δραμόντα πρότερον ἐκ τῆς ἑῴας ἀστέρα, τὸν ὁδηγὸν τῶν σῶν Μάγων καὶ πρόξενον; Ἔχω τι κἀγὼ λέγειν ἐκ τῶν οὐρανίων· ἐκεῖνος τὴν Χριστοῦ παρουσίαν ἀνεδήλωσεν ὁ ἀστήρ· οὗτος τῆς Χριστοῦ νίκης ὁ στέφανος.
6. Ταῦτα μὲν ἐκ τῶν οὐρανίων καὶ τῶν ἄνω συμπασχόντων τοῖς ἡμετέροις, κατὰ τὴν μεγάλην τοῦ παντὸς ἁρμονίαν τε καὶ οἰκείωσιν· τὰ δὲ ἑξῆς ὁ ψαλμὸς συμπληρούτω μοι· ὅτι Καὶ πόλεις καθεῖλες (ὡς τὰς παλαιὰς ἐκείνας ἐπὶ τοῖς αὐτοῖς ἀσεβήμασιν), ἐν αὐταῖς ταῖς καθ᾿ ἡμῶν παρανομίαις, τὰς μὲν πελάγεσιν ἐπικλυσθείσας, τὰς δὲ σεισμῷ κατενεχθείσας, ὡς μικροῦ καὶ τὸ λειπόμενον ἔχειν εἰπεῖν, ὅτι Ἀπώλετο τὸ μνημόσυνον αὐτῶν μετ᾿ ἤχου καὶ περιβοήτου τῆς ἀπωλείας· τοσαύτη γὰρ αὐτῶν ἡ πτῶσις, καὶ τοιοῦτο τὸ σύντριμμα, καὶ τῶν ἐκ γειτόνων, καὶ μάλιστα τῇ ἀσεβείᾳ περιχαιρόντων, ὡς πολλοῦ χρόνου δεῖν αὐταῖς, εἴ τις ἄρα καὶ τολμήσειε τοῦτο πρὸς ἐπανόρθωσιν.
7. Ἆρ᾿ οὖν γῆ μὲν οὕτω καὶ οὐρανός· ἀὴρ δὲ οὐκ ἐπισημαίνει τοῖς τοιούτοις καιροῖς, οὐδὲ ἡγιάσθη τότε τοῖς σημείοις τοῦ πάθους; Ἐπιδειξάτωσαν ἔτι καὶ νῦν τὰς ἐσθῆτας, οἱ τοῦ θαύματος ἐκείνου θεαταὶ καὶ μύσται, τὰς τότε κατασημανθείσας τοῖς τοῦ σταυροῦ στίγμασιν. Ὁμοῦ τε γὰρ ταῦτα διηγεῖτό τις, εἴτ᾿ οὖν τῶν ἡμετέρων, εἴτ᾿ οὖν τῶν ἔξωθεν, ἢ διηγουμένων ἤκουε, καὶ τὸ θαῦμα ἑώρα παρ᾿ ἑαυτῷ, ἢ τῷ πλησίον γινόμενον, κατάστερος ὤν, ἢ ἐκεῖνον ὁρῶν τοιοῦτον ἐν τοῖς ἐσθήμασι, πάσης ἱστουργικῆς ψηφῖδος ἢ περιέργου ζωγραφίας ποικιλώτερον. Ἐκ τούτου τί γίνεται; Τοσαύτη τῶν ὁρωμένων κατάπληξις, ὡς μικροῦ μὲν ἅπαντας ὥσπερ ἐξ ἑνὸς συνθήματος καὶ μιᾶς φωνῆς τὸν τῶν Χριστιανῶν ἀνακαλεῖσθαι Θεὸν, εὐφημίαις τε πολλαῖς καὶ ἱκεσίαις αὐτὸν ἐξιλάσκεσθαι· πολλοὺς δὲ οὐκ εἰς ἀναβολὰς, ἀλλὰ παρ᾿ αὐτὰ τῶν συμβάντων προσδραμόντας τοῖς ἱερεῦσιν ἡμῶν, καὶ πολλὰ καταδεηθέντας τῆς τε Ἐκκλησίας γενέσθαι μέρος, καὶ μυηθῆναι τὰ τελεώτερα, τῷ ἱερῷ καθαγνισθέντας βαπτίσματι, καὶ διὰ τὸν φόβον ὠφεληθέντας.
8. Εἶχε μὲν οὖν οὕτω ταῦτα· ὁ δὲ, ταῖς κατὰ μικρὸν μανίαις οἰστρηλατούμενος καὶ δονούμενος, ἐπὶ αὐτὸ τὸ κεφάλαιον ἀπαντᾷ τῶν ἑαυτοῦ συμφορῶν. Ὡς γὰρ κατὰ νοῦν ἔχειν αὐτῷ τὰ Χριστιανῶν ᾤετο, καὶ οἷς ἤδη κατείργαστο, τὸ καὶ πᾶν ἁλωτὸν εἶναι θελήσαντι μόνον ἐλπίσας, καί τινα κατὰ τῶν ἑσπερίων βαρβάρων εὐημερίαν ἁρπάσας, μίαν βουλεύεται ταύτην βουλὴν συνετωτάτην τε καὶ φιλανθρωποτάτην. Ἄρας διττὸν ἐνθένδε στρατὸν, τὸν μὲν ὁπλιτῶν, τὸν δὲ τῶν ἀγόντων αὐτὸν δαιμόνων, ᾧ καὶ μᾶλλον εἶχε θαῤῥεῖν, ἐπὶ Πέρσας στρατεύει, θράσους ἀλογίᾳ μᾶλλον ἢ ῥώμης ἀσφαλείᾳ πιστεύσας· καὶ οὐδ᾿ ἐκεῖνο συνιδεῖν δυνηθεὶς ὁ σοφώτατος, ὅτι θάρσος καὶ θράσος, κἂν εἰ τοῖς ὀνόμασι πλησιάζοι, πλεῖστον ἀλλήλων τῇ δυνάμει κεχώρισται, ἀνδρίᾳ τε ἣν φαμὲν καὶ ἀνανδρίᾳ. Τὸ μὲν γὰρ ἐν τοῖς τολμητέοις θαῤῥεῖν ἀνδρίας ἐστὶν, ὥσπερ τὸ ὑφίεσθαι δειλίας· οὗ δὲ πλείων ὁ κίνδυνος, ὁμόσε χωρεῖν καὶ ὠθίζεσθαι, ἀλλὰ μὴ κατέχεσθαι, θράσους, ὥσπερ τὸ ὑποχωρεῖν ἀσφαλείας. Καὶ οὐ τοῦ αὐτοῦ λόγου θετέον φυλάξαι τὰ ὄντα, καὶ τῶν οὐκ ὄντων τι προσλαβεῖν· τὸ μὲν γὰρ μάλιστα καὶ πρῶτον τοῖς νοῦν ἔχουσι τιμητέον· τὸ δὲ, ἂν μὲν ὑπάρχῃ μετὰ ῥᾳστώνης, δεκτέον· ἂν δὲ ἀντιπίπτῃ, περιοπτέον. Ὁ δὲ ὑπὲρ τοῦ κτήσασθαί τι τῶν ἐλπιζομένων πᾶσι τοῖς ὑπάρχουσι κινδυνεύων λίαν ἀνόητος. Καί μοι προσεοικέναι δοκεῖ πύκτῃ κακῷ τὴν τέχνην, πρὶν τὴν στάσιν εὖ θέσθαι, προβαλλομένῳ· ἢ κυβερνήτῃ λελυμένης αὐτῷ τῆς νηὸς, καὶ οὐ πλοΐμως ἐχούσης, ναῦν καταδύοντι πολεμίαν, ἢ καταδύειν ἐσπουδακότι. Ὧν μοι δοκεῖ μηδὲν ἐκεῖνος ἐνθυμηθεὶς, ἐγχειρεῖν ἀπερισκέπτως τοῖς ἐγνωσμένοις, ἔτι τῶν Ῥωμαικῶν ὠδινόντων αὐτῷ, καὶ κακῶς διακειμένων τῷ διωγμῷ μάλιστα, τὴν ἀλλοτρίαν περινοῶν· καὶ Σαλμωνεὺς εἶναί τις ἐκ βύρσης βροντῶν, πρὸς τοὺς Τραιανοὺς βλέπων ἐκείνους καὶ τοὺς Ἀδριανοὺς, ὧν οὐχ ἧττον τῆς ἀνδρείας τὸ ἀσφαλὲς ἐθαυμάζετο. Τὸν Κάρον δὲ οὐκ ἐνενόει ἐκεῖνον, οὐδὲ τὸν Οὐαλεριανὸν, οἳ δίκας ἔδοσαν ὁρμῆς ἀλογίστου, ἵν᾿, ὅ φησιν ἡ τραγῳδία, μὴ ὀνειδίζω τὰς τύχας, ἐν Περσῶν ὅροις, ἐν ἀκμῇ τῆς εὐτυχίας καταλυθέντες.
9. Ἀλλ᾿ οὖν ἔδοξε ταῦτα, καὶ τῆς ὁρμῆς ἦν πᾶσαν μαντείας καὶ γοητείας, ῥητῆς τε καὶ ἀῤῥήτου θυσίας τερατείαν εἰς ἑν ἀγαγὼν, ἵν᾿ ἐν βραχεῖ πᾶσα καταλυθῇ. Καὶ τὸ καλλιέρημα ὡς μέγα καὶ ὑπερφυὲς, ὦ Χριστὲ, καὶ Λόγε, καὶ πάθη τοῦ ἀπαθοῦς, καὶ κόσμου παντὸς μυστήριον! ὅλον τὸ Χριστιανῶν γένος παραστῆναι τοῖς δαίμοσιν, εἰ τοῦ προκειμένου κρατήσειε. Τὰ μὲν οὖν πρῶτα τῆς ἐγχειρήσεως αὐτῷ, καὶ λίαν νεανικὰ, καὶ πολλοῖς τῶν τὰ ἐκείνου φρονούντων περιβοώμενα ταῦτα. Τὴν γὰρ τῶν Ἀσσυρίων ὅσην διαῤῥέων ὁ Εὐφράτης, καὶ τὴν Περσίδα παραμειβόμενος, ἐκεῖσε τῷ Τίγριδι μίγνυται, ταύτην ἑλὼν καὶ τεμὼν, καί τινα τῶν φρουρίων ἐξελὼν κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν, εἴτ᾿ οὖν λαθὼν διὰ τὸ τῆς ἐφόδου τάχος, εἴτε ὑπὸ Περσῶν οὕτω στρατηγούμενος, καὶ κατὰ μικρὸν ὑπαγόμενος εἰς τοὔμπροσθεν (λέγεται γὰρ ἀμφότερ)α, οὕτω γοῦν προιὼν, καὶ τῷ στρατῷ παραπορευομένῳ, καὶ ταῖς ναυσὶ διὰ τοῦ ποταμοῦ σιτηγούσαις τε καὶ σκευαγωγούσαις, οὐ μικρὸν, τὸ ἐν μέσῳ, καὶ Κτησιφῶντι προσβάλλει· ἧς καὶ τὸ πλησίον γενέσθαι νίκης μέρος αὐτῷ διὰ τὸν πόθον ἐνομίζετο.
10. Ἐντεῦθεν δὲ ἤδη, ὥσπερ ψάμμου ποδῶν ὑποσπασθείσης, ἢ νηῒ ζάλης ἀντιπεσούσης, εἰς τοὐπίσω χωρεῖ τὰ πράγματα. Ἡ γὰρ Κτησιφῶν φρούριόν ἐστι καρτερὸν καὶ δυσάλωτον, τείχει τε ὀπτῆς πλίνθου, καὶ τάφρῳ βαθείᾳ, καὶ τοῖς ἐκ τοῦ ποταμοῦ τενάγεσιν ὠχυρωμένη. Ποιεῖ δὲ αὐτὴν ὀχυροτέραν καὶ φρούριον ἕτερον, ᾧ προσηγορία Κωχὴ, μετὰ τῆς ἴσης ἀσφαλείας συγκείμενον, ὅση τε φυσικὴ καὶ ὅση χειροποίητος, τοσοῦτον ἑνούμενον, ὡς μίαν πόλιν δοκεῖν ἀμφοτέρας, τῷ ποταμῷ μέσῳ διειργομένας ταύτας· οὔτε γὰρ ἐξελεῖν οἷον τε ἦν ἐξ ἐπιδρομῆς ἀθρόας, ἢ πολιορκίᾳ παραστήσασθαι, οὔτε διεξελάσαι καὶ τῷ ναυτικῷ μάλιστα (κινδυνεῦσαι γὰρ ἂν ἐξ ὑπερδεξίων, ἀμφοτέρωθεν βαλλόμενον, καὶ εἰργόμενον), κατόπιν ἑαυτοῦ ποιεῖται, καὶ ποιεῖται τὸν τρόπον τοῦτον. Τοῦ Εὐφράτου ποταμῶν ὄντος μεγίστου μέρος οὐκ ἐλάχιστον ἀποῤῥήξας, καὶ περιαγαγὼν, ὅσον ναυσὶν εἶναι πλόιμον ἐκ διώρυγος (ἧς καὶ ἀρχαῖά φασιν ἴχνη φαίνεσθα)ι, καὶ ταύτῃ τῷ Τίγριδι συμβαλὼν μικρὸν ἔμπροσθεν, οὕτω διασώζει τὰς ναῦς ἐκ τοῦ ποταμοῦ τῷ ποταμῷ δοθείσας ἐν ἀσφαλείᾳ. Ὧδε μὲν οὖν τὸν ἐκ τῶν φρουρίων τούτων διαδιδράσκει κίνδυνον. Ὡς δὲ προιόντι Περσικὴ δύναμις παραφανεῖσα, καὶ ἀεί τις τῇ οὔσῃ προσγινομένη, κατὰ μετώπου μὲν ἵστασθαι, καὶ διακινδυνεύειν οὐκ ᾤετο δεῖν δίχα μεγάλης ἀνάγκης, ἐνὸν ἐκ περιουσίας κρατεῖν· ἐκ δὲ τῶν λόγων καὶ τῶν στενῶν ᾗ παρείκοι, βάλλουσα καὶ τοξεύουσα, καὶ τὰ καίρια τῆς διόδου προκαταλαμβάνουσα, ῥᾳδίως εἶργε τοῦ πρόσω· τηνικαῦτα ἐν ἀπορίᾳ τε ἦν ἤδη πολλῇ, καὶ οὐκ ἔχων ὅπη τράπηται λύσιν εὑρίσκει πονηρὰν τοῦ βουλεύματος.
11. Ἀνὴρ γάρ τις τῶν οὐκ ἀδοκίμων ἐν Πέρσαις, τὸν ἐπὶ Βαβυλῶνι πρὸς Κῦρον Ζώπυρον μιμησάμενος, ὡς δή τι τῷ Περσῶν βασιλεῖ, μᾶλλον δὲ μέγιστα καὶ ἐπὶ μεγίστοις προσκεκρουκὼς, καὶ δύσνους μὲν τοῖς ἐκείνου μάλιστα, εὔνους δὲ τοῖς Ῥωμαίων πράγμασι διὰ τοῦτο τυγχάνων, καὶ τὸ πιστεύεσθαι λαβὼν ἐκ τοῦ πλάσματος· Τί ταῦτα, φησὶν, ὦ βασιλεῦ; Πῶς οὕτω σαθρῶς περὶ τοσούτου βουλεύεσθε πράγματος; Τίς ὁ νηΐτης οὗτός σοι σῖτος καὶ ὁ περιττὸς φόρτος, ὁ τῆς ἀνανδρίας διδάσκαλος; Οὐδὲν γὰρ οὕτω δύσμαχον καὶ φιλόνεικον, ὡς γαστὴρ, καὶ τὸ ἐν χερσὶν ἔχειν τὴν σωτηρίαν. Ἀλλ᾿ εἴ τι ἐμοὶ πείθῃ, τὸ μὲν ναυτικὸν τοῦτο χαίρειν ἐάσεις, καὶ τὴν ἑπομένην ἔκλυσιν τῷ γενναίῳ τούτῳ στρατῷ· αὐτὸς δὲ δι᾿ ἄλλης ὁδοῦ εὐπορωτέρας τε καὶ ἀσφαλεστέρας, ἧς ἐγώ σοι καθηγητὴς (ἔμπειρος δὲ εἴ τις ἄλλος φημὶ τῆς χώρας εἶναι τῆς Περσικῆς), ἐμβαλεῖς τε εἰς τὴν πολεμίαν, καὶ τῶν κατὰ γνώμην τυχὼν ἐπανήξεις· ἡμᾶς δὲ τηνικαῦτα εὖ ποιήσεις, ἡνίκα ἂν ἔργῳ πεῖραν λάβῃς τῆς ἡμετέρας εὐνοίας καὶ παραινέσεως.
12. Ὡς δὲ εἶπε ταῦτα, καὶ εἰπὼν ἔπεισεν, εὔπιστον γὰρ ἡ κουφότης, καὶ τοῦ Θεοῦ μάλιστα συνελαύνοντος, ἅπαντα ἦν ὁμοῦ τὰ δεινά· τὰς μὲν ναῦς εἶχε τὸ πῦρ, καὶ ὁ σῖτος οὐκ ἦν, καὶ προσῆν ὁ γέλως· αὐτόχειρ γὰρ ἡ σφαγὴ σχεδόν· τὰ δὲ τῶν ἐλπίδων φροῦδα, καὶ ὁ ὁδηγὸς συναπῆλθε ταῖς ὑποσχέσεσιν. Ἐν κύκλῳ δὲ οἱ πολέμιοι, καὶ περιῤῥέων ὁ πόλεμος· ἥ τε πρόοδος οὐ ῥᾳδία, ἡ τροφὴ δὲ οὐκ εὔπορος· ἐν ἀθυμίῃ δὲ ὁ στρατὸς, καὶ δι᾿ ὀργῆς εἶχον τὸν βασιλέα· ἐλείπετο δὲ χρηστῆς ἐλπίδος οὐδέν· μία δὲ ὡς ἐν τοῖς παροῦσιν ἐδόκει μόνη, τῆς πονηρᾶς ἀπαλλαγῆναι βασιλείας καὶ στρατηγίας.
13. Τὰ μὲν δὴ μέχρι τούτου τοιαύτα· τὰ δὲ ἐντεῦθεν οὐχ εἷς λέγεται λόγος, ἄλλος δὲ ἄλλῳ συμφέρεται καὶ συντίθεται, τῶν τε παρόντων ὁμοίως τῇ μάχῃ· καὶ τῶν ἀπόντων. Οἱ μὲν γὰρ ὑπὸ Περσῶν αὐτὸν κατηκοντίσθαι φασὶν ἀτάκτοις ἐκδρομαῖς χρώμενον, καὶ ἄττοντα τῇδε κἀκεῖσε σὺν ἐμπληξίᾳ· καὶ ὅμοιόν τι περὶ αὐτὸν συμβῆναι τῷ Κύρου τοῦ Παρυσάτιδος, ὃς, τοῖς μυρίοις συνανελθὼν ἐπὶ τὸν ἀδελφὸν Ἀρταξέρξην, καὶ νεανικῶς μαχόμενος, θράσει τὴν νίκην διέφθειρεν· οἱ δὲ τοιοῦτόν τινα ἐπ᾿ αὐτῷ διηγοῦνται λόγον· Ἐπί τινα λόφον τῶν ὑψηλῶν ἀνελθὼν, ὡς ἐκ περιωπῆς τὸν στρατὸν ὄψει λαβεῖν, καὶ ὅσος ὑπελείφθη τῷ πολέμῳ μαθεῖν, ἐπειδή οἱ φανῆναι πολὺ τὸ πλῆθος, καὶ τῆς ἐλπίδος ἀφθονώτερον· Ὡς δεινὸν, εἰπεῖν, εἰ πάντας τῇ Ῥωμαίων γῇ τούτους ἐπανάξομεν· ὡς ἄν τις βασκαίνων αὐτοῖς τῆς σωτηρίας. Ἐφ᾿ ᾧ τινα τῶν στρατιωτῶν χαλεπῄναντα, καὶ οὐ κατασχόντα τὴν ὀργὴν, ὦσαι κατὰ τῶν σπλάγχνων, ἀλογήσαντα τῆς ἑαυτοῦ σωτηρίας. Ὡς δὲ ἄλλοι, τῶν γελοιαστῶν βαρβάρων τινὰ τοῦτο τολμῆσαι (οἳ τοῖς στρατιώταις ἕπονται, λύπης τε ψυχαγωγία καὶ πότοις ἥδυσμ)α. Εἰσὶ δὲ οἳ καὶ Σαρακηνῶν τινι τὸ κλέος τοῦτο διδόασι. Πλὴν δέχεται πληγὴν καιρίαν ὄντως, καὶ παντὶ τῷ κόσμῳ σωτήριον, καὶ μιᾷ τομῇ σφαγέως, πολλῶν σπλάγχνων ἀπαιτεῖται δίκην κακῶς πιστευθέντων. Ὃ καὶ θαυμάζω, πῶς, πάντα γινώσκειν ὁ μάταιος ἐντεῦθεν οἰόμενος, ἑν τοῦτο τὴν κατὰ τῶν ἑαυτοῦ σπλάγχνων πληγὴν ἠγνόησεν.
14. Ἄξιον δὲ μηδὲ τοῦτο παραδραμεῖν τοῦ ἀνδρὸς, μεγίστην τῆς ἐκείνου κακοδαιμονίας ἐπὶ πολλοῖς ἔχον ἀπόδειξιν. Ἔκειτο μὲν ἐπὶ τῇ ὄχθῃ τοῦ ποταμοῦ, καὶ πονηρῶς εἶχε τοῦ τραύματος· πολλοὺς δὲ εἰδὼς τῶν πρὸ αὐτοῦ δόξης ἠξιωμένων, ὡς ἂν ὑπὲρ ἄνθρωπον νομισθεῖεν, τέχναις τισὶν ἐξ ἀνθρώπων ἀφανισθέντας, καὶ διὰ τοῦτο θεοὺς νομισθέντας ἔρωτι τῆς αὐτῆς δόξης ἑαλωκὼς, καὶ ἅμα τῷ τρόπῳ τῆς τελευτῆς διὰ τὸ τῆς ἀβουλίας ἄδοξον αἰσχυνόμενος, τί μηχανᾶται, καὶ τί ποιεῖ; οὐδὲ γὰρ τῷ βίῳ συναναλίσκεται πονηρία· ῥίψαι κατὰ τοῦ ποταμοῦ πειρᾶται τὸ σῶμα, καὶ πρὸς τοῦτο ἐχρῆτό τισι τῶν πιστῶν ἑαυτοῦ συνεργοῖς καὶ μύσταις τῶν ἀποῤῥήτων. Καὶ εἰ μὴ τῶν βασιλικῶν εὐνούχων τις, τὸ πρᾶγμα αἰσθόμενος, καὶ τοῖς ἄλλοις καταμηνύσας, μίσει τοῦ κακουργήματος τὴν ὁρμὴν διεκώλυσε, κἂν ἐφάνη τις ἄλλος τοῖς ἀνοήτοις θεὸς νέος ἐξ ἀτυχήματος. Ἀλλ᾿ ἐκεῖνος οὕτω μὲν βασιλεύσας, οὕτω δὲ στρατηγήσας, οὕτω καὶ καταλύει τὸν βίον.
15. Διαδεξάμενος δὲ τὴν βασιλείαν εὐθὺς μετ᾿ ἐκεῖνον, ὁ μετ᾿ ἐκεῖνον ἀναῤῥηθεὶς ἐν αὐτῷ τῷ στρατοπέδῳ, καὶ τῇ τῶν κινδύνων ἀκμῇ ἀναγκαίως ἐπιζητούσῃ τὸν ἡγησόμενον, ἀνὴρ ἐπιφανὴς τά τε ἄλλα καὶ τὴν εὐσέβειαν, καὶ τὸ εἶδος, ἀληθῶς τυραννίδος ἄξιος, τὸ μὲν εἰς χεῖρας ἰέναι Πέρσαις, ἢ προιέναι οὐδαμῶς οἷός τε ἦν, καίτοι γε ἀνδρείας καὶ προθυμίας οὐδὲν ἐλλείπων, τοῦ στρατοῦ παρεικότος τὰς χεῖρας καὶ τὰς ἐλπίδας, ἐζήτει δὲ τὴν ἀνάζευξιν· καὶ ὅπως ἂν ἀσφαλῶς τύχοι ταύτης ἐσκόπει, ὥσπερ οὐ βασιλείας, ἀλλ᾿ ἥττης γεγονὼς κληρονόμος. Εἰ μὲν οὖν μὴ Πέρσαι τῇ νίκῃ μετριάζοντες (καὶ γὰρ νόμος οὗτος αὐτοῖς εἰδέναι μετρεῖν εὐπραγίαν), ἤ τι δείσαντες ἄλλο τῶν λεγομένων, εἰς συμβάσεις ἐτράποντο, καὶ ταύτας ἀδοκήτους οὕτω καὶ φιλανθρώπους, οὐδὲν ἐκώλυε μηδὲ πυρφόρον, ὃ δή φασιν, ὑπολειφθῆναι τῷ στρατῷ· τοσοῦτον εἶχον αὐτοὺς οἱ Πέρσαι διὰ χειρὸς, ἐν γῇ τε ἰδίᾳ μαχόμενοι, καὶ προσεπηρμένοι τοῖς γεγονόσιν· ἱκανὸν γὰρ τό τι προσλαβεῖν εὐημερίας, καὶ πρὸς τὴν ἐλπίδα τοῦ μέλλοντος· νῦν δὲ ὁ μὲν, ὅπερ εἶπον, ἑνὸς ἦν τοῦ διασώσασθαι τὸν στρατὸν, καὶ τὰ νεῦρα Ῥωμαίοις ὑπολιπεῖν· νεῦρα γὰρ ἦσαν, καὶ εἰ κακῶς ἔπραξαν ἀβουλίᾳ μᾶλλον τοῦ στρατηγήσαντος ἢ σφῶν αὐτῶν ἀνανδρίᾳ. Οἱ δὲ ἐπὶ ταῖς συνθήκαις ταύταις συνέβησαν, ταῖς οὕτως αἰσχραῖς τε καὶ ἀναξίαις τῆς Ῥωμαίων χειρὸς, ἴν᾿ εἴπω τὸ συντομώτατον· ὧν εἴ τις, ἐκεῖνον ἀφεὶς τῆς αἰτίας, τοῦτον καταμέμφοιτο, λίαν ἐστὶν ἀγνώμων ἔμοιγε λογιστὴς τῶν τότε συμβεβηκότων. Οὐ γὰρ τοῦ ἀμήσαντος ὁ στάχυς, ἀλλὰ τοῦ σπείραντος· οὐδὲ τοῦ κατασβέσαι μὴ δυνηθέντος ὁ ἐμπρησμὸς, τοῦ δὲ ἀνάψαντος· καὶ τὸ τοῦ Ἡροδότου περὶ τῆς Σαμίων τυραννίδος καιρὸς εἰπεῖν, ὅτι Τοῦτο τὸ ὑπόδημα ἔῤῥαψε μὲν Ἱστιαῖος, ὑπεδύσατο δὲ Ἀρισταγόρας, ὁ τὰ τοῦ προειληφότος ὑποδεξάμενος.
16. Τί λοιπὸν ἦν ἢ τὸ σῶμα Ῥωμαίοις ἐπαναχθῆναι τοῦ δυσσεβοῦς, καίπερ οὕτω καταστρέψαντος; Ἐπεὶ δὲ καὶ ἡμῖν ἐστι νεκρὸς ὁ πρὸ αὐτοῦ καταλύσας τὸν βίον, ἴδωμεν κἀνταῦθα τοῖν βασιλέοιν ἀμφοῖν τὸ διάφορον, εἴ τι καὶ τοῦτο φέρει πρὸς εὐδαιμονίαν ἢ κακοδαιμονίαν τοῖς ἀπελθοῦσιν. Ὁ μέν γε παραπέμπεται πανδήμοις εὐφημίαις τε καὶ πομπαῖς, καὶ τούτοις δὴ τοῖς ἡμετέροις σεμνοῖς, ᾠδαῖς παννύχοις καὶ δᾳδουχίαις, αἷς Χριστιανοὶ τιμᾷν μετάστασιν εὐσεβῆ νομίζομεν· καὶ γίνεται πανήγυρις μετὰ πάθους ἡ ἐκκομιδὴ τοῦ σώματος. Εἰ δέ τῳ πιστὸς ὁ λόγος, καὶ τοῦτο διεδόθη ταῖς τῶν πολλῶν ἀκοαῖς, ὅτι, ἐπειδὴ τὸν Ταῦρον ὑπερβάλλοι τὸ σῶμα πρὸς τὴν πατρῴαν αὐτῷ πόλιν διασωζόμενον, ταύτην δὴ τὴν ὁμώνυμον ἐκείνοις καὶ μεγαλώνυμον, φωνή τις ἐκ τῶν ἄκρων ἔστιν οἷς ἐξηκούετο, οἷον ψαλλόντων τε καὶ παραπεμπόντων, ἀγγελικῶν οἶμαι δυνάμεων, γέρας τῆς εὐσεβείας ἐκείνῳ, καὶ ἀντίδοσις ἐπιτάφιος. Καὶ γὰρ εἰ τὴν ὀρθὴν δόξαν παρακινεῖν ἔδοξεν, ἀλλὰ καὶ τοῦτο τῆς τῶν ὑποδυναστευόντων σκαιότητος καὶ κακοδοξίας τὸ ἔγκλημα, οἳ, ἁπλῆν καὶ ἀπαγῆ εἰς εὐσέβειαν παραλαβόντες ψυχὴν, οὐ προορωμένην τὰ βάραθρα, ἀπήγαγον ᾗπερ ἐβούλοντο, καὶ προσχήματι ἀκριβείας τὸν ζῆλον κακίαν εἰργάσαντο.
17. Ἀλλ᾿ οὖν ἡμεῖς, τὸ κοινότερον, τόν τε πατέρα ἐννοοῦντες τὸν βαλόμενον τὴν κρηπίδα τῆς βασιλικῆς τῷ Χριστιανισμῷ δυναστείας καὶ πίστεως, καὶ τὸν εἰς αὐτὸν κατελθόντα κλῆρον τοῦ δόγματος, ἐγεραίρομεν τὰ εἰκότα τὸ σκῆνος τοῦ δικαίᾳ βασιλείᾳ συζήσαντος, καὶ τὸν βίον καταλύσαντος τῷ ὁσίῳ τέλει, καὶ τὸ κράτος ἡμῖν καταλείψαντος. Ὡς δὲ πλησιάζοι τῇ μεγάλῃ καὶ βασιλίδι πόλει, τί δεῖ λέγειν δορυφορίας τε τοῦ στρατοῦ παντὸς, καὶ τάξιν ἐνόπλιον, ὡς ζῶντι τῷ βασιλεῖ γινομένην, ἢ τῆς λαμπρᾶς πόλεως ἔκχυσιν, ὀνομαστοτάτην τῶν πώποτε γενομένων ἢ ἐσομένων; Ἀλλ᾿ ὁ θρασὺς καὶ γεννάδας ἐκεῖνος, καὶ νέᾳ τῇ πορφυρίδι καλλωπιζόμενος, καὶ διὰ τοῦτο, ὡς τὸ εἰκὸς, μέγα φρονῶν, μέρος γίνεται καὶ αὐτὸς ἐκείνῳ τῆς προπομπίου τιμῆς, τὴν αὐτὴν καὶ ἀντιδιδοὺς καὶ ἀντιλαμβάνων χάριν, τὸ μέν τι βιασθεὶς, τὸ δὲ ἑκὼν, ὡς λέγουσιν. Ὁ γὰρ στρατὸς ἅπας, εἰ καὶ τοῦ παρόντος ἥττητο κράτους, ἀλλ᾿ οὖν πλεῖον τῷ κατοιχομένῳ νέμων αἰδοῦς (ἐπειδὴ καὶ πεφύκαμεν εὐνούστεροί πως εἶναι τοῖς ἔτι προσφάτοις πάθεσι, τῷ φίλτρῳ προσπάσχοντες, καὶ τὸν ἔλεον τούτῳ προσάπτοντε)ς, καὶ διὰ τοῦτο οὐκ ἀνεχόμενοι τὸ μὴ οὐχ ὡς βασιλέα τιμηθῆναι τοῦτον, καὶ προσδεχθῆναι πείθουσι τὸν ἀποστάτην, καὶ συναναγκάζουσιν ὑπαντῆσαι τῷ νεκρῷ μετὰ τοῦ προσήκοντος σχήματος· τὸ δὲ ἦν, ἀποκοσμήσαντα τὴν κεφαλὴν τοῦ διαδήματος, καὶ ὑποκύψαντα τῷ βασιλεῖ τὰ εἰκότα, οὕτως ἐπὶ τὸν τάφον συμπαραπέμψαι τοῖς ἄγουσι, καὶ τὸν ἀοίδιμον τῶν Ἀποστόλων σηκὸν, οἳ δὴ τὸ ἱερὸν γένος καὶ ὑπεδέξαντο καὶ διαφυλάττουσι, μικροῦ τὰ ἴσα γέρα καρπούμενον. Οὕτως ὁ ἡμέτερος.
18. Τῷ δὲ αἰσχρὰ μὲν τὰ τῆς ἐκστρατείας (ἠλαύνετο δήμοις καὶ πόλεσι, καὶ φωναῖς δημοσίαις καὶ βωμολόχοις, ὧν ἔτι καὶ νῦν οἱ πολλοὶ μνημονεύουσιν), ἀδοξοτέρα δὲ ἡ ἐπάνοδος. Τίς δὲ ἡ ἀδοξία; Μῖμοι γελοίων ἦγον αὐτὸν, καὶ τοῖς ἀπὸ τῆς σκηνῆς αἴσχεσιν ἐπομπεύετο καταυλούμενός τε καὶ κατορχούμενος, καὶ τὴν ἄρνησιν, καὶ τὴν ἧτταν, καὶ τὸ τέλος ὀνειδιζόμενος. Καὶ τί γὰρ οὐ πάσχων κακῶν; τί δὲ οὐκ ἀκούων οἷς οἱ τοιοῦτοι νεανιεύονται, τέχνην τὴν ὕβριν ἔχοντες, ἕως ἡ Ταρσέων αὐτὸν ὑποδέχεται πόλις, οὐκ οἶδ᾿ ὅπως καὶ ἀνθ᾿ ὅτου τὴν ὕβριν ταύτην κατακριθεῖσα; Ἔνθα δέ οἱ τέμενος ἄτιμον, καὶ τάφος ἐξάγιστος, καὶ ναὸς ἀπόπτυστος, καὶ οὐδὲ θεατὸς εὐσεβῶν ὄψεσι.
19. Καὶ ταῦτα διῆλθον ὡς μέγιστα τῶν ἐκείνου κατηγορημάτων καὶ κυριώτατα, οὐκ ἀγνοῶν, ὅτι δυσὶ μὲν καὶ τρισὶ τῶν περὶ τὰ βασίλεια κολάκων, καὶ τὴν ἀσέβειαν ὁμοτίμων (τοὺς γὰρ ἄλλους ἑκὼν παρίημ)ι, τοσοῦτος ἐδόθη τῆς ἀσεβείας μισθὸς, ὥστε οὐδὲν ἐκώλυεν ἐντὸς ὀλίγου χρόνου, πᾶσαν αὐτοὺς ἂν ληΐσασθαι τὴν ὑπὸ Ῥωμαίοις γῆν τε καὶ θάλασσαν, εἰ μὴ θᾶττον πέρας ἐδόθη τοῖς πράγμασι δεξιόν· τοσοῦτον ὑπερέβαλλον λῃστείᾳ καὶ ἀπληστίᾳ τοὺς πρὶν ἑκατοντάχειρας· αἱ δὲ τῶν ἐθνῶν ἀρχαὶ οὐ τοῖς ἐπιεικεστάτοις, ἀλλὰ τοῖς ἀπανθρωποτάτοις ἐνεχειρίζοντο· καὶ μία ψῆφος ἦν εἰς ἀρχὴν, ἡ παράβασις, καὶ τὸ τυχεῖν τῶν παρ᾿ ἐκείνου δωρεῶν, τοὺς τὰ κάκιστα περὶ ἑαυτῶν βουλευσαμένους.
20. Τί δ᾿ ἂν εἰ λέγοιμι δικῶν μεταθέσεις καὶ μετακλίσεις διὰ μέσης νυκτὸς πολλάκις μεταβαλλομένων καὶ περιτρεπομένων, ὥσπερ ἀμπώτιδας· ἐπεὶ καὶ δικάζειν ὁ γεννάδας ἠξίου, πάντα ἑαυτοῦ διὰ φιλοτιμίαν ποιούμενος; Τάχα ἂν μικρὰ λίαν ἐγκαλεῖν δόξαιμι, καὶ τὰ μέγιστα τοῖς μικροῖς καθυβρίζειν. Πλήν γε ὁμολογείσθω, ὅτι οὐκ Ἠλυσίων πεδίων ἄξια ταῦτα, οὐδὲ τῆς Ῥαδαμάνθυος ἐκεῖσε δόξης, ἧς μοίρας ἀξιοῦσιν ἐκεῖνον οἱ τῆς αὐτῆς φατρίας τε καὶ τάξεως. Ἓν τῶν ἐκείνου θαυμάζειν ἔχω· πολλοὺς γὰρ τῶν αὐτῷ συνήθων τε καὶ γνωρίμων, ἐκ τῶν κατὰ τὴν Ἀσίαν διατριβῶν μάλιστα, ἐκάλει μὲν κατὰ πᾶσαν σπουδὴν, ὡς δράσων θαυμάσια, οἷα καὶ ταῖς ἐλπίσιν ἐπτέρου, μεμνημένους τῶν ὑποσχέσεων· ἐπεὶ δὲ παρεῖεν, τοῦτο ἐκεῖνο αἱ τῶν ψήφων κλοπαὶ, καὶ τῶν ὄψεων ἀπάται· τοὺς μὲν τοὺς δὲ τὸν τρόπον, τοὺς δὲ τὸν διαπαίζων· ἔστι δὲ οὓς καὶ τραπέζῃ φιλοφρονούμενος, καὶ πολὺ τὸ Ἑταῖρε προπίνων, καὶ λαρυγγίζων ἀντ᾿ ἄλλου τινὸς δελεάσματος, ἀπράκτους ἀπέπεμπεν, οὐκ ἔχοντας ὅτῳ μέμφονται πλέον, ἐκείνῳ τῆς ἀπάτης ἢ σφίσιν αὐτοῖς τῆς κουφότητος.
21. Ἐκεῖνο δὲ πῶς οὐκ ἐπαινετὸν τῆς τοῦ φιλοσόφου παιδεύσεως, ὅτι τοσοῦτον ἀόργητος ἦν, καὶ τῶν παθῶν ὑψηλότερος, κατὰ τοὺς πώποτε τῶν βασιλέων ἀτρέπτους καὶ ἀκινήτους, καὶ μηδ᾿ ἂν, εἴ τι γένοιτο, τοῦ προσώπου τι παρατρέψαντας, ἢ πάθους ἴχνος ἐπισημαίνοντας· ὥσθ᾿ ὅτι μὲν βοῶν καὶ σεισμῶν ἐπλήρου τὰ βασίλεια δικάζων, ὥσπερ αὐτὸς ὢν ὁ τυραννούμενος καὶ ζημιούμενος, οὐκ ἄλλοις ταῦτα πάσχουσιν, ἐπαμύνων; Ταῦτα μὲν οὐδὲ λόγου τινὸς ἀξιώσομεν· τοῦτο δὲ τίς ἀγνοεῖ τῶν ἁπάντων, ὅτι πολλοὺς προσιόντας οἷ δημοσίᾳ καὶ τῶν ἀγροικοτέρων, ὥστε τυχεῖν τινος ὧν ἄνθρωποι βασιλέων δέονται, παίων πὺξ δημοσίᾳ καὶ λὰξ ἐναλλόμενος οὕτω διετίθει κακῶς, ὥστ᾿ ἀγαπᾷν ἐκείνους τὸ μή τι παθεῖν χαλεπώτερον;
22. Τὰς δὲ φυσήσεις τε καὶ ἀντιφυσήσεις, ἃς ὁ θαυμάσιος ἐκεῖνος, καὶ τὰ ἡμέτερα διασύρων, τοῖς γραιδίοις ἀντεπεδείκνυτο, τὸ ἐπιβώμιον πῦρ ἀνάπτων, ποῦ λόγου θήσομεν; Ἢ καλόν γε τοῦ Ῥωμαίων βασιλέως τὰς γνάθους ὁρᾷν ἀσχημονούσας, καὶ γέλωτα πολὺν παρεχούσας, οὐ τοῖς ἔξωθεν μόνον, ἀλλὰ καὶ αὐτοῖς, οἷς ταῦτα ποιῶν ἀρέσκειν ᾤετο. Τὴν Ἀθηνᾶν δὲ οὐκ ἤκουε, τὴν ἑαυτοῦ θεὸν, ὅτι καὶ τοῖς αὐλοῖς κατηράσατο, οἷς ἐνασχημονοῦσαν ἑαυτὴν κατεμάνθανεν, ἀντ᾿ ἐσόπτρου χρησαμένη τῷ ὕδατι. Τὰς δὲ προπόσεις τε καὶ φιλοτησίας, ἃς δημοσίᾳ ταῖς πόρναις προὔπινέ τε καὶ ἀντιπροὐπίνετο, ὑποκλέπτων τὸ ἀσελγὲς μυστηρίου προσχήματι, πῶς οὐ θαυμάζειν ἄξιον;
23. Ταῦτα τοῖς μὲν ἄλλοις ἡ πεῖρα παρέστησε, καὶ ἡ δυναστεία προλαβοῦσα τὴν ἐξουσίαν· ἐμοὶ δὲ καὶ πόῤῥωθεν τρόπον τινὰ ἑωρᾶτο, ἐξ οὗ τῷ ἀνδρὶ συνεγενόμην Ἀθήνῃσιν. Ἦλθε γὰρ κἀκεῖσε, ἄρτι τῶν κατὰ τὸν ἀδελφὸν αὐτοῦ νεωτερισθέντων, τὸν βασιλέα τοῦτο αὐτὸ παραιτησάμενος. Διττὸς δὲ αὐτοῦ τῆς ἐπιδημίας ὁ λόγος· ὁ μὲν εὐπρεπέστερος, καθ᾿ ἱστορίαν τῆς Ἑλλάδος καὶ τῶν ἐκεῖσε παιδευτηρίων· ὁ δὲ ἀποῤῥητότερος, καὶ οὐ πολλοῖς γνώριμος, ὥστε τοῖς ἐκεῖ θύταις καὶ ἀπατεῶσι περὶ τῶν καθ᾿ ἑαυτὸν συγγενέσθαι, οὔπω παῤῥησίαν ἐχούσης τῆς ἀσεβείας. Τότε τοίνυν οὐ φαῦλος ἐγὼ τοῦ ἀνδρὸς εἰκαστὴς οἶδα γενόμενος, καίτοι γε οὐ τῶν εὖ πεφυκότων περὶ ταῦτα εἷς ὤν. Ἀλλ᾿ ἐποίει με μαντικὸν ἡ τοῦ ἤθους ἀνωμαλία, καὶ τὸ περιττὸν τῆς ἐκστάσεως· εἴπερ μάντις ἄριστος, ὅστις εἰκάζειν οἶδε καλῶς. Οὐδενὸς γὰρ ἐδόκει μοι σημεῖον εἶναι χρηστοῦ αὐχὴν ἀπαγής, ὦμοι παλλόμενοι καὶ ἀνασηκούμενοι, ὀφθαλμὸς σοβούμενος καὶ περιφερόμενος, καὶ μανικὸν βλέπων, πόδες ἀστατοῦντες καὶ μετοκλάζοντες, μυκτὴρ ὕβριν πνέων καὶ περιφρόνησιν, προσώπου σχηματισμοὶ καταγέλαστοι τὸ αὐτὸ φέροντες, γέλωτες ἀκρατεῖς τε καὶ βρασματώδεις, νεύσεις καὶ ἀνανεύσεις σὺν οὐδενὶ λόγῳ, λόγος ἱστάμενος καὶ κοπτόμενος πνεύματι, ἐρωτήσεις ἄτακτοι καὶ ἀσύνετοι, ἀποκρίσεις οὐδὲν τούτων ἀμείνους, ἀλλήλαις ἐπεμβαίνουσαι καὶ οὐκ εὐσταθεῖς, οὐδὲ τάξει προιοῦσαι παιδεύσεως.
24. Τί ἂν τὰ καθ᾿ ἕκαστον γράφοιμι; Τοῦτον πρὸ τῶν ἔργων ἐθεασάμην, ὃν καὶ ἐπὶ τῶν ἔργων ἐγνώρισα. Καὶ εἴ μοι παρῆσάν τινες τῶν τηνικαῦτα συνόντων καὶ ἀκουσάντων, οὐ χαλεπῶς ἂν ἐμαρτύρησαν· οἷς, ἐπειδὴ ταῦτα ἐθεασάμην, εὐθὺς ἐφθεγξάμην· Οἷον κακὸν ἡ Ῥωμαίων τρέφει καὶ προαγορεύσας, καὶ γενέσθαι ψευδόμαντις ἐμαυτοῦ κατευξάμενος. Κρεῖσσον γὰρ ἢ τούτων πλησθῆναι τὴν οἰκουμένην κακῶν, καὶ τοιοῦτον ἀναφανῆναι τέρας, οἷον οὔπω πρότερον· πολλῶν μὲν ἐπικλυσμῶν θρυλλουμένων, πολλῶν δὲ ἐμπρησμῶν, καὶ βρασμῶν γῆς, καὶ χασμάτων, ἔτι δὲ ἀνδρῶν ἀπανθρωποτάτων καὶ θηρίων ἀλλοκότων τε καὶ συνθέτων, ὧν ἡ φύσις ἐκαινοτόμησε. Ταύτῃ τοι καὶ τέλος ἄξιον ἠνέγκατο τῆς ἀπονοίας· ἐνταῦθα μόνον οὐκ ἀνασχομένου τοῦ Θεοῦ τῆς συνήθους μακροθυμίας, ἔνθα πολλοῖς κακὸν ἦν τὸ φιλάνθρωπον, καὶ πολλὴν μὲν ἔμελλε παρέξειν ἀθυμίαν τοῖς κατορθοῦσι, πολλὴν δὲ τοῖς ἁμαρτάνουσι καταφρόνησιν· ὡς οὐκ ἐφορῶντος οὐδενὸς τὰ ἡμέτερα, οὐδὲ οὔσης τινὸς κυβερνήσεως ἢ ἀντιδόσεως, ἀλλὰ τοῦ αὐτομάτου τὸ πᾶν φέροντός τε καὶ περιτρέποντος· ὃ διανοίας ἐστὶ πονηρᾶς καὶ λίαν ἐπισφαλῶς περὶ τῶν μεγίστων διακειμένης.
25. Ταῦτα τῶν Γαλιλαίων ἡμῶν, ταῦτα τῶν ἀτίμων τὰ διηγήματα· ταῦτα οἱ τὸν ἐσταυρωμένον προςκυνοῦντες ἡμεῖς, ταῦτα οἱ τῶν ἁλιέων μαθηταὶ καὶ τῶν ἀπαιδεύτων, ὡς αὐτοὶ λέγουσι· ταῦτα οἱ τοῖς γραιδίοις συγκαθεζόμενοι, καὶ συμψάλλοντες· ταῦτα οἱ ταῖς μακραῖς νηστείαις ἐκτετηγμένοι καὶ ἡμιθνῆτες· ταῦτα οἱ μάτην ἀγρυπνοῦντες ἡμεῖς, καὶ ταῖς παννύχοις στάσεσι παραληροῦντες, καὶ ὑμᾶς καταβάλλοντες. Ποῦ εἰσιν οἱ γραμματικοί; ποῦ εἰσιν οἱ σύμβουλοι; Ἐκ τῶν παρ᾿ ἡμῖν τινος ἀσόφων, ὡς γοῦν ὑμῖν δοκεῖ, λαμβάνω τὸν ἐπινίκιον. Ποῦ αἱ θυσίαι, καὶ τελεταὶ, καὶ μυστήρια; ποῦ σφάγια φανερά τε καὶ ἀφανῆ; ποῦ τέχνη κατὰ τῶν ἐντόμων ἐπαινουμένη; ποῦ τερατεία προγνώσεως καὶ σημεῖα ἐγγαστριμύθων; ποῦ Βαβυλὼν ἡ ἔνδοξος θρυλλουμένη, καὶ οἰκουμένη πᾶσα περινοουμένη δι᾿ ὀλίγου καὶ ἐναγοῦς αἵματος; ποῦ δὲ οἱ ἐν τῇ χειρὶ κρατούμενοι Πέρσαι καὶ Μῆδοι; ποῦ δὲ οἱ προπεμπόμενοι καὶ παραπέμποντες, καὶ προπολεμοῦντες καὶ συμπολεμοῦντες θεοί; ποῦ αἱ κατὰ Χριστιανῶν μαντεῖαι, καὶ ἀπειλαὶ, καὶ ἡ κατὰ προθεσμίαν κατάλυσις ἡμῶν μέχρις ὀνόματος; Οἴχεται πάντα, διέψευσται, διεῤῥύηκεν, ὄναρ ἐφάνη τῶν ἀσεβῶν τὰ κομπάσματα.
26. Ὁ μὲν οὖν τοῦ Ἰούδα βασιλεὺς Ἐζεκίας, ἐλθόντος ἐπ᾿ αὐτὸν δυνάμει πολλῇ τῶν ἀλλοφύλων τινὸς βασιλέως, καὶ στρατοπέδῳ κυκλώσαντος τὴν Ἱερουσαλὴμ, λόγους τε βλασφήμους καὶ ἀσεβεῖς κατά τε τοῦ βασιλέως καὶ αὐτοῦ τοῦ Θεοῦ πικρῶς ἀποῤῥίψαντος, ὡς οὐδ᾿ ἂν ὁτιοῦν γένηται, περισώσοντος ἐκ τῆς αὐτοῦ δυναστείας τὴν πόλιν, ἐπὶ τὸ ἱερὸν ἐλθὼν, καὶ τὴν ἐσθῆτα περιῤῥηξάμενος, δακρύων τε προχέων πηγὰς, καὶ τὰς χεῖρας εἰς οὐρανὸν ἀνατείνας, τὸν Θεὸν τῆς Σεναχηρεὶμ βλασφημίας ἐπιμαρτύρεται, κἀκεῖνον ἔκδικον γενέσθαι τῆς τῶν ἀπειλουμένων ὑπερηφανίας ἐπιζητεῖ· Εἶδες, Κύριε, λέγων, ὅσα ὠνείδισέ σε ὁ ἀλλόφυλος οὗτος τὸν Θεὸν τοῦ Ἰσραήλ· εἶδες, Κύριε, μὴ παρασιωπήσῃς· καὶ οὐκ ἐψεύσθη γε τῆς αἰτήσεως· ἀλλ᾿ ᾔσθετο ἔργῳ τῆς ἑαυτοῦ μανίας ὁ θεομάχος, καὶ ἀπῆλθεν ἄπρακτος μετὰ τῶν ἀπειλῶν ὑπό τινος ἀοράτου δυνάμεως ἐπιπεσούσης ἄφνω, καὶ τὸ πολὺ τῆς στρατιᾶς ἀποβαλὼν, καὶ ἀγγελίᾳ πικρᾷ μεταναστὰς, ἀδοκήτως λυούσῃ καὶ τὴν πολιορκίαν, καὶ τὰς ἐλπίδας. Ταῦτα Ἐζεκίας, ὁ τὴν πολλὴν περιβεβλημένος δύναμιν, ὁ τῆς μεγάλης βασιλεὺς Ἱερουσαλὴμ, ὁ τάχα ἂν ἀποκρουσόμενος καὶ δι᾿ ἑαυτοῦ τὸν πολέμιον. Ἡμεῖς δὲ, οἷς μόνον καὶ ὅπλον, καὶ τεῖχος, καὶ ἄλλο πᾶν ἀμυντήριον, ἡ πρὸς τὸν Θεὸν ἐλπὶς ὑπελείπετο, πᾶσαν ἀνθρωπίνην περιῃρημένοις καὶ περικεκομμένοις ἐπικουρίαν παντάπασι, τίνα ἄρα ἕτερον ἢ τῆς εὐχῆς ἀκροατὴν, ἢ κωλυτὴν τῶν ἀπειλουμένων ἕξειν ἐμέλλομεν, ἢ τὸν ὀμνύοντα κατὰ τῆς ὑπερηφανίας Ἰακὼβ Θεόν; Ὢ τῶν ἀπίστων διηγημάτων! Ὢ τῆς τῶν ἐλπιζομένων θρασύτητο!ς Ἐπηγγέλθημεν ἀντ᾿ ἄλλου τινὸς ἱερείου τοῖς δαίμοσι· καὶ ἡ μεγάλη τοῦ Θεοῦ κληρονομία, τὸ ἅγιον ἔθνος, τὸ βασίλειον ἱεράτευμα, μιᾶς ἆθλον ἐλπίδος, καὶ ἑνὸς πολέμου νικητήριον ἐγενόμεθα.
27. Ταῦτα Χριστιανοῖς παρὰ σοῦ ἀνθ᾿ ὧν ἐσώθης δι᾿ αὐτῶν κακῶς τὰ ἐπίχειρα; Ταῦτα Κυρίῳ τῷ Θεῷ σου ἀνταπέδωκας; Πρότερον μὲν οὖν, ἡνίκα ἔτι ἀνεῖχε καὶ ἀνεβάλλετο τὴν ὑπὲρ ἡμῶν ὀργὴν ὁ Θεὸς, καὶ οὔπω πάντα τὸν ἑαυτοῦ ζῆλον ἐξέκαυσεν, ἀλλ᾿ ὑψηλὴν ἔτι κατὰ τῶν ἀσεβῶν εἶχε τὴν χεῖρα, καὶ τὸ τόξον ἐνέτεινε μὲν καὶ ἡτοίμασε, κατεῖχε δὲ βίᾳ, καὶ ὥσπερ τι νόσημα ὕπουλον καὶ κακόηθες ἐκραγῆναι πρότερον ὅλην αὐτοῦ τὴν πονηρίαν ἀνέμενεν, ὥσπερ δὴ Θεοῦ κρίσεως νόμος, ἵν᾿ ἢ σώσῃ τῇ μετανοίᾳ ἢ κολάσηται δικαιότερον· τότε μὲν, δυσανασχετοῦντες τοῖς γινομένοις, καὶ πρὸς τὸ μέλλον κάμνοντες (οὐ γὰρ ἐφέρομεν τὴν ἀποκρυπτομένην αὐτοῦ τοῖς οἰκείοις χρηστότητ)α, ἐκείνας ἠφίεμεν πρὸς τὸν Θεὸν τὰς φωνὰς, τὰ μὲν ὡς δεσπότην ἐπικαλούμενοι, τὰ δὲ ὡς πρὸς πατέρα χρηστὸν ποτνιώμενοι, τὰ δὲ οἷον ὀνειδίζοντες καὶ δικαιολογούμενοι πρὸς αὐτὸν, οἷα τὰ τῶν ἀλγούντων· Ἵνα τί ἀπώσω, ὁ Θεὸς, εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; Καὶ μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ᾿ ἀρχῆς, ἣν περιεποιήσω τοῖς τοῦ μονογενοῦς Λόγου σου πάθεσιν, ἣν τῆς μεγάλης σου διαθήκης ἠξίωσας, ἣν καὶ εἵλκυσας εἰς οὐρανοὺς τῷ καινῷ μυστηρίῳ, καὶ τῷ ἀῤῥαβῶνι τοῦ Πνεύματος· καὶ, Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος, ὑπομιμνήσκοντες ὅσα ἐπονηρεύσαντο κατὰ τῶν ἁγίων σου οἱ ἐχθροὶ, καὶ κατὰ τῶν ἑορτῶν σου ἐκαυχήσαντο· τὴν ῥομφαίαν τε προεκαλούμεθα, καὶ τὰς Αἰγυπτιακὰς μάστιγας, καὶ δικάσαι τὴν ἑαυτοῦ δίκην ἠξιοῦμεν, καὶ διαναστῆναί ποτε διεκελευόμεθα κατὰ τῶν ἀσεβῶν· Ἕως πότε ἁμαρτωλοὶ, Κύριε, λέγοντες, ἕως πότε ἁμαρτωλοὶ καυχήσονται, τόν τε λαόν σου ταπεινώσουσι, καὶ τὴν κληρονομίαν σου κακώσουσι, φθέγξονταί τε ὁμοίως ἀνομίαν καὶ δράσουσι; καὶ μὴν κἀκείνας ἔτι τὰς γοερὰς καὶ τούτων οἰκειοτέρας φωνάς· Ἔθου ἡμᾶς εἰς ἀντιλογίαν καὶ ὕβριν τοῖς γείτοσιν ἡμῶν, παραβολήν τε τοῖς ἔθνεσι, καὶ γέλωτα πᾶσιν ἀνθρώποις· ἄμπελόν τέ τινα ἐλέγομεν, καὶ ἐξ Αἰγύπτου μετενηνεγμένην τῆς σκοτεινῆς ἀθεΐας, καὶ εἰς κάλλος πίστεως αὐξηθεῖσαν καὶ μέγεθος, εἶτα τὸν φραγμὸν περιῃρημένην, τὴν φρουροῦσαν ἡμᾶς τέως ἐπισκοπὴν τοῦ Θεοῦ, καὶ πᾶσι τοῖς διοδεύουσιν ἐκκειμένην πονηροῖς δυνάσταις, καὶ λελυμασμένην ἀγρίῳ συῒ τῷ τὴν κακίαν ἰδιάζοντι πονηρῷ, καὶ κακίας βορβόρου γέμοντι.
28. Ταῦτα μὲν οὖν πρότερον καὶ διενοούμην καὶ ἀνεβόων πρὸς τὸν Θεόν· νυνὶ δὲ οἵας ἀνθ᾿ οἵων μεταλαμβάνω φωνά!ς θρηνῶ λοιπὸν τῶν ἀσεβῶν τὴν ἀπώλειαν, καὶ γίνομαι φιλάνθρωπος τοῖς μισοῦσι, καὶ τοιαῦτα φθέγγομαι· Πῶς ἐγένοντο εἰς ἐρήμωσιν; ἐξάπινα ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν, ὡς κονιορτὸς ὃν ὑφείλετο λαίλαψ, ὡς χνοῦς ὑπ᾿ ἀνέμου διαῤῥιπτούμενος, ὡς ἑωθινὴ δρόσος, ὡς ῥοῖζος πεμφθέντος βέλους, ὡς προσβολὴ βροντῆς, ὡς ἀστραπὴ διᾴττουσα. Εἰ μὲν οὖν νῦν μεταπεισθεῖεν, καὶ, τῆς πολλῆς παυσάμενοι πλάνης καὶ μέθης, μεταδιώξαιεν τὴν ἀλήθειαν, τάχα ἄν τι γένοιτο κέρδος αὐτοῖς καὶ τοῦ πτώματος· ἐπειδὴ καὶ τὸ παιδευθῆναι πολλάκις εἰς καλὸν τοῖς πάσχουσιν· εἰ δ᾿ ἐπὶ τῆς αὐτῆς μένοιεν γνώμης, καὶ περιέχοιντο τῶν εἰδώλων ἔτι, μηδὲ, ὃ καὶ τοὺς ἠλιθίους παιδεύει, σωφρονισθεῖεν τῇ συμφορᾷ. Τὴν μὲν Ἱερουσαλὴμ θρηνεῖ τοσοῦτον Ἱερεμίας, ὥστε καὶ τοῖς ἀψύχοις διακελεύεται θρῆνον, καὶ τῶν τειχῶν προκαλεῖται δάκρυον. Τούτοις δὲ τίς εὑρεθήσεται θρῆνος ἐπάξιος; Ἢ τίς ἂν ὀδύραιτο τὰ παρόντα, ἀφεὶς τὰ τῆς μελλούσης δακρύειν κολάσεως, ἀνθ᾿ ὧν ἠφρονεύσαντο, καὶ ἐμακρύνθησαν, καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα· οὐ μόνον δὲ, ἀλλὰ καὶ τοῖς λατρεύουσι τῷ Θεῷ ἐπανέστησαν, καὶ χεῖρα ἐπανετείναντο δυσσεβῆ καὶ τοιούτων κακῶν ἀξίαν;
29. Τοῦτο μὲν οὖν, ὅπη τῷ Θεῷ φίλον, οὕτως ἐχέτω. Τίς οἶδεν εἰ ὁ λύων τοὺς πεπεδημένους Θεὸς, καὶ ἀνάγων ἐκ τῶν πυλῶν τοῦ θανάτου τὸν βαρύν τε καὶ κάτω νεύοντα, ὁ μὴ βουλόμενος τοῦ ἁμαρτωλοῦ τὸν θάνατον, ἀλλὰ τὴν ἐπάνοδον, ὁ καὶ ἡμᾶς καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου φωτίσας καὶ συνετίσας, καὶ τούτους ποτὲ ἀναλήψεται, καὶ ποιμανεῖ τῇ ποιμαντικῇ ῥάβδῳ, τὴν βαρεῖαν καὶ σιδηρᾶν καταθέμενος; Ἐμοὶ δὲ πάλιν πρὸς τὸν αὐτὸν ἐπινίκιον ἀναδραμεῖται ὁ λόγος· Ἔπεσε Βὴλ, συνετρίβη Δαγὼν, ἕλη ἐγένετο ὁ Σαρὼν, κατῃσχύνθη ὁ Λίβανος. Οὐκ ἔτι εἴπωσι τῷ μωρῷ ἄρχειν, τῷ ἀκινήτῳ καὶ ἀναισθήτῳ τῶν εἰδώλων συντάγματι· οὐδὲ ζητήσουσι μυῖαν θεὸν Ἀκκαρὼν, ἢ εἴ τι ταύτης ἐστὶ γελοιότερον· οὐκ ἔτι τὰ ἄλση περινοήσουσι καὶ τὰ ὑψηλὰ, καὶ πᾶν ὄρος εὔκομον καὶ κατάσκιον· οὐκ ἔτι θύσουσι τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας τοῖς δαιμονίοις, ὅπερ πάλαι ὁ Ἰσραὴλ ὑπὸ τῶν προφητῶν ὠνειδίζετο. Ἀλλὰ τί τούτων ἐμοί; Πρὸς τὰ παρόντα καὶ ἡμέτερα τρέψομαι. Οὐκ ἔτι τοῖς ἱεροῖς οἴκοις ἡμῶν πονηρὸν ἐμβλέψουσιν· οὐκ ἔτι μιανοῦσιν αἵματι μιαρῷ τὰ τῆς καθαρωτάτης καὶ ἀναιμάκτου θυσίας ἐπώνυμα θυσιαστήρια· οὐδὲ βωμοῖς ἀθέοις τὰ ἄβατα καταισχυνοῦσιν· οὐκ ἔτι συλήσουσι καὶ βεβηλώσουσιν ἀναθήματα, πλεονεξίαν ἀσεβείᾳ μίξαντες· οὐκ ἔτι καθυβρίσουσι πολιὰν ἱερέων, σεμνότητα διακόνων, αἰδὼ παρθένων· οὐκ ἔτι σπλάγχνοις ἁγίων ἀνατμηθέντων ἐπαφήσουσι συῶν μιαρίαν, ἵν᾿ ὁμοῦ τε τῆς τροφῆς καὶ τῶν σπλάγχνων ἐμφορηθῶσιν· οὐκ ἔτι προσάξουσι πῦρ μαρτύρων μνήμασιν, ὡς ἄλλων ἐφέξοντες ἄθλησιν ταῖς κατ᾿ αὐτῶν ἀτιμίαις· οὐκ ἔτι πυρὶ καταναλώσουσιν ἁγίων λείψανα, ὀστοῖς ἀτιμοτάτοις συνατιμάσαντες, καὶ τοῖς ἀνέμοις δώσουσιν, ἵνα καὶ τῆς ὀφειλομένης τιμῆς τοῖς τοιούτοις ἀποστερήσωσιν· οὐκ ἔτι καθέδραν λοιμῶν συγκροτήσαντες, ταῖς κατ᾿ ἐπισκόπων, καὶ πρεσβυτέρων, ἔτι δὲ καὶ προφητῶν, καὶ ἀποστόλων, καὶ αὐτοῦ τοῦ Χριστοῦ βλασφημίαις ἐντρυφήσουσιν· οὐκ ἔτι πανηγυρίσουσι καθ᾿ ἡμῶν, νόμῳ τῆς κιβδήλου παιδεύσεως ἀποκλείσαντες, ὡς ὁμοῦ τούτῳ καὶ τὰς γλώσσας ἡμῶν ἐμφράξοντες.
30. Δός μοι τοὺς λόγους σου τοὺς βασιλικούς τε καὶ σοφιστικοὺς, τοὺς ἀφύκτους συλλογισμούς σου καὶ τὰ ἐνθυμήματα· ἴδωμεν οἷα καὶ παρ᾿ ἡμῖν οἱ ἁλιεῖς καὶ ἄγροικοι φθέγγονται. Μετάστησον ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου, διακελεύεταί σοι προφήτης ἐμός· ᾀδέτω δὲ αὖθις σὺν ἐλευθερίᾳ Δαβὶδ, ὁ τὸν ὑψηλὸν Γολιὰθ λίθοις μυστικοῖς καταβαλὼν, ὁ διὰ τῆς πραότητος νικήσας πολλοὺς, καὶ διὰ τῆς πνευματικῆς ἁρμονίας θεραπεύσας Σαοὺλ τὸν τῷ πονηρῷ δαίμονι συμπνιγόμενον. Σβεσάτω τὸ πῦρ ὁ δᾳδοῦχος· ἁπτέτωσαν τῷ νυμφίῳ αἱ φρόνιμοι καὶ ἱεραὶ παρθένοι τὰς ἑαυτῶν λαμπάδας· ἀποθέσθω τὴν πορνικὴν ἱεροφάντης στολήν· ἱερεῖς ἐνδύσασθε δικαιοσύνην, καὶ καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας, καὶ τὸν μέγαν καὶ ἄσπιλον χιτῶνα Χριστὸν, τὸ ἡμέτερον κόσμημα.
31. Σιγάτω σὸς κῆρυξ τὰ ἄτιμα· φθεγγέσθω κῆρυξ ἐμὸς τὰ ἔνθεα. Παῦσόν σου τὰς γοητικὰς καὶ μαντικὰς βίβλους· αἱ προφητικαὶ δὲ καὶ ἀποστολικαὶ μόναι ἀνελιττέσθωσαν. Ἐπίσχες σου τὰς αἰσχρὰς καὶ σκότους γεμούσας νύκτας· ἀντεγερῶ τὰς ἱερὰς ἐγὼ καὶ λαμπρὰς παννυχίδας. Φρᾶξον τὰ ἄδυτά σου καὶ τὰς εἰς ᾅδου φερούσας ὁδούς· ἐγὼ τὰς φανερὰς καὶ φερούσας πρὸς οὐρανὸν ἐξηγήσομαι. Πόσαι ταῦτα κατέπραξαν ἂν ὅπλων παρασκευαὶ καὶ μηχανημάτων ἐπίνοιαι; πόσαι μυριάδες ἀνδρῶν καὶ φάλαγγες, ὅσα ἱκετεύοντες μόνον ἡμεῖς, καὶ Θεὸς βουληθεὶς κατειργάσατο; Λόγῳ τὸ σκότος ἔλυσε, λόγῳ τὸ φῶς ὑπεστήσατο, ἥδρασε γῆν, ἐγύρωσεν οὐρανὸν, ἀστέρας ἔταξεν, ἔσπειρεν ἀέρα, θάλασσαν ὥρισε, ποταμοὺς εἵλκυσε, ζῶα ἐψύχωσεν, ἄνθρωπον πρὸς ἑαυτὸν ἐμόρφωσε, κόσμον τοῖς ἅπασι περιέθηκε· λόγῳ καὶ τὴν νῦν σκοτόμηναν λύσας, εἰς φῶς ἅπαντα καὶ τάξιν καὶ ἁρμονίαν τὴν αὐτὴν ἐπανήγαγεν. Οὐκ ἔτι μὲν λίχνοι καὶ ἀπατηλοὶ δαίμονες δυναστεύουσιν· οὐκ ἔτι δὲ καθυβρίζεται κτίσις ἐν σχήματι τιμῆς ἀντὶ Θεοῦ προσκυνουμένη. Κατάβαλε τοὺς Τριπτολέμους σου, καὶ τοὺς Κελεοὺς, καὶ τοὺς μυστικοὺς δράκοντας· αἰσχύνθητί ποτε ταῖς τοῦ Θεολόγου σου βίβλοις Ὀρφέως· δέξαι τοῦ καιροῦ τὸ δῶρον, τὴν ἀσχημοσύνην σοι συγκαλύπτοντος. Εἰ δὲ ταῦτα μῦθοι καὶ πλάσματα, ἐγώ σου τὰ τῆς νυκτὸς ἀποκαλύψω μυστήρια.
32. Οὐκ ἔτι φθέγγεται δρῦς· οὐκ ἔτι λέβης μαντεύεται· οὐκ ἔτι Πυθία πληροῦται, οὐκ οἶδ᾿ ὧντινων, πλὴν μύθων καὶ ληρημάτων. Πάλιν ἡ Κασταλία σεσίγηται, καὶ σιγᾷ, καὶ ὕδωρ ἐστὶν οὐ μαντευόμενον, ἀλλὰ γελώμενον· πάλιν ἀνδριὰς ἄφωνος ὁ Ἀπόλλων, πάλιν ἡ Δάφνη φυτόν ἐστιν μύθῳ θρηνούμενον· πάλιν ἀνδρόγυνος ὁ Διόνυσος, καὶ χορὸν μεθυόντων ἐξηρτημένος, καὶ τὸ μέγα σου μυστήριον ὁ φαλλὸς, καὶ Προσύμνῳ τῷ καλῷ θεὸς παθαινόμενος· πάλιν Σεμέλη κεραυνῷ βάλλεται· πάλιν ἀμφιγυήεις Ἥφαιστος, ἀλλὰ ταχὺς εἰς μοιχῶν εὕρεσιν, καὶ θεὸς κατῃθαλωμένος, εἰ καὶ κλυτοτέχνης, καὶ Θερσίτης Ὀλύμπιος· πάλιν δεσμώτης Ἄρης διὰ μοιχείαν μετὰ τοῦ δείμου, καὶ τοῦ φόβου, καὶ τῶν κυδοιμῶν, καὶ τραυματίας διὰ θρασύτητα· πάλιν Ἀφροδίτη πόρνη γενομένη τε αἰσχρῶς, καὶ γάμων αἰσχρῶν ὑπηρέτις· πάλιν Ἀθηνᾶ παρθένος τέ ἐστι, καὶ τίκτει δράκοντα· πάλιν Ἡρακλῆς μαίνεται, μᾶλλον δὲ μαινόμενος πέπαυται· πάλιν τὰ πάντα γίνεται δι᾿ ἀσέλγειαν καὶ ἀκαθαρσίαν ὁ Ζεὺς, ὁ τῶν θεῶν μήστωρ καὶ ὕπατος, καὶ μόνος μὲν πάντας σὺν πᾶσι τοῖς οὖσιν ἀνέλκων θεοὺς, αὐτὸς δὲ ὑπὸ πάντων οὐ καθελκόμενος. Πάλιν τοῦ Διὸς τάφος ἐν τῇ Κρήτῃ δείκνυται. Ἂν ἴδω σου τὸν Κερδῷον, καὶ τὸν Λόγιον, καὶ τὸν Ἐναγώνιον, συγκρύπτω τοὺς ὀφθαλμοὺς, καὶ παρατρέχω σου τὸν θεὸν αἰδοῖ τοῦ θεάματος· σὺ δέ μοι προσκύνει τὸ σύντονον τοῦ λόγου καὶ τὸ σακέλλιον· ἕν σου μόνον αἰδέσιμον, αἱ παρ᾿ Αἰγυπτίοις δι᾿ ἀνδρογύνων τιμαὶ τοῦ Νείλου, αἵ τε Ἴσιδες, καὶ οἱ Μενδήσιοι θεοὶ, καὶ οἱ Ἄπιδες, τἆλλά τε ὅσα πλάττεις, ἢ γράφεις, θηρία σύνθετα καὶ ἀλλόκοτα. Γελῶ σου τὸν Πᾶνα, καὶ τὸν Πρίαπον, καὶ τὸν Ἑρμαφρόδιτον, καὶ τοὺς ὑπὸ μανίας περικεκομμένους ἢ διεσπασμένους θεούς. Ἀλλὰ ταῦτα μὲν τῇ σκηνῇ παρήσω, καὶ τοῖς κοσμοῦσιν αὐτοὺς ποιηταῖς· ἐγὼ δὲ εἰς παραίνεσίν τινα καταλύσω τὸν λόγον.
33. Ἄνδρες ὁμοῦ καὶ γυναῖκες, νέοι τε καὶ πρεσβύται, ὅσοι τε εἰς τὸ βῆμα τοῦτο τελεῖτε, καὶ ὅσοι τὴν κάτω τέταχθε χώραν, πάντες ὅσους ἐλυτρώσατο Κύριος, πρότερον μὲν ἐκ τῆς πλάνης καὶ τῆς ἀθεΐας, νυνὶ δὲ τῆς ἐπαναστάσεως τῶν ἐθνῶν, καὶ τῶν ἤδη γε παρόντων κακῶν καὶ προσδοκωμένων, ἀκούσατε λόγον ἀνδρὸς οὐ μετρίως τὰ τοιαῦτα πεπαιδευμένου, ἔκ τε τῶν ὁσημέραι συμβαινόντων, καὶ τῶν παλαιῶν ἱστοριῶν, καὶ βίβλων, καὶ πράξεων. Μέγα μὲν τὸ μηδενὸς πειραθῆναι τῶν δυσχερῶν· ἴσως δὲ οὐδὲ μέγα, εἴπερ ἀληθὴς ὁ λόγος, ὅτι Ὃν ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται, καὶ οὗ κήδεται. Ἀλλὰ μέγα μὲν τὸ μηδὲ τὴν ἀρχὴν τυχεῖν διαμαρτόντας, ἢ μὴ τὰ μέγιστα· ἐπειδὴ τὸ παντελῶς ἀναμάρτητον ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν ἔταξεν ὁ Θεός· δεύτερον δὲ, ὡς ἔμοιγε δοκεῖ, τὸ πταίσαντάς τι καὶ παιδευθέντας, εἶτα ἐπανεθέντας, ἐν αἰσθήσει γοῦν διαμεῖναι τῆς παιδαγωγίας, καὶ φεύγειν δευτέραν ἐκ δευτέρας κακίας μάστιγα.
34. Τοιγάρτοι καὶ ἡμεῖς ἔργῳ τῆς θείας παιδεύσεως ἐπαισθώμεθα. Δείξωμεν ἡμᾶς αὐτοὺς ἀξίους οὐχ ὧν πρῶτον πεπόνθαμεν, ἀλλὰ ὧν ὕστερον τετυχήκαμεν. Ἀπολογησώμεθά τι περὶ τῆς κατασχούσης ἡμᾶς συμφορᾶς, ὅτι οὐχ ὡς κακοῦργοι τοῖς ἔθνεσι παρεδόθημεν, ἀλλ᾿ ὡς παῖδες ἐσωφρονίσθημεν. Μὴ ἐπιλαθώμεθα τῆς ζάλης ἐν τῇ γαλήνῃ, μηδὲ τῆς ἀῤῥωστίας ἐν τῷ καιρῷ τῆς ὑγιείας, μηδὲ τῆς αἰχμαλωσίας, ἀνασωθέντες εἰς τὴν Ἱερουσαλὴμ, μηδὲ τῆς Αἰγύπτου μετὰ τὴν Αἴγυπτον· μὴ ποιήσωμεν ἀμείνω τὸν τῆς κακοπαθείας καιρὸν τοῦ τῆς ἀνέσεως· ποιήσομεν δὲ, εἰ φαινοίμεθα τότε μὲν συνεσταλμένοι καὶ μετριάζοντες, καὶ πάσας εἰς οὐρανὸν ἀνατείνοντες τὰς ἐλπίδας, νυνὶ δὲ ἐπαιρόμενοι καὶ χαυνούμενοι, καὶ πάλιν εἰς τὰς αὐτὰς ἀνατρέχοντες ἁμαρτίας, ἐξ ὧν εἰς τὰς συμπεσούσας ἡμῖν συμφορὰς ὑπήχθημεν. Μὴ οὕτω, τέκνα, μὴ, λέγει που νουθετῶν ὁ ἱερεὺς Ἡλεὶ τοὺς ἑαυτοῦ παῖδας εἰς Θεὸν ἁμαρτάνοντας· ἀλλ᾿ εἰδότες, ὅτι ῥᾷόν ἐστιν εὐπραγίαν ἀπελθοῦσαν ἀνακαλέσασθαι, ἢ παραγενομένην ἐκ Θεοῦ διασώσασθαι (τὴν μὲν γὰρ τὸ σοφρονεῖν ἐπανάγει, τὴν δὲ διαλύει τὸ ῥᾴθυμον)· καὶ ὅτι τὰ σώματα κάμνοντα μὲν ταῖς θεραπείαις ἀναφέρει καὶ ταῖς ἐνδείαις, ἀνενεγκόντα δὲ ταῖς κατὰ μικρὸν ἀμελείαις καὶ ταῖς πλησμοναῖς, πάλιν ὑποῤῥεῖ, καὶ πρὸς τὰς αὐτὰς ἀῤῥωστίας ἐπάνεισι. Ταῦτα εἰδότες, καὶ ἀλλήλους διδάσκοντες, γενώμεθα ἡμῶν αὐτῶν, καὶ σωφρόνως τὸν καιρὸν διαθώμεθα.
35. Πρῶτον μὲν, ἀδελφοὶ, πανηγυρίσωμεν, μὴ φαιδρότητι σώματος, μηδὲ ἐσθῆτος ἐξαλλαγαῖς καὶ πολυτελείαις, μηδὲ κώμοις καὶ μέθαις, ὧν κοίτας καὶ ἀσελγείας τὸν καρπὸν ἐμάθετε· μηδὲ ἄνθεσι στέψωμεν ἀγυιὰς, μηδὲ μύρων αἰσχύναις τραπέζας, μηδὲ πρόθυρα καλλωπίσωμεν· μὴ τῷ αἰσθητῷ φωτὶ καταλαμπέσθωσαν αἱ οἰκίαι, μηδὲ συναυλίαις καὶ κρότοις περιηχείσθωσαν· οὗτος μὲν γὰρ Ἑλληνικῆς ἱερομηνίας ὁ νόμος· ἡμεῖς δὲ μὴ τούτοις τὸν Θεὸν γεραίρωμεν, μηδὲ τὸν παρόντα καιρὸν ἐπαίρωμεν, οἷς οὐκ ἄξιον, ἀλλὰ ψυχῆς καθαρότητι, καὶ διανοίας φαιδρότητι, καὶ λύχνοις τοῖς ὅλον τὸ σῶμα φωτίζουσι τῆς Ἐκκλησίας, θείοις λέγω θεωρήμασι καὶ νοήμασιν, ἐπί τε τὴν ἱερὰν λυχνίαν ἐγειρομένοις, καὶ πᾶσαν τὴν οἰκουμένην καταλάμπουσι. Μικρόν μοι πρὸς τοῦτο τὸ φῶς, πάντα ὅσα ἰδίᾳ τε καὶ δημοσίᾳ πανηγυρίζοντες ἀνάπτουσιν ἄνθρωποι. Ἔχω τι καὶ μύρον, ἀλλ᾿ ᾧ χρίονται μόνον ἱερεῖς τε καὶ βασιλεῖς, ὄντι ποικίλῳ τε καὶ πολυτελεῖ, καὶ δι᾿ ἡμᾶς κενωθέντι, ἀλλὰ μεγάλου μυρεψοῦ τέχνῃ συγκείμενον. Εἴθε μοι γένοιτο τούτου τοῦ μύρου τὴν εὐωδίαν προσβαλεῖν τῷ Θε!ῷ Ἔχω καὶ τράπεζαν τὴν πνευματικὴν ταύτην καὶ ἔνθεον, ἣν ἡτοίμασέ μοι Κύριος ἐξεναντίας τῶν θλιβόντων με, ᾗ προσαναπαύομαι καὶ τρυφῶ, καὶ οὐδὲν ἐξυβρίζω διὰ τὸν κόρον, ἀλλὰ καὶ κοιμίζω πᾶσαν παθῶν ἐπανάστασιν. Ἔχω καὶ ἄνθη, πάντων ἐαρινῶν εὐανθέστερά τε καὶ μονιμώτερα, τοῦ ἀγροῦ τοῦ πλήρους, ὃν εὐλόγησε Κύριος, τοὺς ἱεροὺς καὶ εὐώδεις ποιμένας καὶ διδασκάλους, καὶ τοῦ λαοῦ ὅσον καθαρόν τε καὶ ἔκκριτον. Τούτοις στεφανωθῆναι βούλομαι καὶ πομπεύειν, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενος, καὶ τὸν δρόμον τελέσας, καὶ τὴν πίστιν τηρήσας, κατὰ τὸν ἱερὸν Ἀπόστολον. Ἀναλάβωμεν ὕμνους ἀντὶ τυμπάνων, ψαλμῳδίαν ἀντὶ τῶν αἰσχρῶν λυγισμάτων τε καὶ ᾀσμάτων, κρότον εὐχαριστήριον ἀντὶ κρότων θεατρικῶν, καὶ χειρῶν πρᾶξιν εὔηχον, σύννοιαν ἀντὶ γέλωτος, ἀντὶ μέθης ἔμφρονα λόγον, ἀντὶ θρύψεως σεμνοπρέπειαν. Εἰ καὶ ὀρχήσασθαι δεῖ σε, ὡς πανηγυριστὴν καὶ φιλέορτον, ὄρχησαι μὲν, ἀλλὰ μὴ τὴν Ἡρωδιάδος ὄρχησιν τῆς ἀσχήμονος, ἧς ἔργον Βαπτιστοῦ θάνατος· ἀλλὰ τὴν Δαβὶδ ἐπὶ τῇ καταπαύσει τῆς κιβωτοῦ, ἣν ἡγοῦμαι τῆς εὐκινήτου καὶ πολυστρόφου κατὰ Θεὸν πορείας εἶναι μυστήριον. Πρῶτον μὲν δὴ τοῦτο καὶ μέγιστον τῆς ἐμῆς παραινέσεως. 30. Δεύτερον δὲ χαλεπὸν μὲν οἶδα λόγον ἐρῶν καὶ δυσπαράδεκτον τοῖς πολλοῖς· φιλεῖ γὰρ ἐν ἐξουσίᾳ τοῦ ἀντιδρᾷν κακῶς γενόμενος ἄνθρωπος, ἄλλως τε κἂν δικαίαν ἔχων τὴν ὀργὴν ἐξ ὧν πέπονθεν, ἥκιστα λόγου πείθεσθαι χαλινοῖς τὸν θυμὸν ἀνακόπτοντος· ἀκουσθῆναι δὲ ὅμως καὶ προςδεχθῆναι ἄξιον. Μὴ ἀπλήστως χρησώμεθα τῷ καιρῷ, μὴ κατατρυφήσωμεν τῆς ἐξουσίας, μὴ πικροὶ γενώμεθα τοῖς ἠδικηκόσι, μὴ ὧν κατέγνωμεν, ταῦτα πράξωμεν· ἀλλ᾿ ὅσον φυγεῖν τὰ δεινὰ τῆς μεταβολῆς ἀπολαύσαντες, ὅσον εἰς ἀντίδοσιν ἥκει, μισήσωμεν. Αὐτάρκης δίκη τοῖς γε μετρίοις τὸ τῶν λελυπηκότων δέος, καὶ τὸ προσδοκῆσαι ταῦτα παθεῖν, ὧν εἰσιν ἄξιοι, καὶ οἰκείῳ συνειδότι βασανισθῆναι· ἃ γάρ τις ὡς πεισόμενος δέδοικε, ταῦτα πέπονθε, κἂν μὴ πάθῃ, καὶ πλείω παρ᾿ ἑαυτοῦ τυχὸν ἢ τῶν δρασόντων κολάζεται. Μὴ τοίνυν θελήσωμεν τὴν ὀργὴν μετρηθῆναι, μηδὲ φανῶμεν ἐλάττους κολασταὶ τῆς ἀξίας· ἀλλ᾿ ἐπειδὴ τὸ πᾶν εἰσπράξασθαι μὴ δυνάμεθα, τὸ πᾶν συγχωρήσωμεν· γενώμεθα τούτῳ κρείττους τῶν ἠδικηκότων καὶ ὑψηλότεροι· δείξωμεν τί μὲν διδάσκουσιν ἐκείνους οἱ δαίμονες, τί δαὶ ἡμᾶς ἐκπαιδεύει Χριστὸς, ὃς, οἷς πέπονθε τὸ εὐδόκιμον ἔχον, οὐχ ἧττον νενίκηκεν οἷς δυνάμενος οὐ πεποίηκεν. Ἓν ἀντιδῶμεν τῷ Θεῷ χαριστήριον· αὐξήσωμεν χρηστότητι τὸ μυστήριον· εἰς τοῦτο τῷ καιρῷ χρησώμεθα.
37. Νικήσωμεν ἐπιεικείᾳ τοὺς τυραννήσαντας, καὶ μάλιστα μὲν φιλανθρωπία ἔστω τὸ συγχωροῦν, καὶ ἡ τῆς ἐντολῆς δύναμις, τὴν ἴσην ἀντιδιδοῦσα φιλανθρωπίαν ἡμῖν, ἐν οἷς αὐτοὶ χρῄζομεν· ᾧ γὰρ μέτρῳ μετροῦμεν, ἀντιμετρεῖσθαι γινώσκομεν· εἰ δὲ καὶ λίαν τις πικρῶς ἔχει, ἀφῶμεν Θεῷ τοὺς λελυπηκότας, καὶ τῷ ἐκεῖθεν δικαστηρίῳ· μηδὲν τῆς μελλούσης ὀργῆς διὰ τῆς ἡμετέρας χειρὸς ἐλαττώσωμεν. Μὴ δήμευσιν ἐννοήσωμεν, μὴ βήμασι παραστήσωμεν, μὴ πατρίδος ὑπερορίσωμεν, μὴ μάστιξιν αἰκισώμεθα, μηδέ τι τῶν ὅσα πεπόνθαμεν, ἵν᾿ εἴπω συντόμως, δράσωμεν. Ποιήσωμεν κἀκείνους ἐπιεικεστέρους, ἂν ἄρα δυνατὸν, τῷ καθ᾿ ἡμᾶς ὑποδείγματι. Εἴ τῳ πέπονθεν υἱὸς, εἴ τῳ πατὴρ, εἴ τῳ γυνὴ, συγγενής, φίλος, ἢ ἄλλος τις τῶν τιμίων, πᾶσι τὸ παθεῖν ἔμμισθον καταστήσωμεν, διὰ τοῦ πεῖσαι φέρειν καρτερῶς ἃ πεπόνθασι· τοῦτο μεῖζον αὐτοῖς ἢ ἄλλο τι χαριούμεθα. Εἴπω καὶ τὸ μέγιστον ὧν εὖ πάσχομεν; δήμοις καταβοῶνται καὶ πόλεσιν οἱ διώξαντες, ἐν θεάτροις, ἐν ἀγοραῖς, ἐν συλλόγοις· τὰ παλαιὰ μακαρίζεται, τὰ νέα στηλιτεύεται, καὶ παρ᾿ αὐτῶν τῶν συνδιωξάντων, ὃ καὶ παράδοξον, αὐτοὶ καθέλκονται παρ᾿ αὐτῶν μετὰ πάσης καταβοήσεως οἱ θεοὶ, ὡς πολὺν αὐτοὺς ἀπατήσαντες χρόνον, καὶ ὀψέ ποτε τῆς ἀπάτης ἐληλεγμένης· καὶ ὁ χθὲς προσκυνητὴς σήμερον ὑβριστής. Τούτων τί μεῖζον ἐπιζητοῦμεν; Νῦν ταῦτα καὶ ἴσως μικρὰ τοῖς ἀθλίοις. Ἔσται καιρὸς, ἡνίκα ὄψομαι τοὺς ἐμοὺς ὑβριστὰς, καὶ τὸν μέγαν τούτων καθηγητὴν, τὴν ἑαυτῶν ἀποκλαιομένους κακίαν, ἡνίκα ἂν πᾶσα κρίνηται καὶ βασανίζηται πονηρία. 38. Ἐῶ τὰ θεῖα καὶ τὰ ἡμέτερα, καὶ τὰς καθ᾿ ἡμᾶς ἐκεῖθεν ἀποκειμένας μάστιγας· ἀλλὰ καὶ ἐπὶ τοὺς σοὺς ἐλθὲ λόγους καὶ φόβους οὐ ποιηταῖς μόνον, ἀλλὰ καὶ ἀνδράσι φιλοσόφοις ἀρέσκοντας, τοὺς Πυριφλεγέθοντάς σου, καὶ τοὺς Κωκυτοὺς, καὶ τοὺς Ἀχέροντας, οἷς ἀδικίαν κολάζουσι, Τάνταλος, Τιτυὸς, Ἰξίων. Ἰουλιανὸς ταύτης ὁ βασιλεὺς ὑμῶν τῆς φρατρίας, μετ᾿ ἐκείνων ἀριθμηθήσεται, καὶ πρὸ ἐκείνων, κατά γε τὸν ἐμὸν λόγον καὶ ὅρον· οὐ δίψῃ κολαζόμενος ἐν λίμναις ἐπιγενείοις, ἢ κορυφῆς ὑπερτέλλοντα δειμαίνων πέτρον, ὡς τῇ τραγῳδίᾳ δοκεῖ, ἀεὶ μὲν ἀνωθούμενον, ἀεὶ δὲ κατασυρόμενον· οὐδὲ ῥοιζουμένῳ τροχῷ συγκυκλούμενος, οὐδὲ ὄρνισι τὸ ἧπαρ κειρόμενος, οὔποτε λεῖπον, ἀεὶ δὲ πληρούμενον· εἴτε ἀλήθεια ταῦτά ἐστιν, εἴτε μῦθος, παραδεικνὺς τὴν ἀλήθειαν ἐν τοῖς πλάσμασιν· ἀλλ᾿ ὀψόμεθα τίσι καὶ οἵοις τηνικαῦτα κολαζόμενος, καὶ ὡς πολὺ τούτων χαλεπωτέροις, εἴπερ πρὸς μέτρον τῶν ἁμαρτανομένων αἱ τίσεις καὶ ἀντιδόσεις.
39. Τοῦτό τοι ἀντὶ ποδὸς ξεινήιον, ὦ λῷστε καὶ συνετώτατε, ἵνα σε προσείπω τοῖς σοῖς· ταῦτα οἱ τῶν λόγων ἀποκλεισθέντες ἡμεῖς, κατὰ τὴν μεγάλην καὶ θαυμαστήν σου νομοθεσίαν. Ὁρᾷς, ὡς οὐκ εἰς τέλος ἐμέλλομεν σιωπήσεσθαι, οὐδὲ ἀλογίαν κατακριθήσεσθαι τοῖς σοῖς δόγμασιν, ἀλλὰ ῥήξειν φωνὴν ἐλευθέραν, καὶ τῆς σῆς ἐλεγκτικὴν ἀλογίας; Οὔτε τοὺς Νειλῴους καταῤῥάκτας ἐπισχεῖν μηχανή τις, τοὺς ἀπ᾿ Αἰθιοπίας ὑπὲρ Αἰγύπτου πίπτοντας, οὔτε ἡλιακὴν ἀκτῖνα, κἂν πρὸς ὀλίγον νέφει καλύπτηται· οὔτε Χριστιανῶν γλῶσσαν πεδῆσαι, τὰ ὑμέτερα στηλιτεύουσαν. Ταῦτά σοι Βασίλειος καὶ Γρηγόριος, οἱ τῆς σῆς ἐγχειρήσεως ἀντίθετοι καὶ ἀντίτεχνοι, ὡς αὐτός τε ᾤου, καὶ τοὺς ἄλλους ἔπειθες, ἀποσεμνύνων ἡμᾶς οἷς ἠπείλεις, καὶ θήγων πλέον πρὸς τὴν εὐσέβειαν, οὓς καὶ βίῳ, καὶ λόγῳ, καὶ τῇ πρὸς ἀλλήλους ὁμονοίᾳ περιφανεῖς, καὶ γνωρίμους ἔτ᾿ ἀπὸ τῆς Ἑλλάδος εἰδὼς, τὴν Κυκλώπειον ἐτίμας τιμὴν, καὶ τελευταίους ἐταμιεύου τῷ διωγμῷ, καὶ δῶρον ἐπινίκιον ἴσως ἐπενόεις τοῖς δαίμοσι μέγα τι καὶ μεγαλοπρεπὲς, εἴ σε ἀπὸ τῆς Περσίδος ὑποδεξώμεθα ἐπανήκοντα, ἢ καὶ συναρπάσειν πρὸς τὸ σὸν βάραθρον ἤλπισας, κακῶς οἰόμενος. 40. Οὐ γὰρ ἀγεννέστεροι τῶν νεανίσκων ἐκείνων ἡμεῖς, τῶν ἐν πυρὶ δροσισθέντων καὶ θῆρας νικησάντων ἐκ πίστεως, καὶ μητρὶ γενναίᾳ, καὶ ἱερεῖ γενναιοτέρῳ προθύμως συγκινδυνευσάντων, καὶ δειξάντων, ὅτι μόνον τῶν ἁπάντων πίστις ἀνάλωτον· ἢ τούτων δὴ τῶν ἐπὶ σοῦ νεανίσκων, ὧν ὁ μὲν τὴν μητέρα τῶν σῶν θεῶν καθυβρίσας, καὶ βωμὸν διασπείρας, προσήχθη μὲν ὡς κατάκριτος, εἰσῆλθε δὲ ὡς νικηφόρος, καὶ πολλά σου τῆς ἁλουργίδος καὶ τῶν λόγων καταγελάσας, ὡς ψηφολογικῶν καὶ γελοίων, μετὰ πλείονος ἐξῆλθε τῆς παῤῥησίας, ὡς εἴ τις ἀπὸ δείπνου ἐπαναστρέφων καὶ λαμπρᾶς ἑστιάσεως· ὁ δὲ πᾶν τὸ σῶμα δορκαλίσι καταξανθεὶς εἰς βάθος, καὶ μικρὰ πνέων ἔτι τοῖς τραύμασι, τοσοῦτον ἀπεῖχεν ἐνδιδόναι πρὸς τὰς βασάνους, ἢ δεινόν τι τῶν παρόντων νομίζειν, ὥστε, ἐπειδή τι τοῦ σώματος εἶδεν ἀνεπηρέαστον ταῖς πληγαῖς, καὶ προσῃτιᾶτο τοὺς βασανιστὰς, ὡς ὑβριστὰς, καὶ οὐ πᾶν τὸ σῶμα τιμήσαντας, ἀλλά τι παρέντας ἄξαντον καὶ ἀνίερον· παραδεικνὺς ἅμα τὴν κνήμην, ὡς μόνην διαφυγοῦσαν τοὺς ὄνυχας, καὶ μηδὲ ταύτης φείδεσθαι διακελευόμενος.
41. Οὗτος ὁ λόγος σοι τῶν Πορφυρίου ψευσμάτων καὶ ληρημάτων, οἷς ὑμεῖς ὡς θείαις φωναῖς ἀγάλλεσθε, ἢ τοῦ σοῦ Μισοπώγωνος, εἴτ᾿ οὖν Ἀντιοχικοῦ (ἀμφότερα γὰρ ἐπιγράφεις τῷ λόγ)ῳ, οὗ τι Χριστιανοῖς ἀτιμότερον· ὃν τότε μὲν ἡ πορφυρὶς μέγαν ἐποίει, καὶ οἱ πάντα τὰ σὰ θαυμάζοντες κόλακες· νῦν δὲ πώγων ἐστὶ περιφερόμενος καὶ περισυρόμενος, καὶ τοῖς συμπεπονηκόσιν ὁμοῦ γελώμενος, ἐν ᾧ σὺ μὲν ἀπερίττῳ τοῦ σώματος, καὶ τῷ μηδεπώποτε τυχεῖν ἀπεπτήσας ἐξ ἀπληστίας, μέγα φυσᾷς, ὡς δή τι θαυμάσιον λέγων· ὅτι δὲ Χριστιανοὺς ἤλασας οὕτω πικρῶς, καὶ τοσοῦτον ἔθνος καὶ οὕτως ἱερὸν παρανάλωσας, ἑκὼν παρατρέχεις. Καίτοι γε ἑνὸς μὲν ἀνδρὸς ἀπεπτήσαντος, ἢ ἐρυγὰς φυσικὰς ἀφέντος, τί παρὰ τοῦτο τῷ κοινῷ βλάβος; τοσούτου δὲ διωγμοῦ κινηθέντος, καὶ τοσαύτης καινοτομηθείσης συγχύσεως, πῶς οὐκ ἀνάγκη πᾶσα τὰ Ῥωμαίων ἔχειν κακῶς, ὥσπερ οὖν καὶ ἐσχηκότα φαίνεται;
42. Αὕτη σοι παρ᾿ ἡμῶν στήλη, τῶν Ἡρακλείων στηλῶν ὑψηλοτέρα τε καὶ περιφανεστέρα· αἱ μὲν γὰρ ἐφ᾿ ἑνὸς τόπου πεπήγασι, καὶ μόνοις εἰσὶ θεαταὶ τοῖς ἐκεῖσε ἀφικνουμένοις· τὴν δὲ οὐκ ἔστι μὴ πανταχοῦ καὶ πᾶσι γνωρίζεσθαι κινουμένην, ἣν καὶ ὁ μέλλων ὑπολήψεται χρόνος, εὖ οἶδα, σέ τε καὶ τὰ σὰ στηλιτεύουσαν, καὶ τοὺς λοιποὺς πάντας παιδεύουσαν, μή τινα τοιαύτην κατὰ Θεοῦ τολμᾷν ἐπανάστασιν, ἵνα μὴ, τὰ ὅμοια δράσαντες, τῶν ἴσων καὶ ἀντιτύχωσιν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου